IusCommune
IusCommune › Textos › Novelas

Nov. 167Γενικὸς μέγιστος τύπος περὶ τοῦ πῶς δεῖ στέλλεσθαι ἐπὶ νόμης Βάσσου τοῦ ἐνδοξοτάτου ἐπάρχου.

Abrir no leitor do IusCommune →

1 · Φλάβιος Κομίτας Θεόδωρος Βάσσος οἱ μεγαλοπρεπέστατοι ἔπαρχοι τῶν ἱερῶν πραιτωρίων λέγουσιν.

praefΤὰ μὲν ἄλλα, ὅσα διετυπώθη παρὰ τῶν ἡμετέρων θρόνων, καὶ ἐν κοινοῖς δηλούμενα γράμμασιν ἢ καὶ ἄλλοις γενικοῖς τύποις τῆς ἡμετέρας ἀρχῆς ἢ περὶ τῶν ἐπιχωρίων ἀρχόντων καὶ τάξεων καὶ ὅλως ἀπαιτητῶν διαλεγομένοις, καθ’ ὃν αὐτοὺς δέοι τρόπον τοῖς ὑπηκόοις προςφέρεσθαι, ἢ περὶ τῆς τῶν ὑπηκόων αὐτῶν ἐν τοῖς συναλλάγμασιν ὀρθότητος καὶ τῆς περὶ τὰς εὐσεβεῖς εἰςφορὰς εὐγνωμοσύνης, τὴν ἑαυτῶν ἔχειν ἰσχὺν βουλόμεθα καὶ ἐκ τῆς παρούσης ἡμῶν προςτάξεως, ἐκεῖνο δὲ σαφέστερον ἔτι προςδιορίσασθαι δεῖν ἔγνωμεν.

1Εἰ γάρ τις ἀκινήτου τινὸς ἀντιλαβέσθαι σπουδάζων ἀρχικὰς ψήφους πορίσοιτο, ἐπὶ μὲν τῆς εὐδαίμονος ταύτης πόλεως ἀρκέσει τυχὸν ἡ τάξις τὴν σχολὴν μαρτυροῦσα τῆς τῶν πραγμάτων τούτων νομῆς, εἰ καὶ τῶν γειτόνων ἡ αὐτὴ τάξις λέγοι μαθεῖν, ὡς οὐδεὶς τῶν πραγμάτων τούτων ἐπιλέληπται· ἐπὶ δὲ τῶν ἐν ταῖς ἐπαρχίαις κειμένων ὑπὸ τοῖς τῶν τόπων ἐκδίκοις ὑπομνήματα [ἃ] παραπλησίως ταὐτὸ τοῦτο πράττοντα δεήσει συνίστασθαι, μαρτυρίας μὲν ἔχοντα τῶν γειτόνων. τηνικαῦτα δὲ ἄδειαν παρέχομεν τοῖς τὰς ψήφους ᾐτηκόσι τὰ πράγματα κατασχεῖν. καὶ τοῖς μέλλουσι δὲ ἐκ συναλλαγμάτων τινῶν πρᾶγμα λαμβάνειν καὶ νομὴν τοιαύτην ἢ δεσποτείαν ὑπὸ τὴν ἑαυτῶν ποιεῖσθαι κατοχὴν ἀναγκαίας τὰς τῶν ἐκδίκων ⟨τῶν⟩ ἐν ταῖς ἐπαρχίαις μαρτυρίας νομίζομεν, ὥςτε ὑπομνημάτων συνισταμένων ὑπ’ αὐτοῖς δηλοῦσθαι τὴν παράδοσιν, εἴτε ἐπιστάλματα τύχοι γραφέντα φροντισταῖς εἴτε ἐπισταλμάτων χωρὶς ἡ παράδοσις μέλλοι γίνεσθαι, προςόντος ἐνταῦθα τοῦ καὶ τοὺς γεωργοὺς ἤτοι φροντιστὰς χρῆναι συνομολογεῖν ἐπὶ τῶν ὑπομνημάτων, ὡς τὸν νεώτερον εἰδεῖεν νομέα καὶ δεσπότην καὶ τῇ τοῦ παραδόντος ἀκολουθήσαιεν γνώμῃ τοῦτο αὐτοῖς ἐπιτρέψαντος. ἔνθα δὲ ἂν ἔκδικος μὴ παρῇ, τὸν λαμπρότατον τῆς ἐπαρχίας ἄρχοντα τὰ τοιαῦτα συνιστᾶν ὑπομνήματα προςτάττομεν ἢ τὸν ὁσιώτατον τῆς πόλεως ἱερέα, ὑφ’ ἣν ἡ κτῆσις ἐστίν, ὑπὲρ ἧς τὰ τοιαῦτα πράττεται, εἰ πολλῷ τυχὸν ὁ τῆς ἐπαρχίας ἡγούμενος ἀπολείποιτο τῶν τόπων, ἐν οἷς ἡ παράδοσις γίνεται. ἐν δὲ τῇ βασιλίδι ταύτῃ πόλει καὶ τοὺς καλουμένους ἐκβιβασμοὺς καὶ τὰ ὑπὲρ τῶν παραδόσεων συνιστάμενα ἐκμαρτύρια ῥοπὴν ἱκανὴν διδόναι τοῖς παρειληφόσιν ἡγούμεθα.

epilΠροςτάττομεν τοίνυν τῇ σῇ μεγαλοπρεπείᾳ καὶ τῇ πειθομένῃ σοι τάξει καὶ πᾶσι τοῖς κατὰ τὴν ἰθυνομένην ὑπὸ σοῦ χώραν διαιτωμένοις πάντων ἐφεξῆς ἐπιμελήσασθαι τῶν παρεγγυησαμένων ὁμοίως.