Nov. 152Περὶ τοῦ τοὺς ἐπὶ δημοσίοις προϊόντας θείους τύπους μὴ ἄλλως ἐρρῶσθαι εἰ μὴ ἐγένοντο ἢ γένοιντο καταφανεῖς τοῖς τῶν praetoriων ἐνδοξοτάτοις ἐπάρχοις καὶ ἐκεῖθεν κυρωθεῖεν.
Abrir no leitor do IusCommune →1 · Ὁ αὐτὸς βασιλεὺς Ἰωάννῃ τῷ ἐνδοξοτάτῳ ἐπάρχῳ πραιτωρίων.
praefΣπουδάζοντες μετὰ τῆς τοῦ θεοῦ βοηθείας σὺν ἐπιμελείᾳ διοικεῖν τὰ τῆς ἐμπιστευθείσης ἡμῖν πολιτείας παρὰ τοῦ δεσπότου θεοῦ πράγματα, κελεύομεν μὴ ἄλλως ἰσχύειν τύπον περὶ δημοσίων γινόμενον πρὸς τὸν μεγαλοπρεπέστατον δοῦκα ἢ καὶ αὐγουστάλιον ἢ πρὸς τοὺς τῶν ἐπαρχιῶν λαμπροτάτους ἄρχοντας, εἰ μὴ πρότερον ἐμφανισθῇ τῷ δικαστηρίῳ τῆς σῆς ὑπεροχῆς, τοὺς δὲ μὴ γενομένους καταφανεῖς μηδεμίαν ἰσχὺν ἔχειν. ἄτοπον γὰρ προφάσει δημοσίων γινόμενον θεῖον τύπον μὴ πρότερον τῷ θρόνῳ τῆς σῆς ὑπεροχῆς ἐμφανῆ τοῦτον καθίστασθαι, εἶτα οὕτω καταπέμπεσθαι πρὸς τὸν μεγαλοπρεπέστατον δοῦκα ἢ αὐγουστάλιον ἢ τοὺς λοιποὺς τῶν ἐπαρχιῶν ἄρχοντας. δεῖ γὰρ ἐμφανεῖς γινομένους τοὺς τοιούτους θείους τύπους τῷ θρόνῳ τῆς σῆς ὑπεροχῆς οὕτως καταπέμπεσθαι εἰς τὰς ἐπαρχίας καὶ πέρατι παραδίδοσθαι.
1Εἴ τι τοίνυν μέχρι τοῦ νῦν πρὸς βλάβην τοῦ δημοσίου γέγονε, τοῦτο ἄκυρον εἶναι κελεύομεν, θεσπίζοντες τοῦ λοιποῦ ἕκαστον θεῖον πραγματικὸν τύπον, εἴτε πρὸς τὸν αὐγουστάλιον εἴτε πρὸς τὸν δοῦκα εἴτε πρὸς τοὺς λοιποὺς τῶν ἐπαρχιῶν ἄρχοντας γένοιτο προφάσει δημοσίων, καθὰ εἴρηται, πάντως ἐμφανίζεσθαι τῷ δικαστηρίῳ τῆς σῆς ὑπεροχῆς, καὶ οὕτως εἰς τὰς ἐπαρχίας πέμπεσθαι προταττόμενον μετὰ προςταγμάτων, καθὰ εἴρηται, τῆς σῆς ὑπεροχῆς. ὥςτε ὅσοι μὲν μὴ πρὸς βλάβην γίνοιντο τοῦ δημοσίου θεῖοι τύποι, τούτους καὶ δέχεσθαι καὶ προτάττειν τῶν προςταγμάτων, καὶ πέμπεσθαι παρὰ τῆς σῆς ὑπεροχῆς εἰς τὰς ἐπαρχίας, ἐφ’ ᾧ τε πέρατι παραδίδοσθαι· ὅσοι δὲ πρὸς βλάβην τοῦ δημοσίου κατὰ συναρπαγὴν γίνονται, δέχεσθαι μὲν τὴν σὴν ὑπεροχὴν τοὺς τοιούτους θείους τύπους, μὴ πράττειν δὲ τὰ ἐν αὐτοῖς ἐγκείμενα πρὶν ἢ πρότερον εἰς ἡμᾶς ἀνενέγκοι, ἵνα εἴ τι ὡς εἰκὸς πρὸς βλάβην τοῦ δημοσίου γέγονε, τοῦτο ἐπανορθωθῇ. Οἱοςδήποτε τοίνυν θεῖος πραγματικὸς τύπος προφάσει δημοσίων γενόμενος μὴ ἐμφανὴς γένηται τῷ θρόνῳ τῆς σῆς ὑπεροχῆς, τοῦτον ἐν οὐδενὶ χρόνῳ κρατεῖν βουλόμεθα.
D. k. Iun. CP. dn. Iustiniano pp. Aug. ⟨IV⟩ et Paulino vc. coss.