IusCommune
IusCommune › Textos › Novelas

Nov. 157Περὶ τῶν ἐν ἀλλοτρίοις χωρίοις γαμούντων γεωργῶν.

Abrir no leitor do IusCommune →

1 · Αὐτοκράτωρ Ἰουστινιανὸς Αὔγουστος Λαζάρῳ κόμητι τῆς Ἕω.

praefἘκ τῶν εἰς ἡμᾶς διαφόρως ἀνηνεγμένων πλημμελεῖσθαί τι κατὰ τὴν μέσην τῶν ποταμῶν καὶ πρός γε τὴν Ὀσροηνὴν ἐπαρχίαν ἐμάθομεν τῶν ἡμετέρων ἀνάξιον χρόνων. συνειθίσθαι μὲν γὰρ αὐτοῖς τοὺς ἐκ διαφόρων ὡρμημένους χωρίων γάμους πρὸς ἀλλήλους συμβάλλειν, νῦν δὲ δὴ πειρᾶσθαι τοὺς δεσπότας τοὺς γάμους διαλύειν ἤδη πραχθέντας ἢ τοὺς γενομένους παῖδας τῶν γονέων ἀφέλκειν, κἀντεῦθεν ὅλον τὸ τῶν τόπων ἐκείνων ταλαιπωρεῖσθαι γεωργικόν, διαιρουμένων ἐκ βίας ἀνδρῶν τε καὶ γυναικῶν, ἀφελκομένης δὲ γονῆς ἐκ τῶν παραγαγόντων εἰς φῶς, καὶ μόνης ἡμετέρας εἶναι τὸ πρᾶγμα προνοίας.

1Θεσπίζομεν τοίνυν, τοῦ λοιποῦ μὲν τοὺς τὰ χωρία κεκτημένους ὡς ἂν ἐθέλοιεν παραφυλάττειν τοὺς γεωργούς, ὅσοιπερ αὐτοῖς κατὰ τὸν νόμον προςήκουσιν, ὡς μὴ γάμους πρὸς τοὺς ἐξ ἑτέρων ὡρμημένους χωρίων συμβάλλειν· τοὺς δὲ μέχρι νῦν γενομένους γάμους εἶναι κυρίους, καὶ μηδένα δύνασθαι διασπᾶν τοὺς ἤδη συναφθέντας κατὰ τὸ κρατοῦν πρότερον ἔθος, ἢ γεωργεῖν τὴν προςήκουσαν αὐτοῖς ἀναγκάζεσθαι γῆν, ἀλλὰ μηδὲ τῶν γονέων ἀφαιρεῖσθαι τοὺς παῖδας προφάσει τύχης γεωργικῆς. ἀλλὰ κἂν εἴ τι τοιοῦτον ἤδη γενόμενον ἔτυχεν, ἐπανορθώσεις τε καὶ τοῦτο καὶ ἀποδοθῆναι παρασκευάσεις, εἴτε παῖδας ἀφαιρεθῆναι συμβέβηκεν εἴτε καὶ γυναῖκας, τοῖς τε γονεῦσιν καὶ τοῖς συνοικοῦσι φαμέν· τοῦ ποιῆσαί τι τοιοῦτον πρὸς τὸν ἔπειτα χρόνον θαρροῦντος καὶ περὶ αὐτὸ κινδυνεύοντος τὸ χωρίον. ἀλλ’ ἀπαλλάττεσθαι τὰ συνοικέσια τοῦ νῦν ἐπιτιθεμένου δέους, καὶ οἱ γονεῖς τοὺς παῖδας ἐχέτωσαν ἐκ ταύτης ἡμῶν τῆς κελεύσεως, οὐ δυναμένων ἀκριβολογεῖσθαι τῶν τὰ χωρία κεκτημένων καὶ ἀφέλκειν ἢ τοὺς συναλλάξαντας ἢ τοὺς παῖδας· ὁ γὰρ δὴ τοιοῦτό τι ποιῆσαι πειρώμενος καὶ περὶ αὐτὸ κινδυνεύσει τὸ χωρίον, ᾧ δῆθεν πειρᾶται τοὺς γεωργοὺς ἐκδικεῖν.

epilΤὰ τοίνυν παραστάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου πραγματικοῦ δηλούμενα τύπου ἡ σὴ μεγαλοπρέπεια καὶ ἡ πειθομένη σοι τάξις καὶ ὁ κατὰ καιρὸν τῆς αὐτῆς ἀρχῆς ἡγησόμενος εἰς ἔργον ἀχθῆναι καὶ παραφυλαχθῆναι προνοησάτω, trium librarum auri ποινῆς ἐπικειμένης κατὰ παντὸς τοῦ ταῦτα παραβαίνειν ἐπιχειροῦντος.

Dat. k. Mai. CP. ⟨imp.⟩ dn. Iustiniani pp. Aug. anno XVI pc. Basilii vc.