Nov. 161Περὶ τῶν ἀρχόντων.
Abrir no leitor do IusCommune →1
praefΟὐ τὸ νομοθετεῖν τὰ πρέποντα μόνον ἐστὶν ἀγαθὸν μέγιστον, ἀλλὰ καὶ τὸ τὰ θεσπισθέντα φυλάττειν ἀκριβῶς καὶ πρὸς ἔργον ἄγειν, καὶ τοὺς παραβαίνοντας ταῖς ἁρμοδίαις ὑποβάλλειν ποιναῖς. τί γὰρ ὄφελος ἔσται τῶν νόμων, εἰ μέχρι γραμμάτων εἶεν οὗτοι καὶ μὴ τὸ χρήσιμον διὰ τῶν πραγμάτων αὐτῶν καὶ τῶν ἔργων τοῖς ἀρχομένοις παρέχοιεν; ἴσμεν τοίνυν τὴν βασιλείαν σφόδρα τῶν ὑποτελῶν κηδομένην προῖκα τὰς ἀρχὰς τοὺς τῶν ἐπαρχιῶν ἡγουμένους λαμβάνειν πολλάκις διορίσασαν, ἵνα καὶ αὐτοὶ καθαρῶς χρώμενοι ταύταις τοῖς ἀρχομένοις τὸ δίκαιόν τε καὶ ἴσον νέμοιεν, τὸ δὲ δημόσιον εὐποροίη τῇ τῶν ὑποτελῶν ἀβλαβείᾳ. ἀλλὰ ταῦτα μὲν κατὰ μικρὸν εἰς λήθην ἦλθε, τῇ πλεονεξίᾳ τῶν τὰς ἀρχὰς πριαμένων μᾶλλον ἢ παρειληφότων νικηθέντα.
1 pr.Ἡμεῖς δὲ τοὺς περὶ τούτων ἀνανεούμενοι νόμους θεσπίζομεν ἄρχειν μὲν ἐκείνους τοὺς ἐξ ἀγαθῆς γνωριζομένους δόξης καὶ πλείστην τοῦ δικαίου φροντίδα τιθεμένους, δώρων δὲ καὶ πάσης δόσεως χωρὶς παραλαμβάνειν τὰς ἀρχάς, καὶ τοὺς μὲν ὑποτελεῖς ἀβλαβεῖς τε καὶ ἀζημίους διαφυλάττειν, τοὺς δὲ δημοσίους ἐπιμελῶς διανύειν φόρους, μήτε δὲ αὐτοὺς ἢ τοὺς αὐτῶν παρέδρους ἢ καγκελλαρίους ἢ δομεστίκους ἤ τινα τῶν αὐτοῖς προςηκόντων λαμβάνειν τι παρὰ τῶν ἀρχομένων, πλὴν εἰ μὴ κατὰ τὸ τετραπλάσιον (ὡς οἱ νόμοι φασὶ) τὸ παρ’ αὐτῶν ληφθὲν ἐκτῖσαι βούλονται, ἀλλ’ ἀρκεῖσθαι τοῖς ἐκ τοῦ δημοσίου καὶ τοῦ νόμου διωρισμένοις.
1 1παυσομένους δὲ τῆς ἀρχῆς τὰς νενομισμένας πεντήκοντα προςεδρεύειν αὐτοὺς ἡμέρας δημοσιεύοντας, καὶ τοῖς ἐνάγειν βουλομένοις ἀπολογεῖσθαι. μὴ περατωθείσης δὲ τῆς δίκης εἴσω τῶν πεντήκοντα ἡμερῶν, χρηματικῆς μὲν οὔσης διδότω προκουράτωρα, ἐγκληματικῆς δὲ μέχρι πέρατος μενέτω τῆς ὑποθέσεως, τῶν δικαζόντων, εἴτε ἄρχοντές εἰσιν εἴτε παρὰ τῶν ἐπάρχων ἐδόθησαν, εἰ μὴ ἐντὸς ἡμερῶν εἴκοσι τοῦ ἀρχθῆναι τὴν δίκην ταύτην περαιώσουσι, δέκα χρυσίου λιτρῶν προςτιμωμένων, τῆς δίκης κατὰ τὰ προειρημένα προϊούσης.
1 2Εἰ γάρ τινες τούτων κακῷ τῷ συνειδότι βαλλόμενοι λαθόντες φύγοιεν καὶ ἱεροῖς προςδράμοιεν οἴκοις, τῆς οὐσίας ἐκπεσοῦνται, τοῖς ἠδικημένοις πρὸς τὸν νόμον καὶ τὸ τῶν ἀδικημάτων μέτρον ταύτης διαιρεθησομένης, καθάπερ ἂν ἡ περὶ τούτου προϊοῦσα πρᾶξις καὶ ἐκ μιᾶς μοίρας κατὰ τὸ πρώην νενομοθετημένον παραστήσειε.
1 3[τὰ εἰςαχθέντα ὑπὲρ τῶν ὑποτελῶν διαμενέτω βέβαια·] μενόντων δηλονότι καὶ τῶν ἄλλων βεβαίων, ὅσα πρὸς τὴν τῶν ὑποτελῶν λυσιτέλειαν περὶ τῶν ἀρχόντων καλῶς παρὰ τῆς βασιλείας νενομοθέτηται. ὥςπερ δὲ τοὺς ταῦτα πλημμελοῦντας κολάζομεν, οὕτως καὶ τοὺς κατὰ ταύτην τὴν πρόφασιν λαμβάνοντάς τι τῶν κεκωλυμένων παρ’ αὐτῶν τῇ τοῦ τετραπλασίου καθυποβάλλομεν ἀποδόσει.
2Καὶ ταῦτα νομοθετεῖν ἐπῆλθεν ἡμῖν τὴν τῶν ὑπηκόων εὐπορίαν τε καὶ θεραπείαν περὶ πολλοῦ ποιουμένοις, οὐ μὴν τῶν ἐντεῦθεν εἰςαγομένων τῇ βασιλείᾳ πόρων. συναναιροῦμεν γὰρ ταῖς τῶν ἀρχόντων δόσεσι καὶ τὰ παρ’ αὐτῶν προςαγόμενα τῷ βασιλικῷ λόγῳ suffragia εἰς πλεῖστον ὄγκον ἀναφερόμενα χρημάτων, ἵνα καὶ ταύτῃ πως τὸ δημόσιον εὔροιαν ἔχοι καὶ πρὸς εὐπορωτέραν ἐπανέλθοι τάξιν ἀπηλλαγμένον τῶν ἐπινενοημένων τισὶν ἀπὸ χρόνου τινὸς πρὸς βλάβην τούτου τελῶν. τῷ γὰρ ἡμετέρῳ κράτει μία τίς ἐστιν αὕτη σπουδή, τὰς ἐπαρχίας εὐνομεῖσθαί τε καὶ ἀσφαλῶς οἰκεῖσθαι καὶ τῆς τῶν ἀρχόντων ἀπολαύειν δικαιοσύνης, τούς τε δημοσίους ἀμέμπτως εἰςάγεσθαι φόρους. οὐ γὰρ ἄλλως ἔνεστι τὸ πολίτευμα διασώζεσθαι, μὴ τῶν εὐσεβῶν εἰςαγομένων τελεσμάτων, ἐξ ὧν τὸ μὲν στρατιωτικὸν τρεφόμενον τοῖς πολεμίοις ἀντικαθίσταται, φρουρεῖ δὲ τούς τε ἀγροὺς καὶ τὰς πόλεις, ἀπολαύει δὲ καὶ τὰ λοιπὰ τάγματα τῶν ἀπονεμηθέντων αὐτοῖς, τείχη τε καὶ πόλεις ἐπανορθοῦνται καὶ τὰ ἄλλα πάντα πρόεισιν ὅσα βλέπει πρὸς τὸ κοινῇ συνοῖσον τοῖς ὑπηκόοις.
epilΤὰ τοίνυν παραστάντα ἡμῖν καὶ διὰ τοῦδε δηλούμενα νόμου ἡ σὴ ἐνδοξότης κατὰ τὴν εὐδαίμονα πόλιν ἐν τοῖς εἰωθόσι τόποις προθήσει, στελεῖ δὲ καὶ κατὰ τὰς ἐπαρχίας τοῖς συνήθεσι χρωμένη προςτάγμασιν, ἵνα πάντες εἰδεῖεν, ὅση τις ἡμῖν ἐστι τοῦ τε δημοσίου τῆς τε τῶν ὑπηκόων ἡμῶν ἀβλαβείας φροντίς.
⟨Dat.... Dec. Tiberii Constantini felicissimi Caesaris anno I ind. VIII⟩