IusCommune
IusCommune › Textos › Novelas

Nov. 162Θεῖος τύπος καταπεμφθεὶς δομνίκῳ τῷ ἐνδοξοτάτῳ ἐπάρχῳ περὶ διαφόρων κεφαλαίων.

Abrir no leitor do IusCommune →

1

praefἘπύθετο ἡμῶν ἡ σὴ ἐνδοξότης περί τινων ἀμφιςβητουμένων παρὰ τῶν ἐλλογιμωτάτων τῆς παρὰ Ἰλλυριοῖς ἀγορᾶς τῆς δίκης ἀγωνιστῶν, ἅπερ ἔφησας ἡμετέρας διακρίσεως δεῖσθαι, ὥςτε μὴ διηνεκῶς στασιάζεσθαι.

1 pr.Τὸ τοίνυν πρῶτον κεφάλαιον τοιοῦτον ἦν. Γυνή τις ἐπὶ τοῖς παρὰ τοῦ συνοικήσαντος δωρηθεῖσιν αὐτῇ πράγμασιν, οὐ μὴν παραδεδομένοις, ἠβούλετο τελευτήσαντος τοῦ ἀνδρὸς καὶ ἡσυχίαν ἀγαγόντος ἐπὶ τῇ δωρεᾷ τὰ πράγματα ἐκδικεῖν, ὡς κυρία τούτων τῇ τε δωρεᾷ τῇ τε σιωπῇ τοῦ ἀνδρὸς γενομένη. ἀντετίθετο παρὰ τῶν κατεχόντων, παραγραφὴν αὐτὴν μόνην ἔχειν ἐναγομένην εἰ κατέχοι, οὐ μὴν καὶ παρ’ ἑτέρου δύνασθαι ταῦτα ἐκδικεῖν. τὸ μὲν οὖν ἀμφιςβητηθὲν τοιοῦτον ἦν. ἡμεῖς δὲ ἀνεμνήσθημεν διατάξεως ἡμετέρας λεγούσης, τὸν δωρησάμενον, εἰ καὶ μὴ ἐπερωτηθῇ τὴν παράδοσιν, ἀνάγκην ἔχειν παραδιδόναι τὸ δωρηθέν. οὐ γὰρ ἐπ’ ἐξαπάτῃ, οὐδὲ ἵνα γράμματα εἴη γυμνὰ τὸ γινόμενον, προςήκει πράττεσθαι συμβόλαιον. προςενενοήσαμεν δὲ καὶ τὴν τοῦ Cinciου νόμου τοῦ παλαιοῦ νομοθεσίαν, ὃν εὖ ποιοῦσα τῆς οἰκείας νομοθεσίας ἀπεπέμψατο πρώην ἡ πολιτεία, τοιαῦτα νομοθετοῦντα ὁποῖα κατὰ τὸ παρὸν ἠμφιςβήτηται.

1 1Καὶ θεσπίζομεν, εἰ κατὰ τὸ ἔμπροσθεν ἡμῖν εἰρημένον τελείως ἅπαντα σχοίη τὰ τῆς τοιαύτης δωρεᾶς κατά τε τὸ μέτρον κατά τε τὴν ἐμφάνειαν, ἐρρῶσθαι ταύτην ἐκ τρόπου παντὸς τῇ τοῦ ἀνδρὸς σιωπῇ εὐθὺς ἐξ ἀρχῆς κατὰ τὴν ἡμετέραν διάταξιν ἐξ οὗ γέγονεν, ὥςτε κἂν εἰ μετὰ ταῦτα ὁ ἀνὴρ εἰς ὑποθήκην δοίη τὸ πρᾶγμα ἢ εἰς ἐνέχυρον παράσχοι, ἀλλὰ προεκπεποιηκέναι δοκεῖν τόν γε μέχρι περιῆν ἡσυχάσαντα· καὶ τὴν παράδοσιν εἴτε γέγονε διδόναι αὐτῇ παραγραφήν, εἴτε οὐ γέγονε παρέχειν καὶ ἀπαίτησιν, εἰ μὲν ἐπερώτησις γένοιτο, διὰ τῆς ex stipulato, εἰ δὲ μὴ τοῦτο, διὰ τοῦ ex lege condicticiου, ὥςτε παραλαβεῖν τὸ δεδωρημένον.

1 2Κἀκεῖνο δὲ διατάξαι δίκαιον ἡγησάμεθα τὸ εἰ μὲν ἐμφανεῖς γένοιντο τὴν ἀρχὴν αἱ δωρεαὶ ἐν ὑπομνήμασι, πᾶσι τρόποις αὐτὰς τῇ σιωπῇ βεβαιοῦσθαι, εἰ δὲ ἀνεμφάνιστοι μείναιεν, ὑπερβαίνοιεν δὲ τὸ μέτρον τὸ δεόμενον ἐμφανίσεως, μέχρι τοσούτου μόνου αὐτὰς ἐρρῶσθαι, μέχρις οὗ καὶ ἀνεμφανίστους τὰς δωρεὰς ἰσχυρὰς εἶναι παρ’ ἡμῶν νενομοθέτηται. τοῦτο γὰρ ἐν ὑστέρῳ νομοθετήσαντες κρατεῖν αὐτὸ βουλόμεθα, καὶ μὴ διὰ τὴν προςθήκην τῆς ποσότητος διαπίπτειν καὶ τὸ ὀρθῶς ἔχειν δυνάμενον, ὅπερ καὶ ἐπὶ τῶν καθόλου δωρεῶν ἤδη νόμος ἡμέτερος λέγει. τούτων κρατούντων οὐ μόνον ἐπὶ γυναικὸς καὶ ἀνδρός, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων προςώπων, ἐφ’ ὧν αἱ ἐν γάμοις δωρεαὶ κεκώλυνται.

2 pr.Δεύτερον δὲ ἔτι κεφάλαιον παρὰ τῆς σῆς ὑπεροχῆς ἠρωτήθημεν, εἰ μετὰ τὴν διάταξιν τὴν ἡμετέραν τὴν βουλομένην ἐξ ἐλευθέρας καὶ ἐναπογράφου τικτομένους τινὰς εἶτα ἐλευθέρους διὰ τὴν τῆς μητρὸς αἵρεσιν ὄντας δεῖ νομίζειν ὡς εἰ καὶ μὴ γεγόνασιν ἐναπόγραφοι κατὰ τὸ παλαιόν, ἀλλ’ οὖν ὅλως κολωνοὶ γίνονται διὰ τὸ τὴν ἄλλην ἡμῶν διάταξιν καὶ τοὺς τῶν κολωνῶν παῖδας οὐ συγχωρεῖν ἀπολιμπάνειν τὴν γῆν, ἀλλὰ μένειν κολωνούς, καὶ πολλῷ μᾶλλον τοῦτο δεῖν εἶναι, ἐπείπερ ἐστὶν ἐν τούτοις τοῖς προςώποις ὅλως ἐναπογράφων σπορά. ταῦτα μὲν οὖν ἐπὶ τῆς ἐρωτήσεως ἦν τῆς σῆς κατὰ τὸ ῥηθὲν κεφάλαιον. χρὴ δὲ τὸν ἡμέτερον ἀνασκοποῦντας νοῦν γινώσκειν, ὡς οὐδεπώποτε ἡμεῖς ἐλευθέραν γαστέρα τίκτειν ἐναπόγραφον συγχωροῦμεν, ἀλλὰ τὸ σύμβολον δὴ τοῦτο καὶ σημεῖον ἐπικεῖσθαι δεῖ τῷ γεγενημένῳ μετὰ τὸν τηνικαῦτα τεθέντα νόμον τὸ πάντως τὴν ἐλευθερίαν ἐμπρέπειν τοῖς ἐξ ἐλευθέρας γινομένοις μητρός.

2 1εἰ τοίνυν ἐξ ἐλευθέρας τις καὶ ἐναπογράφου τεχθείη, μένει μὲν ἐλεύθερος καὶ τὴν μητρικὴν οὐκ ἀποβάλλει κατ’ οὐδένα τρόπον εὐγένειαν, δείκνυσι δὲ ἡ παρ’ ἡμῶν τεθεῖσα διάταξις, ὡς βούλεται τοὺς τοιούτους οἰκήτορας τῶν χωρίων διαμένειν καὶ τῶν ἀγρῶν ἐργάτας, οἷα ἐκεῖσε γεννηθέντας· τοῦτο γὰρ δὴ τὸ τοῦ κολωνοῦ βούλεται πρόςρημα. οὐ παρέχομεν οὖν αὐτοῖς ἄδειαν ἀπολιμπάνειν μὲν τὸ χωρίον εἰς ἕτερα δὲ τρέπεσθαι· ἀλλ’ εἴπερ ὅλως τεχθεῖέν τινες ἔν τινι χωρίῳ, εἰ μὲν ἐξ ἐναπογράφου μητρός, πρόδηλον ὡς ἔσονται πάντως ἐναπόγραφοι, εἰ δὲ ἐξ ἐλευθέρας, μενοῦσι μὲν ἐλεύθεροι καὶ τὰ παρ’ αὐτῶν κτηθέντα ὑπ’ αὐτοῖς ἔσται καὶ οὐ πεκούλιον γενήσεται τῶν δεσποτῶν, οὐκ ἐξελεύσονται δὲ τοῦ χωρίου, ἀλλὰ τοῦτο γεωργήσουσιν, οὐδὲ ἔσται αὐτοῖς ἄδεια τοῦτο μὲν ἀπολιμπάνειν ἕτερα δὲ περινοστεῖν ἀλλότρια, πλὴν εἰ μὴ κύριοι γένοιντο κτήσεώς τινος ἰδίας, ἱκανῆς οὔσης ἀσχολεῖν αὐτοὺς περὶ αὐτὴν καὶ μὴ συγχωρούσης καὶ ἕτερα γεωργεῖν, εἰς ἐκείνην τε μετασταῖεν· ἐπείτοιγε πᾶσι τρόποις αὐτοὺς μένειν θεσπίζομεν ἐπὶ τοῦ χωρίου, ἐλευθέρους μὲν καθεστῶτας, ἀπὸ δὲ τῆς οἰκήσεως κατεχομένους. καὶ τοῦτο μὲν τῇδε διατετάχθω.

3Οὐκ ἄπο δὲ τρόπου ἔδοξεν ἡμῖν κἀκεῖνο ζητηθὲν ἡμετέρας διακρίσεως ἀξιῶσαι. εἰ γὰρ ἐναπόγραφος γυνὴ πρὸς ἐναπογράφου τινὸς ἑτέρῳ προςήκοντος ἔλθοι συζυγίαν, ἐζητήθη περὶ τῆς γονῆς, εἰ παῖδες ἐξ αὐτῶν γένοιντο, πότερον προςῆκόν ἐστι τῷ δεσπότῃ τοῦ ἀνδρὸς ἢ τῷ δεσπότῃ τῆς γυναικὸς διαφέρειν τὴν γονήν. θεσπίζομεν τοίνυν, εἴ τι τοιοῦτο γένοιτο καὶ συνέλθοιεν πρὸς ἀλλήλους διαφόρων δεσποτῶν ἐναπόγραφοι, ἐπειδήπερ τὰ τῆς τύχης οὐκ ἔστιν ἀμφιςβητήσιμα τῆς γαστρὸς οὐκ ἐλευθέρας καθεστώσης, ἔστωσαν μὲν οἱ τεχθέντες ἐναπόγραφοι, οὐ μὴν τὸ πᾶν δώσομεν τῇ μητρὶ οὐδὲ τῷ αὐτῆς δεσπότῃ· ἀλλ’ εἰ μὲν εἷς γένοιτο παῖς, ἡ γαστὴρ τῆς σπορᾶς προκρινέσθω καὶ ἔστω τοῦ δεσπότου τῆς μητρὸς τὸ τεχθέν, εἰ δὲ δύο τυχὸν οἱ παῖδες, μεριζέσθωσαν ἄμφω κλήρῳ τῆς ἐπιλογῆς γινομένης, εἰ δὲ ἄνισός ἐστι τῶν παίδων ὁ ἀριθμός, τὸ πλεῖον ὁ τῆς μητρὸς κατεχέτω κόλπος, ὥςτε τριῶν ὄντων τοὺς δύο μὲν εἶναι τῆς μητρὸς τὸν ἕνα δὲ τοῦ πατρός, καὶ αὖθις ἐὰν πέντε, τοὺς μὲν τρεῖς τῶν τεχθέντων τοῦ δεσπότου τῆς μητρὸς καὶ τοὺς δύο τοῦ πατρός. καὶ κατὰ ταύτην τὴν παραύξησιν ὁ ἀριθμὸς χωρείτω, τὸ μὲν εἰς ἰσότητα διαιρεῖσθαι δυνάμενον προςνέμων ἐξίσης, τὸ δὲ περιττόν, ὅπερ καὶ χαριέστερον, τοῦτο προςνέμων τῇ μητρί. δεῖ γὰρ ταύτην ἀξιῶσαι πλείονος σπουδῆς τήν τε ὠδίνασαν καὶ τεκοῦσαν καὶ θρέψασαν παρὰ τὸν τῆς ἡδονῆς πάρεργον τὴν τοῦ παιδὸς ποιησάμενον γένεσιν.

epilΤὰ τοίνυν τῷδε τῷ θείῳ πραγματικῷ τύπῳ περιεχόμενα ἡ σὴ ἐνδοξότης ἐπὶ τῶν ὁμοίων θεμάτων παραφυλάττειν σπευσάτω. Καὶ γὰρ δὴ καὶ κοινὸν περὶ τούτου γράψομεν νόμον ταῦτά τε καὶ ἕτερά τινα προςδιατυποῦντες, ἅπερ ἀναγκαίας νομοθεσίας εἶναι πιστεύομεν.

D. V id. Iun. CP. ⟨imp.⟩ dn. Iustiniani pp. Aug. anno XIII Apione vc. cons.