Nov. 158Περὶ τοῦ παραπέμπεσθαι τὸ τῆς διασκέψεως δίκαιον καὶ ἐπὶ ἀνηβῶν.
Abrir no leitor do IusCommune →1 · ⟨Ὁ αὐτὸς βασιλεὺς...⟩
praefΔέησις ἡμῖν ἀνεγνώσθη Θέκλας τῆς καὶ Μανοῦς, διδάσκουσα Θέκλαν τινὰ καταλῦσαι τὸν βίον ἐπὶ Σεργίᾳ θυγατρὶ τὴν ἄνηβον ἡλικίαν ἀγούσῃ, ἑκκαίδεκά τε μόλις ἡμέρας ἐπιζήσασαν τῇ μητρὶ τὴν παῖδα τελευτῆσαι ἐπὶ τῆς ἔναγχος συμβάσης τῶν ἀνθρώπων φθορᾶς καὶ ἀδελφὴν μὲν τὴν ἡμῶν δεηθεῖσαν καθεστάναι φησὶ τῷ Σεργίας πατρί, Κοσμᾶν δὲ τὸν Θέκλας ἀδελφὸν ἀντιποιήσασθαι τοῦ Σεργίας κλήρου καὶ δίκην αὐτῇ ὑπὲρ τούτου λαχεῖν· τὴν δέ, ὡς ἄν γε μὴ περὶ τῶν οὐκ ὀρθῶς ἐχόντων φιλονεικοίη, γενέσθαι πρὸς Ἰωάννην συνήγορον τῆς ἐπὶ χώρας ἀγορᾶς, καὶ πυθέσθαι τούτου περὶ τῶν νόμων τῶν τὴν ὑπόθεσιν ταύτην ὁρώντων, κἀκεῖνον ἐν γράμμασιν ἀπόκρισιν αὐτῇ παρασχεῖν δηλοῦντα δι’ αὐτῆς, ὡς ἐπ’ αὐτὴν ὁ Σεργίας φέροιτο κλῆρος· διὰ ταῦτα τοίνυν Ἰωάννην αὐτὸν ἑλέσθαι τῆς ὑποθέσεως δικαστήν, πράξαντος ὑπὲρ Κοσμᾶ Ἀσκληπιοῦ τινος σκρινιαρίου τῆς κατὰ τὴν Ἕω στρατηγίδος ἀρχῆς καὶ ψῆφον Ἰωάννην παρασχεῖν ἐναντίαν οἷς ἐν γράμμασιν ἀπεκρίνατο, χρησάμενον εἰς τὴν ψῆφον τῷ Θεοδοσίου τοῦ τῆς θείας λήξεως νόμῳ τῷ λέγοντι τὸν οὔπω ἐνιαυτῶν ἑπτὰ γενόμενον μὴ δύνασθαι τὸν μητρῷον οἰκειοῦσθαι κλῆρον εἰ μὴ ἐπίτροπον ἔχοι, ἀλλ’ ἐπ’ ἐκείνους φέρεσθαι τοῦτον οἷς ἁρμόζειν ἤμελλεν εἰ μὴ πρὸς τὸν κλῆρον ὁ τελευτήσας ἄνηβος ὑπὸ τῶν νόμων ἐκλήθη· καὶ οὐκ εἶπε ταῦτα μόνον ἐπὶ τῆς ψήφου, ἀλλὰ καὶ παρεσκεύασε τὴν ἡμῶν δεομένην συνθήκας ἀκολούθως θέσθαι τῇ ψήφῳ, καὶ ὑπηγόρευσε ταύτας αὐτὸς πάλιν πρὸς Ἀσκληπιὸν τὸν ὑπὲρ Κοσμᾶ τὴν δίκην ἀγωνισάμενον· ᾔτησέ τε ἡμᾶς μὴ περιϊδεῖν αὐτὴν οὕτως ἀδικουμένην, μάλιστα μὲν ὡς καὶ νόμου κατὰ τὸν ἐπώνυμον ἡμῶν κώδικα κειμένου κελεύοντος τὸν λαλεῖν δυνάμενον καὶ τὸν μητρῷον κλῆρον καλῶς οἰκειοῦσθαι, καὶ αὖθις ἕτερον ἡμῶν τεθεικότων νόμον βουλόμενον, ἐπειδάν τις κληρονομίας εἰς αὐτὸν κατενεχθείσης, πρὶν οἰκειώσεται αὐτὴν ἢ τὴν ἐναντίαν ὑπὲρ αὐτῆς δείξει γνώμην, καταλύσῃ τὸν βίον, παραπέμπειν τοῖς κληρονόμοις τοῖς αὐτοῦ ἐπὶ τούτῳ τῷ κλήρῳ τὸ τῆς διασκέψεως δίκαιον· τὸν γὰρ δὴ παρ’ ἡμῶν ἔναγχος τεθειμένον νόμον μίαν ἐπὶ τῶν κληρονομιῶν adgnatοις τε καὶ cognatοις παρέχοντα τάξιν μὴ χώραν ἔχειν ἐπὶ ταύτης τῆς ὑποθέσεως πρεσβυτέρας οὔσης τῆς ἡμέρας, ἐξ ἧς ὁ νόμος ἐκελεύσθη κρατεῖν.
1Θεσπίζομεν τοίνυν τὴν ἐνδοξότητα τὴν σήν, εἰ ταῦτα οὕτως ἔχοντα εὕροις, βοηθῆσαι τῇ δεηθείσῃ, καὶ φυλάξαι τὸν νόμον αὐτῇ τὸν ἡμέτερον τὸ τῆς διασκέψεως αὐτῇ παρέχοντα δίκαιον, ὡς Σεργίας πρὶν ἐνιαυτὸν παρελθεῖν ἐπιτελευτησάσης τῇ οἰκείᾳ μητρί, βουλομένῃ τε τὸν τῆς μητρὸς Σεργίας οἰκειώσασθαι κλῆρον παρασχεῖν. οὐδὲ γὰρ ἄν τις ἐναντίως ἔχειν εἴποι τόν τε Θεοδοσίου τοῦ τῆς εὐσεβοῦς λήξεως τόν τε ἡμέτερον νόμον κατὰ ταὐτὸ μὲν κειμένους βιβλίον, ἡμῶν δὲ μηδὲν ἐναντίον ἐν αὐτῷ κεῖσθαι δι’ ἧς ὑπὲρ αὐτοῦ τεθείκαμεν διατάξεως ἰσχυρισαμένων. ἀλλὰ κρατείτω μὲν ὁ ἡμέτερος ἐπὶ τῆς παρούσης ὑποθέσεως ἐπί τε τῶν παραπλησίων τοῦ ζητουμένου θέματος νόμος, κρατείτω δὲ ὁ Θεοδοσίου τοῦ τῆς θείας λήξεως ἐφ’ ὧν ἐνιαυτὸς ἔφθασε παρελθεῖν καὶ ὁ τῆς διασκέψεως ἐξέπεσε χρόνος. αἱ γὰρ γεγραμμέναι μετὰ τὴν ψῆφον συνθῆκαι πρὸς ἐλεύθερον γενόμεναι τὸν μηδὲ προςπορίζειν δυνάμενον πρόδηλον ὡς οὐδεμίαν ἀγωγὴν δεδώκασι Κοσμᾷ περὶ τῶν κατ’ αὐτὰς ὡμολογημένων.
D. prid. id. Iul. CP. ⟨imp.⟩ dn. Iustiniani pp. Aug. anno XVIII pc. Basilii vc. anno III.