Syn. min. 1.7
Ἀρχὴ τοῦ Η
Abrir no leitor do IusCommune →1
pr.Ἐν τῷ καιρῷ τοῦ θέρους καὶ τῆς τρύγης οὐδεὶς ἀναγκάζεται δικάσασθαι, ἤγουν εἰς δικαστήριον ἐλθεῖν ἐπὶ τῷ κριθῆναι· εἰ δὲ κατὰ ἄγνοιαν ἢ ῥαθυμίαν, ἤγουν ὀλιγωρίαν καὶ μικροψυχίαν τινὰ καὶ τὸ μὴ ἀνέχεσθαι ἀναρτῆσαι εἰς ἀναβολὴν τὰ τῆς ὑποθέσεως, ὁ δικαστὴς αὐτοὺς προσκαλέσεται, εἰ μὲν παροῦσιν αὐτοῖς ἑκουσίως δικαζομένοις ψηφίζεται, ἔῤῥωται· εἰ δὲ ἀποῦσιν, ἀνίσχυρος ἡ ψῆφος ἤγουν ἡ ἀπόφασις καὶ χωρὶς ἐκκλήτου. εἰ δὲ μέλλει φθείρεσθαι ἡ ἀγωγὴ, ἀναγκάζονται συνελθεῖν μέχρι τοῦ προκατάρξασθαι, οὐ μὴν περαιτέρω.
2
pr.Ἐν δὲ τῷ ιθ΄ κεφαλαίῳ· καὶ οἱ δικασταὶ πάντες καὶ οἱ δῆμοι τῶν πόλεων καὶ οἱ τεχνίται πάντες ἐν τῇ κυριακῇ ἀργείτωσαν· γεωργοὶ δὲ μόνοι ἐν τῇ ἡμέρᾳ ταύτῃ γεωργείτωσαν, ἐπειδὴ πολλάκις συμβαίνει αὐτὴν ἐπιτηδειοτέραν εὑρεθῆναι πρὸς ἀροτρίασιν ἢ πρὸς τὴν τῶν ἀμπελώνων γεωργίαν, καὶ ἄτοπόν ἐστιν αὐτοὺς κωλύεσθαι τῆς ἐκ τῶν ἀέρων ἀπολαύειν εὐκαιρίας.
3
pr.Ἐν δὲ τῷ κβ΄ κεφαλαίῳ· ἐν δὲ τῇ τεσσαρακοστῇ τοῦ πάσχα μηδεμία παντελῶς ἐγκληματικὴ δίκη γυμναζέσθω παρὰ μηδενὶ ἄρχοντι.
4
pr.Ἐν δὲ τῷ κγ ' κεφαλαίῳ· πᾶσα ἡμέρα ἔμπρακτος ἔστω. οἱ δὲ δύο μῆνες καθ᾽ ἕκαστον ἔτος πρὸς ἀνάπαυσιν τοῦ καμάτου συγκεχώρηνται, τουτέστιν ὁ τῶν θεριστικῶν καὶ ὁ τῶν τρυγητικῶν. καὶ ἐν τῷ ἰαννουαρίῳ αἱ συνήθεις ἡμέραι ἔστω-· σαν ἄπρακτοι, [καὶ] ἡ γενεθλιακὴ ἑκατέρας ῥώμης ἤγουν τῆς παλαιᾶς καὶ τῆς νέας ἡμέρα· χρὴ γὰρ ἐν τοῖς δύο τούτοις ναταλίοις ἤγουν γενεθλίοις ἀργεῖν τὰ δικαστήρια, ὡς ἐκ τῶν δύο τούτων πόλεων ἐπινοηθέντα. καὶ ἑπτὰ δὲ πρὸ τοῦ πάσχα ἡμέραι καὶ ἑπτὰ μετὰ τὸ πάσχα· καὶ αἱ τοῦ γενεθλίου τοῦ σωτῆρος ἡμῶν· καὶ αἱ τῶν ἐπιφανίων, καὶ ὅτε μνήμη τοῦ πάθους τῶν ἁγίων ἀποστόλων γίνεται, ἄπρακτοι ἔστωσαν καὶ μηδεμία θέα ἐπιτελείσθω. καὶ τὴν κυριακὴν μὲν ὁμοίως ταύταις ταῖς ἡμέραις προσήκει τιμᾶσθαι, καὶ μηδὲ παρὰ τοῖς ἄρχουσιν ἢ χαμαιδικασταῖς ἤγουν τοῖς ταπεινοτέροις καὶ χαμηλοῖς ἢ παρ ἑτέροις δικασταῖς ὑπόθεσις γυμναζέσθω. καὶ ἡ ἡμέρα δὲ ἡ γενεθλιακὴ τοῦ βασιλέως ἢ καθ᾽ ἣν ἀνηγορεύθη βασιλεὺς, ἄπρακτος ἔστω. ἐν δὲ ταῖς ιέ πασχαλίαις ἡμέραις μηδὲ περὶ δημοσίων συντελειῶν μηδὲ περὶ ἰδιωτικῶν χρεῶν ὑπόμνησις παραγέσθω τινίς.
5
pr.Ἐν δὲ τῷ κδ΄ κεφαλαίῳ· πᾶσα πρᾶξις καὶ ἐπὶ δημοσίοις καὶ ἐπὶ ἰδιωτικοῖς ἡσυχαζέτω ἐν ταῖς ιε πασχαλίαις ἡμέραις· μόνον δὲ ἐλευθερίαι δούλων καὶ αὐτεξουσιότητες παίδων γινέσθωσαν.
6
pr.Ἡ διάταξις βούλεται τοὺς λῃστὰς καὶ τοὺς ἰσαύρους, ἤγουν τοὺς ἐν ταῖς δημοσίαις παρόδοις ὑφεδρεύοντας καὶ παρακαθημένους ὥστε τοῖς ἐκεῖσε διερχομένοις ἐπιτίθεσθαι ἅραγας καὶ φονεῖς (τοιοῦτο γὰρ τὸ τῶν ἰσαύρων γένος), οὐ μόνον ἐν τῇ τεσσαρακοστῇ ἀλλὰ καὶ ἐν οἱᾳδήποτε ἡμέρᾳ τοῦ πάσχα ἐξετάζεσθαι καὶ βασάνοις ὑποβάλλεσθαι. συγγινώσκεται γὰρ τὸ θεῖον ἡμῖν, φησι, πολλῶν ἀνθρώπων σωτηρίας ἐντεῦθεν ἀσφαλιζομένης καὶ πολλῶν ἐλεγχομένων διὰ τῆς ἐπ᾿ ἐκείνοις ἐξετάσεως.
7
pr.Ἐν δὲ τῷ κς ' κεφαλαίῳ· τῇ πρώτῃ τῶν πασχαλίων ἡμέρᾳ καὶ μὴ βασιλικῆς ἰδικῆς ἐπὶ τοῦτο καταλαβούσης κελεύσεως πάντες οἱ ἐν φυλακαῖς ἀπολυέσθωσαν, εἰ μὴ ἄρα ἱερόσυλός ἐστιν, ἢ μοιχὸς, ἢ παρθένων ἅρπαξ, ἢ τυμβωρύχος, ἢ γόης, ἢ φαρμακὸς, ἢ μονίταν πλαστὴν καταδεξάμενος, ἢ φονεὺς, ἢ πατροκτόνος, ἢ κατὰ βασιλέως ἢ πόλεως μηχανησάμενος.
8
pr.Ἐν δὲ τῷ κζ ' κεφαλαίῳ· ἐν ταῖς ἀφωρισμέναις ἡμέραις εἰς τὴν τοῦ θεοῦ τιμὴν οὐ χρὴ θέαν ἤγουν θεωρίαν τινὰ καὶ πανήγυριν τελεῖσθαι οὐδὲ ἀπαιτήσεις ἐν αὐταῖς προβαίνειν. ὅθεν καὶ ἡ κυριακὴ οὕτω τιμάσθω, ὥστε μηδὲ ἕνα προβαίνειν ἐκβιβασμὸν ἐν αὐτῇ, μηδὲ ὑπόμνησιν μηδὲ ἐγγυῶν ἀπαίτησιν· σιωπᾶν δὲ καὶ τοὺς ταξεώτας καὶ τοὺς δικολόγους, καὶ μηδὲ τοὺς κήρυκας κεχρῆσθαι τῇ συνήθει φωνῇ, μήτε δικάζεσθαί τινα· σύμφωνα δὲ καὶ διαλύσεις καὶ ἐν κυριακῇ ποιεῖν ἐξέστω· μήτε δὲ ἱππικὸν ἢ κυνηγέσιον τελείσθω ἐν κυριακῇ, κἂν συμβῇ τὴν γενεθλιακὴν ἡμέραν τοῦ βασιλέως ἢ καθ᾽ ἣν ἀνηγορεύθη εἰς κυριακὴν ὑπαντῆσαι. ὁ δὲ ταῦτα παραβαίνων ἄρχων ἢ ταξεώτης τῆς ζώνης ἐκπιπτέτω.
9
pr.Ὡς ἐπὶ τὸ πολὺ εἰς τὰς διακατοχὰς ρ ' ἡμέραι παρὰ τῷ νόμῳ ὁρίζονται. ὁ δὲ ἐκ πολιτικοῦ δικαίου ὡς συγγενὴς κληρονομῆσαι δυνάμενος οὐκ ἀποκλείεται διὰ τῶν τοιούτων ἡμερῶν, ἤγουν τῶν ρ΄. ἐπὶ δὲ τῶν ἀνιόντων καὶ κατιόντων ἐνιαυτὸς τουτέστι χρόνος ὁρίζεται, ὥστε δι ὅλου αὐτοῦ τὸν βουλόμενον κινεῖν περὶ διαθήκης ἢ τῆς ἀνηκούσης αὐτῷ διακατοχῆς, τουτέστι κληρονομίας.
s1
pr.Ὁ λέγων ποιῆσαι εἴσω ἡμερῶν καὶ μὴ προσθεὶς πόσων, εἴσω δύο δοκεῖ λέγειν.
s2
pr.Ὁ λέγων μέρος καὶ μὴ προσθεὶς ποῖον, τὸ ἥμισυ δηλοῖ.
s3
pr.Ὅτι ἡ ἡμέρα ἀπὸ τῆς ζ ' ὥρας τῆς νυκτὸς ἄρχεται καὶ τελευτᾷ εἰς ς ' ὥραν τῆς ἐπιούσης νυκτὸς, ὥστε καὶ τὸ πραττόμενον ἐν μιᾷ τούτων τῶν κδ ' ὡρῶν ἐν τῇ αὐτῇ ἡμέρᾳ δοκεῖ γίνεσθαι.
s4
pr.Εἴτε ἐν τῇ πρώτῃ ἡμέρᾳ τοῦ βισσέξτου εἴτε ἐν τῇ δευτέρᾳ τεχθῇ τις, ἀδιάφορόν ἐστιν· ἐξ ἐκείνου γὰρ τὸ κε΄ ἔτος ψηφίζεται ὡς τῶν δύο ἡμερῶν ἀντὶ μιᾶς παραλαμβανομένων.
s5
pr.Μέτριος χρόνος ί ἡμέραι εἰσίν· ὀλίγος δὲ χρόνος οἱ δύο μῆνες.