Epit. 1.45
Περὶ κεφαλικῶν ἐγκλημάτων καὶ περὶ φόνων ἑκουσίων καὶ ἀκουσίων καὶ περὶ εὐνουχιζομένων καὶ περὶ αἰσχρότητος.
Abrir no leitor do IusCommune →1
pr.Ὁ κατὰ σάκτου τόπου ἁμαρτάνων κεφαλικὴν ὑπομένει τιμωρίαν· ὥσπερ καὶ ὁ τοῖχον διασκελίσας ἢ ἄλλως πως ὑπερβαίνων καὶ μὴ διὰ τῆς πόρτης. ὡς βι. α΄ τί. ή διγ. ιά.
2
pr.Ἐὰν δυνάμενος ἐπισχεῖν τὸν ἐπιόντα μοι ἀνέλω αὐτὸν, τῷ κορνελίῳ ἐνάγομαι. ὥσπερ καὶ ὁ τὸν ἴδιον δοῦλον ἀναιτίως φονεύων ὅμοιός ἐστι τῷ φονεύοντι τὸν ἀλλότριον δοῦλον. καὶ κολάζεται ὡσαύτως καὶ ὁ ἐκδύσας ἀλλότριον οἰκέτην καὶ ἀπὸ κρύους τελευτήσει.
3
pr.Ὁ φονείων τὸν ἴδιον δοῦλον προσφεύγοντα μεθ᾽ ὅπλων αὐτῷ ἐπερχόμενον οὐκ εὐθύνεται.
4
pr.Τὸν κλέπτην ὅπλον ἐπιφερόμενον ἀκινδύνως ἀναιρεῖ αὐτόν τις, ὁμοίως καὶ τὸν ἐν νυκτὶ μετὰ ἀκοντίου κλέπτοντα, διὰ τὸν κανόνα τὸν λέγοντα ὁ τὸν ἐπελθόντα φονεύσας ἐν ᾧ περὶ τὴν ζωὴν ἐκινδύνευεν ἀνεύθυνος ἐστιν. ὡς βι. θ΄ τοῦ κώδ. τί. ις ' διατ. α΄ δ, ἔνθα εἴρηται καὶ πάντα λῃστὴν ἀδεῶς τις φονεύει.
5
pr.᾿Ανευθύνως ἕκαστος φονευέτω τὸν νυκτερινὸν κλέπτην κἂν στρατιώτης ἐστίν. ση. Ἐν τοῖς κινδύνοις ὀφείλει πᾶς ἄνθρωπος ἑαυτῷ βοηθεῖν καὶ μὴ τὴν ἐκ τῶν νόμων ἀναμένειν βοήθειαν. ὡς βι. γ΄ τί. κζ ' διατ. [α] τοῦ κώδ.
6
pr.Τὸν κατὰ πατρίδος ἐπιόντα ἀκινδύνως τὶς ἀναιρεῖ, καὶ ἔπαθλον ἀξιοῦται ὁ τοῦτο ποιῶν.
7
pr.Ἡ ἐξεπίτηδες ἐκτρώσκουσα φονεύειν πιστεύεται τὸ ἐγκυμονούμενον. ὥσπερ καὶ ὁ ποιῶν ἀμβλῶναι γυναῖκα καὶ ὁ ὀφείλων θρέψαι τὸ τεχθὲν καὶ μὴ τρέφων αὐτὸ, καὶ ὁ ἐκτιθέμενος βρέφος.
8
pr.Ὁ τὸ νήπιον φονεύσας τιμωρεῖται καὶ φόνῳ ὑπόκειται.
9
pr.Ὁ ὑποδεξάμενος ἢ κρύψας φονέα ὡς φονεὺς τιμωρεῖται.
10
pr.Ὁ ἐπὶ μοιχείᾳ καταληφθεῖσαν γυναῖκα φονεύων ἀνὴρ συγγινώσκεται. τοῖς ὑπουργοῖς ἢ μετόχοις φόνου γενομένοις, εἰ καὶ ἄνηβοί εἰσιν, ἐνθύνται δὲ ὅμως τῆς τῶν πραττομένων ἀτοπίας, οὐ συγγινώσκονται.
11
pr.Ὁ φονεύων ἑκουσίως οἵας ἂν ᾖ ἡλικίας ξίφει τιμωρείσθω.
12
pr.Ὁ ἐντειλάμενός τινι φονεῦσαι φονεύς ἐστιν. ὡς βι. μγ ' τί. ις'΄, ὅτι οὐ διαφεύγει τὴν τοῦ φόνου τιμωρίαν ὁ κατὰ κέλευσίν τινος ἕτερον φονεύων. Ὁ πατὴρ τῆς μοιχευθείσης ἐὰν αὐτὴν ἀνελὼν φείσηται τοῦ μοιχοῦ ἢ τὸν μοιχὸν ἀνελὼν φείσηται αὐτῆς, τῷ δε σικάριις ὑπὲρ τοῦ ἀναιρεθέντος ἐνάγεται. εἰ μὴ ἄρα αὐτοὺς μὲν τοὺς δύο ὁμοίως ἔπληξεν, εἰ δὲ αὐτὸς παρ᾽ ἐλπίδας ἔζησεν, οὐκ ἐνάγεται.
13
pr.Ἐὰν ἐν μάχῃ μετὰ χειρὸς τύψῃ τὶς καὶ φονεύσει, τυπτόμενος ἐξορίζεται.
14
pr.Μάχης μεταξύ τινων γινομένης ἐὰν συμβῇ θάνατος προελθεῖν, τηρείτωσαν τὰ ὄργανα οἱ ἀκροαταὶ δι᾽ ὧν ἐπράχθη ὁ θάνατος, καὶ εἰ μὲν εὕρωσι διὰ ξύλων τελείων ἢ λίθων μεγάλων ἢ λακτισμάτων τὸν φόνον γινόμενον, χειροκοπείσθωσαν· εἰ δὲ ἐλαφροτέρων, τυπτέσθωσαν καὶ ἐξοριζέσθωσαν.
15
pr.Ὁ μετὰ ξίφους πλήττων τινὰ ἐὰν φονεύσῃ, ξίφει τιμωρείσθω· εἰ δὲ ὁ πληγεὶς οὐ τελευτήσει, ὁ τὴν πληγὴν δεδωκὼς χειροκοπείσθω, διότι ὅλως μετὰ ξίφους δοῦναι ἐτόλμησεν.
16
pr.Ὁ εἰς βλάβην ἀνθρώπων δαίμονας ἐπικαλούμενος θηρίοις παραδιδόσθω, εἰ μὴ κατὰ ἄγνοιαν τοῦτο πράξει.
17
pr.Ἐὰν γυνὴ λαβοῦσα χρήματα παρὰ τῶν ἰνστιτούτων κληρονόμων ἐπὶ τὸ ἀμβλῶναι τὸν ἐγκυμονούμενον παρ᾿ αὐτῆς ἰνστιτοῦτον ὄντα κληρονόμον, καὶ διά τινος φαρμακίας ἐκτρώσει, κεφαλικῶς τιμωρεῖται.
18
pr.Ὁ φάρμακα ἀντὶ ἰατρείας δόλῳ δεδωκὼς ὑπόκειται τὸ ἔργον ὡς αἰτίαν θανάτου παρασχών· καὶ ὁ προπετῶς δοὺς φάρμακον,
19
pr.Ἰατρίνη εἰ μὲν τῇ δούλῃ δῷ φάρμακα, ἡ δὲ λαβοῦσα τελευτήσει, χρᾶται τὸ ἔργον. εἰ δὲ χερσὶν οἰκείας ἡ ἰατρίνη τὸ φάρμακον ἐπιδέδωκεν, ὁ ἀκουίλιος ἁρμόζει. ὡς ὅτε τὶς ἀλειψει τινὰ φάρμακον ἢ ἐμβάλῃ αὐτὸ διὰ στόματος ἢ κλυστῆρος βίᾳ ἢ συμβουλῇ. ὡς βι. θ΄ τί. β΄.
20
pr.Οἱ ἐπὶ τὸ ἐκτρῶσαι παρέχοντες πόμα ἢ ἐρωτικὸν, εἰ καὶ μὴ κατὰ δόλον τοῦτο ποιοῦσιν, ἐπειδὴ κάκιστόν ἐστι τὸ ὑπόδειγμα, εὐτελεῖς μὲν ὄντες μετάλλῳ παραδίδονται, σεμνότεροι δὲ εἰς νῆσον ἐξορίζονται, δημευόμενοι εἰς μέρος. εἰ δὲ ἐκ τούτου τελευτήσει ἡ γυνὴ ἢ ὁ ἀνὴρ, τὴν ἐσχάτην ὑπομένουσι τιμωρίαν.
21
pr.Τῷ περὶ ἀνδροφόνων νόμῳ κατέχεται καὶ ὁ διὰ τὸ φονεῦσαι ἄνθρωπον φάρμακον ποιῶν ἢ πιπράσκων ἢ ἔχων. εἰ καί τις κακῷ λογισμῷ δώσει γυναικὶ συλληπτικὸν καὶ ἀποθάνη ἡ συλλαβοῦσα, δημεύσεως ἐσχάτης τιμωρεῖται καὶ ἐξορίζεται. ὁ δὲ πιμεντάριος προπετώς διδοὺς τὸ κόνειον ἢ σαλαμάνδραν ἢ ἀκόνιτον ἢ πιτυοκάμπην ἢ μανδραγόραν ἢ κανθαρίδα κατέχε ται τῷ δε σικάριις. ση. Ὁμοίως καὶ ὁ δεδωκὼς πόμα πρὸς φίλτρον κἂν χωρὶς δόλου μεταλλίζεται, τίμιος δὲ ὧν ἐξορίζεται μετὰ μερικῆς δημεύσεως. ἐσχάτῃ δὲ τιμωρίᾳ ὑπόκειται ἐάν τις ἐκ τούτου ἀποθάνῃ. ση. Οὔτε δὲ τὸ ἀποτέλεσμα τοῦ θανάτου κινδυνεύεται τοῖς ἰατροῖς, οὔτε ἡ ἀπειρία αὐτῶν συγγινώσκεται.
22
pr.Οὐ δεῖ τὸν ἐξετάζοντα ὀνόματι ἐρωτᾶν, εἰ ὁ δεῖνα φόνον ἐποίησεν· τοῦτο γὰρ ὑποβάλλειν ἐστίν· ἀλλὰ τίς τὸν φόνον ἐποίησεν. ὡς βι. μή τί ή διγ. α΄.
23
pr.Ὁ ἐπὶ πατροκτονίᾳ ἐναγόμενος διηνεκῶς ἐνάγεται. τοῦτο λέγει· ὁ ἀνελὼν ἀνιόντα ἢ κατιόντα ἢ συγγενῆ πυρὶ παραδίδοται. Ὁ πατροκτόνος ῥάβδοις ἡμαγμένοις τυπτόμενος εἰς σάκκον ἐῤῥάπτεται μετὰ κυνὸς καὶ ἀλεκτρυόνος καὶ ἐχίδνης καὶ πίθηκος καὶ εἰς θάλασσαν ῥίπτεται. ` εἰ δὲ μὴ πλησιάζῃ ἡ θάλασσα, θηρίοις παραδίδοται.
24
pr.Οἱ πατροκτόνοι πάντοτε κατηγοροῦνται. οὐ μόνον οἱ φονεύοντες ἀλλὰ καὶ οἱ συνιστοροῦντες, καὶ ἐὰν ὦσιν ἐξωτικοὶ, τιμωροῦνται τιμωρίᾳ τῶν πατροκτόνων.
25
pr.Ὁ φονεύων τὴν γυναῖκα αὐτοῦ οὐ κερδαίνει τὴν προῖκα ὡς ἐν συνεστῶτι τῷ γάμῳ τῆς γυναικὸς τελευτώσης.
26
pr.᾿Αδελφὸς κατὰ ἀδελφοῦ μέγα ἔγκλημα κινεῖν οὐ δύναται, ἐπείτοιγε καὶ οὐκ ἀκουσθήσεται καὶ ἐξορίᾳ ὑποβληθήσεται.
27
pr.Ὁ κατὰ μανίαν φόνον γονέων ποιῶν συγγινώσκεται· οἱ δὲ φύλακες τιμωροῦνται.
28
pr.Ὁ ἀκουσίως φόνον ποιήσας ἐπὶ πενταετίαν ἐξορίζεται. καὶ ὁ ἐλάττων τῶν κέ ἐτῶν φονεύσας ἐνάγεται ὡς φονεύς.
29
pr.Τὸν λῃστὴν ἔξεστιν ἑκάστῳ ἀκινδύνως φονεύειν.
30
pr.Ὁ κατὰ τῆς σωτηρίας τοῦ βασιλέως μελετήσας φονεύεται καὶ δημεύεται.
31
pr.Εἴ τις τὸν ἴδιον οἰκέτην ῥάβδοις ἢ λώροις τύψῃ καὶ ἐκ τούτων συμβῇ ἐκεῖνον τελευτῆσαι, οὐ κατακρίνεται ὡς ἀνδροφόνος. εἰ δὲ ἀμέτρως αὐτὸν ἐβασάνισεν, ὡς φόνον πεποιηκώς τιμωρεῖται.
32
pr.Ὁ σκοπὸν ἐσχηκὼς τοῦ φονεῦσαι, κἂν μὴ φονεύσῃ, ἀλλὰ τραυματίσῃ, φονεύς ἐστιν. ὁμοίως καὶ ὁ μὴ φονεῦσαι θελήσας ἐὰν φονεύσῃ, οὐκ ἐστι φονεύς. ἡ δὲ διάθεσις ἐκ τοῦ πλήξαντος ὀργάνου κανονίζεται.
33
pr.᾿Ακινδύνως τὶς φονεύει τὸν βιαζόμενον αὐτὸν ἢ τοὺς αὐτὸν πρὸς ἀσέλγειαν ὠθοῦντας. εἰ δὲ καί τις τὴν ἑαυτοῦ γαμετὴν συλλαβὼν μοιχευομένην φονεύσῃ, εὐτελὴς μὲν εἰς ἐξίλιον πέμπεται, εἰ δὲ καὶ τίμιός ἐστι, προσκαίρως ἐξορίζεται.
34
pr.Ὁ διὰ ἡδονὴν ἢ δι᾽ ἐμπορείαν εὐνουχίσας τινὰ, ἐπὶ μὲν τῶν ἐντίμων δεπορτατίων ἐστὶν καὶ τελεία δήμευσις, ἐπὶ δὲ τῶν εὐτελῶν ξίφει καὶ θηρίοις ὑποβάλλεται.
35
pr.Ὁ δεδωκὼς δοῦλον εἰς τὸ εὐνουχισθῆναι δημεύεται εἰς τὸ ἥμισυ τῆς ὑποστάσεως αὐτοῦ. εἰ δὲ δοῦλός ἐστιν ὁ εὐνουχίσας, κεφαλικῶς τιμωρεῖται· καὶ ὁ ἰατρὸς ὁ ἐκτεμὼν καὶ ὁ ἑαυτὸν ἑκουσίως εἰς ἐκτομὴν δεδωκώς. τὰ αὐτὰ πάσχουσι καὶ οἱ θλιβίας ποιοῦντες.
36
pr.Ὁ συμβουλεύων παιδὶ ἢ γυναικὶ αἰσχρότητα ἢ ὑπονοθεύων ἢ ἀφελὼν τὸν ἀκόλουθον ἢ διδοὺς ἐπὶ αἰσχρότητι δῶρα, πραχθέντος μὲν τοῦ ἁμαρτήματος κεφαλικῶς κολάζεται, μὴ πραχθέντος δὲ δεπορτατεύεται. καὶ ὁ ὑποφθείρας ἀκόλουθος ἄκρως τιμωρεῖται.
37
pr.Ὁ περὶ αἰσχρότητος φόβος μείζων ἐστὶ τοῖς καλοῖς ἀνθρώποις τοῦ περὶ θανάτου κινδύνου, τυχὸν ἵνα μὴ ὑπομείνῃ στοῦπρον. εἰ δὲ διὰ τοὺς παῖδας τοὺς ἑαυτοῦ ἑαυτὸν δέδωκέν τις ἑτέρῳ. μᾶλλον γὰρ περὶ τῶν παίδων οἱ γονεῖς ἢ περὶ ἑαυτῶν εὐλαβοῦνται τῇ περὶ τοὺς παῖδας διαθέσει εὐλαβούμενοι.
38
pr.Ὁ διὰ θυσιῶν μαντευόμενος καιέσθω, ὁ δὲ μετακαλεσάμενος αὐτὸν ἐν τῷ ἰδίῳ οἴκῳ δημευέσθω καὶ ἐξοριζέσθω.
39
pr.Ὁ μάγος κἂν μηδὲν ποιῶν ἐξ αὐτοῦ τοῦ εἰδέναι κολάζεται.
40
pr.Οἱ μάγοι θηρίοις παραδιδόσθωσαν.
41
pr.Οἱ ἐν κωνσταντινουπόλει ὁπωσοῦν μαντευόμενοι εἰ καὶ ἀξιωματικοί εἰσιν ἐν ξύλῳ ἀναρτάσθωσαν καὶ ξεέσθωσαν.
42
pr.Ἡνίοχος ἢ τοιοῦτος γόητι κολλώμενος ἐσχάτως τιμωρεῖται.
43
pr.Μηδεὶς ἰουδαῖος ἢ ἕλλην ἢ αἱρετικὸς ἀνδράποδον ἐχέτω, εἰ δὲ ἔχῃ καὶ περιτέμῃ αὐτὸ, ἐλευθεροῦται, αὐτὸς δὲ κεφαλικῶς τιμωρεῖται.
44
pr.Ἕλλην καὶ ἰουδαῖος καὶ σαμαρείτης καὶ πᾶς μὴ ὢν ὀρθόδοξος οὐ δύναται χριστιανόν ἀνδράποδον ἔχειν, ἐπεὶ καὶ αὐτὸ ἐλευθεροῦται καὶ ὁ κτησάμενος δίδωσι τοῖς πριβάτοις λ΄ λίτρας χρυσίου.
45
pr.Ὁ ἐρεθίζων τοὺς πολεμίους ἢ παραδιδῶν πολεμίοις ῥωμαῖον κεφαλικῶς κολάζεται.
46
pr.Μηδεὶς πιπρασκέτω βαρβάροις ὅπλα εἰργασμένα ἢ ἀνέργαστα ἢ σίδηρον, ἐπεὶ κεφαλικῶς τιμωρεῖται.
47
pr.Καὶ ὁ τὸ νήπιον φονεύσας τιμωρίᾳ φόνου ὑπόκειται.
48
pr.Ὁ συνειδώς τινι γοητείαν καὶ κατασχὼν αὐτὸν τῇ δημοσίᾳ ὄψει παραδιδότω. εἰ δέ τις οἱοσδήποτε ἄνθρωπος συλλαβόμενος τοῦτον μὴ παραδίδωσιν, ἐσχάτην ὑπομενέτω τιμωρίαν.
49
pr.Οἱ ἐπίσημοι λῃσταὶ ἐν τοῖς τόποις ἐν οἷς ἐπλημμέλησαν φουρκίζονται, ἵνα διὰ τῆς θέας καταπτοηθῶσιν οἱ ἐγχειροῦντες τοῖς τοιούτοις, καὶ ἵνα γένηται παραμυθία τοῖς συγγενέσι τοῦ ἀναιρεθέντος.
50
pr.Οἱ πρὸς τοὺς πολεμίους αὐτομολοῦντες καὶ τὰς ἡμετέρας βουλὰς ἐπαγγέλλοντες εἰς φοῦρκαν ἀναρτῶνται ἢ καίονται.
51
pr.Οἱ διδάσκοντες τὰ ἀσεβῆ δόγματα ἐσχάτην ὑπόκεινται τιμωρίαν.
52
pr.Οἱ ἀξιωθέντες τοῦ ἁγίου βαπτίσματος καὶ πάλιν ἑλληνίζοντες ἐσχάτῃ ὑπόκεινται τιμωρίᾳ.
53
pr.Οἱ μανιχαῖοι χριστιανοὶ γινόμενοι καὶ μετὰ ταῦτα τὰ τῶν μανιχαίων διαπραττόμενοι ἢ τοῖς τοιούτοις ἐντυγχάνοντες καὶ μὴ παραδιδόντες τοῖς ἄρχουσιν ἐσχάτῃ ὑπόκεινται τιμωρίᾳ.
54
pr.Καὶ οἱ ἀξίας ἢ στρατείας ἢ συστήματος ὄντες ὀφείλουσι φροντίζειν, μή τις αὐτῶν ἐστὶ τοιοῦτος· ἐπείτοιγε ἐὰν ἴσασιν αὐτὸν καὶ μὴ παραδώσωσιν κἂν ὀρθόδοξοι ὦσιν ἐσχάτῃ ὑπόκεινται τιμωρίᾳ.
55
pr.Οἱ μανιχαῖοι καὶ μετὰ θάνατον ἐλέγχονται. ὅτι οὐδεὶς κληρονομεῖ αὐτὸν ἐκ διαθήκης ἢ ἐξ ἀδιαθέτου, εἰ καὶ οἱ συγγενεῖς εἰσιν ὀρθόδοξοι, ἀλλ᾽ εἰσκομίζονται τὰ πράγματα αὐτοῦ. μόνοι γὰρ οἱ παῖδες αὐτῶν ὀρθόδοξοι ὄντες κληρονομοῦσιν αὐτούς. τὰ αὐτὰ δὲ καὶ ἐπὶ τῶν δονατιστῶν.
56
pr.Ὁ ποιῶν θυσίας ἑλληνικὰς ἢ τιμῶν εἴδωλα ἢ θυσιάζων ἢ λίβανον αὐτοῖς καίων ἐσχάτῃ ὑποβάλλεται τιμωρίᾳ.
57
pr.Οἱ τοὺς νεκροὺς ἐν τοῖς τάφοις ἐκδύοντες χειροκοπείσθωσαν.
58
pr.Οἱ λεγόμενοι κτηνοβάται καυλοκοπείσθωσαν.
59
pr.Οἱ τὰ λεγόμενα ποιοῦντες φυλακτὰ τὸ δοκεῖν ἐπὶ φιλίᾳ ἀνθρώπων δημευόμενοι ἐξοριζέσθωσαν.
60
pr.Οἱ συγκλητικοὶ μὴ ἀγαγέσθωσαν ἀπεῤῥιμένας γυναῖκας, οἷον δούλην ἢ θυγατέρα ταύτης, ὁμοίως ἢ ἀπελευθέραν ἢ ταύτης παῖδα ἢ σκηνικὴν ἢ ἀργαστηριάρχισσαν ἢ θυγατέρα τούτων, ἢ πορνοβοσκοῦ ἀῤῥεναρίου θυγατέρα.
61
pr.Ὁ ἔχων βιβλία μανιχαϊκὰ καὶ μὴ φανερῶν αὐτὰ ἐπὶ τὸ καυθῆναι τιμωρείσθω.
62
pr.Ὁ σαμαρείτης ἢ ἰουδαῖος τῆς τῶν χριστιανῶν πίστεως ἀποστῆναί τινα πειραθεὶς καὶ δημεύσει ὑποβάλλεται καὶ τὴν κεφαλὴν ἀποτέμνεται.
63
pr.Οἱ τὸν οὐρανὸν θρησκεύοντες τοῖς κατὰ αἱρετικῶν ὑπόκεινται νόμοις, καὶ τὰ συνακτήρια αὐτῶν ἡ ἐκκλησία λαμβάνει. τὸ γὰρ ἀπᾷδον τῆς χριστιανικῆς πίστεως ἐναντίον ἐστίν. - ση. Αἱρετικός ἐστιν καὶ ὁ μικρὸν ἐκκλίνων τῆς ὀρθοδόξου πίστεως.
64
pr.Τοὺς ἐκ τῶν ῥωμαϊκῶν πρὸς τοὺς πολεμίους ἀποφεύγοντας ὡς πολεμίους ἔξεστιν ἀκινδύνως φονεύειν.
65
pr.Ἐὰν τὸν ἐν νυκτὶ κλέπτοντα φονεύσῃ τὶς, τότε ἀτιμώρητος μένει, ὅτε μὴ ἠδύνατο δίχα κινδύνου ἰδίου φείσασθαι αὐτοῦ.
66
pr.Ἐάν τις εἰδὼς ἐλεύθερόν τινα ἀγοράσῃ ἢ πωλήσῃ αὐτὸν ἢ δωρήσηται ἢ εἰς προῖκα δώῃ ἢ καταλλάξῃ, μιᾶς τούτων τῶν αὐτῶν ἀποδεικνομένης ὁ τοιοῦτος χειροκοπείσθω.
67
pr.Οἱ λεγόμενοι νεωτερικοὶ καὶ θορύβους ἐν τῷ δήμῳ ποιοῦντες, εἰ μὲν ὑπομνησθέντες παρὰ τοῦ ἄρχοντος τοῖς αὐτοῖς ἐπιμείνοιεν, ἐξορίζονται. εἰ δὲ πολλοὺς θορύβους καὶ ἀταξίας ἐποίησαν καὶ πολλάκις κρατηθέντες καὶ πρότερον κολασθέντες ἐπὶ τῆς αὐτῆς ἐπέμειναν προπετείας, τυπτόμενοι διηνεκῶς ἐξορίζονται. εἰ δὲ οὐχ ὑπεμνήσθησαν παρὰ τοῦ ἄρχοντος, ῥοπαλίζονται μόνον καὶ ἀπολύονται.
68
pr.Ὁ τὸν προσφεύγοντα εἰς τὴν ἁγίαν ἐκκλησίαν ἰδίᾳ χρώμενος αὐθεντίᾳ ἀποσπάσας δερόμενος καὶ κουρευόμενος διηνεκῶς ἐξορίζεται. §θ΄. Ὁ κατὰ τῆς σωτηρίας τοῦ βασιλέως μελετήσας φονεύ-- εται καὶ δημεύεται.
70
pr.Ὁ τὸν νήπιον φονεύσας τιμωρίᾳ φόνου ὑπόκειται. καὶ ὁ ἔλαττον τῶν κέ ἐνιαυτῶν φονεύσας ἐνάγεται ὡς φονεύς.
71
pr.Ὁ πλαστὴν μονήταν ποιῶν μετὰ τῶν ὑπουργησάντων αὐτῷ χειροκοπείσθωσαν. ὁ δὲ τοῦ ἀγροῦ διοικητὴς ἐν ᾧ γέγονεν ἡ πλαστὴ μονήτα, εἴτε γεωργὸς εἴτε δοῦλος εἴτε ἔνοικος ἢ καὶ ἐργαστηριακὸς, ὑπηρετήσας τῷ ἁμαρτήματι καὶ ὁ τοιοῦτος χειροκοπείσθω.
72
pr.Ὁ συκοφάντης τῇ ταυτοπαθείᾳ ὑπόκειται.
73
pr.Ἐάν τις εἰδὼς οἰκήματα ἐμπρήσῃ ἢ σωρὸν σίτου πλησίον οἰκήματος κειμένην, ἐλεγχόμενος πυρὶ παραδίδοται. εἰ δὲ ἔξω πόλεως τὸ τοιοῦτον διαπράξηται, χειροκοπείσθω.
74
pr.Οἱ πολέμιοι καὶ οἱ πρὸς αὐτοὺς αὐτομολοῦντες ξίφει τιμωρείσθωσαν.
75
pr.Τὸ διὰ τῶν θυσιῶν μαντεύεσθαι κεκώλυται. ὁ δὲ τοιοῦτος ξίφει τιμωρείσθω.
76
pr.Κατὰ τοῦ ἁρπάσαντος πρᾶγμα ἀπὸ ἐμπρησμοῦ ἢ καταπτώσεως ἢ ναυαγίου ἢ κατὰ τοῦ ὑποδεχομένου κατὰ δόλον τὰ τοιαῦτα πράγματα ἐντὸς ἐνιαυτοῦ εἰς τὸ τετραπλάσιον δίδοται ἡ ἀγωγὴ, μετὰ δὲ τὸν ἐνιαυτὸν εἰς τὸ διπλοῦν.
77
pr.Ἐὰν ἰουδαῖος χριστιανὸν ἀνδράποδον κτήσηται καὶ περιτέμῃ αὐτὸ, κεφαλικῶς τιμωρεῖται.
78
pr.Ἐὰν ἰουδαῖος τολμήσῃ διαστρέψαι χριστιανικὸν λογισμὸν, ὑπόκειται κεφαλικῇ τιμωρίᾳ.
79
pr.Οἱ ἀποστάντες ἐκ τῆς τῶν ὀρθοδόξων πίστεως καὶ αἱρετικοὶ γενόμενοι ἢ θῦσαί τινι ἐπαγγειλάμενοι οὐ δύνανται διαθέσθαι, οὔτε ἐκ διαθήκης οὔτε ἐξ ἀδιαθέτου λαμβάνειν τὶ δύναται.
80
pr.Ὁ ἀνελὼν ἀνιόντα ἢ κατιόντα ἢ συγγενῆ πυρὶ παραδιδόσθω.
81
pr.Δοῦλος συνειδὼς καὶ συμπράττων τῇ ἁρπαγῇ τῆς ἰδίας δεσποίνης καίεται.
82
pr.Πυρὶ παραδίδονται οἱ δοῦλοι, οἵτινες τῇ σωτηρίᾳ τῶν οἰκείων δεσποτῶν ἐπεβούλευσαν. κἀκεῖνοι τιμωρείσθωσαν τῶν οἰκετῶν ἀναιρεθέντος τοῦ δεσπότου, ὅσοι τοῦ φόνου αὐτοῖ ἢ τῆς κατ᾿ αὐτοῦ ἐπιβουλῆς αἰσθόμενοι μὴ συνέδραμον, εἴτε ἐν οἴκῳ εἴτε ἐν ὁδῷ ἢ ἀγρῷ τοῦτο συνέβη.
83
pr.Ὁ διδάσκων τοὺς βαρβάρους ναῦς κατασκευάζειν κεφαλικῇ τιμωρίᾳ ὑπόκειται.
84
pr.Ὁ τὸν ἐπελθόντα φονεύσας ἐν ᾧ περὶ τῆς ζωῆς ἐκινδύνευεν ἀνεύθυνος ἔστω.
85
pr.Οἱ ἁρπάσαντες γυναῖκα ἢ μεμνηστευμένην ἢ ἀμνήστευτον ἢ χήραν, εἴτε εὐγενής ἐστιν εἴτε δούλη ἢ ἀπελευθέρα, καὶ μάλιστα ὅτε γυναῖκές εἰσι θεῷ καθιερωμέναι, κἂν τὴν ἰδίαν τὶς μνηστὴν ἥρπασεν, εἰ μὲν μεθ᾽ ὅπλων ἤτοι ξίφων ἢ ῥοπάλων τὴν ἁρπαγὴν ἐποιήσατο, ὁ τοιοῦτος ξίφει τιμωρείσθω, οἱ δὲ· συνυπουργοῦντες αὐτοῖς ἢ συνειδότες ἢ ἑκόντες ὑποδεξάμενοι ἢ οἱανδήποτε σπουδὴν εἰσενεγκόντες τυπτόμενοι καὶ κουρευόμενοι ῥινοκοπείσθωσαν. εἰ δὲ χωρὶς οἱωνδήποτε ὅπλων τὴν ἁρπαγὴν ἐποιήσαντο, ὁ μὲν τὴν ἁρπαγὴν ποιήσας χειροκοπείσθω, οἱ δὲ βοηθήσαντες τοῖς τοιούτοις ἐν τῇ ἁρπαγῇ καὶ συνειδότες καὶ ὑπηρετήσαντες ἢ ἑκόντες ὑποδεξάμενοι ἢ οἱανδήποτε σπου- δὴν εἰσενεγκόντες τυπτόμενοι καὶ κουρευόμενοι ἐξοριζέσθωσαν.
86
pr.Ὁ τὸν μοιχὸν μετὰ τῆς ἰδίας γυναικὸς ἐν συμπλοκῇ καταλαβὼν, εἰ συμβῇ αὐτὸν ἀνελεῖν, οὐκ εὐθύνεται ὡς ἀνδροφόνος. εἰ δέ τις ὡς εἰκὸς ὑποπτεύσῃ τινὰ βουλεύεσθαι τῇ τῆς ἰδίας γαμετῆς συμπαῖξαι σωφροσύνῃ, καὶ παραγγελίας αὐτογράφους τρεῖς ἐκπέμπει ἐχούσας μαρτυρίας ἀνδρῶν ἀξιοπίστων, καὶ μετὰ ταύτας τὰς τρεῖς ἐγγράφους μαρτυρίας εὕρῃ αὐτὸν συντυγχάνοντα τῇ αὐτοῦ γαμετῇ, εἰ μὲν εἰς τὸν ἴδιον οἶκον ἢ τὸν ταύτης τῆς γυναικὸς ἢ τὸν τοῦ μοιχοῦ ἢ ἐν προπίναις ἢ ἐν προαστείοις, εἶναι ἄδειαν τῷ ἀνδρὶ ταῖς οἰκείαις χερσὶ τοῦτον ἀνελεῖν, οὐδένα κίνδυνον ἐντεῦθεν εὐλαβουμένῳ. εἰ δὲ ἐν ἄλλῳ τόπῳ τὸν τοιοῦτον εὕρῃ μετὰ τῆς γαμετῆς διαλεγόμενον ἢ ἐν ἐκκλησίᾳ, οὐκ ἔλαττον τῶν γ΄ μαρτύρων ἀξιοπίστων συγκαλουμένων, δι᾽ ὧν ἀποδεῖξαι δύναται ὅτιπερ αὐτὸν μετὰ τῆς αὐτοῦ γαμετῆς εὗρεν, τῷ ἄρχοντι παραδιδόναι τῷ τὰ ἐγκλήματα ἐξετάζοντι, ἐκεῖνον δὲ ταῖς ἀληθείαις γινώσκοντα μετὰ γ ' ἐγγράφους διαμαρτυρίας τῇ τουαύτῃ γυναικὶ τὸν τοιοῦτον συνευρεθέντα τὸν μὲν τοιοῦτον ἐκ μόνου τούτου τῷ τῆς μοιχείας ἐγκλήματι ὑποπεσόντα μηδεμιᾶς ἄλλης ζητουμένης ἀποδείξεως τιμωρεῖσθαι. ἄδειαν δὲ τῷ ἀνδρὶ ὡς ἂν βούληται τῆς ἰδίας γαμετῆς κατηγορεῖν καὶ κατὰ τοὺς νόμους τῷ ἐγκλήματι ὑπεξιέναι.
87
pr.Γυνὴ ὕπανδρος τῷ ἰδίῳ δούλῳ μοιχευθεῖσα αὐτὴ μὲν τυπτομένη καὶ κουρευομένη ῥινοκοπείσθω, ἀπελαυνομένη δὲ καὶ ἐκ τῆς πόλεως ἐν ᾗ κατοικεῖ ἐκ πάσης τῆς οἰκείας ἐκπιπτέτω περιουσίας. ὁ μέντοι μοιχεύσας δοῦλος ξίφει τιμωρείσθω.
88
pr.Γυνὴ μὴ ἔχουσα ἄνδρα τῷ ἰδίῳ δούλῳ μιγεῖσα, εἰ μὲν μὴ ἔχουσα παῖδας τοῦτο διαπράξηται, τυπτέσθω καὶ κουρευέσθω, καὶ ὁ τοιοῦτος δοῦλος τυπτόμενος καὶ κουρευόμενος πιπρασκέσθω καὶ ἡ τιμὴ αὐτοῦ εἰσκομιζέσθω· εἰ δὲ ἐπὶ παισὶ τοῦτο διαπραχθῇ, καὶ ἡ ὑπόστασις αὐτῆς πᾶσα κατὰ δεσποτείας τρόπον παραυτίκα τοῖς παισὶν ἀνεκποιήτως παραφυλαττέσθω, τῆς χρήσεως μόνης παρ᾽ αὐτῆς μενούσης· καὶ ἡ τιμὴ δὲ τοῦ διαπραθέντος δούλου τοῖς παισὶν ἀνήκει.
89
pr.Οἱ μοιχοὶ τυπτόμενοι καὶ κουρευόμενοι ῥινοκοπείσθωσαν. οἱ δὲ μέσοι καὶ ὑπουργοὶ τῷ τοιούτῳ ἀσεβήματι γεγονότες τυπτόμενοι καὶ κουρευόμενοι ἐξοριζέσθωσαν. φ΄ Ὁ κεχρημένος ἵππῳ ἕως ὡρισμένου τινὸς τόπου, τὸν δὲ ὁρισθέντα τοῦτον τόπον ὑπερβιβάσας τῆς ὡς εἰκὸς γενομένης ἐπ᾿ αὐτῷ βλάβης ἢ θανάτου αὐτὸς τὸν λόγον ὑπέχει καὶ τὸ ἀζήμιον τῷ κυρίῳ τοῦ ἵππου περιποιεῖται. ἐὰν μέντοιγε ἐντὸς τοῦ ὁρισθέντος τόπου βλάβη τῷ ἵππῳ γένηται ἢ θάνατος, ἀζήμιος ὁ κεχρημένος διατηρεῖται, εἰ μὴ ἄρα ἐξ ἀμελείας ἢ ἐξ ἐπιβουλῆς τὸ περὶ τὸν ἵππον ἐξειργάσατο πάθος. φα΄. Ὁ ἐναποκλείσας ἀλλότρια θρέμματα καὶ τροφῆς ἐνδείᾳ φθείρας ἢ ἄλλως πως ἀνελὼν εἰς τὸ διπλάσιον καταδικάζεται. φβ΄. Κριῶν ἢ βοῶν ἢ ἵππων ἢ χοίρων ἢ ἄλλων τινῶν θρεμμάτων συνεληλυθότων, εἰ μὲν ὁ πρῶτος ἐπελθὼν τοῖς ἄλλοις ἀναιρεθῇ, ἀνεύθυνος ἐστιν ὁ τοῦ ἀνελόντος δεσπότης· εἰ δὲ ἀνεῖλεν ὁ ἐπελθὼν, ὑπεύθυνος γίνεται ὁ τοῦ ἀνελόντος δεσπότης, καὶ ἢ ἐκδίδωσι τὸ ζῶον τῷ δεσπότῃ τοῦ ἀναιρεθέντος ἢ τὸ ἀζήμιον αὐτῷ περιποιείτω. φγ΄. Τὰς ἀλλοτρίας ἀγέλας οἱ ἀπελαύνοντες, ἅπαξ μὲν τοῦτο ποιοῦντες, τυπτέσθωσαν· ἐκ δευτέρου δὲ διαπραττόμενοι ἐξοριζέσθωσαν. εἰ δὲ τρίτον φωραθεῖεν τὸ τοιοῦτον κατατολμῶντες, χειροκοπείσθωσαν· τῆς ἀπελαθείσης ἀγέλης δηλονότι τῇ ἰδίᾳ δεσποτείᾳ παρ᾽ αὐτῶν ἀποκαθισταμένης, φδ΄. Ὁ ἔχων γυναῖκα καὶ πορνεύων διὰ ιβ΄ ἀλλακτῶν σωφρονιζέσθω. καὶ ὁ μὴ ἔχων δὲ καὶ τῇ αὐτῇ περιπίπτων ἁμαρτίᾳ διὰ ς΄ ἀλλακτῶν σωφρονιζέσθω. φε΄. Ὁ μέντοι γυναῖκα ἔχων καὶ τῇ ἰδίᾳ δούλῃ μιγνύμενος διαγινωσκομένης τῆς πράξεως οὗτος μὲν τυπτόμενος σωφρονιζέσθω, ὁ δὲ κατὰ τὸν τόπον ἄρχων ἀναλαμβάνων τὴν δούλην ὑπὲρ ἐπαρχίαν αὐτὴν πιπρασκέτω, τῆς τιμῆς αὐτῆς τῷ μέρει τοῦ δημοσίου εἰσκομιζομένης. ὁ δὲ εἰς ἀλλοτρίαν δούλην πορνεύων, τῶν μὲν εὐπόρων ὑπάρχων, παρεχέτω ὑπὲρ τοῦ πταίσματος τῷ δεσπότῃ τῆς δούλης νομίσματα λς· εἰ δὲ ἀτελὴς εἴη, τυπτέσθω καὶ καθόσον εὐπορεῖ κατ᾿ ἀναλογίαν τῶν λς΄ νομισμάτων διδότω. 45΄. Οἱ ταῖς μοναζούσαις ἢ ταῖς διακονίσσαις ἢ ταῖς ἀσκητρίαις ἀσελγαίνοντες ὡς εἰς τὴν νύμφην χριστοῦ τὴν ἐκκλησίαν ὑβρίζοντες ῥινοκοπείσθωσαν, αὐτοί τε καὶ αἷς προσεφθάρησαν. φζ΄. Ὁ τῇ ἰδίᾳ συντέκνῳ ἢ ὀνόματι γάμου ἀγόμενος ἢ ἄλλως σαρκικῶς συμπλεκόμενος ἅμα αὐτῇ ῥινοκοπείσθω, δηλονότι πρότερον ἀπ᾿ ἀλλήλων διϊσταμένων· εἰ μέντοι εἰς ὕπανδρον σύντεκτον τοῦτο διαπράττοι, ἡ μὲν ποινὴ ὡσαύτως προβήσεται, πρὸς τούτοις δὲ καὶ τυπτέσθωσαν. φή. Ὁ μοιχείαν τῇ ἰδίᾳ συνειδὼς γυναικὶ καὶ παραχωρῶν τυπτέσθω καὶ ἐξοριζέσθω. ὁ δὲ μοιχὸς καὶ ἡ μοιχαλὶς ῥινοκοπείσθωσαν. φθ΄. Ὁ παρθένῳ κόρῃ μιγνύμενος, ἐκείνης μὲν προαιρέσει ἀγνοούντων δὲ τῶν γονέων, διαγινωσκομένης τῆς πράξεως εἰ μὲν θέλῃ λαβεῖν αὐτὴν εἰς γυναῖκα καὶ συναινέσωσι καὶ οἱ γονεῖς, γενέσθω τὸ συνάλλαγμα· εἰ δὲ ἓν μέρος τῶν γονέων τουτέστιν ἑκατέρου προσώπου οὐ θέλει, εἰ μὲν εὔπορός ἐστιν ὁ φθορεὺς, τῇ φθαρείσῃ κόρῃ διδότω χρυσίου λίτραν μίαν· εἰ δὲ ἐνδεέστερος εἴη, τὸ ἥμισυ τῆς αὐτοῦ ὑποστάσεως· εἰ δὲ παντελῶς εἴη ἀνεύπορος, τυπτόμενος καὶ κουρευόμενος ἐξοριζέσθω. ρ΄. Ὁ φθείρων κόρην πρὸ τῆς ὕβης ἤγουν πρὸ τοῦ ιγ΄ χρόνου ῥινοκοπείσθω, διδοὺς αὐτῇ καὶ τὸ ἥμισυ τῆς ὑποστάσεως αὐτοῦ, ρα. Ὁ τὴν ἀλλοτρίαν μνηστὴν φθείρων, εἰ μὲν προαιρέσει τῆς κόρης, ῥινοκοπείσθω· εἰ δὲ ἀπροαιρέτως, μετὰ ταύτην τὴν ποινὴν καὶ τὸ τρίτον τῆς ὑποστάσεως αὐτοῦ παρεχέτῳ τῷ φθαρείσῃ κόρῃ. ρβ΄. Οἱ αἱμομῖκται, εἴτε γονεῖς πρὸς τέκνα εἴτε τέκνα πρὸς γονεῖς ἢ ἀδελφοὶ πρὸς ἀδελφὰς ξίφει τιμωρείσθωσαν. οἱ δὲ κατ᾿ ἄλλην συγγένειαν πρὸς ἀλλήλους συμφυρόμενοι, τουτέστι πατὴρ πρὸς γυναῖκα υἱοῦ ἢ υἱὸς εἰς γυναῖκα πατρὸς ἤγουν μητρυὰν ἤ πατρυιὸς εἰς προγόνην ἢ ἀδελφὸς εἰς γυναῖκα ἀδελφοῦ ἢ θεῖος εἰς ἀνεψιὰν ἢ ἀνεψιὸς εἰς θείαν ἢ εἰς δύο ἀδελφὰς ἢ εἰς μητέρα ξένην καὶ τὴν αὐτῆς θυγατέρα ἐν εἰδήσει μιγνύμενος, οἱ τοιοῦτοι τυπτόμενοι ῥινοκοπείσθωσαν, αὐτοί τε καὶ αἷς συνεφθάρησαν. ργ΄. Ὁ δύο γυναῖκας ἔχειν πειραθεὶς, οὐ νόμῳ ἀλλὰ φάκτῳ καὶ προαιρέσει, καλῶς ὑποστήσεται τὸ τῆς μοιχείας ἔγκλημα. ἡ δὲ δεύτερον αὐτῷ γαμηθεῖσα, εἰ ἠγνόει αὐτὸν ἔχειν νόμιμον γαμετὴν, συγγνωσθήσεται. ρδ΄. Ἐὰν γυνὴ ἔγκυος γένηται καὶ ἐπιβουλεύσῃ τῇ ἰδίᾳ γαστρὶ πρὸς τὸ ἐκτρῶσαι, τυπτομένη ἐξοριζέσθω. ρέ. Οἱ πρὸς γάμον συναπτόμενοι ἢ ἄλλως σαρκικῶς συμπλεκόμενοι ἐξάδελφοι καὶ οἱ ἐξ αὐτῶν τικτόμενοι παῖδες καὶ μόνον, ἢ πατὴρ καὶ υἱὸς πρὸς μητέρα καὶ θυγατέρα ἢ ἀνεψιὸς εἰς τὴν γενομένην τοῦ θείου αὐτοῦ γυναῖκα ἢ [θεῖος] τοῦ ἀνεψιοῦ, πρὸς τῷ χωρισμῷ καὶ τυπτέσθωσαν. ρς΄. Οἱ ἀσελγεῖς ὅ τε ποιῶν καὶ ὁ πάσχων ξίφει τιμωρείσθωσαν, εἰ μὴ ἄρα ὁ πεπονθὼς ἔλαττον εἴη τῶν ιβ΄ χρόνων· τότε γὰρ τὸ ἐνδεὲς τῆς ἡλικίας αὐτοῦ τῆς τοιαύτης αὐτὸν ἀπαλλάττει ποινῆς. ρζ΄. Εἴ τις ἐλεύθερος ἢ δοῦλος ἐπὶ οἱᾳδήποτε προφάσει δώσει ποτὸν, εἴτε γυνὴ ἀνδρὶ εἴτε ἀνὴρ γυναικὶ εἴτε δούλη δεσπότῃ, καὶ διὰ τῆς τοιαύτης προφάσεως ἀσθενείᾳ περιπέσῃ ὁ τὸ ποτὸν πιὼν καὶ συμβῇ αὐτὸν ἐκ τούτου καταῤῥεῦσαι καὶ ἀποθανεῖν, ξίφει τιμωρείσθω. ρή΄. Οὔτε infans τουτέστιν ἑπταετὴς οὔτε μαινόμενος φονεύων ὑπόκειται θανάτῳ.