IusCommune
IusCommune › Textos › Novelas

Nov. 166Περὶ ἀπόρων ἐπιβολῆς.

Abrir no leitor do IusCommune →

1 · Φλάβιος Θεόδωρος Πέτρος Δημοσθένης, ὁ μεγαλοπρεπέστατος ἔπαρχος τῶν ἱερῶν πραιτωρίων καὶ ἀπὸ ἐπάρχων τῆς βασιλίδος πόλεως καὶ ἀπὸ ὑπάτων, Φλάβιος Φαῦστος καὶ Φλάβιος Στέφανος Φλαβίῳ Ὠρταλίνῳ τῷ λαμπροτάτῳ ὑπατικῷ Λυδίας.

praefἘπειδὴ χρὴ τὰ τοῖς νόμοις καὶ τοῖς τύποις τῶν ἡμετέρων θρόνων διατεταγμένα καλῶς, εἴπου δεήσειεν, τοῖς ὑποτελέσιν σαφέστερα καθιστᾶν πρὸς ⟨τὸ⟩ μηδεμίαν αὐτοῖς ἐγείρεσθαι ζήτησιν ἔν τε τοῖς ἄλλοις ἔν τε ταῖς τῶν ἀπόρων ἐπιβολαῖς, τῶν μὲν τοῖς ἐκ τῆς αὐτῆς περιουσίας εὔπορα κτησαμένοις ἐγγυτέροις καὶ προσεχέσι ταύτας ἐπάγεσθαι δικαιούντων, τῶν δὲ πρὸς τὰς ἀνωτέρω καὶ παλαιοτέρας ὁμοδούλους κτήσεις ἀναβαίνειν βιαζομένων, τῶν δὲ ἐφ’ ἅπαντας ἅμα τοὺς πρὶν κτησαμένους ἀδιακρίτως χωρούντων, ἐξ αὐτῶν ἡμεῖς κινηθέντες τῶν πραγμάτων ἐπὶ τὴν ὀρθὴν καὶ δικαίαν τούτων διάκρισιν ἐλθεῖν ἐδοκιμάσαμεν, σαφῆ ταῦτα καὶ εὐδιάκριτα τοῖς ὑποτελέσιν ⟨καθιστάντες⟩.

1⟨Εἴ ποτε τοίνυν τις κατά τινα τῷ νόμῳ γνώριμον αἰτίαν ἐκποιήσειεν⟩ ἀγρὸν ἢ χωρίον ἢ γήδια ἢ σύγκτησιν ὅλην, εἶτα τελευτήσας ὕστερον παραπέμψειε τὴν αὐτοῦ περιουσίαν εἰς ἐξωτικοὺς ἢ παῖδας, κἀκεῖνοι τὸν ἴσον τρόπον ἐκποιήσειαν τῆς περιουσίας, ἧς διεδέξαντο, χωρίον ἢ ἀγρὸν ἢ γήδια ἢ σύγκτησίν τινα, καὶ τὸ παρὰ τῶν διαδόχων ἐκποιηθὲν εἰς ἀπορίαν ἐλάσῃ, ὥστε χώραν γενέσθαι τῇ τῶν ἀπόρων ἐπιβολῇ, οὔτε ἅμα πᾶσι τοῖς προκτησαμένοις οὔτε παρὰ τὴν τῆς διαδοχῆς τάξιν ἐπάγεσθαι τὸ βάρος τῆς τῶν ὁμοδούλων ἀπορίας κελεύομεν, ἀλλὰ πρότερον μὲν τὸν παρὰ τῶν ἐκείνου παίδων ἢ διαδόχων ἐξωτικῶν τοῦτο κτησάμενον, ὃ νῦν εἰς ἀπορίαν ἤλασε, καὶ τὴν ἀκίνητον αὐτοῦ περιουσίαν τὴν ἐπιβολὴν δέχεσθαι, ἀπόρου δὲ τούτου φανέντος καὶ τῆς οὔσης αὐτῷ κτήσεως ἐπὶ τοὺς εἰς αὐτὸν παραπέμψαντας φέρεσθαι τὸ βάρος. εἰ δὲ μηδὲ αἱ τούτων κτήσεις πρὸς τὴν ἐπιφορὰν τῆς συντελείας ἀρκέσωσι, τότε ταύτην ἐπὶ τὸν πρῶτον κύριον τὸν εἰς τοὺς παῖδας ἢ τοὺς ἐξωτικοὺς τοῦτο παραπέμψαντα τὴν ἀρχὴν καὶ τὴν ἀκίνητον ἐκείνου κτῆσιν, εἰ τοῦτο δέχοιτο ἡ ἐκείνου περιουσία, ἐπανιέναι, οὕτω τε ἐκ τῆς ἁπάντων ἀπορίας εἰς τὸν παρὰ τοῦ πρώτου δεσπότου τὸ χωρίον ἢ τὸν ἀγρὸν ἢ τὰ γήδια ὠνησάμενον τὴν ἀρχὴν ἢ καθ’ οἱανδήποτε νόμιμον αἰτίαν παρειληφότα. ταὐτὸν δὲ ἂν εἴη λέγειν, κἂν εἰ πολλαὶ μεταξὺ τυγχάνοιεν διαδοχαὶ οὖσαι. ἕως γὰρ ἂν ὁ προςεχέστερος εὔπορος εἴη, οὐδὲν ἐνοχλεῖσθαι τοὺς ἐν πρεσβυτέροις χρόνοις τὰς κτήσεις ἐσχηκότας ἢ τὰς ἐκείνων οὐσίας προςήκει. καὶ ταῦτα μὲν οὕτως διατετάχθω. τὰς δέ γε τῶν ἀπόρων ἐπιβολάς, οἷς ὅλως ἐπαχθεῖεν πολλοῖς οὖσι καὶ τὴν αὐτὴν ἐπέχουσι τάξιν ἢ καὶ ὀλίγοις, ἀναλόγως τῆς οὔσης παρ’ αὐτοῖς ἐκ τῆς αὐτῆς οὐσίας εὐπόρου κτήσεως καθ’ οἱονδήποτε τρόπον γίνεσθαι, καὶ τηνικαῦτα τὸ τῶν συντελειῶν βάρος ὑπὲρ τούτων αὐτοῖς ἐπάγεσθαι, ἡνίκα καὶ τὴν ἄπορον αὐτοῖς κτῆσιν ἀναλόγως παραδοθῆναι συμβαίη, ἢ ὅτε πρὸς τὸ παραλαβεῖν ταύτην αὐτοὺς ἀπαγορεύσειαν· πρὸ τούτου οὐδὲ δίκαιόν ἐστί τινα ταῖς ὑπὲρ τούτων συντελείαις βαρύνεσθαι.

epilὭςτε πρόνοιαν τὴν σὴν λαμπρότητα ποιήσασθαι δεῖ ταῦτα κατὰ τοῦτον τὸν τρόπον ἐξετάζεσθαί τε καὶ προϊέναι. εἰ γὰρ μὴ ταῦτα παραφυλαχθείη, καθὰ διωρίσαμεν, ἴσθι ποινὴν ἅμα τῇ πειθομένῃ σοι τάξει ἀνὰ δέκα χρυσίου λιτρῶν καταθήσων ἢ καὶ ἑτέρᾳ, ὡς εἰκός, ἐπιτιμήσει μείζονι περιπεσούμενος, οὐδὲν ἧττον τῶν παρ’ ἡμῶν διωρισμένων καὶ οὕτως κρατεῖν ὀφειλόντων. ταύτης γὰρ ἕνεκα τῆς αἰτίας καὶ Νικομήδης ἐκ τῆς ἡμετέρας ἀπέσταλται τάξεως.