IusCommune
IusCommune › Textos › Novelas

Nov. 155Περὶ τοῦ δεῖν τὰς μητέρας ὑποκεῖσθαι ἐπιτροπικοῖς λογισμοῖς.

Abrir no leitor do IusCommune →

1 · Αὐτοκράτωρ Ἰουστινιανὸς Αὔγουστος Βελισαρίῳ ⟨στρατηγῷ⟩.

praefἹκετηρίαν ἀνέτεινε Μάρθα ἡ λαμπροτάτη τῷ ἡμετέρῳ κράτει περιέχουσαν, Σεργίου τοῦ τῆς μεγαλοπρεποῦς μνήμης τοῦ αὐτῆς γενομένου πατρὸς τετελευτηκότος καταλειφθῆναι μὲν αὐτὴν κομιδῇ νέαν τὴν ἡλικίαν, τὴν δὲ αὐτῆς κηδεμονίαν ὑπελθεῖν Αὐξεντίαν τὴν λαμπροτάτην αὐτῆς μητέρα, καταθεμένην μὲν ἐν ὑπομνήμασιν ὡς οὐ προςομιλήσει δευτέροις γάμοις, καὶ τὸν ὑπὲρ τούτου διωρισμένον τοῖς ἡμετέροις νόμοις ὅρκον παρασχομένην διοικήσασθαι τὰ πράγματα, τούτων δὲ παρ’ αὐτῆς πεπραγμένων, ὥςπερ οὐδέ τινος ὅρκου παρ’ αὐτῆς δεδομένου καὶ εὐκαταφρονήτου τῆς καταλελειμμένης ὑπαρχούσης περιουσίας, κατὰ τὴν ὑπ’ αὐτῆς γενομένην ἀπογραφὴν μέτριά τινα δηλωθῆναι· μετὰ δὲ ταῦτα γάμον ἑλέσθαι δεύτερον κηδεμόνα Πέτρον αὐτῇ προβαλλομένην, καὶ ἐκ τοῦ δευτέρου συνοικεσίου δύο μὲν ἐσχηκέναι παῖδας, οὐχ ὑγιῶς δὲ πρὸς αὐτὴν ἐσχηκυῖαν τὸν μὲν καταστάντα παρ’ αὐτῆς ἐπίτροπον τῆς διοικήσεως ἀποστῆσαι τοῦ τριςκαιδεκάτου μόλις αὐτῆς ἐπιλαμβανομένης ἐνιαυτοῦ, πείθειν δὲ κηδεμόνα τῆς δευτέρας ἡλικίας αἰτῆσαι, καὶ παραυτίκα πείθειν διαλύσεις συγγράψαι πρὸς αὑτὴν καὶ παντὶ λόγῳ δυναμένῳ κατὰ νόμους ἁρμόττειν αὐτῇ προφάσει τῶν τῆς ἐπιτροπῆς λογισμῶν κατὰ τὰς τοιαύτας ἀποτάξασθαι διαλύσεις, ἐν κοιτῶνί τε οὖσαν τηνικαῦτα καὶ τῶν πραττομένων οὐδὲν ἐπισταμένην· οὐδὲ γὰρ οἷόν τε ἦν τὴν παρ’ αὐτῇ καθεστῶσαν καὶ πρὸς οὐδένα εἰπεῖν τι δυναμένην περὶ τῶν κατ’ αὐτῆς γινομένων, καὶ εἰ τῆς ἐπιγινομένης αὐτῇ βλάβης ᾐσθάνετο, πρᾶξαί τι τῶν δυναμένων κωλῦσαι τὰ πρὸς τὴν αὐτῆς ἐπιβουλὴν μελετώμενα· τοῦ δὲ χρόνου παρασκευάσαντος αὐτὴν καὶ τὸ μελετηθὲν κατ’ αὐτῆς αἰσθέσθαι, πρὸς μὲν τὴν μητέρα τισὶ χρήσασθαι παρακλήσεσιν, ὥςτε μηδενὶ τῶν κατ’ αὐτῆς πραχθέντων ἀποχρήσασθαι, τὰ δὲ πρέποντα μητρὶ περὶ αὐτὴν ἐπιδείξασθαι, καὶ τὴν τῶν πατρῴων αὐτῇ πραγμάτων ἀποκατάστασιν ποιήσασθαι, καθὰ τῷ νόμῳ δοκεῖ· τὴν δὲ τοῖς ἐκ τοῦ δευτέρου γάμου γενομένοις παισὶν ἑαυτὴν ὅλην ἐκδοῦσαν οὐδὲ τοὺς τοιούτους προςίεσθαι λόγους, τοὐναντίον μὲν οὖν καὶ τὴν θείαν ἡμῶν προΐσχεσθαι νομοθεσίαν, περιέχουσαν μὴ δύνασθαι κατ’ αὐτῆς τοῖς τῆς ἀποκαταστάσεως χρήσασθαι δικαίοις, οὐδὲν μὲν τοιοῦτον περὶ τῶν μητέρων τῶν ἀναδεξαμένων τὴν τῶν οἰκείων παίδων κηδεμονίαν καὶ δευτέρους ἀσπαζομένων γάμους θεσπίζουσαν, ἐπ’ ἄλλοις δέ τισιν ὅροις τε καὶ τρόποις παρὰ τῆς ἡμετέρας εὐσεβείας ἐκφωνηθεῖσαν. καὶ διὰ τοῦτο τὴν ἱκετηρίαν ἡμῖν ἀνέτεινεν, ἐφ’ ᾧτε καὶ τὴν διάνοιαν τῆς θείας νομοθεσίας σαφῆ τε καὶ ἀναμφιςβήτητον καταστῆσαι, καὶ μὴ τοῖς αὐτῇ περιεχομένοις ἀποχρωμένην Αὐξεντίαν τὴν αὐτῆς μητέρα τὰ καταλειφθέντα ἐκ τοῦ πατρὸς πράγματα κέρδος οἰκεῖον ποιήσασθαι.

1Ταῦτα τοίνυν τῆς ἱκετηρίας ἐχούσης εἰκότως πρὸς τόνδε τὸν θεῖον πραγματικὸν εἴδομεν τύπον, δι’ οὗ θεσπίζομεν, τῆς θείας ἡμῶν νομοθεσίας οὐδεμίαν ποιουμένης μνήμην περὶ τῶν ἀναδεξαμένων ἐπιτροπὴν τῶν οἰκείων παίδων καὶ δεύτερον ἀνελομένων γάμον, μὴ ἐξεῖναι Αὐξεντίᾳ τῇ λαμπροτάτῃ κεχρῆσθαι τῇ αὐτῇ θείᾳ ἡμῶν νομοθεσίᾳ, διά τε τὰς εἰρημένας αἰτίας καὶ τὸ τὴν τῶν ὑπομνημάτων πρᾶξιν, καθ’ ἣν τὴν ἐπιτροπὴν Μάρθας τῆς αὐτῆς θυγατρὸς ἀνεδέξατο, δεικνύναι τὸν τοῖς νόμοις διωρισμένον αὐτὴν παρασχεῖν ὅρκον ὡς δευτέροις οὐχ ὁμιλήσει γάμοις, καὶ ὡς τῶν ὅρκων περιφρονήσασα συνῴκησε μὲν ἀνδρὶ δευτέρῳ καὶ παῖδας ἐξ αὐτοῦ ποιησαμένη διαλύσεις ὑπὲρ τῆς τῶν πραγμάτων ἀποκαταστάσεως παρεσκεύασεν εἰς ἑαυτὴν ἐκθέσθαι Μάρθαν τὴν λαμπροτάτην αὐτῆς θυγατέρα· δύνασθαι δὲ πᾶσαν ἔχειν ἄδειαν θεσπίζομεν Μάρθαν τὴν λαμπροτάτην τῷ δικαίῳ τῆς ἀποκαταστάσεως χρήσασθαι, φάσκουσαν ἔτι καὶ νῦν οὔπω ἑαυτὴν ἐπιβῆναι τοῦ εἰκοστοῦ πέμπτου τῆς ἡλικίας ἔτους, κατ’ οὐδὲν ἀντικειμένης αὐτῇ τῆς θείας νομοθεσίας τῆς παρ’ ἡμῶν μὲν τεθείσης, θεσπιζούσης δὲ τοὺς παῖδας μὴ δύνασθαι κατὰ τῶν οἰκείων γονέων τῷ τῆς ἀποκαταστάσεως χρήσασθαι δικαίῳ μηδὲ τοὺς ἀπελευθέρους κατὰ τῶν οἰκείων πατρώνων, διὰ τὸ περὶ τῶν ἀναδεδεγμένων τὴν τῶν οἰκείων παίδων ἐπιτροπὴν τὸν νόμον μηδὲν διαλέγεσθαι, τοὐναντίον δὲ καὶ ἑτέραν θείαν ἡμῶν νομοθεσίαν μετὰ ταῦτα φοιτῆσαι θεσπίζουσαν τοὺς καθισταμένους ἐπιτρόπους μὴ ἄλλως τὰς τῶν νέων ἐπιτροπὰς ἀναδέχεσθαι, πρὶν ἂν ἐν τῷ καιρῷ τῆς ἑαυτῶν προβολῆς κατάθοιντο μὴ τοὺς νέους καταλιμπάνειν ἀδεφενδεύτους, καὶ εἰ συμβαίη καὶ μητέρα τῶν οἰκείων παίδων ἐπιτροπὴν ἀναδέξασθαι, καὶ αὐτὴν τοῦτο πράττειν καὶ πᾶσιν ἐνέχεσθαι τοῖς ἐπιτροπικοῖς λόγοις, καὶ εἴπερ ἕτερον βουληθείη τοῖς ἑαυτῆς προβάλλεσθαι παισίν, οἰκείῳ κινδύνῳ καὶ τῶν ὑπαρχόντων αὐτῇ πραγμάτων τοῦτο ποιεῖν. ὥςτε κἀνταῦθα τρόποις ἅπασι προςήκειν Μάρθαν τὴν λαμπροτάτην, εἴπερ δείξει μὴ παρῳχηκέναι τοὺς χρόνους ἐν οἷς οἱ περὶ τῆς ἀποκαταστάσεως ἁρμόττουσιν αὐτῇ λόγοι, καὶ τῇ ἀποκαταστάσει χρήσασθαι καὶ τοῖς ἄλλοις ἅπασιν, οἷς οἱ ἡμέτεροι νόμοι τοῖς ἐπ’ ἀτελοῦς ἡλικίας οὖσι πᾶσαν διδόασι παρρησίαν τε καὶ βοήθειαν. φυλάττεσθαι μὲν γὰρ καὶ τὸ ἡμέτερον θεσπίζει κράτος τὴν ὀφειλομένην τοῖς γονεῦσι παρὰ τῶν παίδων αἰδῶ καὶ πᾶσαν τιμήν τε καὶ θεραπείαν, ἐν ᾧ μηδεμία βλάβη παρ’ αὐτῶν κατ’ ἐκείνων γένοιτο, τὸ δὲ τῶν ἐκ τοῦ προτέρου γάμου παίδων ὑπερορᾶν οὔτε ὅσιον εἶναι κρίνομεν οὔτε ἄλλως προςήκειν τὰ ἐκ τῆς πατρῴας περιουσίας εἰς αὐτοὺς περιερχόμενα πράγματα τὰς τοιαύτας μητέρας δύνασθαι κέρδος οἰκεῖον ἢ τῶν κατὰ δευτέραν τάξιν αὐταῖς συνοικησάντων καὶ τῶν ἐκ τῶν τοιούτων γινομένων συνοικεσίων παίδων ποιεῖσθαι.

epilΤὰ τοίνυν παραστάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου πραγματικοῦ δηλούμενα τύπου ἡ σὴ ἐνδοξότης ἅμα τῷ μακαριωτάτῳ ἀρχιεπισκόπῳ τῆς Θεουπολιτῶν ἔργῳ καὶ πέρατι παραδοθῆναι σπουδασάτω.

D. k. Febr. CP. dn. Iustiniano pp. Aug. ⟨III⟩ cos.