Syn. min. 1.9
Ἀρχὴ τοῦ Ι
Abrir no leitor do IusCommune →1
pr.Τὰ ἱερὰ ἀδιατίμητα εἰσὶ καὶ ἀδέσποτα. λέγονται δὲ ἱερὰ καὶ τὰ ἐκκλησιαστικὰ πάντα, οἷον ναοί, μοναστήρια, οἱ εὐαγεῖς οἶκοι. διὸ καὶ ἡ ἑξηκοντάβιβλος τὴν ἀρχὴν ἀπὸ τῆς πίστεως ποιησαμένη παρευθὺς περὶ ἐκκλησιῶν καὶ μοναστηρίων καὶ πραγμάτων ἐκκλησιαστικῶν καὶ μοναχῶν καὶ μοναζουσῶν διαλέγεται.
2
pr.Ἰουδαῖος χριστιανὴν μὴ λαμβανέτω εἰς γάμον, μηδὲ χριστιανὸς ἰουδαίαν.
3
pr.Οἱ ἰλλουστρίους φονεύοντες, τουτέστιν ἄνδρας ἐνδόξους τε καὶ τιμίους καὶ περιφανεῖς, ὁμοίως τιμωροῦνται τοῖς συγκλητικοὺς καὶ στρατιώτας φονεύουσι. περὶ δὲ τῶν τοιούτων φονευτῶν ἐν τοῖς εἰς τὸ φ'΄ στοιχεῖον τρανότερον δηλωθήσεται.
4
pr.Οἱ ἰουδαῖοι χριστιανὸν περιτέμνοντες κεφαλικῶς τιμωροῦνται καὶ τὰ προσόντα αὐτοῖς δημεύεται.
5
pr.Ὁ ἀπὸ χριστιανῶν ἰουδαῖος γενόμενος δημευέσθω καὶ τὴν δ᾽ αἵματος τιμωρίαν ὑπομενέτως.
6
pr.Ὅτι ἡ τὰ ἴδια ἐκδικοῦσα ἀγωγὴ οὐ κινεῖται κατὰ τοῦ ἀλλότριον πεπρακότος, ἀλλὰ κατὰ τοῦ ἀγοραστοῦ νεμομένου τὸ πρᾶγμα. ἐναγόμενος δὲ ὁ ἀγοραστὴς οὐ καλῶς ἀπαιτεῖ τὸν δεσπότην κινῆσαι κατὰ τοῦ πράτου τὴν τὰ ἴδια ἐκδικοῦσαν ἀγωγήν· αὐτὸς γάρ ἐστιν ὁ νεμόμενος, οὐχ ὁ πράτης.
7
pr.Ἡ κατὰ τῶν ὑφελομένων δημόσια ἢ ἱερὰ χρήματα καταδίκη, τουτέστιν ὁ περιορισμός, μετὰ πενταετίαν τοῦ ἁμαρτήματος οὐ κινεῖται.
8
pr.Ἡ περὶ τῆς ἀποπληρώσεως τῆς καταδίκης ἱκανοδοσία παραχρῆμα μὲν τοῦ ψηφισθῆναι βεβαιοῦται· ἔχει δὲ πρὸς ὑπόδειγμα τοῦ ἐναγομένου τὴν τετράμηνον εἰς ὑπέρθεσιν, ἤγουν ὑπερημερίαν καὶ ἀργίαν τοῦ τὴν ἱκανοδοσίαν καταβληθῆναι· οὕτω γὰρ καὶ ὁ ἐναγόμενος μέχρι τετραμήνου βαστάζεται καὶ περιμένεται εἰς τὴν ἀπόδοσιν παρὰ τοῦ ἐνάγοντος κατ᾿ αὐτοῦ.
9
pr.Εἰ καὶ μετὰ προκάταρξιν ἀποθάνῃ ὁ ἐκδικούμενος δοῦλος, οὐκ ἐλευθεροῦνται οἱ τῆς ἐπὶ ἐκπληρώσει τῶν κριθέντων ἱκανοδοσίας ἐγγυηταὶ, τοῦ ἐναγομένου τὴν δίκην καταλιμπάνοντος. διαφέρει γὰρ αὐτὴν πληρωθῆναι καὶ διὰ τὴν ἀγωγὴν τῆς ἐκδικήσεως καὶ διὰ τοὺς καρπούς.
10
pr.Ἐπὶ τῆς ἀσφαλείας τῆς ἱκανοδοσίας οὐ σκοποῦμεν τὸ κέρδος τοῦ ἐναγομένου ἢ τοῦ ἐνάγοντος, ἀλλὰ τί διέφερε τῷ ἐπερωτήσαντι κύριον ἡγηθῆναι τὸ πραθέν.
11
pr.Ἐὰν ἐν τῇ τῆς ἱκανοδοσίας μνήμῃ καὶ κληρονόμων καὶ διαδόχων μὴ γένηται, εἰ μὲν ἐκ προνοίας, οὐ βεβαιοῦται τὸ τοῦ δόλου κεφάλαιον κινούντων αὐτῶν· εἰ δὲ κατὰ ἄγνοιαν παρελείφθησαν, βεβαιοῦται.
12
pr.Ἡσυχάζοντας τοὺς ἰουδαίους ἐὰν οἱ χριστιανοὶ θορυβήσωσι καὶ διαρπάζωσιν, εἰς τὸ διπλάσιον καταδικαζέσθωσαν¹.
13
pr.Κατὰ τοὺς κοινοὺς ἰουδαῖοι γαμείτωσαν νόμους.
14
pr.Κατὰ τοὺς κοινοὺς ἰουδαῖοι καθ᾽ ἑαυτοὺς πολιτευέσθωσαν νόμους, καὶ κινείτωσαν ἢ ἐναγέτωσαν παρὰ δικασταῖς χριστιανοῖς. εἰ δὲ κατὰ συναίνεσιν ἰουδαῖοι περὶ χρημάτων αἰτίας παρὰ ἰουδαίοις δικάσονται, ἐῤῥώσθω ὡς ἡ τοῦ νομίμου δικαστοῦ ψῆφος, καὶ παρὰ τῶν ἀρχόντων ἐκβιβαζέσθω.
15
pr.Ἰουδαῖοι καὶ οἱ τούτων ἔξαρχοι τὰς τιμὰς ἑαυτοῖς τῶν ὠνίων ὁριζέτωσαν· κἄν τις ἕτερος ἐπιχειρήσῃ τοῦτο, τιμωρείσθω.
16
pr.Μηδεὶς βιαζέσθω τοὺς μηδὲν ἁμαρτάνοντας ἰουδαίους, ἢ τὰς συναγωγὰς αὐτῶν ἢ τὰς οἰκίας καιέτω. ἐὰν δὲ τι ἁμαρτήσωσι, παρὰ τῷ ἄρχοντι κατηγορείσθωσαν.
17
pr.Μὴ ἐξέστω κατὰ τῆς τῶν χριστιανῶν θρησκείας θρασύνεσθαι ἰουδαῖον.
18
pr.Δημόσιος τόπος παρὰ κέλευσιν βασιλέως οὐ γίνεται ἱερός.
19
pr.Καὶ οἱ νόμοι ἱεροὶ εἰσὶ, καὶ οἱ τόποι, ἐν οἷς ἀποτίθενται· οὗτοι ὡς χρησιμεύοντες ἱεροῖς παρὰ τῷ νόμῳ λογίζονται· καὶ καθολικῶς πᾶς τόπος, ἐν ᾧ τίθενται ἱερὰ, οὐκ εἰσὶν ἱεροὶ, ἀλλὰ χρήσιμοι ἱεροῖς, καὶ μετατιθεμένων τῶν ἱερῶν ἀφίενται.
20
pr.Πᾶς ὃς μὴ ὢν χριστιανὸς δοῦλον ἔχων χριστιανὸν ζημιοῦται παρὰ τοῦ δημοσίου λ ' λίτρας χρυσίου· ἐλευθεροῦται δὲ ἀπὸ τούτου καὶ ὁ δοῦλος ὁ χριστιανός.
21
pr.Τὰ ἰδικὰ, ἤγουν τὰ ἐπὶ τῶν μερικῶν ὑποθέσεων, ἐπικρατέστερά εἶσι καὶ ἰσχυρότερα τῶν γενικῶν, τουτέστι τῶν καθολικῶν. ἐὰν γὰρ κοινῶς ὁ νόμος παρακελεύηταί τι, ἐπὶ πράξει τυχὸν ἢ συναλλάγματι, τινὲς δὲ πρὸς ἀλλήλους πράγματα ποιούμενοι ἀφήσουσι τὸ κοινὸν καὶ συμφωνήσουσιν ἄλλο τὶ, εἰς τὴν πραγματείαν αὐτῶν ἰσχυρότερον γίνεται τοῦ καθολικοῦ, καὶ ἐνεργεῖ τοῦτο, ἐκεῖνο δὲ ἀπρακτεῖ.
22
pr.Ἰμφακτούμ οὔτιλις ἡ περὶ τῆς γενομένης ζημίας ἀγωγή.
23
pr.Ἰδιωτικὸν σύμφωνον οὐκ ἀναιρεῖ κοινὸν νόμιμον.
24
pr.Ἐν ἴσῳ ἁμαρτήματι χείρων ἐστὶν ἡ αἵρεσις τοῦ ἐνάγοντος, τουτέστιν ὁ τὴν ὑπόθεσιν κινῶν καὶ ἀνακαλεῖσθαι πειρώμενος πρᾶγμά τι κατεχόμενον παρ᾽ ἄλλου τινὸς, καθ ' οὗ ἐνάγει, ἡττᾶται καὶ χείρων ἡ αἵρεσις τοῦ ἐνάγοντος γίνεται ἴσου ὄντος καὶ ἐν ἀμφοτέροις τοῦ πταίσματος, ἤγουν ἐν τῷ ἐνάγοντι καὶ ἐν τῷ ἐναγομένῳ. ἐπεὶ γὰρ τὸ μὲν ἁμάρτημα ἶσον καὶ οὐδεὶς ἐκ τούτου δύναται δικαιωθῆναι, ὁ ἐναγόμενος δὲ ἔχει καὶ τὴν νομὴν, νικᾷ οὗτος καὶ ὁ ἐνάγων ἀποδιώκεται. σημείωσαι δὲ ἐνταῦθα τὴν αἵρεσιν τὴν βούλησιν δηλοῦσαν καὶ τὴν ἐγχείρησιν καὶ ὁρμὴν τὴν ὑπὲρ τῆς ὑποθέσεως.
s1
pr.Κανὼν περὶ ἰδίου. θήκη οὔτε πρᾶσις οὔτε ἀγορασία οὔτε μίσθωσις ἐπὶ ἰδίῳ πράγματι συνίσταται.
s2
pr.Ἕτερος περὶ ἰδιωτῶν. Οἱ ἰδιῶται τὰ τῶν ἀρχόντων πράττειν οὐ δύνανται. πρὸς δεῖγμα καὶ διαμαρτυρίαν τοῦ ἐπὶ τούτοις ἐναγομένου, ἵνα δηλονότι δεικνύηται καὶ φανερὸν γένηται τῷ ἐναγομένῳ, τί ὀφείλει, καὶ εἴη ἐντεῦθεν εἰς ὃ κατεδικάσθη ἀναπολόγητος. Β οἱ τῆς ἐκπληρώσεως. Syn. I, ex Bas. IX,, 11. Syn. 1.. ex Bas. IX,, 2. Pro πραθὲν lege πραχθέν. Sic etiam Synopsis Leunclaji p. 120. - Leunclajus autem legere jussit ἀσφαλείᾳ μνήμη. Α οὐ βεβαιούντων. Syn. I, ex Bas. IX,, 22. Syn. I, ex Bas. I,,. Syn. 1. 1. ex Bas. I,, 39. Β ἐναγέσθωσαν. Syn. I, ex Bas. I,, 40. In fine recentior manus in A addit: ἤγουν εἰς πέρας προαγέσθω καὶ ἐκτελείσθω. Syn. 1. 1. ex Bas. I,,.