IusCommune
IusCommune › Textos › Novelas

Nov. 163Περὶ κουφισμοῦ δημοσίων.

Abrir no leitor do IusCommune →

1

praefΜέγιστα τῶν ἐν ἀνθρώποις ἐστὶν ἀγαθὰ δικαιοσύνη τε καὶ φιλανθρωπία, ἡ μὲν τὸ ἴσον ἑκάστῳ νέμουσα καὶ τῶν ἀλλοτρίων οὐκ ἐφιεμένη, ἡ δὲ πρὸς ἔλεον τρέχουσα καὶ χρεῶν τοὺς δεομένους ἐλευθεροῦσα δυςκόλων. ταῦτα τὴν βασιλείαν οἶδε κοσμεῖν καὶ ἀσφαλῶς [καὶ] τὸ πολίτευμα διασώζειν καὶ τὸν ἀνθρώπινον καλῶς διακυβερνᾶν βίον. ὅθεν καὶ ἡμῖν ἐκ θεοῦ τὰ σκῆπτρα λαβοῦσι γίνεται περισπούδαστον ἐκ τούτων δὴ τῶν ἀγαθῶν διαφαίνεσθαι πράξεων, ἵνα τὸ χρήσιμον τοῖς ὑπηκόοις παρέχοντες τὴν ἐξ ἀρετῆς τε καὶ δόξης ἄνωθεν ἔχοιμεν ἀμοιβήν. ἴσμεν τοίνυν τὰς ἐπαλλήλους τε καὶ πολυτρόπους τῶν ἀνθρώπων φθορὰς εἰς τοσοῦτον τὰς κτήσεις καταγαγεῖν ἀπορίας, ὡς μήτε προςόδους εἰςάγειν δύνασθαι τοῖς κεκτημένοις μήτε μὴν τὰς τῶν δημοσίων αὐτάρκως εἰςκομίζειν φοράς, καὶ ταῦτα στρατιωτικῆς τε καὶ τῆς ἄλλης κατὰ τὸ ἀναγκαῖον προϊούσης δαπάνης ἐπικειμένης καὶ σφόδρα καὶ συνωθούσης ἡμᾶς πολλοῖς περιρρεομένους πολέμοις συχνὰς ποιεῖσθαι χρημάτων τὰς ἐπιδόσεις. ἐμεριμνήσαμεν οὖν ἱκανῶς, πῶς ἂν γένοιτο καὶ τὴν χρείαν πληρῶσαι καὶ τῶν ὑπηκόων τὴν ἔνδειαν θεραπεῦσαι, πρὸς πολλά τε μεριζομένης ἡμῖν τῆς περὶ ταῦτα γνώμης ἐκράτησεν ὅμως τὸ μᾶλλον πρὸς φιλανθρωπίαν ἰδεῖν καὶ τῆς ἀρεσκούσης θεῷ μεταδοῦναι τοῖς ὑποτελέσι βοηθείας, τὸ δὲ λεῖπον τοῖς κοινοῖς δαπανήμασιν ἐκ τῶν βασιλικῶν ἀντειςαγαγεῖν θησαυρῶν.

1Ἀναθέντες τοιγαροῦν καὶ ταύτην ἡμῶν τὴν φροντίδα τῷ δεσπότῃ Χριστῷ, καὶ πρέποντα πράττοντες ταῖς παρούσαις τῆς μεγάλης ἑορτῆς ἡμέραις τοῦ σωτηριώδους πάθους καὶ τῆς ἁγίας αὐτοῦ ἀναστάσεως, προςάγομεν ὑπὲρ τοῦ πολιτεύματος εἰκότως αὐτῷ καὶ τὴν ἐπὶ τοῦ παρόντος δωρεάν, δι’ ἧς concedimus γεωργοῖς τε καὶ συντελεσταῖς ἅπασι (ταὐτὸν δέ ἐστιν εἰπεῖν τοῖς τῶν χωρίων κυρίοις) integrum unum canonem τῶν δημοσίων φόρων [τῆς] εἰς quadriennium διαιρουμένης, τουτέστι τῆς μὲν εἰςελευσομένης ἐνάτης ἐπινεμήσεως τετάρτην τούτου μοῖραν, τῆς δὲ μετὰ ταύτην δεκάτης τοσοῦτον ἕτερον μέρος, ὁμοίως καὶ τῆς ἑνδεκάτης ⟨καὶ δωδεκάτης⟩ ἐπινεμήσεως ἀνὰ τετάρτην μοῖραν, συναπομειοῦντες καὶ τὰς ὁπωςοῦν ὑπὲρ τούτων παρεχομένας τισὶ συνηθείας.

2Ἀφίεμεν δὲ τούτοις καὶ τὰ ἐλλείμματα τοῦ φθάσαντος χρόνου μέχρι πέρατος τῆς ἄρτι παρελθούσης quintae ἐπινεμήσεως, καὶ θεσπίζομεν μηδεμίαν εἴςπραξιν γενέσθαι τῶν παρ’ ἡμῶν φιλοτιμηθέντων εὐσεβῶν τελεσμάτων, εἴτε τὴν μεγίστην ἀρχὴν ὁρᾷ ταῦτα τῶν ἀνατολικῶν ἱερῶν πραιτωρίων εἴτε τὴν παρ’ Ἰλλυριοῖς ἐπαρχότητα ἢ τὴν ἀρχὴν τῶν νήσων καὶ τῶν ἐπὶ Σκυθίας τε καὶ Μυσίας στρατιωτικῶν ταγμάτων ἢ τὰς θείας ἡμῶν λαργιτιόνας ἢ καὶ ἄλλην ἀρχήν· ἀπαγορεύοντες βουλευταῖς τε καὶ ἐκλήπτορσι, σκρινιαρίοις τε καὶ ταξεώταις, παλατίνοις τε καὶ ἀνυταῖς, ἔτι γε μὴν καὶ ὑποδέκταις καὶ παντὶ δημοσίων ἀπαίτησίν τε καὶ ὑποδοχὴν ποιησαμένῳ τε καὶ ποιουμένῳ περινοίαις χρῆσθαι κατὰ τῶν γεωργῶν τε καὶ ὑποτελῶν, ἢ καὶ τοὺς τῶν χωρίων δεσπότας ... ὡς διαφόρους ἐκ τῶν συγκεχωρημένων ἐλλειμμάτων προκαταβαλοῦσιν ὑπὲρ αὐτῶν ἢ καὶ ἀντιφωνήσεις ἢ ἐγγύας καὶ ὁμολογίας λαβοῦσι δολερῶς. ἀκυροῦμεν γὰρ πᾶσαν κατὰ τῆς ἡμετέρας φιλοτιμίας γενομένην ἢ καὶ γενησομένην περιγραφήν· ἐκείνου δήλου ὄντος, ὡς εἴ τι φθάσαντές τινες τῆς ἡμετέρας δωρεᾶς εἰςέπραξαν ἐκ τῶν μέχρι τῆς πέμπτης ἐπινεμήσεως ἐλλειμμάτων καὶ τοῦτο μὴ καταθέντες φανείησαν, τοῖς δημοσίοις αὐτὸ τρόποις ἅπασιν εἰςκομιοῦσι λογισμοῖς. τοὺς γὰρ ὑποτελεῖς εὐεργετοῦντες τῆς παρούσης αὐτοῖς μεταδεδώκαμεν φιλανθρωπίας, οὐ μὴν καὶ τοῖς τὰ δημόσια τέλη λαβοῦσιν εἰς κέρδος οἰκεῖον ἀπενέγκασθαι βουλομένοις τήνδε τοῦ ῥηθέντος ἐγκαίρου κανόνος συγχώρησιν ἐποιησάμεθα· τῆς ἐτησίας ἐμβολῆς κατ’ οὐδένα τρόπον ἐλαττουμένης. δεῖ γὰρ τὸ μέτρον ἅπαν τοῦ τε σίτου καὶ τῶν ἄλλων εἰδῶν καὶ συντελεσθῆναι καὶ εἰςκομισθῆναι κατὰ τὸ εἰωθός τε καὶ νενομισμένον, τῶν τιμημάτων τῆς συγκεχωρημένης παρ’ ἡμῶν καθ’ ἕκαστον ἔτος τετάρτης μοίρας ἐπὶ τὸν τετραετῆ χρόνον κατὰ τὴν δημοσίαν τράπεζαν λογιζομένων τοῖς ὑποτελέσι τοῖς ἄλλοις τοῖς παρ’ αὐτῶν ἐν χρυσίῳ συντελουμένοις ἤτοι καταβαλλομένων ἐκ τοῦ δημοσίου. ταὐτὸ δὲ τοῦτο ἐν Ὀσροηνῇ καὶ τῇ Μέσῃ τῶν ποταμῶν πραχθήσεται χάριν τῶν ἐν εἴδεσι συντελουμένων ὑπέρ τε τῶν ἀποθέτων καὶ τῆς στρατιωτικῆς δαπάνης· ὁμοίως δὲ καὶ ἐπὶ τοῖς λεγομένοις τῶν εἰδῶν πλωΐμοις γινομένοις ἐπί τε τῆς Λαζῶν χώρας καὶ Βοσπόρου καὶ Χερσοννήσου. λήψονται γὰρ τὰ τούτων ἐκ τοῦ δημοσίου τιμήματα κατὰ τὸ τεταγμένον ἐπὶ ταῖς τραπέζαις τῶν ἐπάρχων ὅθεν εἰςάγεται ταῦτα, ὥςτε καὶ αὐτοὺς τῆς ἡμετέρας ἀπολαύειν κατὰ τοῦτο φιλανθρωπίας. τὴν γὰρ τῶν αὐτῶν εἰδῶν εἰςκομιδὴν ῥᾳθυμεῖσθαι παντελῶς οὐκ ἔστιν ἀσφαλές, τῆς δαπάνης ἀπαραιτήτου καθεστηκυίας καὶ τὰ κοινὰ συνιστώσης ὡς εἰπεῖν πράγματα. πιστευόμεθα δὲ καὶ ἐκ ταύτης ἡμῶν τῆς δωρεᾶς μεγάλας ἔσεσθαι τῇ πολιτείᾳ προςθήκας, τοῦ θεοῦ πάντα αἴσια ἡμῖν διὰ τῶν τοιούτων παρεχομένου πράξεων. τῶν παραβαίνειν τολμώντων τὰ παρ’ ἡμῶν ὑπὲρ τῆς τῶν ἀρχομένων ὠφελείας διατυπωθέντα περί τε τὴν οὐσίαν καὶ τὴν σωτηρίαν αὐτὴν κινδυνευόντων.

epilΤὰ τοίνυν παραστάντα ἡμῖν καὶ διὰ τοῦ παρόντος δηλούμενα θείου νόμου ἡ σὴ ἐνδοξότης προγράμμασι χρωμένη κατά τε τὴν εὐδαίμονα πόλιν καὶ μὴν καὶ τὰς ὑπ’ αὐτῆς ἐπαρχίας φανερὰ πᾶσι ποιήσεται, ὡς μηδένα τῆς ἡμετέρας διαλαθεῖν φιλοτιμίας.

⟨Dat.... April. Tiberii Constantini felicissimi Caesaris anno I ind. VIII⟩