IusCommune
IusCommune › Textos › Novelas

Nov. 137Περὶ χειροτονίας ἐπισκόπων καὶ κληρικῶν.

Abrir no leitor do IusCommune →

1 · Ἐν ὀνόματι τοῦ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ ἡμῶν Αὐτοκράτωρ Καῖσαρ Φλάβιος Ἰουστινιανὸς Ἀλαμανικὸς Γοτθικὸς Φραγγικὸς Γερμανικὸς ⟨Ἀντικὸς Ἀλανικὸς⟩ Οὐανδαλικὸς Ἀφρικανὸς ⟨εὐσεβὴς⟩ εὐτυχὴς ἔνδοξος ⟨νικητὴς⟩ τροπαιοῦχος ἀεισέβαστος Αὔγουστος Πέτρῳ τῷ λαμπροτάτῳ μαγίστρῳ τῶν θείων ὀφφικίων.

praefΕἰ τοὺς πολιτικοὺς νόμους, ὧν τὴν ἐξουσίαν ἡμῖν ὁ θεὸς κατὰ τὴν αὐτοῦ φιλανθρωπίαν ἐπίστευσε, βεβαίους διὰ πάντων φυλάττεσθαι πρὸς ἀσφάλειαν τῶν ὑπηκόων σπουδάζομεν, πόσῳ μᾶλλον πλείονα σπουδὴν ὀφείλομεν θέσθαι περὶ τὴν τῶν ἱερῶν κανόνων καὶ θείων νόμων παραφυλακὴν τῶν ὑπὲρ τῆς τῶν ἡμετέρων ψυχῶν σωτηρίας ὁρισθέντων; οἱ γὰρ τοὺς ἱεροὺς κανόνας φυλάττοντες τῆς τοῦ δεσπότου θεοῦ βοηθείας ἀξιοῦνται, καὶ οἱ τούτους παραβαίνοντες αὐτοὶ ἑαυτοὺς τῇ κατακρίσει ὑποβάλλουσι. μείζονι δὲ ὑπόκεινται κατακρίσει οἱ ὁσιώτατοι ἐπίσκοποι, οἷς πεπίστευται καὶ ζητεῖν τοὺς κανόνας καὶ φυλάττειν εἴπερ τι τούτων παραβαινόμενον ἀνεκδίκητον καταλειφθείη. τῶν οὖν θείων κανόνων μὴ παραφυλαχθέντων διαφόρους προςελεύσεις ἐδεξάμεθα κατὰ κληρικῶν τε καὶ μοναχῶν, καί τινων ἐπισκόπων ὡς μὴ κατὰ τοὺς θείους κανόνας βιούντων, καὶ ἄλλοι δὲ εὕρηνται μηδὲ αὐτὴν τὴν τῆς ἁγίας προςκομιδῆς ἢ τοῦ ἁγίου βαπτίσματος προςευχὴν ἐπιστάμενοι.

1Τὸ τοῦ θεοῦ τοίνυν ἐννοοῦντες κρίμα τὴν ἐφ’ ἑκάστῳ τῶν προςαγγελθέντων ζήτησίν τε καὶ διόρθωσιν ἐκελεύσαμεν κανονικῶς προελθεῖν. εἰ γὰρ καὶ τὰ παρὰ τῶν λαϊκῶν ἁμαρτανόμενα οἱ γενικοὶ νόμοι οὐ συγχωροῦσι δίχα ζητήσεως καὶ ἐκδικήσεως καταλιμπάνεσθαι, πῶς τὰ παρὰ τῶν ἁγίων ἀποστόλων καὶ πατέρων ὑπὲρ τῆς πάντων τῶν ἀνθρώπων σωτηρίας κανονικῶς διατυπωθέντα περιιδεῖν ἀνασχώμεθα; πολλοὺς δὲ ἐκ τούτου μάλιστα τοῖς ἁμαρτήμασιν εὕρομεν περιπεσόντας, διὰ τὸ μὴ γίνεσθαι τὰς συνόδους τῶν ὁσιωτάτων ἱερέων κατὰ τὰ ὁρισθέντα ὑπὸ τῶν ἁγίων ἀποστόλων καὶ τῶν ἁγίων πατέρων. εἰ γὰρ τοῦτο παρεφυλάχθη, ἕκαστος εὐλαβούμενος τὸν ἐπὶ τῆς συνόδου ἔλεγχον ἐσπούδαζεν ἂν καὶ τὰς θείας ἐκμανθάνειν λειτουργίας καὶ σωφρόνως βιοῦν, ἵνα μὴ τῇ κατακρίσει τῶν θείων κανόνων ὑποβληθείη. κἀκεῖνο δὲ οὐδὲν ἧττόν τισιν ἁμαρτημάτων γέγονε πρόφασις, ὅτι χωρὶς ἐξετάσεως καὶ τῆς ἐπὶ τῇ ὀρθῇ πίστει καὶ σεμνότητι βίου μαρτυρίας χειροτονοῦνται ἐπίσκοποί τε καὶ πρεσβύτεροι καὶ διάκονοι καὶ λοιποὶ κληρικοί. εἰ γὰρ οἱ ἐπιτετραμμένοι εὔχεσθαι ὑπὲρ τοῦ λαοῦ ἀνάξιοι τῆς τοῦ θεοῦ ὑπηρεσίας εὑρεθεῖεν, πῶς ὑπὲρ τῶν τοῦ λαοῦ πλημμελημάτων ἐξιλεοῦσθαι δυνήσονται τὸν θεόν; ὅτι δὲ τὰς χειροτονίας τῶν ἱερέων μετὰ πάσης ἀκριβείας προςήκει γίνεσθαι, διδάσκει ἡμᾶς καὶ ὁ ἐν ἁγίοις Γρηγόριος ὁ θεολόγος, ἑπόμενος τοῖς ἁγίοις ἀποστόλοις καὶ τοῖς θείοις κανόσι. λέγει γὰρ ἐν τῷ Μεγάλῳ Ἀπολογητικῷ οὕτως· τίς δὲ τοῖς τοῦ Παύλου κανόσι καὶ ὅροις ἑαυτὸν παρεκτείνων, οὓς περὶ ἐπισκόπων ἔταξε καὶ πρεσβυτέρων, νηφαλέους, σώφρονας εἶναι, μὴ παροίνους, μὴ πλήκτας, διδακτικούς, ἀνεπιλήπτους ἐν ἅπασι καὶ ἀνεπιβάτους τοῖς πονηροῖς, οὐ πολὺ τὸ διαφεῦγον εὑρήσει τὴν τῶν κανόνων εὐθύτητα. καὶ πάλιν ὁ αὐτὸς λέγει οὕτως· καθαρθῆναι δεῖ πρῶτον, εἶτα καθᾶραι, σοφισθῆναι καὶ οὕτως σοφίσαι, γενέσθαι φῶς καὶ φωτίσαι, ἐγγίσαι θεῷ καὶ προςαγαγεῖν ἄλλους, ἁγιασθῆναι καὶ ἁγιάσαι, χειραγωγῆσαι μετὰ χειρῶν, συμβουλεῦσαι μετὰ συνέσεως. καὶ πάλιν ὁ αὐτὸς ἐν ἁγίοις Γρηγόριος περὶ τῶν αὐτῶν ἐν τῷ αὐτῷ λόγῳ τοῦτο γράφει· τίς ὁ πλάττων, καθάπερ αὐθημερὸν τοὺς πηλίνους, τὸν τῆς ἀληθοῦς λειτουργίας προστάτην, τὸν μετὰ ἀγγέλων στησόμενον καὶ μετὰ ἀρχαγγέλων δοξάσοντα καὶ Χριστῷ συνιερατεύσοντα; καὶ διὰ τούτων μὲν δείκνυσιν ὁ θεολόγος, ὁποίους δεῖ πρὸς τὴν ἱερωσύνην προβάλλεσθαι. περὶ δὲ τῶν ἀναξίως χειροτονουμένων ὁ αὐτὸς τάδε λέγει ἐν τῷ αὐτῷ λόγῳ· οἳ μηδὲν τῇ ἱερωσύνῃ προειςενεγκόντες μηδὲ τοῦ καλοῦ προταλαιπωρήσαντες ὁμοῦ τε μαθηταὶ καὶ διδάσκαλοι τῆς εὐσεβείας ἀναδείκνυνται, καὶ πρὶν καθαρθῆναι καθαίρουσι, χθὲς ἱερόσυλοι καὶ σήμερον ἱερεῖς, χθὲς τῶν ἁγίων ἔξω καὶ μυσταγωγοὶ σήμερον, παλαιοὶ τὴν κακίαν καὶ σχέδιοι τὴν εὐσέβειαν, ὃ ἔργον χάριτος ἀνθρωπίνης, οὐ τῆς τοῦ πνεύματος. ὅτι δὲ οἱ θεῖοι κανόνες κωλύουσι κληρικοὺς εἶναι τοὺς δευτέραν γαμετὴν λαβόντας, καὶ ὁ ἐν ἁγίοις Βασίλειος διδάσκων οὕτως λέγει· τοὺς δευτερογάμους παντελῶς ὁ κανὼν τῆς ὑπηρεσίας ἀπέκλεισε. καὶ ταῦτα μὲν ὁ ἐν ἁγίοις Βασίλειος. τοσοῦτον δὲ οἱ ἅγιοι πατέρες τῆς ἱερωσύνης ἐφρόντισαν, ὅτι οἱ ἐν Νικαίᾳ συνελθόντες κανόνα ἐξέθεντο οὕτως ἔχοντα· ἀπηγόρευσε καθόλου ἡ μεγάλη σύνοδος μήτε ἐπισκόπῳ μήτε πρεσβυτέρῳ μήτε διακόνῳ μήτε ὅλως τῶν ἐν τῷ κλήρῳ τινὶ ἐξεῖναι συνείςακτον ἔχειν, πλὴν εἰ μὴ ἄρα μητέρα ἢ θείαν ἢ ἃ μόνα πρόςωπα ὑποψίαν διαφεύγει.

2Τοῖς οὖν ὑπὸ τῶν θείων κανόνων ὁρισθεῖσιν ἀκολουθοῦντες τὸν παρόντα ποιούμεθα νόμον, δι’ οὗ θεσπίζομεν, ὁσάκις χρεία γένηται ἐπίσκοπον χειροτονηθῆναι, συνιέναι τοὺς κληρικοὺς καὶ τοὺς πρώτους τῆς πόλεως ἧς μέλλει ἐπίσκοπος χειροτονεῖσθαι, καὶ προκειμένων τῶν ἁγίων εὐαγγελίων ἐπὶ τρισὶ προςώποις ψηφίσματα ποιεῖν, καὶ ἕκαστον αὐτῶν ὀμνύναι κατὰ τῶν θείων λογίων, καὶ ἐγγράφειν ἐν αὐτοῖς, ὅτι οὔτε διὰ δόσιν οὔτε διὰ ὑπόσχεσιν ἢ φιλίαν ἢ χάριν ἢ ἄλλην οἱανδήποτε προςπάθειαν, ἀλλ’ εἰδότες αὐτοὺς τῆς ὀρθῆς καὶ καθολικῆς πίστεως καὶ σεμνοῦ βίου καὶ ὑπὲρ τὸ τριακοστὸν ἔτος εἶναι, τούτους ἐπελέξαντο, καὶ ὅτι οὔτε γαμετὴν οὔτε παῖδας ἴσασί τινα ἐξ αὐτῶν ἔχειν ἢ παλλακὴν ἢ παῖδας φυσικοὺς γινώσκουσιν αὐτοὺς ἐσχηκέναι ἢ ἔχειν, ἀλλ’ εἰ καὶ πρότερόν τις ἐξ αὐτῶν γαμετὴν εἶχε, καὶ αὐτὴν μίαν καὶ οὐδὲ χήραν οὐδὲ ἀνδρὸς ἀποζευχθεῖσαν οὐδὲ τοῖς ἱεροῖς κανόσιν [καὶ νόμοις] ἀπηγορευμένην, ἀλλ’ οὐδὲ πολιτευόμενον ἢ ταξεώτην τινὰ τῶν ψηφιζομένων εἶναι γινώσκουσι, πλὴν εἰ μὴ ἐν μοναστηρίῳ οὐχ ἧττον δεκαπέντε ἐνιαυτῶν μοναχικὸν ὁ πολιτευόμενος ἢ ὁ ταξεώτης βίον ἀδιαβλήτως ἐξετέλεσε· δηλαδὴ τῆς ἔμπροσθεν ἡμῖν εἰρημένης παρατηρήσεως καὶ ἐπὶ τούτων τῶν προςώπων ἐν τοῖς γινομένοις περὶ αὐτῶν ψηφίσμασι φυλαττομένης, ἵνα ἐκ τῶν οὕτως ψηφιζομένων τριῶν προςώπων ὁ βελτίων χειροτονηθῇ τῇ ἐπιλογῇ καὶ τῷ κρίματι τοῦ χειροτονοῦντος. ἀπαιτεῖσθαι δὲ πρότερον τὸν μέλλοντα χειροτονεῖσθαι παρὰ τοῦ χειροτονοῦντος λίβελλον μεθ’ ὑπογραφῆς ἰδίας περιέχοντα τὰ περὶ τῆς ὀρθῆς αὐτοῦ πίστεως· ἀπαγγέλλειν δὲ τοῦτον καὶ τὴν θείαν προςκομιδὴν τὴν ἐπὶ τῇ ἁγίᾳ κοινωνίᾳ γινομένην καὶ τὴν ἐπὶ τῷ ἁγίῳ βαπτίσματι εὐχὴν καὶ τὰς λοιπὰς προςευχάς. ὅρκον δὲ ὑπέχειν καὶ αὐτὸν τὸν χειροτονούμενον κατὰ τῶν θείων γραφῶν, ὡς οὔτε δι’ ἑαυτοῦ οὔτε δι’ ἑτέρου προςώπου δέδωκέ τι ἢ ὑπέσχετο οὐδὲ μετὰ ταῦτα δώσει ἢ αὐτῷ τῷ χειροτονοῦντι αὐτὸν ἢ τοῖς τὰ ψηφίσματα εἰς αὐτὸν ποιησαμένοις ἢ ἑτέρῳ τῶν πάντων τινὶ ὑπὲρ τῆς εἰς αὐτὸν γενησομένης χειροτονίας. εἴ τις δὲ παρὰ τὴν μνημονευθεῖσαν παραφυλακὴν ἐπίσκοπος χειροτονηθῇ, κελεύομεν καὶ αὐτὸν πᾶσι τρόποις τῆς ἐπισκοπῆς ἐκβάλλεσθαι καὶ τὸν παρὰ ταῦτα τολμήσαντα χειροτονῆσαι.

3Εἰ δέ τις κατηγορίαν τινὰ ποιήσεται κατὰ τοῦ μέλλοντος χειροτονεῖσθαι ἐπισκόπου ἢ πρεσβυτέρου ἢ διακόνου ἢ ἄλλου κληρικοῦ ἢ καὶ ἡγουμένου ἐφ’ οἱᾳδήποτε αἰτίᾳ, ἀναβαλλέσθω ἡ τοιαύτη χειροτονία, καὶ γινέσθω πρότερον ἐξέτασις τῆς κατηγορίας, παρόντος καὶ τοῦ κατηγόρου καὶ ἐπεξιόντος τοῖς παρ’ αὐτοῦ προςαγγελθεῖσιν. εἰ δὲ καὶ ἀπολιμπάνοιτο ἢ ἀναβάλλοιτο ὁ κατήγορος, καὶ οὕτως ὁ τὴν χειροτονίαν μέλλων ποιεῖσθαι ζήτησιν ἀκριβεστάτην ποιείσθω μηνῶν εἴσω τριῶν. καὶ εἰ μὲν ὑπεύθυνον εὕροι τὸν τὴν κατηγορίαν ὑπομείναντα εἴτε κατὰ τοὺς θείους κανόνας εἴτε κατὰ τοὺς ἡμετέρους νόμους, κωλυέσθω ἡ χειροτονία· εἰ δὲ ἀνεύθυνος φανείη εἴτε παρόντος τοῦ κατηγόρου ἢ καὶ ἀπόντος, γινέσθω ἡ χειροτονία. ὁ δὲ κατήγορος, εἴτε παρὼν μὴ ἀποδείξει εἴτε ἀποφύγοι, εἰ μὲν κληρικὸς εἴη, ἐξωθείσθω τοῦ οἰκείου βαθμοῦ, εἰ δὲ λαϊκὸς εἴη, τὸν προςήκοντα σωφρονισμὸν ὑπομενέτω. εἰ δέ τις πρὸ ἐξετάσεως τὸν κατηγορηθέντα χειροτονήσει, ὅ τε χειροτονήσας καὶ ὁ χειροτονηθεὶς τῆς ἱερωσύνης ἐξωθείσθω.

4Ἐπειδὴ δὲ τὸ τοῖς κανόσιν εἰρημένον περὶ τῶν συνόδων τῶν ὁσιωτάτων ἐπισκόπων τῶν ὀφειλουσῶν καθ’ ἑκάστην ἐπαρχίαν γίνεσθαι μέχρι τοῦ νῦν ..... μὴ παραφυλαχθὲν τῶν ἀναγκαιοτάτων ἐστὶν ἐπανορθῶσαι. οἱ μὲν οὖν ἅγιοι ἀπόστολοι καὶ οἱ πατέρες ὥρισαν δεύτερον ἔτους ἑκάστου γίνεσθαι συνόδους τῶν ὁσιωτάτων ἱερέων ἤτοι ἐπισκόπων ἐν ἑκάστῃ ἐπαρχίᾳ, καὶ τὰ ἀναφυόμενα ἐξετάζεσθαι, καὶ τῆς προςηκούσης ἀξιοῦσθαι διορθώσεως, τουτέστι μίαν μὲν τῇ τετάρτῃ ἑβδομάδι τῆς ἁγίας πεντηκοστῆς, τὴν δὲ ἄλλην κατὰ τὸν Ὀκτώβριον μῆνα ἡμεῖς δὲ εὑρόντες, ὡς ἐκ τῆς τοιαύτης ἀμελείας πολλοὶ διαφόροις ἁμαρτήμασι περιεβλήθησαν, κελεύομεν πᾶσι τρόποις μίαν σύνοδον γίνεσθαι καθ’ ἕκαστον ἔτος ἐν ἑκάστῃ ἐπαρχίᾳ ἢ τῷ Ἰουνίῳ ἢ τῷ Σεπτεμβρίῳ μηνί, καὶ συνιέναι παρὰ μὲν τοῖς μακαριωτάτοις πατριάρχαις ἐκείνους τοὺς παρ’ αὐτῶν μὲν χειροτονουμένους μὴ ἔχοντας δὲ δίκαιον ἄλλους ἐπισκόπους χειροτονεῖν, παρὰ δὲ τοῖς ὁσιωτάτοις μητροπολίταις ἑκάστης ἐπαρχίας τοὺς ὑπ’ αὐτῶν χειροτονουμένους, ἐφ’ ᾧ τὰς κινουμένας αἰτίας ἢ τὰ παρά τινων προςαγγελλόμενα ἢ προφάσει πίστεως ἢ κανονικῶν ζητήσεων ἢ διοικήσεως ἐκκλησιαστικῶν πραγμάτων ἢ περὶ ἐπισκόπων ἢ πρεσβυτέρων ἢ διακόνων ἢ ἄλλων κληρικῶν ἢ περὶ ἡγουμένων ἢ μοναχῶν, ἢ περὶ κατεγνωσμένου βίου ἢ καὶ ἄλλων τινῶν δεομένων ἐπανορθώσεως κινεῖσθαί τε καὶ προςηκόντως ἐξετάζεσθαι, καὶ τὴν ἐπ’ αὐτοῖς διόρθωσιν προϊέναι τοῖς θείοις κανόσι καὶ τοῖς ἡμετέροις νόμοις συμβαίνουσαν.

5 pr.Μὴ μόνον δὲ ἐν ταῖς καθ’ ἕκαστον ἔτος γενησομέναις συνόδοις ταῦτα ζητεῖσθαι, ἀλλὰ καὶ ὁσάκις ἄν τινες κατηγορηθεῖεν τῶν ἱερέων ἢ κληρικῶν ἢ ἡγουμένων ἢ μοναχῶν ἢ περὶ πίστεως ἢ περὶ αἰσχροῦ βίου ἢ ὡς παρὰ τοὺς θείους κανόνας τι διαπραττόμενοι. καὶ εἰ μὲν ἐπίσκοπος εἴη ὁ κατηγορούμενος, τὸν τούτου μητροπολίτην ἐξετάζειν τὰ λεγόμενα, εἰ δὲ μητροπολίτης εἴη, τὸν μακαριώτατον ἀρχιεπίσκοπον ὑφ’ ὃν τελεῖ, εἰ δὲ πρεσβύτερος ἢ διάκονος ἢ ἄλλος κληρικὸς ἢ ἡγούμενος ἢ μοναχός, τὸν ὁσιώτατον ἐπίσκοπον ὑφ’ ὃν οὗτοι τελοῦσιν ἐξετάζειν τὰ προςαγγελλόμενα, καὶ τῆς ἀληθείας ἀποδεικνυμένης ἕκαστον πρὸς τὸ πταῖσμα κανονικοῖς ἐπιτιμίοις ὑποβάλλεσθαι τῷ κρίματι τοῦ ἐξετάζοντος.

5 1Ταῦτα δὲ πάντα κρατεῖν μὴ μόνον ἐπὶ τῶν μετὰ ταῦτα χειροτονουμένων ἐπισκόπων τε καὶ κληρικῶν καὶ ἡγουμένων, ἀλλὰ καὶ ἐπὶ τῶν νῦν ὄντων καὶ ὑπό τινων ὡς εἰκὸς ἐπί τισιν αἰτίαις ἀπηγορευμέναις τοῖς θείοις κανόσι καὶ τοῖς ἡμετέροις νόμοις κατηγορουμένων. τούτων γὰρ οὕτω φυλαττομένων καὶ οἱ λαϊκοὶ πολλῆς ἐντεῦθεν περί τε τὴν ὀρθὴν πίστιν καὶ τὸν σεμνὸν βίον προκοπῆς τε καὶ ἐπανορθώσεως ἀξιωθήσονται.

6 pr.Πρὸς τούτοις κελεύομεν πάντας ἐπισκόπους τε καὶ πρεσβυτέρους μὴ κατὰ τὸ σεσιωπημένον, ἀλλὰ μετὰ φωνῆς τῷ πιστοτάτῳ λαῷ ἐξακουομένης τὴν θείαν προςκομιδὴν καὶ τὴν ἐπὶ τῷ ἁγίῳ βαπτίσματι προςευχὴν ποιεῖσθαι, πρὸς τὸ κἀντεῦθεν τὰς τῶν ἀκουόντων ψυχὰς εἰς πλείονα κατάνυξιν καὶ τὴν πρὸς τὸν δεσπότην θεὸν διανίστασθαι δοξολογίαν. οὕτως γὰρ καὶ ὁ θεῖος ἀπόστολος διδάσκει, λέγων ἐν τῇ πρὸς Κορινθίους πρώτῃ ἐπιστολῇ· ἐπεὶ ἐὰν εὐλογήσῃς τῷ πνεύματι, ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου πῶς ἐρεῖ τὸ ἀμὴν τῷ θεῷ ἐπὶ τῇ σῇ εὐχαριστίᾳ; ἐπειδὴ τί λέγεις οὐκ οἶδε. σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς, ἀλλ’ ὁ ἕτερος οὐκ οἰκοδομεῖται. καὶ πάλιν ἐν τῇ πρὸς Ῥωμαίους οὕτως λέγει· καρδίᾳ μὲν γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν. διὰ ταῦτα τοίνυν προςήκει τὴν ἐπὶ τῇ ἁγίᾳ προςκομιδῇ καὶ τὰς ἄλλας προςευχὰς μετὰ φωνῆς παρὰ τῶν ὁσιωτάτων ἐπισκόπων τε καὶ πρεσβυτέρων προςφέρεσθαι τῷ κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ τῷ θεῷ ἡμῶν σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι, γινωσκόντων τῶν ὁσιωτάτων ἱερέων, ὡς εἴπερ τι τούτων παρίδοιεν, καὶ τῇ φοβερᾷ κρίσει τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἀπολογήσονται καὶ οὐδὲ ἡμεῖς ταῦτα γινώσκοντες ἐφησυχάσομεν ἢ ἀνεκδίκητα καταλείπομεν.

6 1Κελεύομεν δὲ καὶ τοὺς τῶν ἐπαρχιῶν ἄρχοντας, εἴπερ ἀμελούμενόν τι τῶν παρ’ ἡμῶν νομοθετηθέντων ἴδοιεν, πρῶτον μὲν κατεπείγειν τοὺς μητροπολίτας καὶ τοὺς ἄλλους ἐπισκόπους τὰς εἰρημένας συνόδους ποιεῖσθαι καὶ πάντα πληροῦν ὅσα περὶ τῶν συνόδων διὰ τοῦ παρόντος παρεκελευσάμεθα νόμου; εἰ δὲ ἀναβαλλομένους αὐτοὺς ἴδοιεν, τηνικαῦτα μηνύειν ἡμῖν πρὸς τὸ ἐξ ἡμῶν τὴν προςήκουσαν διόρθωσιν προϊέναι κατὰ τῶν ὑπερτιθεμένων τὰς συνόδους ποιεῖν. ἐπισταμένων αὐτῶν τε τῶν ἀρχόντων καὶ τῶν πειθομένων αὐτοῖς τάξεων, ὡς εἴπερ μὴ ταῦτα παραφυλάξουσιν, ἐσχάταις ὑποβληθήσονται τιμωρίαις.

6 2Βεβαιοῦμεν δὲ καὶ διὰ τοῦ παρόντος νόμου ἅπαντα τὰ παρ’ ἡμῶν ἐν διαφόροις διατάξεσι νενομοθετημένα περί τε ἐπισκόπων καὶ πρεσβυτέρων καὶ λοιπῶν κληρικῶν καὶ πρός γε ξενοδόχων καὶ πτωχοτρόφων καὶ ὀρφανοτρόφων καὶ τῶν λοιπῶν ὅσοι εὐαγῶν οἴκων προΐστανται.

epilΤὰ τοίνυν παραστάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου δηλούμενα νόμου ἡ σὴ ἐνδοξότης διὰ προθεμάτων κατὰ τοὺς συνήθεις τόπους τῆς βασιλίδος πόλεως προτιθεμένων εἰς γνῶσιν πάντων ἀγαγεῖν σπουδασάτω καὶ καταφανῆ ποιῆσαι τοῖς τῶν ἐπαρχιῶν ἡγουμένοις.

Dat. VII k. Apr. CP. imp. dn. Iustiniani pp. Aug. anno XXXVIII post cons. Basilii vc. anno XXIIII