Epit. 1.44
Περὶ κλεπτῶν καὶ ὑποδεκτῶν καὶ ἱεροσύλων καὶ ἐξανδραποδιστῶν.
Abrir no leitor do IusCommune →1
pr.Πάντες οἱ κινδυνεύοντες ἐπ᾿ ἀλλοτρίῳ πράγματι κλαπέντος αὐτοῦ ἔχουσι τὴν φύρτη. ὡς βι. μζ΄ τί. β΄ διγ.
2
pr.Εάν τις μὴ νέμηται, οὐ γίνεται φύρτη· κληρονομία δὲ οὐ νέμεται· φάκτου γὰρ καὶ ψυχῆς ἡ νομὴ χρηματίζει. ὡς βι. μζ΄ τί. δ΄ διγ. α΄.
3
pr.Ὁ χειρὶ ἰδίᾳ παραδοὺς τὸ πρᾶγμα οὐκ ἔχει περὶ αὐτοῦ τὴν φύρτη ἀλλὰ τὴν ἀδεξιβένδουμ.
4
pr.Καὶ ἡ γυνὴ τὰ τοῦ ἰδίου ἀνδρὸς ὑποκλέψασα πράγματα, οὐκ ἔχει περὶ αὐτῆς ὁ ἀνὴρ τὴν φύρτη ἀλλὰ τὴν ἀδεξιβένδουμ.
5
pr.Κλοπὴν δίχα κακίστης διαθέσεως μηδέποτε ἁμαρτάνεσθαι· ἄνευ γὰρ πονηρᾶς διαθέσεως οὐχ ἁμαρτάνεται κλοπή. ἐνδέχεται διάθεσις πονηρὰ ἔχοντος γνώμην ἀγαθὴν καὶ διάθεσις ἀγαθὴν ἔχοντα γνώμην πονηράν.
6
pr.Ὁ κλέπτης μὴ ἀποκαθιστῶν ὅπερ ἔκλεψε κινδυνευέτω εἰς τὰ τυχηρά. ὡς βι. δ΄ τί. ή διατ. β΄ τοῦ κώδ.
7
pr.Ἐὰν τὰ δοθέντα τῷ πατρὶ ἐνέχυρα ὑποκλέψῃ γυνή, τῷ φυρτήβῳ κονδικτικίῳ ἐνάγεται.
8
pr.Ὅτι ἡ μὲν φύρτη τὸ διπλοῦν ἔχει, ὁ δὲ κονδικτίκιος τὸ ἁπλοῦν ἀπαιτεῖται. καὶ ὁ ἁρπάζων τῷ κονδικτικίῳ ἐνάγεται εἰς εἴτι εὐπορώτερος γέγονεν.
9
pr.Ὁ σπουδὴν ἢ κλοπὴν εἰσαγαγὼν τῷ φυρτήβῳ κονδικτικίῳ ἐνάγεται, ὁ δὲ συμβουλεύσας οὐχ ὑπόκειται. ἀρέσκει· δὲ μήτε ἔργον δίχα κακῆς γνώμης μήτε γνώμην δίχα ἔργου ἀγαθοῦ.
10
pr.Ὅτι ὁ φυρτήβος κονδικτίκιος τὴν ἐν καιρῷ προκατάρξεως διατίμησιν ἀπαιτεῖ.
11
pr.Ἐὰν ἀπὸ βώλου ἀργυροῦ κλαπέντος γένηται σκεῦος ἢ ἀπὸ σταφυλῶν κλοπιμαίων γένηται μόστος, καὶ ἐπὶ τῷ μόστῳ καὶ ἐπὶ τοῖς σκεύεσι κινεῖται ὁ φυρτήβος κονδικτικίων.
12
pr.Ἐὰν ὁ κλαπεὶς οἰκέτης κληρονόμος ὑπό τινος γραφεὶς τελευτήσῃ πρὶν ἀδιτεῦσαι, κινούμενος ὁ κονδικτίκιος τὸ τῆς κληρονομίας διαφέρον ἀπαιτεῖ τὸν ἐναγόμενον.
13
pr.Οὐκ ὀφείλει δὲ σκοπεῖν τί γέγονεν ἐν ῥώμῃ, ἀλλὰ τί δέον πραχθῆναι· φροντιζέτω τῆς ἐπαρχίας ὁ ἄρχων ζητῶν τοὺς ἱεροσύλους καὶ ἀνδραποδιστὰς καὶ κλέπτας καὶ ὑποδοχεῖς καὶ πρὸς τὸ πλημμέλημα ἐπεξιὼν αὐτούς. καὶ τοὺς μαινομένους ἐν εἱρκτῇ βαλλέτω, εἰ μὴ διὰ τῶν συγγενῶν φυλαχθῆναι δύναν- ἢ δεσμείτω· εἰ δὲ φονεύσωσι, δεῖ ζητεῖν πότε προσεται ποιήθησαν τὸ μαίνεσθαι ἢ ἐν τῷ καιρῷ τῶν ἀνακωχῶν ἐφόνευσαν, καὶ τιμωροῦνται. δεῖ δὲ καὶ τοῖς φύλαξιν αὐτῶν ἐπεξιέναι ῥαθυμοῦσιν. οὐ γὰρ μόνον διὰ τὸ μὴ ἑαυτοὺς βλαβῆναι φυλάττεσθαι, ἀλλὰ καὶ διὰ τὸ μὴ βλάψαι ἄλλους. ὡς βι. γ΄ τί. δ΄.
14
pr.Ὁ τὸν μὴ κεχρεωστημένον τόπον ὑπεισελθὼν ἱεροσυλίᾳ ὑποκείσθω μὴ δυνάμενος ἄγνοιαν προβάλλεσθαι.
15
pr.Ὁ κλέπτης μήτε μέλους ἀποκοπὴν ὑφιστάσθω μήτε ἀποθνησκέτω. κλέπτης δὲ νοεῖται ὁ λάθρα καὶ χωρὶς ὅπλων ἁμαρτάνων· ὁ γὰρ βίᾳ πλημμελῶν μετὰ ὅπλων ἢ χωρὶς ὅπλων ἐν οἱῳδήποτε τόπῳ τὰς ἀπὸ τῶν νόμων ὑπομένει ποινάς.
16
pr.Μὴ τεμνέσθωσάν τινος ἢ δύο χεῖρες ἢ δύο πόδες διὰ οἱονδήποτε ἁμάρτημα, μήτε μὴν διαλυέσθωσαν τὰ ἄρθρα αὐτῶν· ἀλλὰ καὶ ἐὰν τὸ ἔγκλημα ἀπαιτεῖ μέλους ἀποκοπὴν, μίαν μόνον ἢ χεῖρα ἢ πόδα τοῦ πλημμελήσαντος ἀποτεμνέτω.
17
pr.Ὁ πωλῶν ἐξωτικὸς τὸν φυγάδα δοῦλον τῷ φαβίῳ ὑπόκειται. ὡς βις΄ τί. α΄ διατ. α΄ τοῦ κώδ.
18
pr.Ὁ ὑποδεξάμενος ἀπελεύθερον καταβαλλέτω τὰς ὑπὲρ αὐτοῦ ὀπέρας τουτέστι δουλείας καὶ καμάτους.
19
pr.Ὁ φυγὼν δοῦλος πρὸς τοὺς βαρβάρους ἀποτεμνέσθω τὸ σκέλος ἢ ἄλλως τιμωρείσθω.
20
pr.Ζητείτω ὁ ἄρχων τοὺς φεύγοντας οἰκέτας καὶ ἀναδιδότω αὐτοὺς τοῖς οἰκείοις δεσπόταις.
21
pr.Καὶ πατὴρ καὶ δεσπότης τοῦ κλέψαντος καὶ υἱὸς ὑπεξούσιος ἐνάγονται εἰς τὸ περιελθὸν εἰς αὐτούς· καὶ ἢ αὐτὸ τὸ πρᾶγμα δίδωσιν ἢ τὴν διατίμησιν αὐτοῦ.
22
pr.Ὁ κλέπτων ἐκ τῆς ἀπροσελεύστου κληρονομίας εἰ καὶ τῇ φύρτη οὐκ ἐνάγεται, τῇ δὲ ἐξιβένδουμ ἐνάγεται τουτέστι περὶ ἀποκρυβῆς.
23
pr.Οὐδεὶς τὸ ἴδιον πρᾶγμα ἀπαιτεῖ διὰ τοῦ κονδικτικίου ἀλλὰ τῇ φύρτη εἰ μὴ παρὰ μόνου κλέπτου. ση. οὐ δύναται ὅρκον ἀντεπιφέρειν τῷ ἐπάγοντι αὐτῷ ότι ὤμοσον, ὅτι κλέπτης ἐστίν.
24
pr.Κλέπτης ἀπὸ μόνης διαθέσεως οὐδεὶς γίνεται. καὶ μόνη ψυχὴ χωρὶς σώματος κλοπὴν οὐχ ὑφίσταται· κλοπὴ γὰρ μόνῳ λογισμῷ οὐ κρίνεται.
25
pr.Πρὸ τῆς παραδόσεως ὁ πράτης ἔχει τὴν φύρτη, καὶ ὁ μὲν κίνδυνος τοῦ ἀγοραστοῦ ἐστιν, ἡ δὲ παραφυλακὴ τοῦ πράτου. καὶ αὐτὸς δὲ ὁ πράτης κλέπτων τὸ πραθὲν παρ᾽ αὐτοῦ εἰ μὲν μετὰ τὸ καταβαλεῖν τὸ τίμημα, οὐκ ἐνέχεται τῇ φύρτη· εἰ δὲ πρὸ τοῦ καταβαλεῖν τὸ τίμημα, ἐνέχεται, ὥσπερ ὁ χρεώστης ὁ κλέπτων τὸ ἐνέχυρον, ἢ ὁ ἐπὶ τῇ χρήσει δοὺς πρᾶγμα καὶ κλέψει αὐτό.
26
pr.Ἐὰν ἀπὸ δύο δούλων ὁ εἷς κλαπῇ, ἁρμόζει μοι ἡ φύρτη, καὶ ὁ μείνας παρ᾿ ἐμοὶ ἀνάξιός ἐστι τοῦ ποσοῦ τοῦ χρέους· εἰ δὲ οἱ δύο δοῦλοι κλαπῶσιν, ἐπὶ τοὺς δύο ἔχω τὴν φύρτη οὐκ εἰς ὁλόκληρον, ἀλλὰ πρὸς ἀναλογίαν τοῦ χρεωστουμένου.
27
pr.Οὔτε ἡμεῖς κατὰ τῶν ὑπεξουσίων ἔχομεν τὴν φύρτη οὔτε αὐτοὶ καθ᾽ ἡμῶν.
28
pr.Ὁ τοῦ κλέπτου δούλου δεσπότης ἢ τὸ ἀζήμιον τῷ τὴν κλοπὴν ὑποστάντι ποιείτω· εἰ δὲ μὴ βούλοιτο τοῦτο ποιεῖν, τὸν δοῦλον εἰς τελείαν δεσποτείαν παραδίδωσιν τῷ τὴν κλοπὴν ὑποστάντι.
29
pr.Ὁ ἐν δουλείᾳ κλέψας καὶ μετὰ ἐλευθερίαν ὑπόκειται τῇ κλοπῇ.
30
pr.Ὁ ὑπονοθεύων δοῦλον ἀλλότριον ἢ κλέψαι ἢ φυγεῖν τῇ φύρτη καὶ τῇ servi corrupti ἐνάγεται. – ση. ἀγωγὴ ἡ χείρονα ποιοῦσα τὸν ἀλλότριον δοῦλον καὶ ἀπαλείφουσα τοὺς ἀγαθοὺς αὐτοῦ τρόπους.
31
pr.Ἐὰν διὰ οἰκέτην κλαπέντα ἁρμόσῃ μοι ἡ κλοπή, μένει παρ᾿ ἐμοὶ ἡ ἀγωγὴ, κἂν πραθῇ κἂν ἐλευθερωθῇ κἂν ἀποθάνῃ ὁ οἰκέτης.
32
pr.Ὁ φυγάς οὐδαμοῦ διατρίβειν πιστεύεται. οὐ δοκεῖ διατρίβειν ἐκεῖ ὅπου ἐστὶν, ἀλλ᾽ ὅπου ὁ δεσπότης αὐτοῦ ἐστιν.
33
pr.Ἐὰν ὁ δεσμοφύλαξ τὸν ὀφείλοντα ἀποδοθῆναι τῷ δεσπότῃ δοῦλον τὸν φυγάδα ἀπολέσῃ, ἀπαιτεῖται τὸ τίμημα αὐτοῦ.
34
pr.Ὁ τὸν ἀλλότριον δοῦλον ὑποδεξάμενος καὶ ἀποκρύψας οὐκ ἐκφεύγει τὴν ποινὴν προφάσει τοῦ δικάζεσθαι περὶ τῆς αὐτοῦ δεσποτείας. ἀλλ᾽ ὀφείλει ὁ οἰκέτης βασανίζεσθαι [καὶ] εἰπεῖν τὸ ἀληθές. ὡς βι. ς΄ τί. γ΄ τοῦ κώδ. ὅτε καὶ ἄλλα πάλιν δίκαια ὑπέστη τῆς τοῦ δούλου φυγῆς ὁ δεσπότης.
35
pr.Ἐὰν φυγάδες εὑρεθῶσι παρ᾿ ἐμοὶ, μισθωσάμενοί μοι τὰς ὀπέρας αὐτῶν ἐπὶ τὸ τρέφεσθαι, οὐκ εἰμι ἀνδραποδιστής.
36
pr.Ὁ τὸν φυγάδα δοῦλον ὑποδεξάμενος ἢ δίδωσιν αὐτὸν μετὰ καὶ ἑτέρου ὁμοίου ἢ κ΄ νομισμάτων. ὁσάκις δὲ αὐτὸν ὑποδέξηται, τοσαυτάκις αὐξάνεται ἡ ποινή.
37
pr.Ὁ κινῶν τὴν κλοπὴν περὶ σκεύους καὶ τὸ εἶδος αὐτοῦ καὶ τὴν ὕλην ὀφείλει λέγειν, οὐ μὴν τὸν σταθμὸν αὐτοῦ.
38
pr.Εάν τις ἀπὸ σωροῦ ἢ πίθου ἢ σκεύους μέρος ἀφέληται, ἐπ᾿ αὐτὸ μόνον ἐνέχεται· εἰ δὲ τέλειον ἁρμάριον ὅπερ οὐκ ἠδύνατο βαστάσαι ὑπανοίξει, καὶ πάντα τὰ ἐν αὐτῷ ψηλαφήσας ἀναχωρήσῃ, καὶ ὑποστρέψας ἓν ἐξ αὐτῶν ἄρῃ καὶ συλληφθῇ, καὶ μανιφέστι καὶ νεκμανιφέστι ἐστίν.
39
pr.Ὁ τὸ χρησθὲν ὑποζύγιον μακρότερον ἐπαγαγὼν ἢ ἐφ᾽ ἑτέρων πραγμάτων ἄκοντος τοῦ δεσπότου χρησάμενος κλοπὴν ἁμαρτάνει.
40
pr.Ὁ τὸ ἀλλότριον πρᾶγμα ἔρημον λαμβάνων ἐπὶ τὸ κερδᾶναι, κἂν ἀγνοεῖ τίνος ἐστὶν, ὑπόκειται τῇ κλοπῇ.
41
pr.Ὁ κοινωνός μου κλέπτων τὸ κοινὸν πρᾶγμα ὑπόκειται τῇ κλοπῇ.
42
pr.Ἐναλλασσομένης τῆς δεσποτείας τοῦ κλαπέντος πράγματος τῷ κοινῷ δεσπότῃ ἁρμόζει ἡ κλοπή. τὸ αὐτὸ καὶ ἐὰν συληθῇ τὸ πρᾶγμα ἢ ἀποθάνῃ ὁ κλαπεὶς δοῦλος.
43
pr.Ὁ γινώσκων τὸν κλέπτην καὶ μὴ μηνύων αὐτὸν οὔκ ἐστι κλέπτης· ὁ δὲ κρύπτων τὸν κλέπτην κλέπτης ἐστὶν. ὁμοίως καὶ ὁ λαμβάνων τὶ ἐπὶ τὸ μὴ καταμηνύσαι αὐτὸν κλοπὴν ἁμαρτάνει.
44
pr.Ὁ δοῦλον ἀλλότριον ὑποδεχόμενος παρὰ γνώμην τοῦ δεσπότου κλέπτης ἐστὶ καὶ ὑποδέκτης.
45
pr.Ὁ πωλῶν καὶ ἀγοράζων φυγὴν οἰκέτου δόγμα συγκλήτου προσκρούει.
46
pr.Ὁ δικαιώματα κλέπτων εἰς τὸ περιεχόμενον ἐν αὐτοῖς ποσὸν ἐνέχεται, κἂν ἦσαν περικεκλουβισμένα τουτέστιν καταχαραχθέντα.
47
pr.Καὶ οἱοσδήποτε δεσπότης εἰ ἀγνοεῖ τὴν παρὰ τοῦ δούλου αὐτοῦ γινομένην αὐτῷ κλοπὴν ἢ ζημίαν, οὐ δύναται μετὰ τὴν ἐλευθερίαν ἀγωγὴν ἔχειν κατ᾿ αὐτοῦ.
48
pr.Ὁ νεμόμενος ἀλλότριον φυγάδα οἰκέτην οὐδὲ διὰ τῆς δεκαετίας οὐδὲ διὰ τῆς εἰκοσαετίας μεταφέρει τὴν δεσποτείαν ἐπ᾿ αὐτόν.
49
pr.Ὁ τὴν ἀπὸ τῶν πολεμίων ληφθεῖσαν αἰχμαλωσίαν ὑφελόμενος τῷ δὲ πεκουλάτου κατέχεται τουτέστιν εἰς το τετραπλοῦν.
50
pr.Ὁ χειρὶ οἰκείᾳ παραδοὺς τὸ πρᾶγμα οὐκ ἔχει περὶ αὐτοῦ τὴν φύρτη. ὁ δὲ ἅρπαξ καὶ ὁ ἀπὸ χειρὸς ἁρπάζων ἐνέχεται τῇ κλοπῇ. ὡς βι. δ΄ τί. β΄ διγ. δ΄.
51
pr.Κἂν πολλοὶ ἅμα κλέψωσι μία νομίζεται εἶναι ἡ κλοπή. ὡς βι. β΄ τί. α΄ διγ. θ΄.
52
pr.Καὶ ὁ πατρυιὸς καὶ ἡ μητρυιὰ κλέπτουσα τὰ τῶν προγόνων αὐτῶν πράγματα τῇ φύρτῃ κατέχεται.
53
pr.Ἐαν παρά τινι γνωσθῶσι τὰ κλαπέντα, ὀφείλει ἐκεῖνος δοῦναι αὐτὰ μὴ λαμβάνων τὸ τίμημα ὅπερ δέδωκεν ὑπὲρ αὐτῶν· ἐπεὶ καὶ κλέπτης νομίζεται.
54
pr.Ἔνθα φησὶν, ὅτι ὁ ἀναδιδοὺς τὰ κλαπέντα οὐκ ἀπαιτεῖ ἃ δέδωκεν ὑπὲρ αὐτῶν τιμήματα.
55
pr.Ὁ λαβὼν νομίσματα ἐφ᾽ ᾧ ἀποφέρειν ἄλλῳ, εἰ ἀποκρύψει αὐτὰ ἢ παρακρατήσει τινὰ ἐξ αὐτῶν ἢ χρήσηται αὐτοῖς, ὡς κλέπτης κατέχεται.
56
pr.Ἐὰν διαλύσηταί τις ἐπὶ τῇ φύρτη, οὐκέτι αὐτὴν κινεῖ. εἰ δὲ μέρος λάβοι τῶν κλαπέντων αὐτῷ πραγμάτων, δύναται κινῆσαι τὴν φύρτη ἐπὶ τοῖς λοιποῖς. — ση. Καὶ ἐπὶ ἐγκλήματος καλῶς διαλύεται ἕκαστος, δηλονότι χωρὶς χρημάτων. — Ὁ νεμόμενος βόνα φίδε τουτέστι καλῇ πίστει ἀλλότριον δοῦλον κατέχεται τῇ νοξαλίᾳ καὶ τῇ φύρτη κλέψαντος ἐξωτικόν. εἰ δὲ αὐτὸς κλαπῇ ὑπ᾿ αὐτοῦ τοῦ οἰκέτου, οὐ κινεῖ τὴν νοξαλίαν κατὰ τοῦ ἀληθοῦς αὐτοῦ δεσπότου, εἰ μὶ ἄρα μετὰ τὸ ἐκπεσεῖν αὐτὸν τῆς νομῆς ἐκλάπη ὑπ᾿ αὐτοῦ.
57
pr.Οἱ ἀπελεύθεροι ἀνδραποδίζοντες τυπτόμενοι καὶ κουρευόμενοι χειροκοπείσθωσαν. ἀπαγορεύει ἡ διάταξις ἀμφτέρας τὰς χεῖρας ἢ τοὺς πόδας ἀποτέμνεσθαι.
58
pr.Ὁ κλέψας τὸ τῷ θεῷ μὲν ἑτοιμασθὲν, μήπω δὲ ἀφιερωθὲν, κατέχεται τῇ φύρτη καὶ οὐ τῇ ἱεροσυλίᾳ.
59
pr.Τοὺς ἐν οἱᾳδήποτε πόλει κλέπτοντας ἅπαξ μὲν τοῦτο ποιοῦντες τυπτέσθωσαν· εἰ δὲ εὔποροί εἰσιν, πρὸς τῇ ἀποκαταστάσει τοῦ κλαπέντος πράγματος διπλὴν ποσότητα καταλείψῃ τῷ τὴν κλοπὴν ὑπομείναντι. ἐκ δευτέρου δὲ διαπραττόμενοι ἐξοριζέσθωσαν. εἰ δὲ καὶ τρίτον φωραθῶσιν τοιοῦτό τι κατατολμῶντες, χειροκοπείσθωσαν.
60
pr.Περὶ ἱεροσύλων. — Ἱερόσυλοι δὲ εἰσὶν οἱ τὰ δημόσια [ἢ] ἱερὰ συλοῦντες. οἱ δὲ ἀπὸ ἰδιωτικῶν ἢ. μικρῶν ἢ ἀφυλάκτων κλέπτοντες πλέον μὲν τῶν κλεπτῶν, ἧττον δὲ τῶν ἱεροσύλων τιμωροῦνται.
61
pr.Κατέχεται καὶ ὁ δημόσια χρήματα λαβὼν εἴς τινα χρείαν καὶ μὴ δαπανῶν αὐτά. ὁμοίως καὶ ὁ ἀπὸ μισθώσεως ἢ ἀγορασίας καὶ τοὺς λόγονς τῆς εὐθηνίας χρεωστῶν. καὶ ὁ ἱερὰ ἢ ῥεληγιόσα χρήματα λαμβάνων ἢ τὰ δωρηθέντα θεῷ. καὶ ἱερόσυλοι καὶ λῃσταὶ καὶ ἀνδραποδισταὶ πρὸς τὸ ποιὸν τοῦ ἁμαρτημάτος ἐξστραορδίνως τιμωροῦνται.
62
pr.Ἡ τοῦ ἱεροσύλου ποινὴ ἀπὸ τῆς ποιότητος τῶν προσώπων καὶ τοῦ ἁμαρτήματος καὶ τοῦ καιροῦ καὶ τῆς ἡλικίας καὶ τῆς φύσεως ἢ βαρυτέρα ἢ ἐλαφροτέρα ἐπιφέρεται. τινὲς μὲν γὰρ θηρίοις παραδίδονται, τινὲς δὲ καίονται, τινὲς δὲ φουρκίζονται· μεμετρημένη δέ ἐστι τὸ θηρίοις παραδοθῆναι. ση. Τὸ ἀφελέσθαι ἀπὸ ἱεροῦ χρήματα οὐκ ἐστιν ἱεροσυλία, ἀλλὰ κλοπή. κἂν φθαρῇ τὸ κλαπὲν, ἐκφέρεται ἡ ἐπ᾿ αὐτῷ ψῆφος. ως βι. μζ΄ τί. β΄ διγ. ν΄.
63
pr.Ὁ ἐν θυσιαστηρίῳ ἐν ἡμέρᾳ ἢ ἐν νυκτὶ εἰσιὼν καὶ τῶν ἐν αὐτῷ τι ἀφελόμενος τυφλούσθω. ὁ δὲ ἔξω τοῦ θυσιαστηρίου ἀφελόμενος ἐκ τοῦ ἄλλου ναοῦ τυπτόμενος καὶ κουρευόμενος ἐξοριζέσθω.