Nov. 153Περὶ τῶν χαμευρετῶν βρεφῶν.
Abrir no leitor do IusCommune →1 · Ὁ αὐτὸς βασιλεὺς Ἠλίᾳ τῷ ἐνδοξοτάτῳ ἐπάρχῳ τοῦ Ἰλλυρικοῦ.
praefἜγκλημα τῆς ἀνθρωπίνης γνώμης ἀλλότριον καὶ οὐδὲ περὶ πάντων βαρβάρων ἀξιόπιστον Ἀνδρέας ὁ θεοφιλέστατος πρεσβύτερος καὶ ἀποκρισιάριος τῆς τῶν Θεσσαλονικέων ἁγιωτάτης ἐκκλησίας προςήγγειλεν, ὥς τινες τὰ προϊόντα εὐθὺς ἐκ κοιλίας ἀπορρίπτοντες βρέφη καὶ ἐν ταῖς ἁγίαις αὐτὰ καταλιμπάνοντες ἐκκλησίαις μετὰ τὸ ταῦτα παρὰ τῶν εὐσεβούντων ἀνθρώπων ἀναγωγῆς καὶ τροφῆς ἀξιωθῆναι ἐκδικοῦσι καὶ δούλους προςαγγέλλουσι, καὶ ἐπιθυμοῦσι τῇ οἰκείᾳ ὠμότητι τοῦτο προςθεῖναι, ὥςτε οὓς ἐν αὐτοῖς τοῖς τῆς ζωῆς προοιμίοις θανάτῳ παραδεδώκασιν, αὐξήσαντας στερῆσαι τῆς ἐλευθερίας. ἐπειδὴ τοίνυν τὸ τοιοῦτον ἀτόπημα πολλὰ κατὰ ταὐτὸν περιέχει ἐγκλήματα, φόνον τε καὶ συκοφαντίαν καὶ ὅσα ἄν τις ἐν τῇ τοιαύτῃ πράξει εὐκόλως ἀπαριθμήσαιτο, ἔδει τοὺς τὰ τοιαῦτα διαπραξαμένους τὴν ἐκ τῶν νόμων μὴ διαφεύγειν ἐκδίκησιν, ἀλλ’ εἰς τὸ τοὺς ἄλλους σωφρονεστέρους γενέσθαι ταῖς ἐσχάταις αὐτοὺς ὑποβληθῆναι ποιναῖς, οἷα ἐκ τῆς ἀναιδείας τῆς ἐναγωγῆς ἴδια ἐγκλήματα προςαγγείλαντας. ὅπερ τοῦ λοιποῦ φυλαχθῆναι θεσπίζομεν.
1Ὅσοι τοίνυν οὕτως ἐν ἐκκλησίαις ἢ ῥύμαις ἢ ἄλλοις τόποις ἀπορριφέντες δειχθῶσι, τούτους πᾶσι τρόποις ἐλευθέρους εἶναι παρακελευόμεθα, κἂν εἰ ἀκριβής τις ἀπόδειξις ὑπάρχοι τῷ ἐνάγοντι εἰς τὸ δεῖξαι τὸ τοιοῦτον πρόςωπον τῇ αὐτοῦ διαφέρειν δεσποτείᾳ. εἰ γὰρ τοῖς ἡμετέροις προςτέτακται νόμοις, ὥςτε τοὺς νοσοῦντας οἰκέτας παρὰ τῶν δεσποτῶν καταφρονηθέντας καὶ ὡς τῆς αὐτῶν ὑγιείας ἀπελπισθείσης ἐκ τῶν κεκτημένων ἐπιμελείας μὴ ἀξιουμένους πάντως εἰς ἐλευθερίαν ἀναρπάζεσθαι, πῶς ἄρα γε τοὺς ἐν αὐτῇ τῇ τῆς ζωῆς ἀρχῇ τῇ τῶν ἄλλων ἀνθρώπων καταλειφθέντας εὐσεβείᾳ καὶ παρ’ αὐτῶν ἀνατραφέντας ἀνεξόμεθα εἰς ἄδικον δουλείαν καθέλκεσθαι; ἀλλὰ τούτοις τόν τε ὁσιώτατον ἀρχιεπίσκοπον τῆς Θεσσαλονικέων καὶ τὴν ὑπ’ αὐτὸν ἁγίαν τοῦ θεοῦ ἐκκλησίαν καὶ τὴν σὴν ἐνδοξότητα βοηθεῖν καὶ τὴν ἐλευθερίαν αὐτοῖς ἐκδικεῖν θεσπίζομεν, μηδὲ τὰς ἐκ τῶν ἡμετέρων νόμων τῶν ταῦτα πραττόντων διαφευγόντων ποινάς, οἷα πάσης ἀπανθρωπίας καὶ ὠμότητος πεπληρωμένων [καὶ] τοσοῦτον πάσης μιαιφονίας χείρονος, ὅσον ταύτην τοῖς ἀθλιωτέροις ἐπάγουσι.
epilΤὰ τοίνυν παραστάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου δηλούμενα τύπου ἥ τε σὴ ἐνδοξότης καὶ ὁ κατὰ καιρὸν τὴν αὐτὴν παραληψόμενος ἀρχὴν καὶ ἡ πειθομένη ὑμῖν τάξις ἔργῳ καὶ πέρατι παραδοῦναι καὶ παραφυλαχθῆναι σπευσάτω. καὶ ποινὴ γὰρ ἐπικείσεται ε’ χρυσίου λιτρῶν κατὰ τῶν ταῦτα παραβαίνειν ἐπιχειρούντων ἢ παραβαίνεσθαι συγχωρούντων.
Dat. prid. id. Dec. CP. ⟨imp.⟩ dn. Iustiniani pp. Aug. ⟨anno XV⟩ Basilio vc. cons.