Nov. 135Περὶ τοῦ μὴ ἀναγκάζεσθαι τινὰς ἐκστασίῳ χρήσασθαι.
Abrir no leitor do IusCommune →1
praefὍσα τὸ θεῖον ἐξευμενίζεσθαι ὑφ’ ἡμῶν προτρέπεται, ταῦτα ἐπὶ τοῖς ὑπηκόοις αὐξάνεσθαί τε καὶ διαλάμπειν ἀγωνιζόμεθα. Ζωσάριός τις ἐκ τῆς Μυσῶν ἐπαρχίας καθεστὼς σὺν δάκρυσι δεηθεὶς ἡμῶν ἐδίδαξεν, ὡς ἐπὶ χρήμασι δημοσίοις τε καὶ ἰδιωτικοῖς μεθοδείαν ὑπομένων ὑπὸ τοῦ τῆς χώρας λαμπροτάτου ἄρχοντος ἐπὶ ὕβρει καὶ μόνῃ (οὐ γὰρ ἐπὶ τῶν χρημάτων πέπονθε περσεκουτίονος ἐπιδίδοσθαι λιβέλλους τῶν οἰκείων πραγμάτων αὐτοῦ)· ὅπερ ἀδικώτατον καὶ τῶν ἐν κεφαλαίοις λυπηρῶν καθέστηκε. ποῦ γὰρ δίκαιον, τὸν ἅπαξ ἐκ τοῦ συμβεβηκότος καὶ οὐ ῥᾳθυμίᾳ παραδεδομένον ἐκτὸς τῶν αὑτοῦ γεγονότα αὖθις ἀσχήμονα τὸν βίον ἑαυτῷ περιτιθέναι, καὶ τῆς ἐφημέρου τροφῆς ὡς εἰκὸς τῆς τε τοῦ σώματος σκέπης ἔξω βιαίως καταστῆναι;
1Ταῦτα μαθόντες καὶ τῷ κρείττονι τὸ χεῖρον διορθώσασθαι πρὸς θεραπείαν τοῦ τε ἀγαθοῦ τῶν ἁπάντων θεοῦ καὶ τοῦ μή τι θλιβερὸν ἐπὶ ἡμῶν πολιτεύεσθαι προθυμηθέντες θεσπίζομεν, μηδενὶ ἐξεῖναι τῶν ἐνδοξοτάτων ἢ μεγαλοπρεπεστάτων ἀρχόντων ἐκστασίου πράγματος χάριν ἀνάγκην ἐπάγειν τινὶ τῶν τὰς εὐθύνας ἐπὶ ταῖς εἰρημέναις χρείαις (ἐπὶ χρήμασι τυχὸν δημοσίοις ἢ ἰδιωτικοῖς) ὑπομενόντων, ἢ τοιουτοτρόποις αἰκισμῶν κεχρῆσθαι προφάσεσιν, ὡς ἂν αὐτοὺς τῆς τοῦ σώματος φειδομένους τιμωρίας αἱρεῖσθαι μᾶλλον τὴν τῶν ἰδίων στέρησιν δέχεσθαι, καὶ μὴ σὺν τῷ τῆς ἀπορίας ζυγῷ καὶ τῷ τῆς ἀσχημοσύνης πιέζεσθαι μέχρι θανάτου ὀνειδισμῷ. ὅρκον δὲ πρὸς τῶν προςκυνητῶν παρέχειν λογίων, ὡς οὔ τις αὐτῷ πρόφασις πραγμάτων χάριν ὑπολέλειπται ἢ χρυσίου, ὅθεν τὴν τοῦ χρέους ποιήσεται πλήρωσιν. εἰ δὲ δίκαια αὐτῷ τινα ὁ νόμος ἢ ἀπὸ κληρονομίας ἢ δωρεᾶς συγγενῶν δίδωσι κινητῶν ἢ ἀκινήτων πραγμάτων, καὶ τούτων ἔτι ἐντὸς μὴ κατέστη, ἁρμόζειν δὲ αὐτῷ φαίνεται, καὶ δυνατὸν μέρος ἐξ αὐτῶν ἢ καὶ τὸ ὅλον τοῖς ὀφειλομένοις συνάξαι (δίχα μέντοι τῶν τῆς γαμετῆς πραγμάτων, τῇ ἀληθείᾳ εἴπερ διαφέρει αὐτῇ), τοῦτο γίνεσθαι, καὶ ἄδειαν εἶναι τοῖς ὀφειλομένοις οἰκειοῦσθαι τὰς τοιαύτας ἀγωγὰς καὶ εἰς πρόςωπον τοῦ τότε τῶν δικαίων κυρίου τὰς ἐναγωγὰς ποιεῖσθαι, εἴτε πάρεστιν ὁ ὀφειλέτης εἴτε καὶ μή, καὶ εἰς πρόςωπον αὐτοῦ ἁπλῶς εἰπεῖν τοῦ ὑπευθύνου ἐπὶ τῇ τοιαύτῃ ἐναγωγῇ ἢ ἐκδικήσει τῶν πραγμάτων καθεστάναι.
epilἩ σὴ τοιγαροῦν ἐπιμελὴς καὶ φιλάρετος μεγαλοπρέπεια τὰ οὕτως ἡμῖν εὐσεβῶς παραστάντα παραφυλαξάτω, ι’ χρυσίου λιτρῶν ἐπιτίμιον τῷ παραβαίνειν τι τῶν ἐπὶ τούτοις παρ’ ἡμῶν θεσπισθέντων τολμῶντι ὁρίζουσα. οὐδὲ γὰρ κινδύνου χωρίς, ἀλλὰ καὶ περὶ τὴν σωτηρίαν οὗτος ἐπαχθήσεται τοῖς ἕως ἐνθυμήσεως ψιλῆς παρασαλεύειν τὰ δικαίως παρ’ ἡμῶν διὰ τοῦδε τοῦ θείου νόμου τετυπωμένα ἐπιχειροῦσι.
d. VI k. Mart. CP. ⟨imp. dn.⟩ Iustiniani ⟨pp. Aug. anno... post⟩ cons. Basilii vc. ⟨anno... ⟩