IusCommune
IusCommune › Textos › Novelas

Nov. 136Περὶ ἀργυροπρατικῶν συναλλαγμάτων.

Abrir no leitor do IusCommune →

1 · ⟨Ὁ αὐτὸς βασιλεὺς Στρατηγίῳ, κόμητι λαργιτιόνων.⟩

praefΟἱ ἐκ τοῦ συστήματος τῶν ἀργυροπρατῶν τῆς εὐδαίμονος ταύτης πόλεως ἱκέται γεγονότες τοῦ ἡμετέρου κράτους περὶ πολλῶν ἡμᾶς ᾔτησαν κεφαλαίων βοηθείας αἰτοῦντες τυχεῖν, οἷα καὶ αὐτοὶ πολλοῖς ἑαυτοὺς παρεχόμενοι χρησίμους, ἐξ ὧν ἀντιφωνήσεις καὶ δανείσματα ὑπέρχονται παντὸς κινδύνου μεστά. θείας γὰρ ἡμῶν οὔσης διατάξεως τῆς βουλομένης κατὰ τάξιν γίνεσθαι τὰς ἀπαιτήσεις, καὶ πρῶτον μὲν τοὺς ὑπευθύνους εὐθύνεσθαι καὶ τὰ αὐτῶν πράγματα, ὕστερον δὲ ἐγγυητὰς καὶ μανδάτωρας καὶ ἀντιφωνητάς, ἐξῃρῆσθαι δὲ ταύτης τῆς νομοθεσίας τὸ κατ’ αὐτοὺς σύστημα καὶ πάσχειν τὰ πάντων δεινότατα, εἰ μέλλοιεν αὐτοὶ μὲν μὴ δύνασθαι χρῆσθαι τῇ τῆς διατάξεως βοηθείᾳ, ἀλλ’ εὐθὺς ἀπαιτεῖσθαι, εἰ δὲ ἀντιφωνήσεις παρ’ ἑτέρων λάβοιεν, μὴ ποιεῖν αὐτοῖς τὸ ἱκανὸν τοὺς ἀντιφωνήσαντας ἢ τοὺς τούτων μανδάτωρας ἢ ἐγγυητάς, καὶ προςήκειν καὶ αὐτοῖς ἢ μετεῖναι τῶν κοινῶν νόμων ἢ μηδὲ αὐτοῖς ἀντικεῖσθαι τὴν ἡμετέραν διάταξιν.

1Θεσπίζομεν τοίνυν, ἡνίκα τινὲς τῶν ἀργύρου τραπέζης προεστώτων δανείσειάν τινι, καὶ ἢ ἀντιφώνησιν λάβοιεν ἢ ἐγγυητὰς ἢ μανδάτωρας, ἀντιτίθοιτο δὲ αὐτοῖς ἡ διάταξις καὶ ἡ ἐξ ἐκείνης εἰςαγομένη τάξις, τότε κρατεῖν καὶ ἐπ’ αὐτῶν τὴν διάταξιν, εἰ μὴ σύμφωνον ἰδικὸν ποιήσαιντο, ὥςτε ἄδειαν εἶναι τῷ δανείσαντι χωρεῖν καὶ κατὰ τοῦ πρωτοτύπου καὶ ⟨κατὰ τοῦ⟩ μανδάτωρος καὶ τοῦ ἐγγυητοῦ, μὴ ἀναμένοντι τοὺς τῆς διατάξεως βαθμούς. διὰ γὰρ τὴν τῶν ἀργυροπρατῶν περὶ τὰ κοινὰ συμβόλαια σπουδὴν τὰ τοιαῦτα προςιέμεθα σύμφωνα, οὐ δοκοῦντα παρὰ τὸν νόμον εἶναι, διότι ἔξεστιν ἑκάστῳ τῶν δεδομένων αὐτῷ παρὰ τοῦ νόμου καταφρονεῖν. ἀλλ’ εἴ τι γένοιτο τοιοῦτο σύμφωνον, ἐξέστω αὐτοῖς καὶ κατὰ πρώτου τοῦ μανδάτωρος καὶ κατὰ τοῦ ἐγγυητοῦ καὶ κατὰ τῶν ἄλλων προςώπων χωρεῖν· ὥςτε εἰ μὲν μὴ γέγραπται σύμφωνον, πάντως κρατεῖν καὶ ἐπ’ αὐτοῖς τὴν διάταξιν, εἰ δὲ γέγραπται τὸ σύμφωνον, εἶναι τὸ κανονίζον τὸ συνάλλαγμα κἀκεῖθεν τὰς εἰςπράξεις ἐπάγεσθαι.

2Δεύτερον δὲ αὐτοῖς κεφάλαιον ἦν τὸ τῆς ἄλλης ἐξαιρέσεως, ἣν πρώην ἐποιήσαμεν, ἡνίκα τις προεστὼς ἀργύρου τραπέζης στρατεύοιτο ἢ τοὺς οἰκείους παῖδας στρατεύσειεν, ὥςτε μὴ δύνασθαι ἀποχρῆσθαι τοὺς στρατευομένους αὐτῶν παῖδας, ὡς μὴ ἐκ πατρῴων στρατευσαμένους χρημάτων ἢ ἑτέρωθεν αὐτοῖς πεπορισμένων, ἀλλ’ ἐκ τῶν δανεισάντων. καὶ ᾔτησαν καὶ αὐτοὶ ἢ μηδὲ ἐπ’ αὐτοῖς χώραν ἔχειν τὴν τοιαύτην πρόληψιν ἢ καὶ αὐτοῖς τὰ αὐτὰ ὑπάρξαι, ὥςτε εἴ τις δανεισάμενος παρ’ αὐτῶν στρατεύοιτο ἢ καὶ οἱ αὐτοῦ παῖδες, καὶ μὴ δυνηθείη ἑτέρωθεν λῦσαι τὸ ὄφλημα, καὶ ἐκ διαπράσεως τῆς αὐτοῦ ἢ τῆς τῶν παίδων στρατείας τὸ ἱκανὸν αὐτοῖς γίνεσθαι. ἡμεῖς τοίνυν οὔτε ἁπλῶς τὸν νόμον τεθείκαμεν, ἀλλὰ μετὰ τῆς προςηκούσης παρατηρήσεως, οὔτε ἀνατρέπειν αὐτὸν ῥᾳδίως ὑπομένομεν, ἀλλὰ θεσπίζομεν, κρατούσης τῆς θείας διατάξεως καὶ τῆς προλήψεως ταύτης τῆς κατ’ αὐτῶν φερομένης κατὰ τὴν θείαν διάταξιν οὐκ ἀνῃρημένης, διότι δοκοῦσι πολλοῖς συμβάλλοντες οὐκ ἐξ οἰκείων ἅπαντα πράττειν χρημάτων, ἔχειν καὶ αὐτοὺς τὴν αὐτὴν προνομίαν, ὥςτε εἴ τις στρατεύοιτο ἢ οἱ αὐτοῦ παῖδες, τὴν μὲν αὐτοῦ στρατείαν ὑποκεῖσθαι πάντως, εἴ γε τῶν πιπρασκομένων εἴη, ὁμοίως δὲ δὴ καὶ τὴν τῶν παίδων, πλὴν εἰ μὴ δειχθείη καὶ προφανέστατα παρ’ αὐτῶν, ὡς ἢ ἐκ μητρῴας τῶν παίδων οὐσίας ἢ ἐκ βασιλικῆς φιλοτιμίας ἡ στρατεία περιγέγονεν αὐτοῖς. εἰ γὰρ οὐκ ἔχοιεν λύσιν ἑτέραν τοῦ ὀφλήματος, τηνικαῦτα ἐκ τῆς στρατείας τῶν παίδων τὸ ἱκανὸν γίνεσθαι τοῖς ἀργύρου προεστῶσι τραπέζης. ἐφ’ ὧν δὴ τοῦτον τίθεμεν τὸν νόμον ἀντιτιθέντες τοῦτο τῇ παρὰ τῆς διατάξεως προλήψει· καὶ ὥςπερ ἐκείνη τὴν εἰρημένην πρόληψιν κατ’ αὐτῶν ἐποιήσατο, οὕτω καὶ ἡμεῖς τὴν ἀντίθετον αὐτῆς θεραπείαν διδόντες μόνοις τοῖς τοῦ εἰρημένου συστήματος φιλοτιμούμεθα διὰ τὸ κοινὸν τῆς αὐτῶν λυσιτελείας, ἣν παρέχονται τοῖς συναλλάγμασι, πολλοῖς ὁμιλοῦντες κινδύνοις ἵνα τὰς ἑτέρων θεραπεύσαιεν χρείας.

3Κἀκεῖνο μέντοι οὐκ ἄπο τρόπου λέγειν ἔδοξαν, ὡς εἰ δανείσειάν τινι ἢ καὶ φθάσαντες ἐδάνεισαν εἰς ἀγορασίαν πραγμάτων τινῶν κινητῶν ἢ ἀκινήτων, καὶ ῥητὸν χρυσίον δοῖεν, καὶ ἐκ τῶν δανεισθέντων χρημάτων κτηθείη τὸ πρᾶγμα, πάντων αὐτοὺς ἐπὶ τῷ αὐτῷ πράγματι κυριώτερα ἔχειν δίκαια, καὶ μὴ πειρᾶσθαι μηδεμιᾶς διαστροφῆς, ἀλλ’ εἴπερ ἀποδείξαιεν ὅλως ἐκ τῶν χρημάτων αὐτῶν τοῦτο κτηθὲν καὶ μὴ δύναιντο τὸ ἱκανὸν διὰ χρημάτων ποιῆσαι αὐτοῖς οἱ δανεισάμενοι, αὐτὸ τὸ πρᾶγμα τὸ ἐκ τῶν χρημάτων αὐτῶν ὠνηθὲν προςκυροῦσθαι αὐτοῖς, ὡςανεὶ ταῖς μὲν ἀληθείαις παρ’ αὐτῶν ἀγορασθέν, ψιλῆς δὲ προςηγορίας ἐντεθείσης τῆς τοῦ ἐωνημένου. οὐδὲ γὰρ δίκαιόν ἐστι τοὺς τὰ οἰκεῖα χρήματα προϊεμένους μὴ καὶ πρώτην καὶ ἀναμφιςβήτητον τάξιν ἐπὶ τοῖς ὠνηθεῖσι πράγμασιν ἔχειν, μόνον εἴπερ ὑποθήκης γένοιτο ἐν τοῖς ἐγγράφοις συναλλάγμασι μνήμη. τοῦτο γὰρ εἰ παραφυλάξαιεν, ἅπαν ἔχουσιν ὅσον ἡμᾶς ᾔτησαν, μᾶλλον δὲ ἔτι μεῖζον καὶ τῶν αἰτηθέντων, εἴ γε τιμιώτερα δίδομεν αὐτοῖς ἁπάντων δίκαια ἐπὶ τοῖς πράγμασι τοῖς δεικνυμένοις ἐκ τῶν χρημάτων αὐτῶν ἐωνῆσθαι. εἰ μέντοι ἄγραφον γέγονεν ἢ γένοιτο τὸ συνάλλαγμα, καὶ αὐτοὶ δοῖεν τὰ χρήματα ἢ εἴδη τινὰ (ὅπερ μάλιστα εἴωθεν ἐπὶ τῶν προεστώτων τραπέζης ἀργύρου γίνεσθαι, κόσμου πολλάκις ἢ ἀργύρου ἐπὶ τῶν τοιούτων διδομένου ἢ καὶ πιπρασκομένου), μὴ μέντοι τὸ τίμημα λάβοιεν, τηνικαῦτα ἐξεῖναι αὐτοῖς ὡς οἰκεῖα ταῦτα ἐκδικεῖν, κἂν ὑποθήκας οὐκ ἔχοιεν. οὐ γὰρ ἐκεῖνοι κτήσονται τὰ ἀλλότρια, χρυσίον μὲν οὐ καταβάλλοντες, τὰ παρ’ ἑτέρων δὲ αὐτοῖς δεδομένα κατέχοντες μάτην, ἀλλ’ εἴτε κληρονομοῖντο, οἱ αὐτῶν κληρονόμοι ἢ ἀποδώσουσι τὰ ὑπὲρ αὐτῶν ἢ αὐτὰ τὰ δεδομένα, ἢ κἂν εἰ μὴ κληρονομηθεῖεν, ἐξέσται αὐτοῖς ταῦτα ἐκδικεῖν, μηδεμιᾶς ὑποθήκης κατ’ αὐτῶν ἐπὶ τοῖς αὐτῶν πράγμασι παρ’ ἄλλων προςγινομένης κρατούσης.

4Ἐπειδὴ δὲ νόμον ἐθέμεθα, μὴ περαιτέρω τοὺς ἀργύρου τραπέζης προεστῶτας διμοιραίου τόκου δανείζειν, ἐδίδαξαν δέ, ὅτι καὶ ἀγράφως δανείζουσιν, ἀγνωμονοῦνται δὲ περὶ τὸν τόκον ὡς μὴ ἐγγράφου γενομένου τοῦ δανείσματος μηδὲ ἐπερωτήσεως παρεντεθείσης (τοῦτο δὴ τὸ δημῶδες τὸ μὴ προςήκειν ἀνεπερώτητον τρέχειν τόκον, καίτοιγε πολλῶν ὄντων θεμάτων ἐφ’ ὧν καὶ ἀνεπερώτητοι τόκοι καὶ ἐκ συμφώνου μόνου τίκτονται, ἔστι δὲ ὅτε οὐδὲ ἐκ συμφώνων, ἀλλ’ αὐτομάτως εἰςαγόμενοι ὅμως ἀπαιτοῦνται), διὰ τοῦτο θεσπίζομεν, μὴ μόνον τὸν ἐξ ἐπερωτήσεως αὐτοῖς δίδοσθαι τόκον, ἀλλὰ καὶ τὸν ἐξ ἀγράφων τοιοῦτον ὁποῖον ὁ νόμος αὐτοῖς δίδωσιν ἐπερωτᾶν, τουτέστι τὸν ἐκ διμοίρου τῆς ἑκατοστῆς. τοὺς γὰρ πᾶσι σχεδὸν τοῖς δεομένοις ἑτοίμους ὄντας βοηθεῖν οὐκ ἂν εἴη δίκαιον ὑπὸ τοιαύτης ἀδικεῖσθαι λεπτότητος.

5 pr.Καὶ τοῦτο δὲ ἡμᾶς ἐδίδαξαν, ὥς τινες συναλλάττοντες πρὸς αὐτοὺς γραμματεῖα καὶ λογοθέσια ποιοῦνται, καὶ τὰ μὲν ἐπ’ ἀγορᾶς τίθενται, τὰ δὲ αὐτοὶ συγγράφουσι τῇ οἰκείᾳ χειρί, τισὶ δὲ ὑπογράφουσιν ἑτέρων ταῦτα καταγραψάντων, καὶ ᾔτησαν, ὥςτε εἴ τι τοιοῦτο γράψαιεν οἱ πρὸς αὐτοὺς συναλλάττοντες, ἐνέχεσθαι αὐτοὺς καὶ τὸ ἱκανὸν αὐτοῖς παρ’ αὐτῶν γίνεσθαι, καὶ μὴ ἀποκεχρῆσθαι καὶ λέγειν, ὡς τὰ μὲν συμβόλαια ἢ τὰς ὁμολογίας ἢ τὰ λογοθέσια ἅπαντα συνέγραψαν τῇ αὑτῶν χειρὶ ἢ ἑτέρων γραψάντων τούτοις ὑπεσημήναντο, οὐ μὴν τὸ περιεχόμενον αὐτοῖς χρυσίον δέδοται, ὥςτε ἐντεῦθεν ὑποθήκας ἔχειν καὶ τόκον, κἂν εἰ μὴ γέγραπται, διμοιραῖον λαμβάνειν. ἡμεῖς τοίνυν, ἐπειδὴ τὰ τοιαῦτα κοινὰ καθέστηκε καὶ πολλῆς τῆς ἐπισκέψεως δεόμενα, μετὰ τοῦ προςήκοντος ἀποκρινόμεθα πρὸς ταῦτα. εἰ μὲν γάρ τις συμβόλαιον ἀγοραῖον ποιήσειε καὶ ὅλον οἰκείᾳ γράψειε χειρί, ἢ καὶ ὑπογράψειεν ἐν τοῖς παρ’ ἑτέρων γραφεῖσιν ἢ γραμματείοις ἢ λογοθεσίοις, ἐνέχεσθαι αὐτὸν καὶ κληρονόμους αὐτοῦ πᾶσι προςήκειν θεσπίζομεν τρόποις, δηλαδὴ ταῖς περσοναλίαις. οὐ γὰρ ἂν προχείρως δοίημεν ὑποθήκην τοῖς τοῦτο μὴ συμφωνήσασι, πλὴν εἰ μὴ δειχθείη ἐν τοῖς γράμμασιν ὅλως ὑπαρχόντων μνήμη γενομένη, ⟨καὶ⟩ ἢ ὑπόθοιντο τὰ ἑαυτῶν ἢ τοῦτο γοῦν τὸ ἁπλοῦν προςθεῖεν κινδύνῳ τῶν ὑπαρχόντων αὐτοῖς, ἢ ὅλως τι φθέγξονται ἢ γράψαιεν τοιοῦτον ὁποῖον εἰς ὑποθήκης ἔννοιαν φέρει. τότε γὰρ καὶ τὴν ὑποθήκην αὐτοῖς παρέχομεν, ὡς μήτε τὴν καθόλου φύσιν τῶν νόμων τῶν ἡμετέρων συνταράξαι μήτε αὐτοὺς ἀποστερῆσαι τῆς δυνατῆς βοηθείας.

5 1Τόκον δέ, εἰ μὲν ῥητὸν συμφωνήσαιεν, τὸν συμπεφωνημένον εἶναι. εἰ δὲ τοῦτο μόνον γέγραπται, ὡς ἐπὶ τόκῳ τὸ δάνεισμα συνέστη, μὴ δύνασθαι τοὺς συμβάλλοντας λέγειν, ὡς ἐπειδὴ οὐχ ὥρισται τόκος, διὰ τοῦτο ἄτοκόν ἐστι τὸ χρυσίον, ἀλλὰ κατὰ πρόληψιν ὡς τοῦ διμοιραίου τόκου ῥητῶς ὀνομασθέντος οὕτως τὴν εἴςπραξιν γίνεσθαι. καὶ τοῦτο μὲν τοῦ λοιποῦ παραφυλάττεσθαι. ἐπὶ δὲ τοῖς ἤδη γενομένοις λογοθεσίοις, εἰ καὶ μνήμη ⟨μὴ⟩ γέγονε τόκου (ἐπειδὴ πρόδηλόν ἐστιν ἐπὶ παντὸς ἀργύρου τραπέζης προεστῶτος ⟨τὸ⟩ ἐπὶ τόκοις συμβάλλειν, καὶ αὐτὸς τόκους τελῶν οὐκ ἂν δύναιτο τόκου χωρὶς δαπάνην διδόναι), ἐξεῖναι τὸν τόκον αὐτοῖς τὸν διμοιραῖον ἀπαιτεῖν, τοῦ μέντοι λοιποῦ ταῦτα παρατηρουμένοις ἅπερ ὁ παρὼν θεῖος νόμος δίδωσιν αὐτοῖς.

6Εἰς ἐκεῖνο μέντοι καὶ σφόδρα αὐτοῖς βοηθοῦμεν, ὥςτε εἰ λογοθέσια προφέροιτο ἔχοντα ῥητῶς ἑκάστην αἰτίαν ἐγγεγραμμένην εἰς ἣν δέδοται τὸ χρυσίον, ὁ δὲ ὑπογράψειεν ἐν τοῖς αὐτοῖς λογοθεσίοις, εἰ καὶ ἑκάστην αὐτὸς οἰκείᾳ χειρὶ τὴν αἰτίαν οὐ γράψειεν, ἢ καὶ ὁμολογίαν τινὰ ὑπὲρ τούτου ποιήσαιτο εἴτε ἐν δανείσματος σχήματι εἴτε ἐν διαλύσεως εἴτε καὶ ἄλλως, μηκέτι δύνασθαι τὸν τοῦτο πράξαντα τῶν κατὰ μέρος αἰτιῶν ἀπαιτεῖν τὰς ἀποδείξεις, πλὴν εἰ μὴ κατὰ περιουσίαν ὅρκον ἐπαγαγεῖν βούλοιτο ἢ αὐτῷ ἢ κληρονόμοις τοῦ δανείσαντος. τοῦτο γὰρ μόνον αὐτῷ παρέχομεν, εἴσω μέντοι τῶν τῇ ἀναργυρίᾳ παρεχομένων χρόνων. εἰ γὰρ καὶ αὐτὸς φθάσει παρελθεῖν ὁ χρόνος, οὐδὲ ὅρκῳ βαρύνομεν αὐτούς· τοῦτο ὅπερ καὶ ἐν τοῖς καθόλου νόμοις ἐγράψαμεν. καίτοιγε οὐδὲ τοῦτο ἐχρῆν· τὸν γὰρ οἰκείᾳ χειρὶ γράψαντα ἢ καὶ δόντα λογοθέσιον ποῦ δίκαιον ἦν οὕτως ἐκμελῆ καθεστάναι καὶ νομίζειν, ὡς τὰ μὴ δεδομένα γράφειν.

epilΤὰ τοίνυν παραστάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου πραγματικοῦ δηλούμενα νόμου ἥ τε σὴ ἐνδοξότης καὶ πᾶς ἕτερος τῆς ἡμετέρας πολιτείας ἄρχων ἀκέραια φυλάττειν εἰς τὸ διηνεκὲς σπευσάτω, ποινῆς librarum auri decem ἐπικειμένης κατὰ τῶν ταῦτα παραβαινόντων ἢ παραβαίνεσθαι συγχωρούντων.

D. k. Apr. CP. Belisario vc. cons.