IusCommune
IusCommune › Textos › Novelas

Nov. 160Ἴσον θείου πραγματικοῦ τύπου.

Abrir no leitor do IusCommune →

1 · Αὐτοκράτωρ Ἰουστινιανὸς Αὔγουστος Παπίῳ.

praefἈριστοκράτης ὁ ἐλλογιμώτατος πατὴρ τῆς Ἀφροδισιέων πόλεως καὶ οἱ κατ’ αὐτὴν κεκτημένοι ἱκέται γεγόνασιν ἡμῶν, φάσκοντες τὴν εἰρημένην πόλιν καὶ μετά τινα Πρῶτον μὲν ἐκεῖνο νομίζομεν τὸ τοὺς ἡμετέρους νόμους οὕτω τινὰς ἐκλαμβάνειν τε καὶ νοεῖν, ὡς ἐντεῦθεν ἑαυτοῖς καθ’ ὃν ἥκιστα ἐχρῆν ἀδικημάτων παρέχειν ἀφορμάς. ἐδιδάχθημεν γὰρ παρὰ τοῦ τῆς πόλεως πατρὸς χρυσίον συχνὸν ἠθροῖσθαι τῇ πόλει ἐκ πρεσβείων καταλελειμμένων παρά τινων τῇ Ἀφροδισιέων πόλει, καὶ ὅπως ἂν μὴ τοῦτο ἐξαπόλοιτο, τινὰς τῶν ἐν δυνάμει τῆς πόλεως νείμασθαι τὸ χρυσίον τοῦτο, ἐφ’ ᾧ τε ὑπὲρ αὐτοῦ τῇ πόλει συντελεῖν ἔτους ἑκάστου ὅπερ εἴτε τις νομὴν εἴτε πόρον εἴτε καὶ τόκον καλεῖν βουληθείη, τοῦτο ὃ προςῆκόν ἐστι φέρεσθαι τῇ πόλει, ἕως ἂν τὸ χρυσίον παρὰ τῷ λαβόντι μένῃ· τοὺς μέντοι τὸ χρυσίον εἰληφότας, ἐπειδὴ διάταξιν ἐθήκαμεν ὑπὲρ τὸ διπλάσιον μὴ συγχωρεῖσθαι τοῖς δανεισταῖς ἀπαιτεῖν τὸ χρέος, ἀλλ’ ἀρκεῖσθαι τούτῳ καὶ μόνῳ, φάσκειν ὡς ἐπειδὴ καταβεβλήκασιν ὑπὲρ τὸ διπλάσιον, δεῖ τὸ πρεσβεῖον ἀπολέσθαι τῇ πόλει. καὶ ἀδικεῖσθαι μὲν τὰς ἐκπυρώσεις τῶν δημοσίων βαλανείων τὰς ἐντεῦθεν γινομένας, ἐλαττοῦσθαι δὲ τὰ ἔργα τὰ δημόσια, καὶ τὸν ἡμέτερον νόμον κατὰ τὴν ἐκείνων ἑρμηνείαν τῇ πόλει λυμαίνεσθαι.

1Ταῦτα ἅπαντα πόρρω τῆς ἡμετέρας ἐλαύνοντες πολιτείας θεσπίζομεν, τοὺς τὸ χρυσίον εἰληφότας ἐφ’ ᾧ τε ἀντ’ αὐτοῦ διδόναι τι τέλος τῇ πόλει, τούτους ἀναγκασθῆναι μέχριπερ ἂν ἔχοιεν τὸ χρυσίον εἰςφέρειν τὸ ὑπὲρ αὐτοῦ ἀντιπεφωνημένον ἔτους ἑκάστου, μὴ κεχρημένους παντελῶς πρὸς τοῦτο τῇ θείᾳ ἡμῶν διατάξει. ἐκείνην μὲν γὰρ ἐπὶ δανειστῶν ἐγράψαμεν καὶ τῶν ῥητῶς αὐτῇ περιεχομένων θεμάτων, τὸ δὲ παρὸν οὐδὲν ἐκείνης ἅπτεται, εἴ γε προςόδων μᾶλλον ἐτησίων ἢ τόκων ἔοικε καταβολῇ, ἡμᾶς τε ἐν ἴσῳ τοῖς δημοσίοις κήδεσθαι ⟨χρὴ⟩ καὶ τῶν πόλεων. Εἰ δέ τις καὶ μετὰ τόνδε ἡμῶν τὸν παρόντα τύπον ἑτέρως καταλάβοι τὰ παρ’ ἡμῶν νομοθετηθέντα καὶ ἀποστερῆσαι βουληθείη τὴν πόλιν τοῦ δεδομένου χρυσίου, καὶ τοῦ χρόνου παντὸς ὁπόσον τῇ πόλει ἐποφείλει καταθήσει καὶ ἀποδώσει τὸ διπλάσιον, ἵνα τῆς κακούργου ἑρμηνείας δικαίαν ἀμοιβὴν ἀπολάβοι, διότι παρὸν αὐτῷ πολίτῃ φαίνεσθαι χρηστῷ οὕτως ἐστὶ πονηρὸς ὡς τὴν ἐνεγκοῦσαν αὐτὸν ἀδικεῖν.

Dat....