IusCommune
IusCommune › Textos › Epitome legum › Epitome

Epit. 1.50

Περὶ ἀγωγῶν καὶ ἐνοχῶν καὶ περὶ ἐγκλήτων καὶ περὶ κανόνων.

Abrir no leitor do IusCommune →

1

pr.᾿Αγωγὴ ἡ καθ᾽ ἡμῶν μὴ ἀρξαμένη κατὰ τῶν ἡμετέρων οὐ διαβαίνει κληρονόμων.

2

pr.Τὸ συσταθὲν καὶ περαιωθὲν συνάλλαγμα οὐκ ἀνατρέπεται, εἰ μὴ τὰ δύο μέρη συναινέσωσι.

3

pr.Ἐὰν παραδώσῃ τὶς ὁ ἐπώλησε πρᾶγμα, οὐ δύναται αὐτὸ ἀναλαβεῖν· ἀλλ᾽ εἰ μὴ πληρωθῇ τὸ τίμημα, καλῶς κινεῖ περὶ αὐτοῦ τὴν ἐξ βένδιτο, καὶ οὐ δύναται τὴν πρᾶσιν ἀνατρέψαι κἂν μεταμεληθῇ, ἀλλὰ μόνον ὡς εἴπαμεν περὶ τοῦ τιμήματος κινεῖν.

4

pr.Εἰ μὴ ὁρισθῇ τὸ τίμημα πρᾶσις οὐ συνίσταται. εἰ δὲ ὁρισθῇ καὶ μὴ καταβληθῇ, συνίσταται παραδιδομένου τοῦ πράγματος. βι. δ΄ τί. λς΄ διατ. α΄ η ' καὶ ιθ΄ τοῦ κώδ.

5

pr.Ὁ ἐν εἰδήσει πωλῶν πρᾶγμα ἥττονος τιμήματος ἐπί τινι συμφώνῳ, ἐὰν μὴ πληρωθῇ τὰ δόξαντα, ἀναλαμβάνει ὃ ἐπάλησεν, ἀναδιδοὺς ὁ ἔλαβεν τίμημα. διατ. ς ' τοῦ κώδ.

6

pr.᾿Απὸ νούδου πάκτου τουτέστιν ἀπὸ ψιλοῦ συμφώνου ἀγωγὴ οὐ τίκτεται ἀλλ᾽ οὐδὲ παραγραφὴ ἐκβάλλεται.··.

7

pr.Οὐκ ἐνάγεται μήτηρ ὑπὲρ υἱοῦ ἐκεῖν κατέβαλέ τι ἅπαξ ὑπὲρ αὐτοῦ. ἀλλ᾽ οὔτε ὑπὲρ ἀνδρὸς κἂν ὑπέθετο ὑπὲρ αὐτοῦ τὰ ἴδια πράγματα. ση. ἐπὶ τῶν ἀγράφων δωρεῶν καὶ εἶς μόνος μάρτυς δεκτός ἐστιν.

8

pr.Ὅτι ὁ ἐκχωρηθεὶς ἀγωγὴν οὐκ ἀπαιτεῖ πλέον ὧν δέδωκεν. καὶ ὅτι ὁ ἀγωγὴν ἔχων καὶ παραγραφὴν ἔχει. διγ. να΄.

9

pr.Ἐὰν ἐξέλθῃ ἀπόφασις κατὰ ἀπόντος τινὸς, γνοὶς δὲ μὴ ἐγκαλέσηται, οὐκέτι δύναται προφάσει τῆς ἰδίας ἀπουσίας τὴν ἀπόφασιν ἀνατρέπειν.

10

pr.Ἐάν τις ἐξ ἀνάγκης ἀπολειφθῇ, ἡ γενομένη κατ᾿ αὐτοῦ ἀπόφασις οὐκ ἰσχύει.

11

pr.Ὁ κατὰ προπέτειαν ἀπολαμπανόμενος καὶ καταδικασθεὶς οὐ δύναται ἐκκαλεῖσθαι.

12

pr.Τοὺς [ἐν] ἀπουσίᾳ ἡ ψῆρος οὐ προκρίνει. εἰ δὲ κληθεὶς μὴ ὑπακούσῃ, ὑπόκειται τῇ ψήφῳ.

13

pr.Ἐὰν ἀπόφασις λεχθῇ μόνον, μὴ μέντοι γραφεῖσα πρότερον ἀναγνωσθῇ, ἄχρηστός ἐστιν, ὅτι τὰς αὐτοτελοῦς ἀποφάσεις ἀναγινώσκειν ὀφείλουσιν οἱ δικασταί,

14

pr.Εάν τις ἐπιδώσει ἔγκλητον ἢ ἄρχοντι ἤ τινι τῶν περιβλέπτων δικαστῶν, ς ' μηνῶν ἐχέτω προθεσμίαν. ἐὰν δὲ μὴ καταλάβῃ ἐντὸς τοῦ ὡρισμένου χρόνου, ἐχέτω ἄλλην τριακονταμίαν ἡμέραν. ἐὰν δὲ πέσῃ ἐκ πάντων τούτων, τότε πάλιν ἄλλων εἴσω τριῶν μηνῶν προσδεχέσθω, ἀριθμουμένων ἐξ οὗ παρῆλθεν ὁ τέταρτος χρόνος τῆς ἐκκλήτου. κελεύομεν. θέ ξη΄ τί. β΄.

15

pr.Ση. τὸ φύσει δίκαιον καὶ χωρὶς νόμου τινὸς ἐξαρκεῖ πρὸς πίστιν τῆς ἀληθείας. ὅτι πάνυ μωρόν ἐστι τὸ προδήλως ἀμφιβάλλειν.

16

pr.Ὅσα κατὰ θερμότητα ἢ ὀργὴν γινόμενα οὐκ ἄλλως ἔῤῥωται, εἰ μὴ τῆς ὀργῆς παυσάμενος μείνῃ ἐν τοῖς αὐτοῖς.

17

pr.Τὸ φύσει χρεωστούμενον ἀπαιτεῖσθαι μὲν οὐ δύναται, καταβληθὲν δὲ οὐ ῥεπετιτεύεται. τουτέστιν εἰ καὶ νόμῳ ἀσθενεῖ, χρέος δὲ τῇ φύσει συνέστηκε, καταβληθὲν οὐ ῥεπετιτεύεται τουτέστιν οὐκ ἀναστρέφεται.

18

pr.Τί. γ΄. Ἡ τοῦ φάκτου ἄγνοια συγγινώσκεται, ἡ δὲ τοῦ νόμου ἄγνοια οὐ συγγινώσκεται.

19

pr.Ἐν τοῖς ἀμφιβόλοις τὴν ἐπερώτησιν κατὰ τοῦ ἐπερωτήσαντος ἑρμηνεύομεν. ἐπὶ δὲ τῶν ἀσαφῶν τὸ ἧττον ἐπιλεγόμεθα. Τέλος τῶν ν ' τίτλων.