Nov. 154Περὶ τῶν ἐν Ὀσροηνῇ ἀθεμίτως συναλλαττόντων.
Abrir no leitor do IusCommune →1 · Αὐτοκράτωρ Ἰουστινιανὸς Αὔγουστος Φλώρῳ κόμητι τῶν θείων πριβάτων.
praefΠαράδοξός τις ἦλθεν εἰς ἡμᾶς λόγος, ὡς οἱ κατὰ τὴν μέσην τῶν ποταμῶν καὶ τὴν Ὀσροηνὴν ἐπαρχίαν τολμῶσι γάμοις ἀθεμίτοις ὁμιλεῖν, καὶ τοὺς ῥωμαϊκοὺς παραβαίνουσι νόμους καὶ τὰς ἐν αὐτοῖς ἠπειλημένας ποινὰς τάς τε παλαιὰς καὶ νέας, τοῖς μὲν ἐκ γειτόνων προςέχοντες, εἰς ἀθεμίτους δὲ καὶ κεκωλυμένους ἐμπίπτοντες γάμους. ἡμεῖς τοίνυν τούτων μὲν οὐδὲν παντελῶς ἐπιστεύσαμεν· οὐ γὰρ ἡγούμεθα ἀνθρώπους μέρος ὄντας τῆς ἡμετέρας πολιτείας τοιοῦτό τι πράττειν θαρρεῖν καὶ τὴν γονὴν τὴν ἑαυτῶν καταισχύνειν καὶ τὰ ὀνόματα συγχέειν.
1Ὥςτε καὶ ἐξερευνᾶν ταῦτα ἠβουλόμεθα, καὶ εἴ τι τοιοῦτον ὅλως πέπρακται, τοὺς ἁμαρτάνοντας πρὸς ἐσχάτην ἄγειν τιμωρίαν. ἀλλ’ ἐπειδὴ καὶ χρόνος ἐστὶ μακρὸς καὶ οὐδὲ πιστεύομεν τοιοῦτό τι γεγενῆσθαι πλημμέλημα, εἰ ἄρα καὶ τοιοῦτό τι συμβέβηκε, τὸ μὲν παρῳχηκός, ὅπως δή ποτε ἂν ἔχοι, συγχωροῦμεν τοῖς τὴν Ὀσροηνὴν καὶ τὴν μέσην τῶν ποταμῶν τὰς ἐπαρχίας κατοικοῦσι, προφάσει τῶν ἐν αὐταῖς γενομένων διαφόρως ἐφόδων, καὶ μάλιστα ἀγροικικοῦ πλήθους ὡς ἐπὶ τὸ πλεῖστον ὄντος τοῦ ταῦτα ἐξαμαρτεῖν λεγομένου, καὶ ἐπὶ τοῦ νῦν σχήματος ἐῶμεν εἶναι, οὐδὲν πολυπραγμονοῦντες τῶν ἄχρι τῆς νεαρᾶς ἡμῶν θείας διατάξεως περὶ τούτου ὡς εἰκὸς πλημμεληθέντων, ἀλλὰ θεσπίζοντες πᾶσαν κωλυθῆναι περὶ τούτου ζήτησιν τοιαύτην κατὰ προςώπων ἢ πραγμάτων διαφερόντων τοῖς ἐν ταῖς αὐταῖς ἐπαρχίαις οἰκοῦσι. μετὰ δὲ τὸν ἡμέτερον νόμον τὸν ἔναγχος περὶ τούτου τεθέντα εἴ τις ἐτόλμησεν ἢ καὶ τολμήσειεν τοιοῦτό τι πρᾶξαι, βουλόμεθα τοῦτον ὑπὸ ποινὰς ἐσχάτας καταστῆναι, εἰδότα ὡς οὐ μέχρι χρηματικῶν στησόμεθα ποινῶν, ἀλλ’ αὐτόν τε καὶ γυναῖκα καὶ παῖδας ἐξ ἀθεμίτων γινομένους γάμων μετὰ τὴν ἡμετέραν, ὡς εἴρηται, θείαν διάταξιν μετελευσόμεθα, καὶ τὸν εἰς κεφαλὴν κίνδυνον καὶ τὴν εἰς περιουσίαν αὐτοῖς ποινὴν ἐπιστήσομεν, οὐδενὸς φειδόμενοι οὔτε εἰ μείζονος οὔτε εἰ ἐλάττονος εἴη καταστάσεως ἢ τύχης ἢ ἱερωσύνης (τοῦτο γὰρ ἔτι μᾶλλόν ἐστι δυςκολώτερον), ἀλλὰ πᾶσιν ὁμοίως ἐπεξιόντες τὴν νενομισμένην καὶ τοῖς ῥωμαϊκοῖς πρέπουσαν νόμοις φυλάξομεν εὐταξίαν, οὐ μέρος μόνον τῆς οὐσίας ἀφαιρούμενοι, ἀλλὰ καὶ τὴν οὐσίαν ὅλην καὶ μέρος τοῦ σώματος, καὶ εἴπερ καὶ δυςκολωτέραν εὕρωμεν τὴν ἀθεμιτογαμίαν, καὶ αὐτὴν ἴσως τὴν ψυχήν· οὐδενὸς ἀποφυγεῖν δυναμένου εἰς τὸ τοῖς πέλας ἐν τοῖς πλημμελήμασιν ἀκολουθεῖν. χρὴ γὰρ τὰ ὀρθά τε καὶ προςήκοντα φρονεῖν καὶ τοὺς ἄλλους ἀνιστᾶν εἰς τὸν τοιοῦτον ζῆλον, ἀλλ’ οὐκ αὐτοὺς πράττειν παράνομα καὶ εἰς τὴν πρὸς ἀλλήλους καταφεύγειν μίμησιν. ταῦτα τοίνυν φυλάττεσθαι βουλόμεθα ἐπὶ τῶν εἰρημένων ἐπαρχιῶν, τῶν τε πολιτικῶν τῶν τε στρατιωτικῶν ἀρχόντων τοῦτο φυλαττόντων καὶ τὰς ποινὰς ἐπιτίθεσθαι τοῖς ἁμαρτάνουσι παρασκευαζόντων. τοῦτο δὲ αὐτὸ τοῖς τῆς χώρας κατὰ πρόςταξιν σὴν διὰ προγραμμάτων παρὰ τῶν οἰκείων ἀρχόντων γενέσθαι βουλόμεθα φανερόν, εἰ μὴ βούλονται καὶ αὐτοὶ ταῖς ἐσχάταις ὑποβληθῆναι ποιναῖς καὶ ταῖς ἐκπτώσεσι τῶν ἀρχῶν καὶ τῶν οὐσιῶν, εἴ τινος τούτων ἀμελήσειαν.
epilΤὰ τοίνυν παραστάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου δηλούμενα πραγματικοῦ τύπου ἡ σὴ ἐνδοξότης ἔργῳ καὶ πέρατι παραδοῦναι σπευσάτω.
Dat....