Nov. 168Περὶ ἐπιβολῶν.
Abrir no leitor do IusCommune →1
pr.... „ Προςτάττομεν κήνσῳ ἤγουν ἀπογραφῇ χωρία φέρεσθαι μόνον, οὐ μὴν οἰκίας ἢ ἄλλα πράγματα. ἡ δὲ ἐπιφορὰ ὁμοκήνσοις γίνεται. φυλάξει δὲ τοῦτο ὁ τοῦ ἔθνους ἡγούμενος καὶ ἡ πειθομένη αὐτῷ τάξις καὶ οἱ πράκτορες τῶν δημοσίων εἰςφορῶν, ἀνὰ τριάκοντα χρυσίου λιτρῶν ὑφορώμενοι ποινήν.”ταύτῃ τῇ ψήφῳ καὶ νῦν ἀκολουθοῦντες γενικοὺς ποιούμεθα τύπους, ὥςτε μηδένα διδόναι ὑπὲρ ὁμοδούλων ἢ ὁμοκήνσων ἐπιβολὴν ἐπὶ οἰκίαις ἢ ἄρτοις πολιτικοῖς ἢ ἑτέρῳ τινὶ μὴ ἐγγεγραμμένῳ τῷ κήνσῳ. ταῦτα φυλαττέσθω, ταῦτα πέρατι παραδιδόσθω, τῶν παραβαινόντων αὐτὰ ποινὴν δέκα χρυσίου λιτρῶν κατατιθέντων καὶ κατὰ τῆς ἑαυτῶν οὐσίας οὐ μετρίαν ἐπιφερόντων ζημίαν. οἱ γὰρ διὰ ταῦτα ἀδικούμενοι ἕξουσι κατὰ τῶν παραβαινόντων καὶ τῶν ἐκείνους κληρονομούντων καὶ πραγμάτων αὐτῶν ἀγωγὴν ὑπὲρ τοῦ παρὰ τὸν νόμον ὑπομεῖναι ζημίαν. τῶν λαμπροτάτων ἀρχόντων καὶ τῶν ὑπηρετουμένων αὐτοῖς τάξεων καὶ τῶν ἁπανταχοῦ γῆς ἐκδίκων τὰ παρ’ ἡμῶν γενικῶς διατεταγμένα φυλαττόντων καὶ ὑφορωμένων τὰ ὡρισμένα κατ’ αὐτῶν ἐπιτίμια.