IusCommune
IusCommune › Textos › Synopsis minor › Synopsis minor

Syn. min. 1.6

Ἀρχὴ τοῦ Ζ

Abrir no leitor do IusCommune →

1

pr.Οὐ δεῖ τῆς ζητήσεως ἀπὸ βασάνων ἄρχεσθαι. τότε γὰρ οἱ δοῦλοι βασανίζονται, ὅτε καὶ ὕποπτός ἐστιν ὁ κατηγορούμενος καὶ ὑπεισι τεκμήρια ἤγουν σύμβολά τινα καὶ σημεῖα τῆς ὑποθέσεως, ὥστε μόνην τὴν τῶν δούλων ἐλλείπειν κατάθεσιν καὶ ὁμολογίαν. πρῶτον δὲ βασανίζονται οἱ ὕποπτοι, δ᾽ ὧν δυνατὸν γνωσθῆναι τὸ ἀληθές. οὐ δεῖ δὲ φέρεσθαί τινας ἀπὸ τοῦ οἴκου τοῦ κατηγόρου πρὸς ζήτησιν.

2

pr.Ἐὰν ἀποδύσω ἤγουν ἐκδύσω γυμνώσας τῶν ἱματίων ἃ περιβέβληται δοῦλόν σου, καὶ ἀπὸ ψύχους ἀποθάνῃ, ἐπὶ μὲν τοῖς ἐσθήμασιν ἁρμόζει ἡ περὶ κλοπῆς ἀγωγὴ εἰς τὸ διπλοῦν, ἐπὶ δὲ τῷ δούλῳ ἡ τοῦ διπλοῦ ἀπαίτησις.

3

pr.Ἐὰν ἀλλότριον σκεῦος ῥίψω εἰς βυθὸν, οὐκ ἐπὶ τῷ κερδᾶναι, ἀλλὰ διὰ τὸ ζημιῶσαι τὸν δεσπότην, ἐνέχομαι εἰς τὸ διπλοῦν.

4

pr.Οἱ δεσπόται τῶν ἀγρίων καὶ ἀνθρωποφάγων ζώων, ἐὰν ἔχωσιν αὐτὰ λελυμένα, ἢ μὴ ἰσχυρῶς δεδεμένα καὶ οὕτως ὥστε μὴ δύνασθαι βλάπτειν, καὶ συμβῇ ἐλεύθερον ἄνθρωπον ἐξ αὐτῶν τελευτῆσαι, σ ' νομίσματα παρὰ τοῦ δημοσίου ζημιοῦνται· ἐὰν δὲ οὐ τελευτήσῃ, ἀλλὰ ἄλλως βλαβῇ, πρὸς τὴν τοῦ δικαστοῦ διάγνωσιν κατ᾿ ἀναλογίαν τῆς βλάβης καταδικάζονται.

5

pr.Ἐὰν ἄγριον ζῶον ἀποφυγὸν βλάψῃ, οὐκ ἐνέχεται ὁ δεσπότης αὐτοῦ. ὁ γὰρ δεσπότης τοῦ ζώου ἕως τότε ὑπὲρ τούτου ἐνέχεται, ἕως ὅτου δεσπότης εἴη τοῦ ζώου· ἐπεὶ δὲ μετὰ τὴν φυγὴν οὐκέτι τούτου δεσπότης ἐστὶν, οὐδὲ ὑπὲρ τῆς βλάβης ἧς φυγὸν ποιήσει ἐνέχεται. δῆλον δὲ, ὅτι οὐ δεσπόζει τοῦ τοιούτου ζώου ὁ ἔχων αὐτὸ, ἐκ τούτου· εἰ γάρ τις μετὰ τὴν φυγὴν αὐτὸ κτείνῃ, ἐκεῖνος τοῦ σώματος τοῦ ζώου δεσπότης γίνεται.

6

pr.. Ἐὰν ζῶον ἕτερον ζῶον ἐρεθίσῃ, ἤγουν παροξύνῃ τε καὶ παρακινήσῃ, καὶ ἐκ τούτου ἢ ἓν ἀπὸ τῶν δύο ζώων τελευτήσῃ, ἢ ἄλλῳ τινὶ γένηται βλάβη ἀπολέσαντί τι τῶν οἰκείων ἐκ τῆς τῶν ζώων μάχης, ὁ δεσπότης τοῦ ἐρεθίσαντος ἤγουν παρακινήσαντος ζώου ἐνέχεται.

7

pr.Ἐὰν ζῶον ἑτέρῳ ζώῳ πρὸς μάχην συμβάλλῃ, εἰ μὲν κατὰ τοῦ ἄλλου ὁρμῆσαν τελευτήσῃ, οὐδεμία ἀγωγὴ κινεῖται· εἰ δὲ τὸ ἕτερον ἀπολεσθῇ, κινεῖ ὁ δεσπότης αὐτοῦ κατὰ τοῦ ἔχοντος τὸ ζῶον τὸ πρώτως εἰς τὴν μάχην ὁρμῆσαν, καὶ ἢ αὐτὸ τὸ πρώτως ὁρμῆσαν ζῶον καὶ τὸ ἑαυτοῦ ζῶον ἀποκτεῖναν ἀντ ἐκείνου λαμβάνει, ἢ ἀλλοτρόπως ἐπὶ τῇ γενομένῃ ζημίᾳ τὴν θεραπείαν ἀνάλογον δέχεται.

8

pr.Ὁ ἰατρὸς ἢ ἀπείρως τεμὼν, ἢ καλῶς μὲν τεμὼν τὴν δὲ ἰατρείαν καταλιπών, ἐνέχεται τῇ μισθώσει ἤγουν τῇ ζημίᾳ τοῦ τιμήματος τοῦ μέλλοντος εἰς μισθὸν δοθῆναι αὐτῷ. πολλά κις δὲ, ἐάν τι χεῖρον ἐκ τῆς τοῦ ἰατροῦ ἀπειρίας ἢ ἀμελείας ἐπισυμβῇ, καὶ τῷ ἀκουϊλίῳ ὑπόκειται ἤγουν τῷ εἰς τὸ διπλοῦν ζημιοῦντι αὐτόν.

9

pr.Ἐάν τις οἰκειοθελῶς βαλὼν πῦρ ἐπὶ τῷ καῦσαι οἶκον, ἢ ἐκεῖνον τὸν οἶκον καύσῃ καθ᾽ οὗ τὸ πῦρ ἔβαλλεν, ἢ ἄλλον πλησίον αὐτοῦ, ἐνέχεταὶ καὶ παρὰ τοῦ δεσπότου τοῦ οἴκου τῷ ἀκουϊλίῳ ἤγουν τῇ εἰς τὸ διπλάσιον ζημίᾳ, καὶ παρὰ τῶν ἐνοίκων διὰ τὰ πράγματα αὐτῶν, ἃ ἐν τῷ οἴκῳ ὄντα ἐκαύθησαν καὶ ἀπώλοντο.

10

pr.Ζῶον ἀλλότριον εὑρών τις ἐν ἰδίῳ κτήματι ποιῆσαν ζημίαν, οὐκ ὀφείλει ἢ φονεύειν ἢ σφοδρῶς ἀπελαύνειν καὶ τύπτειν, ἀλλ᾽ ὡς οἰκεῖον κρατεῖν. περὶ γὰρ τῆς ζημίας, ἧς τὸ ζῶον ἐποίησε, κατὰ τοῦ δεσπότου κινήσας, λήψεται ταῦτα· εἰ δὲ φονεύσει, διπλοῦν ἀπαιτεῖται αὐτὸ· ὡσαύτως δὲ καὶ, εἰ σφοδρῶς ἀπελάσει ἢ τύψει, καὶ πάθῃ τινὰ τὸ ζῶον βλάβην ἐκ τούτου, οἷον ἀμβλώσῃ καὶ ἀποβάληται ἐγγάστριον ἔχον ἢ ἄλλο τὶ τοιοῦτον ἐπ᾿ αὐτῷ γένηται, ἀπαιτεῖται τὴν ζημίαν εἰς τὸ διπλοῦν.

11

pr.Ὁ διὰ καπνοῦ φονεύσας ἢ φυγεῖν ποιήσας ἀλλοτρίας μελίσσας ὑπόκειται τῇ ἀπαιτούσῃ τὸ διπλοῦν ἀγωγῇ.

12

pr.Ζητήσεως οὔσης περὶ δημοσίων συντελειῶν, ἤγουν φόρων καὶ τελεσμάτων, καὶ οἰκέται βασανίζονται· ἐπειδὴ καὶ συνειδότες τῇ κατὰ τοῦ δημοσίου περιγραφῇ, τουτέστιν ἀπάτη καὶ τῇ ἐκ ταύτης ζημίᾳ, κεφαλικῶς τιμωροῦνται.

13

pr.Κατήγορος ζητῶν βασανισθῆναι δοῦλόν τινος, ἵνα εἴπῃ κατὰ τοῦ οἰκείου δεσπότου, οὐκ ἀκούεται· κἂν καὶ τὸ τίμημα τοῦ δούλου λέγῃ ἀποδιδόναι εἰ βασανισθῇ ὁ δοῦλος, οὐδ᾽ οὕτως ἀκούεται.

14

pr.Οἱ συλληφθέντες, ἤγουν ἐπί τισιν αἰτίαις κρατηθέντες, κατὰ τῶν αὐτοὺς παραδεδωκότων λέγοντες, οὐ πιστεύονται.

15

pr.Ὁ ἥττων, ἤγουν ἐλάττων καὶ κατωτέρω τῶν ιδ΄ χρόνων, ἐπὶ ζητήσεσιν, ἐν αἷς ἐνάγεται, οὐ βασανίζεται, εἰ μὴ πολλάκις κατὰ βασιλέως εἴη τὸ ἔγκλημα 20. περὶ τούτου δὲ εἴπομεν ἀλλαχοῦ. ις ' 21. Προφανῶν ὄντων τῶν τεκμηρίων ἤγουν τῶν σημείων, ἐφ᾽ οἷς ὁ κατηγορούμενος βασανίζεται, καὶ δὶς βασανίζεται, εἰ πρὸς τὰ δῆλα καὶ προφανῆ ἀντιλέγει τεκμήρια, ἐπιπλέον τε, εἰ καὶ τῇ ψυχῇ καὶ τῷ σώματι δείκνυται τὰς βασάνους φέρειν δυνάμενος.

s1

pr.Κανὼν περὶ ζημίας. Ὁ ἐξ οἰκείου ἁμαρτήματος ζημιούμενος οὐ δοκεῖ ζημιοῦσθαι.

s2

pr.Ἕτερος. — Οὐ δεῖ γίνεσθαί τινα πλουσιώτερον ἐκ τῆς ἑτέρου ζημίας. D ρλβ΄. C ρλδ΄. Α ρλς΄. C Ὁ ἐντολεύς. Syn. E, ex Bas.

s3

pr.Νεαρὰ μα΄ τοῦ κυροῦ λέοντος. – Εἴ τις δή τινα εἰς ὀφθαλμοὺς ἐπενέγκοι τινὶ ζημίαν, τοῦτον κελεύομεν, εἰ μὲν ἕνα, τῷ ἑνὶ καὶ αὐτὸν ζημιοῦσθαι τὴν ἴσην ὑπέχοντα δίκην· εἰ δὲ δύο, θατέρου μὲν τῶν ὀφθαλμῶν καὶ αὐτὸν ἀποστερεῖσθαι, ὡς ἂν εἴη σημεῖον φέρων τοῦ οἰκείου πονηρεύματος· ἐπειδὴ δὲ καὶ χειρὸς ὀφεί λει τῆς ἀνοσίου τὴν ἐκτομὴν, ἀντὶ τῆς ζημίας τῆς χειρὸς τῶν ὑπαρχόντων ζημιούσθω τὴν διμοιρίαν, καὶ ταῦτα εἰς παραμυθίαν τοῦ βίου ὁ ὑπ᾿ αὐτοῦ ἐκκοπεὶς τοὺς ὀφθαλμοὺς λαμβανέτω. ἀλλ᾽ εἰ μὲν τῶν εὐπόρων εἴη, οὕτως ἡ ζημία προβαινέτω· εἰ δὲ τῶν ἀπόρων, γινέσθω καὶ οὗτος τῆς παραπλησίου συμφορᾶς κοινωνὸς καὶ μεριστὴς, καὶ τὸν βίον ἐχέτω ἐν σκότει τῇ ἀμφοτέρων τῶν ὀφθαλμῶν ἐκκοπῇ. καὶ εἴτινες δὴ τῷ κακουργήσαντι πρὸς τὴν πρᾶξιν συνήραντο, εἰ μὲν αὐτόχειρες γεγόνασι τοῦ κακοῦ συνεξορύξαντες τοὺς ὀφθαλμοὺς, παραπλησίως καὶ αὐτοὶ κολαζέσθωσαν· εἰ δ᾽ ἀπέσχοντο μὲν τοῦ τὰς χεῖρας τοῖς ὀφθαλμοῖς συνεπιβαλεῖν, ἄλλην δέ τινα συνεργείαν παρέσχον τῷ πονηρεύματι, τοῖς μὲν ὁρίζεσθαι τὴν ποινὴν μέχρι τῶν εἰς τὸ σῶμα πληγῶν καὶ τῆς ἐν χρῷ κουρείας καὶ τῷ τρίτῳ μέρει τῆς τῶν ὑπαρχόντων ζημίας· τοὺς δὲ αὐτουργοὺς τῆς τυφλώσεως τοῖς προειρημένοις ὑπάγεσθαι.