Nov. 164Περὶ κληρονομιῶν.
Abrir no leitor do IusCommune →1
praefΘεοῦ τε καὶ δικαιοσύνης μεῖζόν ἐστιν οὐδέν. τούτων γὰρ χωρὶς οὐκ ἄν τι τῶν δεόντων πραχθείη ποτέ, καὶ διαφερόντως ἐν τῷ καθ’ ἡμᾶς πολιτεύματι. ἐντεῦθεν καὶ βασιλεύειν ἐστὶν ὀρθῶς καὶ τοὺς ὑπηκόους εἰς εὔνοιάν τε καὶ πᾶσαν εὐγνωμοσύνην ἐφέλκεσθαι. διὸ καὶ ἡμεῖς ἐκ θεοῦ τε καὶ δικαιοσύνης παραλαβόντες, εἰ καὶ πολλαῖς περιειλούμεθα ταῖς φροντίσιν, ὅπως Ῥωμαῖοι μὲν ταῖς ἀρεταῖς αὐξηθεῖεν, βάρβαροι δὲ νικηθέντες ὑποκλιθεῖεν, ὅμως οὐκ ἔξω φροντίδος γεγόναμεν, ὡς ἂν καὶ περὶ τῶν ἰδίᾳ λυσιτελούντων τοῖς ὑπηκόοις ἡ δέουσα γένηται πρόνοια. πολλὰ μὲν οὖν τῶν πρώην συγκεχυμένων ἐπανορθώσαντες προςήκειν ἡγησάμεθα καὶ τὸ περὶ τῶν διαδοχῶν ἠμελημένον ἐκ πλείστου πρὸς τὴν ἀρέσκουσαν θεῷ τάξιν ἐπαναγαγεῖν. ἔγνωμεν γάρ, ὥς τινες περινοστοῦντες τὰς τῶν τελευτώντων περιουσίας διαταράττουσι καὶ οὔτε διαθήκας ἐῶσι κρατεῖν οὔτε μὴν τὰς ἐξ ἀδιαθέτου διαδοχὰς χώραν λαμβάνειν, τοῖς μὲν κινητοῖς πράγμασι σφραγῖδας ἐπιβάλλοντες, τοῖς δὲ ἀκινήτοις σανίδας ἐπιτιθέντες, ὡς ταύτῃ τῆς ἐκείνων διαδοχῆς ἐπαύξειν τε καὶ τὴν πρέπουσαν λαβεῖν τάξιν. ἐπειδὴ δὲ οὐχ οἷόν τε τὸ καθ’ ἕκαστον τῶν ἐπὶ τοῖς τοιούτοις συμβαινόντων ἐν πλήθει τοσούτῳ μανθάνειν ἀκριβῶς, γενικῷ ταῦτα διατυπῶσαι νόμῳ καλῶς ἔδοξεν ἡμῖν ἔχειν.
1Διὸ θεσπίζομεν, ἅπαντας ἀφθόνως τῶν οἰκείων ἀπολαύειν πραγμάτων τε καὶ δικαίων καὶ ταῦτα παραπέμπειν ἐπὶ τοὺς σφῶν αὐτῶν κληρονόμους, ἐπιέναι δὲ τῶν πάντων μηδένα καθάπαξ ταῖς ἐκείνων περιουσίαις ἢ τοὺς τούτων διαδόχους ζημίαις περιβάλλειν ἢ τίτλους ἢ σφραγῖδας ἐπιτιθέναι τοῖς πράγμασι παρὰ τὸ τοῖς ἡμετέροις νόμοις δοκοῦν. καὶ τὰς ἐξ ἀδιαθέτου γὰρ κλήσεις ἐπὶ ταῖς τούτων διαδοχαῖς βεβαιοῦμεν καὶ τὰς τελευταίας τούτων βουλήσεις νομίμως προϊούσας οὐκ ἀναιροῦμεν. εἰ γὰρ ἀγρυπνοῦμεν ἀεὶ καὶ μεριμνῶμεν διὰ τὴν τῶν ὑποτελῶν εὐνομίαν καὶ τῆς αὐτῶν θεραπείας πολλή τις τῷ ἡμετέρῳ κράτει καθέστηκε φροντίς, πῶς οὐκ ἂν καὶ περὶ τοῦτο τὸ μέρος προνοήσαιμεν αὐτῶν καὶ τῆς ἡμετέρας προθύμως μεταδοίημεν εὐεργεσίας; ταῦτα γὰρ θεῷ ἀρέσκειν πεπείσμεθα καὶ ταύτην δικαιοσύνην εἶναί φαμεν, καὶ τὴν βασιλείαν ἡμῖν ἐκ τούτων ἀσφαλῆ τε καὶ ἀτάραχον ἔσεσθαι πεπιστεύκαμεν. συναριθμείσθω τοίνυν καὶ οὗτος ὁ νόμος τοῖς ἄλλοις ἡμῶν κατορθώμασι, καὶ τὸ ὑπήκοον τῶν πρώην λυπηρῶν ἀπηλλαγμένον καὶ τοσαύτης ἠξιωμένον τοῦ ἡμετέρου κράτους προνοίας θεῷ τε καὶ μετ’ ἐκεῖνον ἡμῖν χάριτας ὁμολογοίη, τὸ θεῖον εὐχαῖς ἐξιλεούμενον, ἵνα καὶ τῶν πολεμίων κρατήσαντες πολλῆς αὐτῷ καὶ ἄλλης μεταδοίημεν ἀσφαλείας.
epilΤὰ τοίνυν παραστάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου νόμου δηλούμενα φυλαξάτωσαν οἵ τε ἐνδοξότατοι κουράτωρες τῶν θείων οἴκων οἵ τε τὰς μεγίστας ἢ καὶ ἐλάττους ἀρχὰς ἰθύνειν ἐπιτετραμμένοι κατά τε τὴν εὐδαίμονα πόλιν ταύτην καὶ μὴν καὶ ἐν ταῖς ἐπαρχίαις, δήμευσίν τε καὶ κεφαλικὴν ὑφορώμενοι τιμωρίαν, εἰ παραβαῖεν τὰ παρ’ ἡμῶν θεσπισθέντα. ἡ σὴ τοίνυν ἐνδοξότης τὸν παρόντα θεῖον ἡμῶν νόμον ἐν τοῖς ἐπισήμοις τόποις τῆς εὐδαίμονος ταύτης πόλεως προθήσει, στελεῖ δὲ καὶ κατὰ τὰς ἐπαρχίας ταῖς συνήθεσι χρωμένη περὶ τούτου προςτάξεσι.
⟨Dat.... Dec. Tiberii Constantini felicissimi Caesaris anno I ind. VIII⟩