Syn. min. 1.8
Ἀρχὴ τοῦ Θ
Abrir no leitor do IusCommune →1
pr.Θείου δικαίου εἰσὶ καὶ τὰ τείχη ὡς ἐμψύχων καὶ ἀψύχων φυλακτικά. τείχη δὲ τὰ τῶν πόλεων ἤγουν κάστρων νοητέον ἐνταῦθα. ὁ γοῦν τρυπῶν τεῖχος, ἢ βάρος ἐπιτιθεὶς, ἢ συνάπτων ὀσπήτιον, ἢ ἀναβαίνων καὶ ἐξερχόμενος δι ' αὐτοῦ καὶ μὴ διὰ τῆς πόρτης, κεφαλικῶς τιμωρεῖται, ὥσπερ καὶ ὁ ῥῶμος τολμήσας ὑπερπηδῆσαι τῆς ῥώμης τὸ τεῖχος ἀφῃρέθη καὶ ἀπετμήθη τὴν κεφαλήν.
2
pr.Θυγάτηρ ἐκ τῶν πατρικῶν ὑφαιρουμένη πραγμάτων τῇ περὶ ὑφαιρέσεως ἐνέχεται ἀγωγῇ, οὐ μὴν τῇ περὶ κλοπῆς.
3
pr.Τὸ θεώρητρον νομίσματα ἓξ ἐστὶν ἐπὶ ἑκάστῃ λίτρᾳ· τῶν τῆς προικὸς πραγμάτων διδόμενα.
4
pr.Οἱ θετοὶ παῖδες ὑπεξούσιοι μὲν ὄντες ἔχουσι διακατοχὴν, ἤγουν τὴν ἐκ τῶν πατέρων διαβαίνουσαν πρὸς τούτους κληρονομίαν· αὐτεξούσιοι δὲ γεγονότες οὐκ ἔχουσιν.
5
pr.Θεῖα γράμματα τὰ βασιλικὰ προστάγματα ὁ νόμος καλεῖ, καὶ θείους θησαυροὺς τοὺς δημοσίους τε καὶ κοινοὺς, ταὐτὸν δ᾽ εἰπεῖν τοὺς βασιλικούς.
6
pr.Ὁ ἐν θυσιαστηρίῳ εἰσιὼν, τουτέστιν ἐν τῷ ἱερᾷ βήματι εἰσερχόμενος, ἐν ἡμέρᾳ ἢ νυκτὶ καὶ τῶν ἐν αὐτῷ τι ἱερῶν ἀφαιρούμενος, τυφλούσθω· ὁ δὲ ἐκ τοῦ ἄλλου ναοῦ λαμβάνων τὶ ἱερὸν καὶ ἀνατεθειμένον αὐτῷ τῷ θεῷ, τυπτόμενος καὶ κουρευόμενος ἐξοριζέσθω.
7
pr.Ἐν τοῖς ἔχουσι θάνατον τὴν καταδίκην ἔξεστι τῷ ἐναγομένῳ ὑποφθείρειν τὸν ἀντίδικον.
8
pr.Ἐκείνου ἐστὶ τὸ [μὴ] θέλειν τοῦ δυναμένου θέλειν.
9
pr.Ἐπὶ πασῶν τῶν ἐνοχῶν, ἐφ᾽ ὧν ἡμέρα οὐ τίθεται, τῇ παρούσῃ ἡμέρᾳ χρεωστεῖται.
10
pr.Τὸ θεώρητρον κατά τινων δόξαν καὶ δευτερογαμούσαις εἰς δεσποτείαν δίδοται.
11
pr.Ἐὰν ἐν δημοσίῳ καὶ βασιλικῷ τόπῳ θησαυρὸς εὑρεθῇ, τὸ ἥμισυ τῷ δημοσίῳ διαφέρει· ὁ δὲ ἀποκρύψαι βουληθεὶς τὸ διαφέρον τῷ δημοσίῳ, καὶ ὕστερον ἐλεγχθεὶς, ὅλον τὸν θησαυρὸν ἀποδιδόναι τῷ δημοσίῳ καταναγκάζεται. εἰ δὲ εἰς τόπον ἴδιόν τινος εὑρεθῇ, ἐξ οὗ οὐδὲν διαφέρει τῷ δημοσίῳ, οὐ βιάζεται μηνύειν, ὅτι εὗρε θησαυρόν.
12
pr.Ὁ ποιῶν ἢ ἔχων ἀπηγορευμένας θυσίας κεφαλικῶς τιμωρεῖται.
13
pr.Ὁ παρὰ τὰ διωρισμένα θύσας ἅμα τοῖς κοινωνήσασιν ἢ ὑπηρετησαμένοις δημευθεὶς, ἤγουν παρὰ τοῦ δημοσίου τὸν βίον ἀφαιρεθεὶς, τὴν ἐσχάτην ὑπομενέτω ποινὴν, ἤγουν τὴν διὰ ξίφους τιμωρίαν. εἰ δὲ ὁ ἄρχων ἢ ἡ ὑπ᾿ αὐτὸν τάξις μετὰ τὴν ἀπόδειξιν ῥᾳθυμήσει καὶ τὴν ἐκδίκησιν οὐ ποιήσει, ἀνὰ ν ' λίτρας χρυσίου τῷ δημοσίῳ δοῦναι καταναγκάζονται.
14
pr.Θάλπονται ἤγουν βοηθοῦνται καὶ συγγνωμονοῦνται μᾶλλον οἱ ἐναγόμενοι ἤπερ οἱ ἐνάγοντες.
15
pr.Θυγατέρα τὶς οἰκείαν ἐπροίκισε. προσέθετο ἐν τῷ συμφώνῳ ἀρκεσθῆναι τὴν θυγατέρα- τοῖς δοθεῖσιν αὐτῇ, καὶ μηδὲν πλέον ἐκ τῆς πατρικῆς περιουσίας ζητεῖν, κἂν ἀδιάθετος ὁ πατὴρ τελευτήσῃ. εἶτα καὶ ἐτελεύτησεν ἀδιάθετος. ἔξεστι τῇ θυγατρὶ μηδὲν τῆς ἐν τῷ συμφώνῳ προσθήκης καὶ διαστολῆς φροντισάσῃ εἰς τὴν πατρικὴν κληρονομίαν εἰσελθεῖν, εἰ· βουληθῇ μόνον καὶ ὅπερ εἰς προῖκα ἔλαβε συνεισενεγκεῖν καὶ τὴν πατρικὴν περιουσίαν ἐπίσης τοῖς αὐταδέλφοις μερίσασθαι, καὶ οὐδόλως κωλύει ταύτην τὸ ἐν τῷ συμφώνῳ τὸν πατέρα τοῦτο προσδιορίσασθαι.
16
pr.Πάλιν ἔδωκέ τις προῖκα τῇ ἑαυτοῦ θυγατρί. ὁ ἀνὴρ ταύτης ἀπορῶν ἐδαπάνησε τὴν προῖκα. ὕστερον βούλεται ἡ θυγάτηρ εἰς τὴν πατρικὴν κληρονομίαν εἰσελθεῖν. ἀπαιτεῖται παρὰ τῶν ἀδελφῶν τὴν δοθεῖσαν προῖκα συνεισβαλεῖν, ἤγουν ἀγαγεῖν, καὶ οὕτως ἐπίσης τούτοις τὰ πατρικὰ μερίσασθαι πράγματα. ἡ δὲ οὐκ ἔχει, μόνην δὲ συνεισφέρει τὴν κατὰ τοῦ ἀνδρὸς ἀγωγήν. τί γουν δεῖ ἐπὶ τούτοις γενέσθαι; ὁ νόμος ὁρίζει, ὡς εἰ μὲν αὐτὴ ἡ θυγάτηρ καθ᾽ αὑτὴν αὐτεξουσία ἐγένετο, ἐπεὶ τὸν ἄνδρα ἔβλεπε τὰ οἰκεῖα καταναλίσκοντα, καὶ οὐδὲν ἔλεγεν οὐδὲ ἐκίνει κατὰ τοῦ ἀνδρὸς ἀγωγὴν, ἑαυτῇ ὀφείλει ἐπιμέμφεσθαι καὶ οὕτω τῆς πατρικῆς κληρονομίας ἐξάγεσθαι. εἰ δὲ ὑπὸ τὸν πατέρα ἦν ὡς ἔτι ὑπεξουσία, ἢ καὶ ἄλλως διῆγε μὲν καθ᾽ ἑαυτὴν, ἠδύνατο δὲ τῷ πατρὶ ἀνενεγκεῖν καὶ ἀνήνεγκε καὶ παρεκίνησεν αὐτὸν, ἵνα ἀντιλάβηται αὐτῆς καὶ βοηθήσῃ κατὰ τοῦ ἀνδρὸς, ὁ δὲ πατὴρ οὐκ ἐβοήθησε ταύτῃ, τότε ἵνα εἰσέρχηται καὶ αὐτὴ εἰς τὴν πατρικὴν κληρονομίαν οὕτως, ὥσπερ ἐὰν εἶχε σωζομένην τὴν προῖκα καὶ συνεισέφερε ταύτην, ὡς τῆς αἰτίας ἁπάσης ἀναγομένης εἰς τὸν πατέρα τὸν μὴ κατὰ τοῦ ἀνδρὸς αὐτὴν ἐκδικήσαντα.
17
pr.Αἱ θήλειαι ἤγουν αἱ γυναῖκες ὑπεξουσίους οὐκ ἔχουσιν, οὔτε παύονται ἔχειν δι ἐναλλαγῆς καταστάσεως.
s1
pr.Κανὼν περὶ τοῦ θέλειν. – Ὁ δυνάμενος θέλειν δύναται καὶ μὴ θέλειν.
s2
pr.Θόρυβος λέγεται ἀπὸ ἱ ἀνθρώπων καὶ πλειόνων· ἡ γὰρ τῶν ἡττόνων μάχη καὶ οὐ θόρυβος λέγεται.
s3
pr.Νεαρὰ ιζ ' τοῦ κυροῦ λέοντος περὶ τοῦ ἐξεῖναι υἱοθετεῖσθαι καὶ εὐνούχους καὶ γυναῖκας, καὶ περὶ τοῦ ἐπίσης πάντας υἱοθετεῖσθαι καὶ ἄνδρας καὶ γυναῖκας, εἴτε παῖδας ἔχοιεν εἴτε μὴ, εἴτε καὶ παρθενεύειν εἵλοντο· καὶ μὴ μόνον παρὰ βασιλέως τὸν υἱοθετεῖσθαι βουλόμενον, ἀλλὰ καὶ παρὰ παντὸς τοῦ καθ᾽ ἑκάστην χώραν τὸ ἄρχειν καὶ διέπειν λαχόντος τὴν ἐξουσίαν λαμβάνειν.
s4
pr.Ὅτι δεῖ τὸν λαμβάνοντα εἰς υἱοθεσίαν τινὰ εἶναι μείζονα τοῦ λαμβανομένου, ἐπειδὴ πρὸς μίμησιν τῆς φύσεως ἐπινενόηται, ἀπαιτούσης πρεσβύτερον εἶναι τοῦ υἱοῦ τὸν πατέρα. δεῖ δὲ προηγεῖσθαι τὸν πατέρα ιη΄ ἐνιαυτούς· ἡ γὰρ τοιαύτη ἡλικία ἐφηβότης λέγεται τελεία.
s5
pr.Ὅτι οὐδεὶς υἱοθετεῖσθαι τὸν ἄνηβον δύναται, εἰ μὴ συγγενὴς αὐτοῦ ἢ χρηστὴν ἔχων πρὸς αὐτὸν διάθεσιν.
s6
pr.Τῆς ἐν λαοδικεία. – Ἐν τοῖς οἴκοις προσφορὰ μὴ γινέσθω παρ᾽ ἐπισκόπου ἢ πρεσβυτέρου. Καὶ θυσιαστήριον, ἐν ᾧ
s7
pr.Τῆς ἐν καρθαγένῃ πη΄. οὔτε σῶμα οὔτε λείψανον ἀπόκειται μάρτυρος, καταστρεφέσθω· εἰ δὲ τὰ πλήθη θορυβεῖ, τελετὴ ἐν αὐτῷ μὴ γινέσθω.
s8
pr.Ἡ δὲ νεαρὰ ἡ ιε΄ τοῦ κυροῦ λέοντος καὶ εἰς τοὺς εὐκτηρίους οἴκους διορίζεται ἀδιστάκτως ἱεροτελεστίαν καὶ βάπτισμα γίνεσθαι. διὸ καὶ ὁ μετὰ ἀντιμινσίων ἱερουργήσας ἢ βαπτίσας εἰς εὐκτήριον οἶκον μὴ ἱερωθέντα δ᾽ ἐγκαινίων ἀνοιξίων καὶ τοῦ συνήθους ἐνθρονισμοῦ, ναὶ μὴν καὶ διὰ λειψάνων ἁγίων ἐνσοριασμοῦ, ἀλλὰ εἰς εὐχὴν οἰκειακὴν ἀφορισθέντα πιστῶν ἢ εἰς οἰκίσκον πλοιαρίου τινὸς ἀποταμιευθέντα θεῷ καὶ ἁγίαις εἰκόσι κεκοσμημένον, οὐ προκριματισθήσεται ὡς παραβάτης κανόνων καὶ ἀδιάφορος.