IusCommune
IusCommune › Textos › Novelas

Nov. 151Περὶ τοῦ μὴ παρασταθῆναι ἢ διαχθῆναι βουλευτὴν ἢ ταξεώτην δίχα βασιλικῆς κελεύσεως ἐμφανιζομένης τοῖς ἐπάρχοις.

Abrir no leitor do IusCommune →

1 · Ὁ αὐτὸς βασιλεὺς Ἰωάννῃ τῷ ἐνδοξοτάτῳ ἐπάρχῳ πραιτωρίων.

praefΜήνυσις ἡμῖν ἐστάλη τῆς σῆς ὑπεροχῆς, λέγουσα μὴ χρῆναι ἐκ διαφόρων δικαστηρίων βουλευτὰς ἢ ταξεώτας ἢ πρὸς ταύτην ἄγεσθαι τὴν εὐδαίμονα πόλιν δικασομένους ἢ εἰς ἑτέραν πέμπεσθαι, πολλάκις δὲ καὶ θείας ἡμῶν πορίζεσθαι κελεύσεις τοῦτο βουλομένας καὶ ᾔτεις θείῳ πραγματικῷ τύπῳ τοῦτο κωλυθῆναι, ὥςτε μηδένα ταξεώτην ἢ βουλευτὴν μήτε ἐξ ἑτέρας εἰς ἑτέραν ἄγεσθαι χώραν μήτε εἰς ταύτην ἕλκεσθαι τὴν εὐδαίμονα πόλιν, εἰ δὲ θεῖαι γένωνται συλλαβαὶ περὶ τούτου, ταύτας ἐμφανεῖς γενέσθαι τῷ δικαστηρίῳ τῆς σῆς ὑπεροχῆς καὶ ψήφους ἀκολούθους λαμβάνειν.

1Ἡμεῖς τοίνυν πᾶσαν μὲν ἀγωγὴν καὶ παράστασιν ἀποστρεφόμεθα, εἰ δὲ ἀνάγκη γένοιτο τοιοῦτό τι πραχθῆναι, οὐδενὶ τῶν ἡμετέρων ἀρχόντων πλὴν ἢ τῷ θρόνῳ τῷ σῷ συγχωροῦμεν ταξεώτην ἢ βουλευτὴν εἰς ταύτην ἀγώγιμον ποιεῖν τὴν εὐδαίμονα πόλιν, πλὴν εἰ μὴ θεία κέλευσις ἐπιτρέπουσα τοῦτο ῥητῶς γένοιτο, ἣν προςήκει καὶ τὴν σὴν μανθάνειν ὑπεροχήν, καὶ μὴ παρὰ τὴν σὴν ψῆφον ἀγώγιμον γίνεσθαι αὐτόν, διὰ τὸ λυσιτελὲς τῷ δημοσίῳ, μήποτε ἐντεῦθεν οἱ τὰ δημόσια πράττοντες ἀφελκόμενοι ταύτην λάβοιεν ἀφορμὴν τῆς κατὰ τῶν δημοσίων ἐπηρείας.

epilἩ τοίνυν σὴ ὑπεροχὴ τὰ παραστάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου πραγματικοῦ ἡμῶν δηλούμενα τύπου ἔργῳ καὶ πέρατι παραδοῦναι σπευσάτω.

Dat. XVII ⟨kal....⟩