Epit. 1.49
Περὶ μοιχείας καὶ ἁρπαγῆς γυναικῶν καὶ περὶ πόρνων καὶ πορνοβοσκῶν.
Abrir no leitor do IusCommune →1
pr.Ὁ ἀνὴρ προαγωγὸς τῆς γυναικὸς αὐτοῦ γενόμενος οὐ δύναται περὶ μοιχείας κατηγορεῖν αὐτῆς. βι. μή τί. ε΄ διγ. α΄.
2
pr.Ὁ ἀνὴρ προτιμᾶται τοῦ πατρὸς τῆς γυναικὸς εἰς τὸ κινῆσαι τὸ ἔγκλημα, κἂν πρῶτος ὁ πατὴρ ἐνεγράψατο, ὡς διγ. α΄. ση. τότε προτιμᾶται ὁ ἀνὴρ τοῦ πατρὸς, ὅτε μὴ ἐλέγχεται ἢ ἄτιμος ἢ συμπαίζων τῇ γυναικὶ, τουτέστιν ὀρχούμενος.
3
pr.Ὁ γαμῶν τὴν ὑπὸ πολλῶν [ἀφανισθεῖσαν] οὐ δύναται τὶ περὶ μοιχείας ἐγχείρως ἐγκλήματα κινεῖν.
4
pr.Ἐπὶ τῷ τῆς μοιχείας ἐγκλήματι δηλατίων οὐχ εὑρίσκεται, [εἰ] μὴ ἐπὶ παραγωγῇ προσώπων βι. μή τί. ε΄.
5
pr.Ὁ ἐπὶ μοιχείᾳ καταδικασθεὶς καὶ ἀγαγόμενος τὴν μοιχευθεῖσαν οὐ δύναται γράφειν αὐτὴν κληρονόμον. ση. ὁμοίως καὶ ὁ ἐν ταῖς ἐκκλησίαις εὑρισκόμενος· οὔτε γὰρ μοιχὸς οὔτε γυναικὸς ἅρπαξ ἔχει προσφύγιον. βι. μή΄.
6
pr.Ἐὰν ὁ ἀνὴρ συσχῇ μοιχὸν [ὃν] οὐκ ἐφεῖται φονεύειν ἢ οὐκ ἐθέλει, δύναται παρακρατεῖν αὐτὸν ἐπὶ κ ' ὥρας καὶ μάρτυρας ἀγαγεῖν τοὺς ὀφείλοντας ἐν τῇ κατηγορία μαρτυρεῖν.
7
pr.Ὁ τὸν μοιχὸν μετὰ τῆς ἰδίας γυναικὸς ἐν συμπλοκῇ καταλαβὼν, εἰ συμβῇ αὐτὸν ἀνελεῖν, οὐκ εὐθύνεται ὡς ἀνδροφόνος. νεαρὰ ριδ΄.
8
pr.Ὁ τὴν γυναῖκα μετὰ ξίφους μαστίξας ἢ βάκλοις χωρὶς αἰτίας ἀρκούσης πρὸς ῥεπούδιον, ὅσον ποιεῖ τὸ τρίτον τῆς προγάμου δωρεᾶς καὶ συνεστῶτος τοῦ γάμου παρεχέτω αὐτῇ μὴ λυομένου τοῦ γάμου.
9
pr.Ἐὰν ἐπὶ πολὺν χρόνον ἀπολειφθέντα τὸν ἄνδρα πλαστῶς ἡ γυνὴ ἀκούσῃ αὐτὸν τελευτῆσαι καὶ πεισθεῖσα τῇ φήμῃ ἀδόλως ἑτέρῳ γαμηθῇ, οὐ τιμωρεῖται.
10
pr.Ἐὰν ἐν συνεστῶτι τῷ γάμῳ ἐγγράψηται τὴν γυναῖκα ὁ ἀνὴρ ὡς μοιχευομένην καὶ ἐλέγξηται, τὴν προῖκα μετὰ τὸ ῥεπούδιον καὶ τρίτον τῆς οὐσίας αὐτῆς κερδαινέτω. εἰ δὲ παίδων ὄντων, ἡ πᾶσα τῆς μητρὸς οὐσία μετὰ τῆς μητρὸς αὐτῆς φυλαττέσθω. τιμωρεῖται δὲ ἡ γυνὴ μετὰ μοιχοῦ. τοῦ δὲ μοιχοῦ ἡ γαμετὴ τὴν προῖκα καὶ τὴν δωρεὰν λαμβάνει, τὴν δὲ ἄλλην οὐσίαν οἱ παῖδες μετὰ τῆς δεσποτείας τῆς δωρεᾶς. εἰ δὲ μὴ ὦσι παῖδες, τὴν οὐσίαν μόνην ὁ φίσκος λαμβάνει. οἱ δὲ παῖδες ἐξ ἀλλήλων γονέων τῶν μὴ πεσόντων ἀποτρέφονται. ὥσπερ οἱ ἀνιόντες τοὺς κατιόντας οὕτως καὶ οἱ κατιόντες τοὺς ἀνιόντας πενομένους τρεφέτωσαν.
11
pr.Ὁ μοιχείαν τῇ ἰδίᾳ συνειδὼς γυναικὶ καὶ παραχωρῶν τυπτόμενος ἐξοριζέσθω· ὁ δὲ μοιχὸς καὶ ἡ μοιχαλίς ῥινοκοπείσθωσαν.
12
pr.Καὶ ὁ λαμβάνων τὶ ὑπὲρ [τῆς μοιχείας] τῆς ἰδίας [γυναικὸς] καὶ ὁ διδοὺς οἶκον φίλου ἢ ἀγρὸν ἢ λουτρὸν ἐπὶ τῷ συνελθεῖν ἐν αὐτῷ καὶ βουλεύσασθαι περὶ μοιχείας, κἂν μὴ ἐν αὐτῷ γένηται ἡ μοιχεία, ὡς μοιχὸς τιμωρεῖται.
13
pr.Γυνὴ ἔχουσα ἄνδρα καὶ τῷ ἰδίῳ δούλῳ μοιχευθεῖσα αὐτὴ μὲν τυπτομένη καὶ κουρευομένη ῥινοκοπείσθω, ἀπελαυνομένη δὲ καὶ τῆς πολιτείας ἐν ᾗ κατοικεῖ ἐκ πάσης τῆς οἰκείας ἐκπιπτέτω περιουσίας. ὁ δὲ δοῦλος ξίφει τιμωρείσθω.
14
pr.Ἡ μοιχεία καὶ τὸ στροῦπτον εἰς ἐλευθέρους· εἰς δὲ τὸν δοῦλον ἀκουΐλιος ἁρμόζει.
15
pr.Κυρίως δέ ἐστι μοιχεία ἡ τῆς ὑπάνδρου, στροῦπτον δὲ τῆς παρθένου καὶ χήρας.
16
pr.Ἐπὶ τοῦ ἐν ἀγνοίᾳ γενομένου ἰνκέστου γάμου δίδωσι συγγνώμην φύσις καὶ ἡλικία καὶ ἡ ἐπανόρθωσις τοῦ ἁμαρτήματος, καὶ μάλιστα εἰ μήπω τὶς αὐτὸν κατηγόρησε. καὶ ἀφήλιξ δὲ ἐπὶ ἀθεμίτου συγγινώσκεται ἀφιστάμενος μέντοι τοῦ ἀθεμίτου. ἐπὶ δὲ μοιχείας οὐδὲ γυνὴ οὐδὲ ἀφήλιξ ἔχουσι παραίτησιν.
17
pr.Ὁ ἀπελεύθερος δύναται κινεῖν κατὰ τοῦ πάτρωνος τὸ μοιχικὸν, ὥσπερ ἐπὶ τῆς τραχείας ὕβρεως. φονεύειν μὲν τοῦτον ἐν τῇ μοιχείᾳ καταλαμβανόμενον οὐ δύναται, κἂν ἐξ ἐκείνων ἐστὶ τῶν προσώπων, ὧν ἐφεῖται τῷ ἀνδρὶ φονεύειν.