IusCommune
IusCommune › Textos › Epitome legum › Epitome

Epit. 1.43

Περὶ συκοφαντῶν καὶ κατηγόρων καὶ περὶ δηλατόρων καὶ περὶ πλαστοῦ καὶ περὶ δούλου διπλασιαζομένου καὶ περὶ θησαυροῦ.

Abrir no leitor do IusCommune →

1

pr.Κατὰ τρεῖς τρόπους ἡ συκοφαντία γίνεται καὶ τριπλῶς ἡ ἐπεξέλευσις· ἢ γὰρ συκοφαντεῖ τις πλαστῶς κατηγορῶν, ἢ συμπαίζων γίνεται τὰ ἀληθῆ ἐγκλήματα κρύπτων, ἢ φυγοδικεῖ τελείως ἀναχωρῶν τῆς κατηγορίας.

2

pr.Οὐ πάντως δὲ συκοφάντης ἐστὶν ὁ μὴ ἀποδεικνὺς ὅπερ κατηγόρησεν, ἀλλ᾽ ἐν τῇ κρίσει τοῦ δικαστοῦ ἐστι μετὰ τὸ ἐλευθερῶσαι τὸν ῥέον ζητῆσαι περὶ τούτου. καὶ ἐπειδὴ οὐ κατέδειξεν, ἐφείσατο αὐτοῦ· εἰ δὲ εἴπῃ περὶ τῆς ποινῆς, ἐπακολουθεῖ. ἡ μὲν γὰρ τοῦ φάκτου ζήτησις ἐπιτέτραπται τῷ δικαστῇ, οὐ μὴν ἡ τοῦ νόμου ἐπεξέλευσις. εἰ δὲ εἴπῃ· προπετῶς ἐκίνησε, οὐ ποιεῖ αὐτὸν συκοφάντην, οὐδὲ ποινὴν ὑφίσταται. ὡς βι. μη΄ τί. ις ' διγ. α΄.

3

pr.Τῶν κεφαλικῶν ἐγκλημάτων αἱ συκοφαντίαι κεφαλικὰς ἔχουσι τὰς τιμωρίας. τήσας καὶ μὴ μηνύσας αὐτὸν οὐ πταίει. ὁ δὲ κρύπτων αὐτὸν τῷ αὐτῷ ἁμαρτήματι ὑπόκειται. βι. ιδ ' διγ. ιγ '. (Dig.,, §) - Οὐδεὶς κρύπτων ἀλλότριον χρεώστην ἀναγκάζεται αὐτὸν παραγαγεῖν. (Dig.,, §) Παντὶ ἔξεστιν ἐπιθάλπειν τὴν ἐλευθερίαν (Dig.,, §). Dig.

4

pr.Ἐπίσκοπος εἰ συκοφαντήσει τινὰ ἐν πουβλίκῳ δικαστηρίῳ, λ΄ λίτρας δίδωσι χρυσίου τῷ δημοσίῳ.

5

pr.Ὡς συκοφάνται τιμωροῦνται οἱ ἐπὶ βλάβην τινὸς χάρτην ἢ μαρτυρίαν συσκευάσαντες ἢ γράψαντες ἢ ἐν δικαστηρίῳ προσαγάγοντες. β

6

pr.Ὁ κατὰ συκοφαντίαν κινῶν τὸ τῆς ἐλευθερίας δικαστήριον ἐξορίζεται. ὡς βι. μ΄ τί. ιβ΄ διγ. λθ΄.

7

pr.Τὰ δεδομένα παρά τινος χρήματα ἐπὶ τὸ συκοφαντηθῆναί με οὐχ ὁ δεδωκὼς αὐτὰ ῥεπετητεύει τουτέστι λαμβάνει, ἀλλὰ ἐγὼ καθ᾽ οὗ ἐδόθησαν. ἐπὶ αἰσχρᾷ γὰρ αἰτίᾳ εἰσὶ δεδομένα. – ση. Οἱ συκοφάνται τῇ ταὐτοπαθείᾳ ὑπόκεινται.

8

pr.Ὁ πατὴρ θάνατον παιδὸς διεκδικῶν κἂν συκοφάντης ἀποφανθῇ, οὐκ ἀτιμοῦται. ἀλλὰ καὶ ὁ κουράτωρ διεκδικῶν τὰ τοῦ πουπήλου πράγματα καὶ οἱ ἐπίτροποι οὐκ ἀτιμοῦνται, κἂν ἀποφανθῶσι συκοφάνται. ὡς βι. μή τί. α΄ διγ. ιδ΄.

9

pr.· Εἴσω ξ΄ ἡμερῶν μετὰ τὸ ῥεπούδιον κατηγορῶν μοιχείαν ὁ ἀνὴρ τῆς γυναικὸς αὐτοῦ οὐκ ἀπαιτεῖται ὡς συκοφάντης, ὡς βι. δ΄ τί. [δ΄ διγ.] λζ΄. μετὰ δὲ τὰς ξ΄ κατηγορῶν ὑπόκειται τιμωρίᾳ τῷ ἰουλίῳ ἀδουλτερΐις.

10

pr.Ὁ κατηγορηθεὶς ἀντικατηγορεῖν οὐ δύναται. οὔτε ὁ ἐπὶ συκοφαντίᾳ τιμωρηθεὶς, οὔτε ὁ παιγνικὴν τέχνην μετιών, οὔτε ὁ καταδικασθεὶς χρήματα λαβὼν ἐπὶ τῷ κατηγορῆσαί τινος.

11

pr.Οὐτήλιός ἐστιν ὁ χρόνος τουτέστι τέλειος τῶν λ΄ ἡμερῶν τοῦ ἀνανεῶσαι τὴν κατηγορίαν ἐν αἷς ὁ κατηγορηθεὶς ἠδύνατο προσελθεῖν τῷ ἄρχοντι. ἀριθμοῦνται δὲ μετὰ τὴν περαίωσιν τῶν ἐμφερίων. ὁ δὲ μὴ ἔχων οὐσίαν γ ' νομισμάτων οὐ δύναται κατηγορεῖν.

12

pr.Ὁ κατηγορηθεὶς ἀντικατηγορεῖν οὐ δύναται πρὶν ἐλευθερωθῆναι. ὁ δὲ ἀπὸ καταδίκης τὴν πολιτείαν ἢ τὴν ἐλευθερίαν ἀπολέσας προκατάρξασθαι κατηγορίας οὐ δύναται, τὴν δὲ προκαταρχθεῖσαν πρὸ καταδίκης πληροῖ.

13

pr.᾿Αποθανόντος τοῦ ῥέου ἡ μὲν ποινὴ καὶ τὸ ἔγκλημα σβέννυται, τὸ δὲ χρηματικὸν σκοπεῖται.

14

pr.Οἱ ψευδομαρτυρήσαντες προλήψει συκοφάνται νοοῦνται. ὡς βι. μή τί. β΄ διγ. θ΄.

15

pr.Τὸ περὶ καλουμνίας ἰνφάκτουμ ἀγωγὴ κινεῖται, τουτέστιν ἐντὸς μὲν ἐνιαυτοῦ τὸ διπλοῦν ἀπαιτεῖται, μετὰ δὲ ἐνιαυτὸν τὸ ἁπλοῦν. ἀλλ᾽ ἐνταῦθα εἰ μὲν ὑπὲρ αὐτῆς δέδωκεν ἵνα μὴ συκοφαντηθῇ, ἀπὸ τοῦ καιροῦ τῆς δόσεως ψηφίζεται αὐτῷ ὁ ἐνιαυτός.

16

pr.Καὶ ὁ κουράτωρ ἐπὶ τῷ προδοῦναι τὴν δίκην ἣν ἐπιστεύθη λαμβάνων χρήματα οὐ κερδανεῖ αὐτά· ἐπὶ αἰσχρᾷ γὰρ αἰτίᾳ ἐδόθησαν.

17

pr.Γυνὴ πούβληκον οὐ κινεῖ πλὴν ἐπὶ ἀναιρέσει γονέων ἢ παίδων ἢ πατροκτονίας ἢ τέκνων ἢ ἐγγόνων.

18

pr.Ὁ γραφὴν κατηγορίας ἀποτιθέμενος ὀφείλει σαφηνίζειν καὶ τὸ ἁμάρτημα καὶ τὸν χρόνον καὶ τὸν μῆνα ἐν ᾧ ἡμαρτήθη τυχὸν ἡ μοιχεία ἢ μετὰ ποίου προσώπου· τὴν δὲ ἡμέραν ἢ ὥραν οὐκ ἀναγκάζεται λέγειν. ὀφείλει καὶ ὑπογράφειν [ἢ] ἕτερος ὑπὲρ αὐτοῦ, εἰ οὐκ οἶδεν γράμματα. ἐὰν δὲ μὴ οὕτως συντεθῇ ὁ λίβελλος, οὐ δύναται κατηγορεῖσθαι. ἐὰν δὲ ἀποθάνῃ ὁ κατήγορος ἢ ἐξ ἄλλης αἰτίας μὴ δυνηθῇ κατηγορῆσαι, καὶ ἕτερος ἀντ᾿ αὐτοῦ δύναται κατηγορεῖν ἐντὸς λ΄ ἡμερῶν. καὶ συντίθεται ὁ λίβελλος οὕτως· ὁ δεῖνα ὁμολογῶ παρὰ τῷδε τῷ ἄρχοντι δεικνύειν τήνδε πλημμελήσασαν μοιχείαν πρὸς τόνδε ἐν τῷδε τῷ οἴκῳ ἐπὶ τῆσδε τῆς ὑπατείας μηνὶ καὶ ἰνδικτιόνι.

19

pr.Ἐν τῷ αὐτῷ καιρῷ δύο κατηγορίας οὐδεὶς δύναται κινεῖν, εἰ μὴ περὶ οἰκείας ἀδικίας ποιεῖται. ὡς βι. μή τί. β΄.

20

pr.Ὁ ἄρχων διασκοπείτω πότερον ὁ κατηγορούμενος ὀφείλει φυλακῆ ἐμβάλλεσθαι ἢ στρατιώταις παραδίδοσθαι ἢ ἐγγυηταῖς ἢ ἑαυτῷ καταπιστεύεσθαι. τοῦτο γίνεται ἐκ τῆς ποιότητος τῶν ἐγκλημάτων καὶ τοῦ ἐναγομένου ἢ διὰ τὴν ἀξίαν αὐτοῦ ἢ διὰ τὸ μηδὲν αὐτὸν ἡμαρτηκέναι. ση. Ὁ κατηγορῶν ἀποτιθέσθω γραφὴν καὶ ἀσφαλιζέσθω παραμένειν μέχρι ψήφου.

21

pr.Ὁ ἔχων ἐγγύας οὐ δεσμεῖται, εἰ μὴ βαρύ ἐστι τὸ παρ᾽ αὐτοῦ ἁμαρτηθὲν, ὥστε μήτε ἐγγυηταῖς μήτε στρατιώταις αὐτὸν ὀφείλειν παραδοθῆναι.

22

pr.Ὁ δεσπότης διφενδεύων τὸν δοῦλον δίδωσι τὴν ἀσφάλειαν τῆς παραστάσεως αὐτοῦ. ὁμοίως καὶ ὁ προκουράτωρ αὐτοῦ δύναται διφενδεύειν. καὶ ἐὰν μὴ ὁ δεσπότης μήτε τὶς ἄλλος δίδωσιν ἀσφάλειαν [ὑπὲρ] τῆς τοῦ κατηγορουμένου δούλου παραστάσεως, [ἀπὸ] φυλακῆς διάγεται.

23

pr.Ὁ ἐγγυησάμενος τὸν κατηγορηθέντα χρηματικὴν δίδωσι ποινὴν μὴ παριστῶν αὐτόν. Καὶ δοῦλος κατηγορεῖ δεσπότην τὴν δημοσίαν εὐθηνίαν ἀδικοῦντα. ὡς βι. μή τί. ιβ΄ διγ. α΄.

24

pr.Ἔξεστι τῷ δεσπότῃ κεφαλικῶς κατηγορούμενον μὴ διφενδεύειν τὸν ἑαυτοῦ οἰκέτην.

25

pr.Μὴ χρῆναι προπετῶς πιστεύειν τοῖς οἰκέταις λέγουσι κατὰ τῶν δεσποτῶν· φύσει γὰρ ὁ δοῦλος τοῦ δεσπότου πολέμιος. – Οἱ δοῦλοι πολιτικοῖς ὀφφικίοις οὐ λειτουργοῦσιν. ὡς φησιν ὁ ἑρμονιανός, ἐφ᾽ ᾧ καὶ δικάζεσθαι καὶ κατηγορεῖν δύνανται τοῖς ἰδίοις δεσπόταις.

26

pr.Ὅτε ἐξετάζεται ὁ δοῦλος περὶ τοῦ ἰδίου φάκτου, δύναται καὶ περὶ τοῦ ἰδίου δεσπότου λέγειν, ἐὰν ἐπακολουθῶσιν αὐτῷ καὶ τὰ τεκμήρια τῶν ἐπ᾿ αὐτῷ ἀνακρινομένων πραγμάτων.

27

pr.Οἱ δοῦλοι ἐν δημοσίᾳ αἰτίᾳ οὐκ ἀπολιμπάνονται, οὔτε ἐνάγειν οὔτε ἐναχθῆναι δύνανται, ἐπειδὴ οὐδὲ πρὸς τὴν πολιτικὴν οὐδὲ πρὸς τὴν τοῦ πραέτορος νομοθεσίαν ἔχουσί τινα οἱ δοῦλοι μετουσίαν. οὐδὲ κατὰ τὴν δικαιοδοσίαν τοῦ πραέτορος δύναται δοῦλος γενέσθαι ἔνοχος.

28

pr.Οἱ δοῦλοι δηλατορείοντες τοὺς δεσπότας οὐκ ἀκούονται, ἀλλὰ τιμωροῦνται, ὁμοίως καὶ ἀπελεύθεροι. συγγινώσκονται δὲ ὅτε κατὰ πλάνην ἑαυτῶν προσαγγέλλουσιν, ὥσπερ καὶ ἡ γυνὴ καὶ ἄγροικος τὸ ἴδιον ἀγνοήσαντες δίκαιον.

29

pr.Οὐ πᾶς δηλάτωρ ἀτιμοῦται, ὡς ὁ μὴ διὰ κέρδος τοῦτο ποιῶν καὶ ὡς ὁ [δι᾽] ἐκδίκησιν καταμηνύων καὶ ὡς ὁ κινῶν διὰ πρᾶγμα τῆς ἰδίας πόλεως, καὶ ὡς ὁ αἰτῶν δικαιώματα συμβαλλόμενα τῷ φίσκῳ.

30

pr.Ἐάν τις οἰκειακὸς [ἢ] δοῦλος ἐγκληματικῶς κατηγορήσῃ τοῦ ἔχοντος αὐτὸν, ἀποτεμνέσθω, ἐξῃρημένων τοῦ ἐπὶ καθοσιώσει κατηγοροῦντος. ὁμοίως καὶ ὁ ἀπελεύθερος ἐγκληματικῶς ἐπιφέρων τῷ πάτρωνι [ἢ] τοῖς κληρονόμοις αὐτοῦ τὴν αὐτὴν ὑπομενέτω ποινί ν.

31

pr.Ὅτι ἐκ πολλῶν αἰτιῶν γίνεται προσαγγελία, οἷον ὅτι κληρονόμος ἐστὶν ὁ βασιλεὺς καὶ ἀπεκρύβη ἡ διαθήκη, ἢ ὅτι ἀνάξιός ἐστιν ὁ κληρονόμος, ἢ ὅτι πολύτιμον πρᾶγμα παρὰ τοῦ φίσκου ὀλίγου ἠγόρακεν, ἢ ὅτι κατὰ προδοσίαν ἡττήθη ὁ φίσκος, ἢ ὅτι ἀπέθανέ τις ὑποκείμενος ἐγκλήματι κεφαλικῷ, ἢ ὅτι μετὰ θάνατόν τις ὑπόκειται, ἢ ὅτι κατηγορίας ἀπέστη τὶς, ἢ ὅτι ἀπὸ ἰδιωτικοῦ συναλλάγματος ποινὴ τῷ φίσκῳ κεχρεώστηται, ἢ ὅτι κληθεὶς ὁ δηλάτωρ οὐχ ὑπήκουσε. καὶ ἐὰν ὁ δηλάτωρ μὴ κατεμήνυσε τὸν ἐπιτρέψαντα αὐτῷ προσαγγεῖλαι δεσμεῖται καὶ τοσοῦτον δίδωσιν ὅσον ἔμελλεν ὁ ἡττηθεὶς διδόναι. ὁμοίως καὶ ὁ ὑποβαλὼν καὶ ἡττηθείς.

32

pr.Ἡ τῶν βακαντίων προσαγγελία τετραετίᾳ περαιοῦται, ἀρχομένῃ ἀφ᾽ οὗ γένηται δῆλον μὴ ἔχειν τὸν τελευτήσαντα κληρονόμον. ἡ δὲ τῶν κ΄ ἐτῶν ἁρμόζουσα καὶ ἐπὶ τοῖς πράγμασι τοῦ ῥεκουιρένδου ἄρχεται ἐξ ὅτου τὶ ἁρμόσαι τῷ φίσκῳ ἠδύνατο. αἱ δὲ προκαταρχθεῖσαι καὶ ὑπερτεθεῖσαι ἢ προδοθεῖσαι δύνανται καὶ μετὰ τὴν εἰκοσαετίαν προσαγγέλλεσθαι.

33

pr.Γυνὴ οὐ δηλατορεύει, οὔτε οἱ λαμπρότεροι οὔτε οἱ κατακριθέντες δύνανται δημόσιον πρᾶγμα καταμηνύειν, οὔτε οἱ γενόμενοι κηδεμόνες ἢ προκουράτορες δηλατορεύσουσιν αὐτὸ, ἀλλὰ τοῦτο ἐγχειροῦντες σφοδρῶς τιμωροῦνται.

34

pr.Ὁ ἑαυτὸν προκαταμηνύων τῷ φίσκῳ ὡς ἔχων πρᾶγμα ὅπερ οὐ δύναται λαβεῖν δίδωσι τὸ ἥμισυ καὶ τὸ ἥμισυ κρατεῖ ὡς ἔπαθλον. τοῦτο δὲ ἁρμόζει καὶ γυναιξὶ καὶ ἀνήβοις τοῖς καταμηνύουσι τὸ ἔπαθλον.

35

pr.Ἐὰν τὸ ἐμοὶ καταλειφθὲν τάκητον καταμηνύσω, τὸ ἥμισυ λαμβάνω (τάκητόν ἐστι τὸ κείμενον ἔξω τῆς διαθήκης καὶ τοῦ κωδικέλλου καὶ ἀγνοούμενον τίνι κατελείφθη), οὐ μὴν ἐὰν τὸ καταλειφθὲν τῷ δούλῳ μου μηνύσω, τοῦτο τὸ ἔπαθλον οὐ δύναται λαβεῖν ἐκεῖνος.

36

pr.Ὁ δηλάτωρ βαρεῖται ταῖς ἀποδείξεσι καὶ οὐχ ὁ δηλατορευόμενος. ἐὰν πρὸ μὲν τῆς ἀνοίξεως τῆς διαθήκης ὁ ἀξιωθεὶς δοῦναι τὸ τάκητον καταμηνύσῃ, αὐτὸς λαμβάνει τὸ διδόμενον ποσὸν, μετὰ δὲ τὸ ἀνοιγῆναι ὁ φιδικομισσάριος αὐτὸς λαμβάνει τὸ ἔπαθλον.

37

pr.Περὶ πλαστῶν. Ὁ ποιήσας ἐκμαρτύρια πλαστά, ἢ διαθήκας, ἢ ἐκδεδωκὼς ἢ ὑποβαλὼν εἰς ἀνάγνωσιν, τῷ κορνελίῳ ὑπόκειται· καὶ ὁ χρήματα λαβὼν ἢ συμφωνήσας ἢ κοινω- νίαν ποιήσας ἐπὶ τὸ συνθῆναι συνηγορίαν ἢ μαρτυρίαν κατὰ τῶν ἀνευθύνων· καὶ ὁ λαβὼν χρήματα ἐπὶ τὸ κατηγορῆσαι ἢ μαρτυρῆσαι· καὶ [δ] ὑποφθείρας ἢ ὑποφθαρῆναι τὸν δικαστὴν ποιήσας· καὶ ὁ δικαστής μὴ φυλάξας τὸν νόμον· καὶ ὁ ἐν λογισμοῖς ἢ διφθέραις ἢ πινακιδίοις ἀσφραγίστοις ποιήσας τὶ πλαστὸν ἢ ὁ ἀπαλείψας· καὶ ὁ ἄρχων πλαστὸν ποιήσας ἐπὶ τοῖς παρ᾿ αὐτῷ πραχθεῖσιν ὑπομνήμασι· καὶ ὁ ἀνοίξας τὴν τοῦ ζῶντος διαθήκην· καὶ ὁ προδοὺς τὰ παρακατατεθέντα αὐτῷ δικαιώματα τῷ ἀντιδίκῳ τοῦ παραθεμένου τῷ φάλσης ὑπόκεικαι. σχόλ. Ὁ ἐπὶ τὸ κινηθῆναι κατά τινος δικαστήριον ἐνοχοποιησάμενος τῷ δὲ φάλσης ὑπόκειται.

38

pr.Ὁ κλέψας διαθήκην ἢ κρύψας ἢ ἁρπάσας ἢ ἀπαλείψας ἢ ὑποβαλὼν ἢ ἀποσφραγίσας ἢ κατὰ δόλον ἀναγινώσκων ἢ δολερῶς παρασκευάσας ταῦτα γενέσθαι τῷ δὲ φάλσης ὑπόκειται.

39

pr.Ὁ ἀγνοῶν πλαστὴν εἶναι τὴν διαθήκην ἐὰν ἀδιτεύσῃ ἢ ληγάτον λάβῃ ἢ ἄλλως πως ἐπιγνᾷ, οὐ κωλύεται κατηγορεῖν αὐτῆς ὡς πλαστῆς.

40

pr.Ἡ διάταξις κελεύει· ἐξουσίαν ἔχει ἕκαστος χρηματικῶς διελέγξαι τὸ πλαστὸν ἢ ἐγκληματικῶς. φησὶν δὲ ὅτι ἐπὶ παντὸς συμβολαίου ζητοῦμεν πρότερον τὰς ἀποδείξεις ἐκ τοῦ προενεγκόντος, καὶ μετὰ ταῦτα ἐκ τοῦ λέγοντος πλαστὸν εἶναι τὸ συμβόλαιον.

41

pr.Καὶ ἡνίκα μένῃ τὸ τῆς πλαστογραφίας ἔγκλημα, εἰ μὲν μέγιστόν τι ἐκ τούτου ἁμαρτάνεται, ἀποτεμνέτω αὐτὸν, εἰ δὲ μὴ, περιοριζέτω αὐτόν. – σχόλ. Τυχόν διαθήκη ἦν τινος ἑτέρου συμβολαίου, ἐπιλαμβάνεταί τις αὐτοῦ ὡς πλαστοῦ, οὐ χρὴ εὐθὺς τὸ ἔγκλημα κινεῖσθαι, ἀλλὰ διδόσθω προθεσμία, ἵνα ἐγκληματικῶς ἢ χρηματικῶς κινήσῃ. δῆλον δὲ ὅτι χρηματική κατηγορία πρᾳότερον ἐξετάζει.

42

pr.Ὅταν μὲν ἕτερον ἡ παράθεσις τῶν γραμμάτων εἴπῃ ἕτερον δὲ αἱ μαρτυρίαι, τηνικαῦτα ἡμεῖς εἰώθαμεν τὰ διὰ ζώσης λεγόμενα φωνῆς μεθ᾽ ὅρκων ἀξιοπιστότερα εἶναι αὐτῆς τῆς συγγραφῆς. ἀλλ᾽ ἔστω τοῦτο τῆς τοῦ δικαστοῦ ἀγχινοίας τὸ τοῖς ἀληθέσι μᾶλλον πιστεύειν ἀντὶ τῶν τοιούτων. – σχόλ. Ὁ ἅπαξ κινήσας τὸ πλαστὸν οὐ δύναται μεταφεύγειν τὴν τούτου κατηγορίαν, ὅτι οὐ κέχρημαι αὐτῷ.

43

pr.Ὁ προσφέρων ἐν δίκῃ δικαιώματα καὶ πιστούμενος αὐτὰ πρὸς τὸ ἁμάρτημα τιμωρεῖται. εἰ δὲ μείζονός ἐστιν ἄξιος τιμωρίας, ὁ βασιλεὺς αὐτὴν ἐρωτώμενος ὁρίζει. συγγινώσκεται δὲ ὁ προκομίζων ἐν ἀγνοίᾳ.

44

pr.Ἐὰν ὁ ῥέος πρὸ κατηγορίας ἢ ψήφου τελευτήσῃ, ἀργεῖ μὲν ὁ κορνέλιος, τὸ δὲ περιποιηθὲν ὁ κληρονόμος οὐ κερδαίνει.

45

pr.Ὁ δοῦλος τῷ δεσπότῃ οὐ δύναται καταδικάζεσθαι. καλῶς δὲ αὐτῷ κατηγορεῖ, λέγων αὐτὸν ἀποκρύψαι τὴν διαθήκην, ἐν ᾗ ἐλευθερία αὐτῷ κατελείφθη.

46

pr.Ὁ πάτρων ἑαυτῷ προσγράφων ἐν τῇ διαθήκῃ τοῦ ἀπελευθέρου ληγάτον καὶ αἰτῶν συγγνώμην καὶ κελευόμενος ἀποστῆναι τὸ ληγάτον, οὐκ ἔχει τὴν κοντραβούλας τουτέστι περὶ ἐναντίας βουλήσεως. εἰ δὲ γυνὴ προῖκα χρεωστουμένη ἢ ἄλλος δανειστὴς πράξει τὰ προγεγραμμένα, τῆς ἰδίας ἀγωγῆς ἐκπίπτει. Το

47

pr.Ὑπόκειται τῷ νόμῳ τούτῳ ὁ μίξας ἐπίψογόν τι τῷ χρυσῷ, ἢ νόθους ἀργυροὺς νούμμους ποιήσας, καὶ ὁ δυνάμενος τοῦτο αὐτὸ κωλύσαι, καὶ ὁ κατὰ δόλον κασσιτερίνους ἢ μολιβδίνους νούμμους πωλῶν ἢ ἀγοράζων, καὶ ὁ ἔξωθεν διαθήκης ἄλλο τὶ πλαστὸν σφραγίζων, καὶ οἱ ποιοῦντες πλαστὰ ἐκμαρτύρια ἢ πλαστῶς ἄλλως μαρτυροῦντες. εἰς χρηματικὴν αἰτίαν τῇ αὐτῇ ποινῇ ὑπόκεινται. καὶ ὁ τὸ αὐτὸ πρᾶγμα δύο τισὶν ἐξ ὁλοκλήρου ἐν διαφόροις συναλλάγμασι πωλῶν, καὶ ὁ δικαστὴν ὑποφθείρων τοῦτῳ τῷ νόμῳ ὑπόκειται.

48

pr.Κατέχονται τῷ δὲ φάλσης καὶ οἱ διὰ τὸ συσκευάσαι τινὶ [δίκην] διὰ συνηγορίας ἢ διὰ μαρτυρίας χρήματα λαμβάνοντες ἢ ἐνοχὴν συστησάμενοι ἢ συμφωνήσαντες ἢ κοινωνίαν ποιήσαντες ἐφ᾽ ᾧ τι τοῦτο γενέσθαι.

49

pr.Πλαστόν ἐστι τὸ μιμήσασθαι χειρόγραφον ἑτέρου ἢ διαῤῥῆξαι ἢ μεταγράψαι. καὶ ὁ ἐξ ὀνόματος ἄρχοντος ἀποδιδοὺς πλαστὰ γράμματα ἢ προτιθεὶς ἐκδικοῦνται. καὶ ὁ διὰ πλαστοῦ συνθήματος τῷ δρόμῳ χρησάμενος καὶ ὁ σφραγίδα πλαστὴν ποιῶν ἢ γλύφων ὑπόκειται τῷ πλαστῷ.

50

pr.Ὁ διαφθείρων τὸ προτεθὲν ἔδικτον ὑπόκειται τῷ πλαστῷ. ὁ πλαστεύσας δημόσια μέτρα [η] στάθμια καὶ τὸ διπλοῦν τοῦ διαφέροντος δίδωσι καὶ ἐξορίζεται.

51

pr.Ὁ ἐν ὑπομνήμασιν ἢ λιβέλλῳ συναρπάζων ἄρχοντα ἢ ἐν εἰδήσει μὴ λέγων τὸ ἀληθὲς καὶ τῷ πλαστῷ ὑπόκειται καὶ οὐ κέχρηται τῇ ἀντιγραφῇ. ὁμοίως καὶ οἱ ἐναντία μαρτυρήσαντες ἀλλήλοις καὶ ὁ ἐναντιούμενος τῇ οἰκείᾳ ὑπογραφῇ, καὶ ὁ δύο τισὶν ἐναντία προσμαρτυρῶν ὑπόκειται τῷ πλαστῷ.

52

pr.Ὁ παραγνώμην τῶν ἐχόντων τὰς ἰδίας πύκτας δημοσίως παραγράφων αὐτὰς ἢ ἐπισκεπτόμενος ἢ ἀπαλείφων τῷ δὲ πεκουλάτους κατέχεται. ὁμοίως καὶ ὁ τοῖχον τρώσας καὶ ἀφελόμενός τι ἐξ αὐτοῦ.

53

pr.Ἐὰν υἱὸς ἀπαλείψῃ τὴν πατρῷαν διαθήκην καὶ ἐξ ἀδιαθέτου κληρονομήσῃ καὶ τελευτήσει, ἀφαιρεῖται τοῦ κληρονόμου αὐτοῦ πᾶσα ἡ τοῦ πατρὸς κληρονομία. ἐπὶ γὰρ τῆς ἀσφραγίστου χώραν ὁ νόμος οὐκ ἔχει, ὥσπερ οὐδὲ τὸ δὲ ταβούλις ἐξιβένδις.

54

pr.Ὁ πλαστὴν μονήταν ποιῶν μετὰ τῶν ὑπουργησάντων αὐτῷ χειροκοπείσθωσαν· μετὰ τῶν ὑποδεξαμένων κἄντε δοῦλοί εἰσι κἄντε ἐλεύθεροι.

55

pr.Ὁ προσγράφων ἑαυτῷ ληγάτον ἢ κλῆρον ἐν ἀλλοτρίᾳ διαθήκῃ ὡς πλαστογράφος τιμωρεῖται.

56

pr.Οὐ δύναται ὁ υἱὸς κινεῖν κατὰ τῆς μητρὸς τῷ κορνελίῳ ὡς ἄλλον υἱὸν ὑποβολιμαῖον ποιήσασαν.

57

pr.Οὐ προκριματίζεται ὁ κληρονόμος ἐξ ὧν διεῖλεν ἀπὸ τῆς πλαστῆς διαθήκης, ἐὰν δείξῃ ὅτι οὐδὲ ὅλως ἐγένετο διαθήκη, ἢ ἐγένετο μὲν, ἄχρηστος δέ ἐστιν. ὡς βι. α΄ τί. ιή΄ διατ. δ΄ τοῦ κώδ.

58

pr.Ὁ τὴν τοῦ ζῶντος διαθήκην ἀνοίγων ἢ ἀποσφραγίζων ἢ ἀναγινώσκων τῷ κορνελίῳ δὲ φάλσης ὑπόκειται.

59

pr.Εάν τις κατὰ δόλον ζημιώσῃ με ἐν θορύβῳ, εἴσω μὲν ἐνιαυτοῦ εἰς τὸ διπλοῦν [ἐνέχεται], μετὰ δὲ τὸν ἐνιαυτὸν εἰς τὸ ἁπλοῦν. θόρυβος δὲ γίνεται ἀπὸ ἱ ἀνθρώπων ἢ καὶ πλειόνων· ἡ γὰρ τῶν ἡττόνων μάχη καὶ οὐ θόρυβος λέγεται· οὐ μόνος δὲ καὶ ὁ ἐν θορύβῳ ζημιώσας με ἐνέχεται, ἀλλὰ καὶ ὁ ποιήσας δόλον ἐφ᾽ ᾧ ἕτερον ζημιῶσαι, εἴτε παρῖν αὐτὸς τῷ θορύβῳ εἴτε μή. εἰ καὶ μὴ αὐτὸς συναγάγῃ τὸν θόρυβον, ἀλλὰ διὰ τῶν παρ᾿ αὐτοῦ γενομένων ἢ λεγομένων συνήχθη, ἢ καὶ ἕτερος αὐτὸ συνήγαγεν, ἐνέχεται.

60

pr.Ὁ ἅρπαξ οὐκ ἀπαλλάττεται τῆς ποινῆς πρὸ τῆς δίκης προσαγαγὼν τὸ πρᾶγμα. ἔχει μὲν [ἡ] ἀγωγὴ ἐντὸς ἐνιαυτοῦ εἰς τὸ διπλοῦν, μετὰ δὲ ἐνιαυτὸν εἰς τὸ ἁπλοῦν.

61

pr.Πᾶσα ἀγωγὴ δόλου μεμνημένη ἀνναλία ἐστὶ τουτέστι πρόσκαιρος, καὶ κατὰ κληρονόμων οὐ διαβαίνει· τὰ δὲ κερδηθέντα ἀναδίδοται. καὶ ὁ ἀκουίλιος περὶ συμβάσης ἤδη ζημίας ζητεῖται, οὐ περὶ μελλούσης· τῇ δὲ ἀρνήσει διπλασιάζεται. ἐπὶ δὲ τῶν συναλλαγμάτων ἀπὸ δόλου τοῦ τεστάτορος οἱ κληρονόμοι ἐνάγονται οὐ μόνον εἰς τὸ περιελθὸν εἰς αὐτοὺς, ἀλλὰ καὶ εἰς τὸ διαφέρον.

62

pr.Ἡ τοῦ δόλου παραγραφὴ περπετοῦά ἐστιν τουτέστι διηνεκὴς, καὶ οὐχ ὡς ἐπὶ τῇ δε δόλῳ συμβαίνει χρόνῳ περικέκλεισται. ἡ κατὰ δόλον γινομένη τὴν δε δόλῳ τίκτει κατὰ τοῦ συμβουλεύοντος.

63

pr.Ἐὰν ἐν τῷ πραθέντι οἴκῳ θησαυρὸς εὑρεθῇ, τῷ ἀγοραστῇ διαφέρει· εἰ δὲ ἐν δημοσίῳ τόπῳ ἢ ἐν μνημείῳ, τὸ ἥμισυ τῷ φίσκῳ διαφέρει καὶ τὸ ἥμισυ αὐτῷ τῷ εὑρόντι· εἰ δὲ ἀποκρύψει, ὅλον φισκοῦται.

64

pr.Ὁ καταμηνύων θησαυρὸν πέντε λίτρας χρυσίου ἐγγυᾶται ἕως ὅτε τὰ προσαγγελθέντα ἀγράφως διακριθῇ.