IusCommune
IusCommune › Textos › Novelas

Nov. 156Περὶ τῆς μεριζομένης γονῆς τῶν γεωργῶν.

Abrir no leitor do IusCommune →

1 · ⟨Ὁ αὐτὸς βασιλεὺς...⟩

praefΟἱ τὰ πράγματα πράττοντες τῆς κατὰ Ἀπάμειαν ἁγιωτάτης ἐκκλησίας ἐδίδαξαν γεωργούς τισιν ἑτέροις προςήκοντας γεωργίσσαις αὑτῶν συναφθῆναι καὶ παιδοποιήσασθαι, καὶ ᾔτησαν ἀποδοθῆναι αὐτοῖς καὶ τοὺς γεωργοὺς καὶ τοὺς τούτων παῖδας τῇ μητρῴᾳ γαστρὶ κατακολουθοῦντας. ἀλλὰ ἐοίκασι ταῦτα αἰτοῦντες μὴ εἰδέναι τὴν ἡμετέραν διάταξιν τὴν ἔναγχος φοιτήσασαν ὅ τι βούλεται.

1Εἰ μὲν γὰρ ἐλεύθεροί τινες ἐναπογράφοις συνοικήσαιεν, κατὰ τοὺς τῇ διατάξει περιεχομένους λογισμοὺς ἀκολουθεῖ τὰ βρέφη τῇ μητρί, ἔνθα εἰς ἐλευθερίαν οὐκ ἔρχονται· εἰ δὲ γεωργοὶ εἶεν, οὐκέτι τῇ διατάξει παντελῶς ἐκείνῃ γίνεται χώρα, ἀλλὰ καθάπερ ἔναγχος ἐψηφισάμεθα καὶ ἐνομοθετήσαμεν, ἡ γονὴ μερίζεται. καὶ εἰ μὲν ἴσος ἐστὶν ὁ τῶν τεχθέντων ἀριθμός, εἰς δύο μερίζεται, εἰ δὲ ἄνισος ἢ καὶ εἷς μόνος ὁ τεχθείς, τηνικαῦτα ἡ γαστὴρ ἔχει τὸ πλέον, διότι καὶ μᾶλλον ἐμόχθησε. καὶ εἷς μὲν ὢν ὁ παῖς ἀκολουθεῖ τῇ μητρί, τριῶν δὲ ὄντων τῶν τεχθέντων οἱ δύο ἢ αἱ δύο τῆς μητρὸς ἔσονται, ὁ εἷς δὲ τῇ τοῦ δεσπότου τοῦ πατρὸς ἀκολουθήσει δεσποτείᾳ, καὶ οὕτως ἀεὶ τὸ περιττόν, καθάπερ εἰπόντες ἔφθημεν, ἡ γαστὴρ ἕξει. καὶ κατὰ τοῦτο καὶ οἱ Ἀπαμεῖς μεριστέαν ἔσεσθαι τὴν γονὴν γινωσκέτωσαν, ἵνα τὸ ἐν πολλοῖς στασιαζόμενον χρόνοις μάθωσιν ὡς ὑφ’ ἡμετέραν γέγονε νομοθεσίαν.