IusCommune
IusCommune › Textos › Synopsis minor › Synopsis minor

Syn. min. 1.5

Ἀρχὴ τοῦ Ε

Abrir no leitor do IusCommune →

1

pr.Τῶν ἐλευθέρων οἱ μὲν λέγονται εὐγενεῖς, οἱ δὲ ἀπελεύθεροι. καὶ εὐγενεῖς μὲν εἰσὶν οἱ ἐλεύθεροι ἐκ γεννήσεως, ἀπελεύθεροι δὲ οἱ ἀπὸ δούλων γεγονότες ἐλεύθεροι.

2

pr.Ὁ ἐλεύθερος καὶ ἄπαις ὢν ὡς βούλεται διατίθεται, καὶ οὐκ ἀναγκάζεται ἢ βιάζεται, ἵνα ἀφήσῃ τί τινι ἀνθρώπῳ ἐξωτικῷ χωρὶς μόνον γονέων, οἷς χρεωστεῖ ἐξ ἀνάγκης φαλκίδιον, τουτέστιν τὸ ἀνῆκον μερίδιον.

3

pr.Ὁ ἐλεύθερος ἔτι ζῶν οὐδενὶ δουλεύειν βιάζεται, οὐδὲ σέβεσθαί τινα καὶ τιμᾶν ὃν οὐ θέλει.

4

pr.Οἱ ἐξ ἐννόμων γάμων ὑπόκεινται τῷ πατρὶ καὶ αὐτῷ ὑποτάσσονται. κληρονομοῦσι δὲ τὸν πατέρα καὶ τὴν μητέρα καὶ ἐκ διαθήκης καὶ ἐξ ἀδιαθέτου, εἰ μήτις αἰτία κωλύσει εὔλογος. καὶ ὅσα ἐξ ἰδιωτικῶν ὑποθέσεων κτήσονται, προσφέρουσι τῷ πατρί· καὶ ὑπὸ τὴν τοῦ πατρὸς ἐξουσίαν τὰ τῶν παίδων εἰσί· καὶ χωρὶς γνώμης τοῦ πατρὸς οὐ δύνανται οἱ παῖδες γαμικὸν ποιῆσαι συνάλλαγμα· οὔτε ἀποδημοῦσιν ἄνευ τῆς τούτου βουλῆς τε καὶ προτροπῆς, εἰ μὴ πολλάκις εἰς ἐκστρατείαν τούτους καλέσουσι, τότε γὰρ καὶ ἀποδημοῦσι χωρὶς βουλῆς τοῦ πατρός· καὶ ὅσα κτήσονται ἀπὸ τῆς ἐκστρατείας, ὡς ἰδικὰ αὐτῶν ἔχουσι, καὶ τῷ πατρὶ οὐδεμία ἐξουσία ἐστὶν ἐν αὐτοῖς.

5

pr.Οἱ ἐκ πορνείας παῖδες ὑπόκεινται τῇ μητρὶ, καὶ ἀνάγονται παρ᾽ αὐτῆς, καὶ κληρονομοῦσιν ἀποθανοῦσαν, καὶ παρ᾿ αὐτῆς πάλιν κληρονομοῦνται εἰ πρὸ αὐτῆς τελευτήσουσιν· ἐπὶ δὲ τῷ πατρὶ οὐκ ἔχουσι προνόμιόν τι, οὔτε ὁ πατὴρ ἐν αὐτοῖς. (ἔν τισι τῶν νομίμων ἐνδέδοται καὶ ἐπὶ τούτοις, εἰ βούλεται ὁ πατὴρ, τῆς μητρὸς εἶναι προτιμότερον τοῦτον.)

6

pr.Ὅτι τρεῖς εἰσὶν ἐναλλαγαὶ καταστάσεως· μεγάλη, μέση καὶ ἐλαχίστη, διότι καὶ τρία εἰσὶν, ἅπερ ἔχομεν· ἐλευθερία, πολιτεία, συγγένεια. καὶ μεγάλη μέν ἐστιν ἐναλλαγὴ και ταστάσεως, ἤγουν τῆς τάξεως ἧς ἔχει ἕκαστος ἐλεύθερος ἄνθρωπος, δι ἧς καὶ τὰ τρία ἀπόλλυται ἤγουν ἐλευθερία, πολιτεία, συγγένεια, καὶ παντελῶς ἡ τάξις πρὸς τὸ χεῖρον ἀλλάττεται. ποιεῖ δὲ τοῦτο ὁ περιορισμός· ὁ γὰρ περιοριζόμενος οὔτε ἐλευθερίαν ἔχει, ἀλλ᾽ εἰς μέταλλον ἐργάζεσθαι κατακρίνεται· οὔτε πολιτείαν, ἀλλὰ δημεύεται καὶ τῷ δημευθῆναι ἡ τῆς πολιτείας στέρησις ἐπακολουθεῖ· οὔτε συγγένειαν, ὁ γὰρ ἐν περιορισμῷ ὑπάρχων οὔτε διατίθεται οὔτε κληρονομεῖται οὔτε κληρονομεῖ οὔτε παῖδας ὑπεξουσίους κεκτῆσθαι δύναται. ἡ δὲ μέση μόνην φθείρει τὴν πολιτείαν. μέση δὲ ἐναλλαγὴ ἐξορία ἐστίν· ἔξω γὰρ πάντων τῆς πολιτείας ἅπας ἐξόριστος. ἡ δὲ ἐλαχίστη μόνην τὴν συγγένειαν ἐναλλάσσει. ἐλαχίστη δὲ ἐναλλαγὴ ἡ υἱοθεσία ἐστὶν, ἥτις καὶ μόνην ὡς εἴρηται μεταποιεῖ τὴν συγγέ νειαν, μήτε τὴν πολιτείαν μήτε τὴν ἐλευθερίαν ἀλλάττουσα. υἱοθετοῦνται δὲ πολλάκις μὲν ὑπεξούσιοι, ἤγουν οἱ ἔχοντες πατέρα καὶ ὑπὸ τὴν ἐκείνου ἐξουσίαν ταττόμενοι· καὶ ἡ τοιαύτη τῶν ὑπεξουσίων υἱοθεσία ἐξάγει καὶ ἐκβάλλει τοὺς παῖδας, τοὺς υἱοθετουμένους δηλαδὴ, ἀπὸ τοῦ κατὰ φύσιν πατρὸς καὶ μεταφέρει καὶ ὑποτίθησιν ἄλλῳ κατὰ θέσιν πατρί. πολλάκις δὲ υἱοθετοῦνται καὶ αὐτεξούσιοι, καὶ οὐ μόνον ἄνδρες, ἀλλὰ καὶ γυναῖκες· καὶ ἐπὶ τῶν ἀνδρῶν μὲν κελεύσει βασιλέως ὡς ἐπὶ τὸ πολὺ τοῦτο γίνεται, ἐπὶ δὲ τῶν γυναικῶν ὁ κατὰ τόπους σκοπεῖ ἄρχων, μήπως δι ἔρωτα σατανικὸν ἢ κακοτροπίαν τινὰ ἡ τοιαύτη υἱοθεσία κακούργως ἐπινενόηται.

7

pr.᾿Απαγορεύεται τοῖς ἐπισκόποις ἀφορίζειν καὶ χωρίζειν τῆς ἁγίας κοινωνίας τινὰ ἄνευ εὐλόγου αἰτίας· ὁ δὲ ἀφορίζων παραλόγως ἐπὶ χρόνον ἕνα τῆς ἁγίας κοινωνίας κωλύεται.

8

pr.Οἱ ἐπίσκοποι δωρεάν καὶ χωρὶς μισθοῦ προχειρίζονται.

9

pr.Ἐπίσκοπος περὶ ἱερωσύνης διδοὺς ἢ λαμβάνων τὶ, ἐκπίπτει τῆς ἱερωσύνης· εἰ δὲ λαϊκὸς ὑπὲρ ἐπισκόπου δώσει, ζημιοῦται τὸ δεδομένον εἰς τὸ διπλάσιον.

10

pr.Ἐπίσκοποι καὶ μοναχοὶ ἐπίτροποι ἢ κουράτωρες οὐ γίνονται, κἂν ἐθέλωσιν.

11

pr.Ἐγγύας οὔτε μητροπολίτης οὔτε ἐπίσκοπος ἀπαιτεῖται.

12

pr.Ὁ ἐμφυτευτικῶς λαβὼν ἀπὸ ἐκκλησίας τὶ, ἐὰν ἐπὶ δυσὶ χρόνοις οὐ δώσῃ τὸ ἐμφυτευτικὸν, μετὰ τὴν ἐπιφώνησιν ἐκπίπτει τῆς βελτιώσεως.

13

pr.Ἐπίσκοποι, ὅσα μετὰ τὴν ἐπισκοπὴν κτήσονται, εἰς αἰχμαλώτων ἐλευθερίας καὶ πτωχοτροφίας καινοτομείτωσαν, καὶ εἰς ἄλλας τοιαύτας αἰτίας, καὶ εἰς περιποίησιν τῶν οἰκείων ἐκκλησιῶν. εἴτι δὲ πρὸ τῆς ἐπισκοπῆς εἶχον, καὶ εἴτι μετὰ τὴν ἐπισκοπὴν ἀπὸ τῶν συγγενῶν αὐτοῖς προσεγένετο, ἐπὶ τούτοις ποιείτωσαν ὅπερ βούλονται καὶ ὡς θέλουσιν αὐτὰ διοικείτωσαν.

14

pr.Τῶν ἐνοχῶν, ἃς καὶ ἀγωγὰς καλοῦσί τινες, αἱ μὲν ἀπὸ συναλλαγμάτων καὶ συμφωνιῶν γίνονται· ἐνέχεται γάρ τις πάντως εἰς ὃ συνεφώνησεν· αἱ δὲ ἀπὸ ἁμαρτημάτων ἢ ἐγκλημάτων. διαφέρουσι δὲ τῶν ἁμαρτημάτων τὰ ἐγκλήματα, ὅτι τὰ μὲν ἁμαρτήματα ἐλαφρότερα, βαρύτερα δὲ τὰ ἐγκλήματα, καὶ τὰ μὲν ὀλίγης εἰσὶ τιμωρίας ἄξια ἢ καὶ μόνης εἰ τύχοι μέμψεως, τὰ δὲ ἰσχυροτέρας καὶ μείζονος. ῾καὶ συνάλλαγμα μέν ἐστιν, ὅταν συνέλθωσι πρόσωπα δύο καὶ ἑκουσίως συμφωνήσωσί τι· ἁμάρτημα δὲ, ὅπερ παρὰ γνώμην τινὸς καὶ θέλημα πρὸς λύπην ἐκείνου παρ᾽ ἄλλου πράττεται, ἢ καὶ ὃ κακῶς καὶ ἐπιληψίμως καθ᾽ ἑαυτὸν ἐργάζεταί τις μηδὲν ἄλλον βλάπτων. καὶ τὸ μὲν πρότερον ἁμάρτημα εἰς ἐνοχὴν ἄγεται, τὸ δὲ δεύτερον ἐνοχὴν ὅλως οὐκ ἐπιδέχεται. ἔγκλημα δὲ τὸ καὶ εἰς ἄλλου μεγίστην βλάβην καὶ παράνομον καὶ μετὰ βίας γινόμενον.

15

pr.Ὁ ἐγκληματικὰς κινῶν ἀγωγὰς οὐ δέχεται εἰς τὸ δικαστήριον ἄλλως, εἰ μὴ πρότερον δώσει ἐφ᾽ οἷς λέγει ἀσφάλειαν ἔγγραφον· ὁ δὲ χρηματικῶς κατηγορῆσαί τινος βουλόμενος καὶ χωρὶς ἀσφαλείας δέχεται.

16

pr.Ὁ δὲ περὶ πλαστογραφίας λόγος καὶ ὁ περὶ βίας ποτὲ μὲν ἐγκληματικῶς κινεῖται, ποτὲ δὲ χρηματικῶς, καὶ ἐπ᾿ ἀδείας ἐστὶ τῷ κινοῦντι κινεῖν ὡς βούλεται.

17

pr.Τὸ ἐπικλᾶσθαι τὸ βάρος τὶ ἐπιτίθεσθαι παρὰ τῷ νόμῳ δηλοῖ.

18

pr.Ἐντολὴ παρὰ τῷ νόμῳ καλεῖται, ὅταν ἀξιώσῃ τὶς ἄλλον εἰς πρόσωπον αὐτοῦ τι ποιῆσαι καὶ ὁμολογήσῃ στέργειν αὐτὸς τὰ παρ᾽ ἐκείνου γινόμενα.

19

pr.Ὁ καταδεξάμενος ἐντολὴν καὶ τελειώσας αὐτὴν καὶ πράξας ὑπὲρ ἄλλου προσώπου ὅσα ἀνετέθη αὐτῷ, εἴ τι καινοτομήσει ἕως οὗ ἐκπληρώσει τὴν πρᾶξιν, λαμβάνει παρ ' οὗ τὴν ἐντολὴν ἀνεδέξατο, τουτέστι παρ᾽ ἐκείνου ὑπὲρ οὗ ἔπραξεν. εἰ δὲ μὴ τελειώσει τὴν ἐντολὴν, ἢ ποιήσει τὶ παρ᾽ αὐτὴν, ἐνέχεται καὶ ἀπαιτεῖται λόγον τῆς ἐπὶ τούτοις ἀμελείας τε καὶ καταφρονήσεως, ἢ τυχὸν καὶ τῆς τοῦ δικαίου προδοσίας καὶ δολιότητος.

20

pr.Ἐκδικεῖ τις τὸ ἴδιον πρᾶγμα, τουτέστιν ἀνακαλεῖται τὸ ἴδιον πρᾶγμα παρ᾽ ἄλλου κρατούμενον, καὶ λαμβάνει, ὅταν ὁ κρατῶν καὶ κατέχων τοῦτο οὐκ ἔχῃ παραγραφὴν πρὸς τοῦτο ἰσχυρὰν καὶ ἐνδύναμον. παραγραφὴ δὲ ἐστὶν ἐνδύναμος ἡ τριακονταετία καὶ ἡ συμφωνία καὶ ὅσα τοιαῦτα.

21

pr.Ἐκνικᾶν καὶ ἐκνικᾶσθαι παρὰ τῷ νόμῳ λέγεται πρᾶγμα, ὅταν μετὰ κρίσεως ἢ ἀνακαλέσηταί τις τὸ ὑπὸ δεσποτείαν ἄλλου γενόμενον, ἤ τινα πρᾶξιν προγενεστέραν μεταποιήσῃ πρὸς ὅπερ βούλεται. ἐκνικᾶν δὲ λέγεται τοῦτο ὡς τοῦ ποιοῦντος περιγενομένου καὶ νικῶντος δικαίως τοὺς ἀνθισταμένους καὶ ἀντιπίπτοντας· καὶ διὰ τοῦτο καὶ τὸ πρᾶγμα, εἰς ὃ γίνεται ταῦτα, ὁ νόμος ἐκνικᾶσθαί φησιν, ἐπεὶ αὐτὸ ὡσανεὶ πάσχει τὰ ἐπὶ τούτῳ πραττόμενα.

22

pr.Ἡ ἐμφύτευσις οὔτε μίσθωσίς ἐστιν οὔτε ἐκποίησις, ἀλλὰ μέσον πως τούτων τῶν δύο καθίσταται, καὶ ἐκ μέρους μὲν μετέχει εἰς μίσθωσιν, ἐκ μέρους δὲ τῇ ἐκποιήσει ταυτίζεται, καὶ ἐστὶν ὥσπερ μίσθωσις ὁμοῦ καὶ ἐκποίησις. ἡ μὲν γὰρ μίσθωσις οὐκ ἐστιν ἀεὶ οὐδὲ τὸ διηνεκὲς κέκτηται, ἀλλ᾽ ἅπαξ γενομένη τοῦ εἶναι μετὰ συμπλήρωσιν παύεται· ἡ δὲ ἐμφύτευσις δύναται καὶ τὸ διηνεκὲς ἔχειν καὶ εἰς ἀεὶ διαμένειν οὐκ ἐμποδίζεται, καὶ κατὰ τοῦτο διαφέρει τῆς μισθώσεως ἡ ἐμφύτευσις. πάλιν δὲ ἡ ἐκποίησις τελεία πρᾶσίς ἐστι, καὶ μετὰ τὸ γενέσθαι τὴν καταβολὴν τοῦ τιμήματος οὐκέτι καταβάλλει τὶ ὁ ἀγοραστὴς οὐδὲ ἀναγκάζεται κατ᾿ ἔτος διδόναι τί· ἡ δὲ ἐμφύτευσις καθ'᾽ ἕκαστον χρόνον γίνεται καὶ ἀπαιτεῖται ὥσπερ τέλος ἐτήσιον, καὶ κατὰ τοῦτο διαλλάττει πρὸς τὴν ἐκποίησιν ἡ ἐμφύτευσις. καὶ ὅτι μὲν ὁ λαβὼν κατ᾿ ἐμφύτευσιν εὐκόλως ἀφ᾽ οὗπερ ἔλαβεν οὐκ ἀποδιώκεται, οὐδὲ ἐπ᾽ ὀλίγον καιρὸν τὸ δοθὲν αὐτῷ κέκτηται, οὐκ ἐστὶ μίσθωσις ἡ ἐμφύτευσις· ὅτι δὲ πάλιν τὸ τεταγμένον κατ᾿ ἔτος δίδωσιν, οὐδὲ ἐκποίησίς ἐστιν ἤγουν τελεία πρᾶσις καὶ διαπώλησις. ἀλλὰ θεω ρεῖται μέσον μισθώσεώς τε καὶ ἐκποιήσεως, καὶ διὰ τοῦτο καὶ τὰ νόμιμα ταύτης ἰδικά ἐστι παρὰ τὰ νόμιμα, ἅπερ ἔχει ἡ μίσθωσις καὶ ἡ ἐκποίησις.

23

pr.Ὁ εἰς ἐμφύτευσιν λαβών τι ἐὰν μέλλῃ ἐκποιῆσαι τοῦτο καὶ πωλῆσαι πρὸς ἕτερον, ὀφείλει προδηλῶσαι τῷ δεσπότῃ τοῦ πράγματος καὶ διαμαρτύρασθαι, ὅτι ἤδη πωλεῖ ὅπερ εἰς ἐμφύτευσιν ἔλαβε· καὶ ἐὰν θέλῃ ὁ δεσπότης, εἰς τὸ παρ ' ἑτέρου διδόμενον τίμημα προτιμᾶται αὐτός.

24

pr.Ὁ ἐμφυτευτὴς ἐὰν ἐπὶ τρισὶ χρόνοις μὴ καταβάλῃ ἤγουν ἀποδώσει τὸ ἐμφύτευμα, ἐκπίπτει τοῦ πράγματος, ἤγουν στερεῖται αὐτοῦ. καὶ τοῦτο μὲν ἐὰν κοσμικὸν πρᾶγμα ᾖ· εἰς δὲ τὸ ἐκκλησιαστικὸν, ὁ λαβὼν ἐκκλησιαστικὸν πρᾶγμα εἰς ἐμφύτευσιν, ἐὰν ἐπὶ δυσὶ χρόνοις μὴ δώσει τὸ ἐμφύτευμα, μετὰ τὴν ἐπιφώνησιν στερεῖται τοῦ πράγματος.

25

pr.Ὁ ἐναγόμενος ἐν ταῖς παραγραφαῖς ἐνάγων γίνεται, καὶ τὰς συστάσεις αὐτὸς ἀπαιτεῖται καὶ βαρεῖται ταῖς ἀποδείξεσι. τὸ δέ· βαρεῖται ταῖς ἀποδείξεσι, τοῦτο δηλοῖ, ὅτι τὸ βάρος τῶν ἀποδείξεων δέχεται καὶ αὐτὸς διδόναι τὰς ἀποδείξεις καταναγκάζεται. περὶ δὲ τῆς λέξεως αὐτῆς τῆς παραγραφῆς ἐν τοῖς εἰς τὸ π΄ στοιχεῖον εἰρήκαμεν.

26

pr.Τοῦ ἐνάγοντος μὴ ἀποδεικνύντος, ὁ ἐναγόμενος νικᾷ, κἂν μὴ ἀποδείκνυσιν.

27

pr.Ἐνέχυρόν ἐστι πᾶν τὸ εἰς ἀσφάλειαν ὑπὲρ χρέους διδόμενον. τοῦτο δὲ τὸ ἐνέχυρον, ὅταν μὲν εἰς χεῖρας τοῦ δανειστοῦ παρὰ τοῦ χρεώστου δοθῇ, τότε κυρίως ἐνέχυρον λέγεται· ὅταν δὲ παρὰ τῷ χρεώστῃ μένῃ, ἄλλως δὲ διὰ λόγου ἢ διὰ γράμματος ὁ χρεώστης ὑποθήσει τοῦτο τῷ δανειστῇ, ἵνα, ὅταν θελήσῃ ἢ καιρὸς ἀπαιτήσῃ, λάβῃ τότε εἰς τὴν τοῦ ὀφειλομένου χρέους ἐκπλήρωσιν, τότε ὑποθήκη τὸ ἐνέχυρον ὀνομάζεται, καὶ τὸ τοιοῦτον πρᾶγμα ὑποτιθέμενον λέγεται. καταχρηστικώτερον δέ τινες καὶ τὸ ὑποτιθέμενον ἐνέχυρον καλοῦσιν.

28

pr.Ἔδωκε χρεωφειλέτης ἐνέχυρον πρὸς τὸν δανειστὴν, καὶ ἐγένετο μέσον αὐτῶν συμφωνία. τοῦτο τὸ κεφάλαιον τοιοῦτον ἐστί. δανείζει τὶς πρὸς πολλούς· καὶ ὑποθετέον, ὅτι πρός τινα τῶν χρεωφειλετῶν ἐδάνεισεν οὐχ ἁπλῶς, ἀλλὰ ῥητῶς εἰπόντος τοῦ δανειζομένου, ὅτι ταῦτα τὰ ὑπέρπυρα δανείζομαι παρὰ σοῦ, ἵνα τόδε τὶ ποιήσω. καὶ πάλιν ὁ δανειζόμενος δανείζεται μὲν ἐκ πολλῶν· δανείζεται δὲ τυχὸν ἐξ ἑνός τινος δα· νειστοῦ οὕτως ἤγουν ῥητῶς, ἵνα διὰ τῶν τοιούτων ὑπερπύρων ποιήσῃ τί. μετὰ ταῦτα τοῦ χρεωφειλέτου ἢ τελευτήσαντος ἢ ζῶντος καὶ ἀποροῦντος καὶ μὴ ἔχοντος ἀποδοῦναι, πάντες οἱ δανεισταὶ, μηδὲν ἄλλο ἀπὸ τοῦ χρεώστου εὑρίσκοντες, ἀντιλαμβάνονται τοῦ πράγματος ἐκείνου, ὅπερ ἐποίησε μετὰ τῶν ὑπερπύρων τοῦ δανειστοῦ, πρὸς ὃν δανειζόμενος εἶπεν· ὅτι τὰ ὑπέρπυρα ἃ δανείζομαι ἀπὸ σοῦ εἰς τόδε τὶ μέλλω ἐξοδιάσαι καὶ ἐπὶ τούτῳ μέλλω καινοτομῆσαι αὐτά· ἀντιλαμβάνεται δὲ καὶ ὁ τοιοῦτος δανειστὴς τοῦ πράγματος τούτου 34. τοῦτον οὖν προτιμότερον κρίνει ὁ νόμος πάντων τῶν ἑτέρων δανειστῶν, τῶν μὴ δανεισάντων ἐπὶ ὡρισμένῳ τινὶ πράγματι, ἀλλ᾽ ἁπλῶς οὕτως ἀορίστως. ὡσαύτως δὲ καὶ εἴπερ οὐκ ἔδωκεν εἰς χεῖρας τοῦ χρεώστου τὰ νομίσματα ἤτοι τὰ ὑπέρπυρα, ἀλλ᾽ αὐτὸς ὁ δανειστὴς ἐκαινοτόμησε ταῦτα βουλῇ καὶ προτροπῇ ἐκείνου ἐπὶ ποιήσει τινὸς πράγματος, προτιμᾶται καὶ πάλιν οὗτος παρὰ τοὺς ἑτέρους δανειστὰς ἅπαντας εἰς τὸ κατέχειν τὸ τοιοῦτον πρᾶγμα, ὡς ἂν ἱκανωθῇ ἐξ αὐτοῦ. καὶ διὰ τὴν τούτου προτίμησιν λέγεται σιωπηρὰ συναλλαγὴ τῆς ὑποθήκης ἢ τοῦ ἐνεχύρου. ὑποθήκην δὲ καὶ ἐνέχυρον λέγει τὸ πρᾶγμα τὸ διὰ τῶν ὑπερπύρων γινόμενον, εἰς ὃ καὶ προτιμᾶται ὁ τὰ ὑπέρπυρα δεδωκὼς ἐπὶ τῷ γενέσθαι αὐτό· σιωπηρὰ δὲ συναλλαγὴ λέγεται, διότι συναλλάσσειν τοῦτο δοκεῖ ὁ ποιῶν αὐτὸ, εἰ καὶ σιωπᾷ καὶ ῥητῶς οὐ λέγει αὐτό. λέγεται δὲ τὸ τοιοῦτον καὶ ὑποθηκαρία σεσιωπημένη συναλλαγή.

29

pr.Ὅταν τοιαύτη γένηται συμφωνία, ὡς ἂν ὁ χρεωφειλέτης ἐὰν μὴ ἀποδώσῃ τὸ χρέος τῷ δανειστῇ κατὰ τὴν προθεσμίαν, ἤγουν τὴν τεταγμένην ἡμέραν, ὅπερ λέγουσί τινες ἐμπροθέσμως, κατέχηται παρὰ τοῦ δανειστοῦ τὸ ἐνέχυρον καὶ λογίζηται ὡς ἀγορασθὲν παρ᾽ αὐτοῦ· ὅταν γοῦν γένηται τοῦτο, τότε λέγουσιν, ὅτι ὑπὸ αἵρεσιν τὸ ἐνέχυρον ἐπωλήθη. καθολι κῶς γὰρ, ὅταν μετὰ διαστιγμοῦ καὶ προσδιορισμοῦ συμφωνηθῇ γενέσθαι τὶ, ὑπὸ αἵρεσιν ὀνομάζουσι. πλὴν ὀφείλει ὁ δανειστὴς εἰς τίμημα δίκαιον δέχεσθαι τὸ ἐνέχυρον, τουτέστι ὁπόσου ἂν εἴη τιμήματος ἄξιον 37.-

30

pr.Ὅταν δανείσῃ τὶς χρεωφειλέτῃ τινὶ, καὶ οὐχ ἁπλῶς πρὸς τοῦτον δώσει τὸ δάνειον, ἀλλ᾽ εἰς ἔργον τὶ ὡρισμένον, ἤγουν ἵνα ἀνακαινίσῃ ὀσπήτιον ἢ ἵνα κτίσῃ ἢ ἵνα ἀμπελῶνα φυτεύσῃ ἢ ἄλλο τὶ τοιοῦτον, καὶ ὅταν μετ᾽ εἰδήσεως καὶ προτροπῆς τοῦ δεσπότου καὶ τοῦ κυρίου τινὸς πράγματος τὰς ἐξόδους τὰς εἰς περιποίησιν τοῦ τοιούτου πράγματος ἀφ᾽ ἑαυτοῦ καὶ ἀπὸ τῶν οἰκείων δίδωσί τις, τότε λέγεται σιωπηρὰ τῶν ὑποθηκῶν καὶ τῶν ἐνεχύρων συναλλαγή. ἔχει γὰρ τὸ πρᾶγμα εἰς ὃ ἐξωδίασεν ὁ ποιήσας ἢ ἀνακτίσας αὐτὸ, καὶ νικᾷ οὗτος τοὺς λοιποὺς δανειστὰς, ὁπόσοι βούλονται τὸ πρᾶγμα λαβεῖν εἰς ἱκάνωσιν τῶν χρεωστουμένων αὐτοῖς.

31

pr.Ὁ ἐγγυητὴς ἐν πάσῃ ἐνοχῇ γίνεται, καὶ ὅστις ἂν ἐπὶ ὑποθέσει τινὶ ἐγγυητὴς δι ἕτερον γένηται, ἐὰν ἐκεῖνος ὃν ἐγγυήσατο ἀπορῇ ποιῆσαι τὸ πρᾶγμα, δι ὃ γέγονεν ἡ ἐγγύησις, ὁ ἐγγυητὴς ποιεῖν τοῦτο καταναγκάζεται.

32

pr.Καλοῦσι δέ τινες τὸν μὲν ἐγγυητὴν καὶ χρεώστην δεύτερον, τὸν δὲ ἄνθρωπον, ὑπὲρ οὗ ἐποίησε τὴν ἐγγύην, χρεώστην πρωτότυπον.

33

pr.Ἐγγύας γυνὴ οὐ δίδωσι πρός τινα, ἀλλ᾽ οὐδ᾽ ἐὰν δώσει, ἐνέχεται· καὶ τὰ ἑξῆς ἐν τοῖς περὶ γυναικὸς ἐλέχθη πλατύτερον.

34

pr.Ἐπίτροποι καὶ κουράτωρες μὴ ποιήσαντες ἀπογραφὴν εἰς τὸ πρᾶγμα τὸ παραδοθὲν τούτοις, ἤγουν τὸ πρᾶγμα τῶν κληρονόμων ὧν αὐτοί εἰσιν ἐπίτροποι καὶ κουράτωρες, ἀπαιτοῦνται ὕστερον παρὰ τῶν κληρονόμων ἔνδικον ὅρκον.

35

pr.Ἐπιτροπεύονται, ἤγουν ὑπ᾽ ἐπιτρόπους τάττονται εἶναι καὶ παρ᾽ αὐτῶν διεξάγεσθαι, οἱ ἐλεύθεροι οἱ διὰ τὸ ἀνήλικον μὴ δυνάμενοι τὸν οἰκεῖον βίον διευθύνειν καλῶς. εἰσὶ δὲ ἀνήλικοι, ἄνδρες μὲν ἕως τὸν ιδ΄ χρόνον πληρώσωσι· αἱ δὲ γυναῖκες, ἕως ὑπὲρ τὸν ιβ ' χρόνον γίνονται.

36

pr.Ὁ ἐπίτροπος ἢ παρὰ τοῦ δικαστοῦ δίδοται· καὶ δίδοται τότε, ὅταν τελευτήσωσιν οἱ γονεῖς καὶ ἀφήσουσιν ἀνηλίκους παῖδας καὶ ἐπιτρόπους τούτοις οὐκ ἐπιστήσουσι· καὶ λέγεται ὁ παρὰ τοῦ δικαστοῦ διδόμενος, ὡς ἐδηλώθη, ἐπίτροπος λεγήτιμος, ὅπερ ἐστὶ παρὰ τοῦ νόμου δοθεὶς ἤγουν τῶν κατὰ νόμους δικαζόντων κριτῶν (λέγες γὰρ οἱ ῥωμαῖοι τοὺς νόμους κατονομάζουσιν)· ἤγουν παρὰ τοῦ δικαστοῦ δίδοται ὁ ἐπίτροπος, ἢ παρὰ τοῦ πατρὸς ἢ παρὰ τῆς μητρός. ἀλλ᾽ ὁ μὲν πατὴρ εἰς τοὺς γνησίους υἱοὺς, ὡς κυρίως ἐξουσιαστὴς ὑπάρχων αὐτῶν, δύναται καὶ κληρονόμους καὶ ἀποκλήρους γράφων τοὺς παῖδας ἐπιτρόπους τούτων ποιεῖν· ἡ δὲ μήτηρ, ὅτε μὲν κληρονομίαν ἀφίησι τοῖς υἱοῖς, τότε μόνον ἄδειαν ἔχει ἀφιέναι τούτοις καὶ ἐπιτρόπους, ἀλλ᾽ οὐδὲ τότε ἁπλῶς, εἰ μὴ ὁ δικαστὴς ἐξετάσει τοῦτο καὶ στέρξει.

37

pr.Οἱ κληρονόμοι μετὰ τὸ ἐλθεῖν εἰς μέτρον ἡλικίας τελείας ἀπαιτοῦσι λόγον τοὺς ἐπιτρόπους περὶ τῆς διοικήσεως τῶν πραγμάτων αὐτῶν, καὶ εὐθύνουσιν αὐτοὺς, ἐάν τι δέον ὂν ἤγουν πρέπον γενέσθαι παρ᾽ αὐτῶν, οὐκ ἐγένετο· καὶ εἴτι παρὰ τῶν ἐπιτρόπων ἐκαινοτομήθη κακῶς ἢ ἀδιαφόρως ἐξωδιάσθη, καὶ τοῦτο οἱ κληρονόμοι ζητοῦσι καὶ ἀναλαμβάνουσιν, ἤγουν ἀντιστρεφόμενον καὶ ἀποδιδόμενον δέχονται· καὶ οὐ μόνον παρὰ τῶν κληρονόμων, ἀλλὰ καὶ παρὰ τῶν δικαστῶν πολλάκις οἱ ἐπίτρόποι ἀνακρίνονται καὶ δι εὐλόγους αἰτίας τῆς ἐπὶτροπῆς ἐκδιώκονται.

38

pr.Ἐπιτροπεύειν οὐχὶ γυναῖκες, ἀλλ᾽ ἄνδρες δύνανται, εἰ μὴ πολλάκις μητέρες τῶν οἰκείων προϊστάμεναι παίδων τὰ τῶν ἐπιτρόπων ἐπ᾿ αὐτοῖς διαπράττονται.

39

pr.Ἐκπίπτειν τῆς δίκης ἐστὶν τὸ καταδικάζεσθαι, καὶ τοῦ δικαίου, οὗπέρ τις ἀντιποιεῖται, ἐκβάλλεσθαι, καὶ ἐφ᾽ ἦ ὑποθέσει δίκαιον ἔχειν νομίζει, ἀποτυγχάνειν καὶ ἀστοχεῖν.

40

pr.Ὁ ἐναγόμενος ἐν ταῖς παραγραφαῖς ἐνάγων γίνεται καὶ βαρεῖται ταῖς ἀποδείξεσι, τουτέστιν αὐτὸς ὡς ἐνάγων ἀπαιτεῖται τὰς ἀποδείξεις τοῦ πράγματος παράγειν καὶ προκομίζειν. τί δέ ἐστι παραγραφὴ ἐν τοῖς εἰς τὸ π ' στοιχεῖον εἰρήκαμεν.

41

pr.Αἱ μὴ κατὰ φύσιν ἤγουν μὴ κατὰ τὸν πρέποντα λόγον συνιστάμεναι ἐνοχαὶ, ἤγουν συμφωνίαι τῶν ὑποθέσεων καὶ ἀρχαὶ, ἐξ ὧν αἱ περὶ τῶν πραγμάτων γίνονται ἀγωγαὶ, οὐ δύνανται ἔχειν ἰσχὺν, οὐδὲ παρὰ νόμου ἢ δικαστοῦ ἢ πραίτωρος βοηθοῦνταί τινος. ἐστὶ δὲ τοῦτο τοιοῦτον. ἐποίησε τις συμφωνίαν μετά τινος, καὶ ὡμολόγησεν ἐγγράφως δοῦναι αὐτῷ τοσάδε νομίσματα, ἐὰν ἐκεῖνος πλαστογραφίαν ποιήσῃ ἢ λη στείαν ἢ φόνον ἐργάσηται. ἐπλήρωσεν ἐκεῖνος τὴν συμφωνίαν, καὶ ζητεῖ ἀπὸ τοῦ ὑποσχομένου τὰ νομίσματα δοῦναι, ἵνα δώσει πρὸς αὐτὸν ὁ ὑπέσχετο· ὁ δὲ συμφωνήσας οὐ δίδωσι τὰ νομίσματα, καὶ ὁ πληρώσας τὴν συμφωνίαν ἐγκαλεῖ καὶ αὐτοῦ ὡς δῆθεν ἃ συνεφώνησε παραβαίνοντος· εὑρίσκει δὲ τυχὸν ἐπὶ τούτῳ καὶ παρὰ τῶν δικαζόντων ἀντίληψιν καὶ παρὰ τῶν τὰς δημοσίας ἐνεργούντων ἀρχάς· οἴεται δὲ ἴσως βοηθεῖσθαι παρὰ τοῦ νόμου τοῦ τὰς γενομένας συμφωνίας στερκτέας εἶναι διαγορεύοντος καὶ παρ᾿ αὐτῶν τὰς ἀγωγὰς ἀποκλείεσθαι. ἀλλ᾽ οὔτε ὁ νόμος βοηθεῖ τούτῳ, οὔτε δικαστὴς ἢ δημόσιος ἀντιλαμβάνεσθαι τούτου δύναται. αἱ γὰρ συμφωνίαι τότε ἔχουσι τὴν ἰσχὺν καὶ τὰς ἀγωγὰς ἀποκλείουσι, ὅτε γένωνται κατὰ φύσιν ἤγουν κατὰ τὸν λόγον τὸν πρέποντα. ὅτε δὲ μὴ κατὰ φύσιν προβῶσιν, ἤγουν ἐκτὸς τοῦ πρέποντος γένωνται, ἀνίσχυροι καὶ ἀδύνατοι μένουσι, καὶ οὐδεὶς δύναται αὐτὰς συνιστᾶν, ἀλλ᾽ εὐχερῶς ἀνατρέπονται. ὁ γὰρ νόμος τέλος ἔχει σκοπιμώτατον τὸ καλὸν καὶ τὸ δίκαιον, τὸ δὲ κακὸν καὶ τὸ ἄδικον ἀποβάλλεται· καὶ οὐχ ὁ λύων τὰς ἀπρεπεῖς συμφωνίας ἀντιπράττει τῷ νόμῳ καὶ ἀντιπράττεται, ἀλλ᾽ ὁ σπεύδων πρὸς συνηγορίαν αὐτῶν καὶ σύστασιν, εἰ καὶ δοκεῖ πολλάκις πρὸς οἰκείαν βοήθειαν τὸν νόμον προβάλλεσθαι. ὅθεν φαίνεται ἀπὸ τούτου καὶ εἴ τις ὁμολογήσει υἱὸν, ὃν ἐξ ἀθεμίτων γάμων ἐγέννησεν ἢ ὃν ἐκ μοναζούσης ἀπέτεκεν ἢ ἐξ ἧς ἔσχε καθ᾽ ἁρπαγὴν γυναικὸς, ἔπειτα βεβαιώσει τοῦτο καὶ δικαστὴς τῷ νόμῳ τάχα χρησάμενος συνεργῷ τῷ λέγοντι, τὰς ἅπαξ περὶ τῶν υἱῶν γενομένας ὁμολογίας ἔχειν τὸ στέργον· ἀλλ᾽ ἐπεὶ τῆς ὑποθέσεως ἡ ἀρχὴ ἄτοπος καὶ παράλογος καὶ αἰσχρὰ, οὐκ ἔχει τὸ ἰσχυρὸν, ἀλλ᾽ ἀκυροῦται καὶ ἀποπέμπεται. καὶ ἐστὶ τοῦτο θαυμάσιον καὶ τῆς τῶν νομοθετῶν προμηθείας καὶ φιλανθρωπίας δεῖγμα σαφέστατον, τὸ διὰ τούτου τοῦ νόμου καταλύεσθαι πολλάκις καὶ νόμους διὰ τὸ κακῶς καὶ ἐπὶ βλάβῃ τινῶν αὐτοὺς ἐκλαμβάνεσθαι. τοσοῦτον γὰρ καὶ τῶν νόμων τὸ κράτος οἱ νομοθέται βούλονται εἶναι, ὁπόσον ὠφελεῖν ἔχει τοὺς φυλάσσοντας τοὺς νόμους, ἀλλ᾽ οὐ λυμαίνεσθαι. ἡ δὲ κατάλυσις τῶν τοιούτων συμφωνιῶν δι αἰσχρᾶς παραγραφῆς γίνεσθαι παρά τινων λέγεται· αἰσχρὰν δὲ νοοῦσι παραγραφὴν τὸ παράλογον καὶ κακὴν καταρχὰς γενέσθαι τὴν τῆς ὑποθέσεως σύστασιν· διὸ καὶ ἡ περὶ αὐτῆς συμφωνία ὡς αἰσχρὰ παραγράφεται.

42

pr.Οἱ κτήτορες καὶ οἱ ἐμφυτευτικάριοι τοῦ βασιλέως, κἂν μὴ ἠγόρασαν, βεβαίως κτάσθωσαν· τουτέστιν ὅσοι βασιλικὸν καὶ δημόσιον πρᾶγμα λάβωσιν ἢ ἐπὶ τέλει ἢ πρὸς ἐμφύτευσιν, κἂν οὐκ ἔδωκαν εἰς ἅπερ κατέχουσιν ἀγορᾶς τί μημα, ἀλλ᾽ ὅμως βεβαίαν ἐχέτωσαν τὴν τούτων δεσποτείαν τε καὶ νομὴν, καὶ μηδεὶς ἀφαιρείσθω ταῦτα καὶ ἑτέροις διδότω.

43

pr.Ἐν ταῖς ἐγκληματικαῖς ὑποθέσεσι πάντες οἱ εἰς ταύτας συμμετασχόντες ἐνέχονται, καὶ αὐτὸς ὁ κινῶν τὴν ὑπόθεσιν, καὶ ὁ ἐρεθίζων τοῦτον ἤγουν παρακινῶν, καὶ ὁ ὑποβάλλων ἤγουν ὁ τὴν ἀρχὴν τῆς ὑποθέσεως εἰσηγούμενος, καὶ ὁ κατά τι τούτῳ διακονῶν ἤγουν ὑπηρετῶν, καὶ ἁπλῶς εἰπεῖν ἅπαντες. ἐν δὲ ταῖς χρηματικαῖς ὑποθέσεσιν αὐτὸς ἐνέχεται μόνος ὁ κινῶν τὴν ὑπόθεσιν, καὶ εἴ τις ἄλλος ἐθελουσίως ὁμολογήσας, ὅτι βούλεται συγκερδαίνειν τῷ ἀναδόχῳ τῆς ὑποθέσεως ἢ συγκαταδικάζεσθαι.

44

pr.Τὰ ἐγκλήματα τῇ τελευτῇ τοῦ κατηγορουμένου συναποσβέννυται, καὶ πρὸς τοὺς κληρονόμους οὐ διαβαίνουσι τὰ ἐγκλήματα, χωρὶς τῶν περὶ καθοσιώσεως ἐγκλημάτων. εἰσὶ δὲ ἐγκλήματα περὶ καθοσιώσεως τὰ μέγιστα καὶ βλάβης μεγίστης καὶ ἀπωλείας καὶ παντὸς τοῦ βίου στερήσεως τοῖς κατηγορουμένοις προσώποις αἴτια· ταῦτά γουν μόνα τὰ ἐγκλήματα, τὰ περὶ καθοσιώσεως δηλαδὴ, καὶ εἰς κληρονόμους διαβιβάζονται.

45

pr.Τῇ εὐθηνίᾳ ἐπιβουλεύοντες λέγονται, ὅσοι ἐν τῷ ἀγοράζειν καὶ ἀποτίθεσθαι τὰ πωλούμενα καὶ καιρὸν ἀφορίας ἤγουν ἀκριβείας ἐκδέχεσθαι στενοχωροῦσι τῆς πολιτείας τὰ πράγματα, καὶ ποιοῦσιν ἕκαστον τῶν χρησίμων πλείονος τιμῆς ἀποδίδοσθαι. τούτους γὰρ τοὺς τῇ εὐθηνίᾳ ἐπιβουλεύοντας, πραγματευτὰς μὲν ὄντας, εἴργουσι τῆς πραγματείας οἱ νόμοι καὶ ἐξορίζουσιν· εὐτελεῖς δὲ καὶ ἀνωνύμους ὑπάρχοντας, ὑπηρετεῖν εἰς δημόσια ἔργα καταδικάζουσιν.

46

pr.Ἐν ταῖς ἐγκληματικαῖς δίκαις οὐκ εὐθὺς νομίζεται εἶναι ὁ ἐναγόμενος ένοχος, τουτέστιν οὐχ ἅμα τῷ τὴν κατηγορίαν γενέσθαι ὁ κατηγορούμενος ἐν καταδίκῃ τυγχάνειν ὑπολαμβάνεται οὐδὲ εἰς ἅπερ κατηγορεῖται ἐνεχόμενος κρίνεται, ἀλλὰ ὁ ἐνάγων ἤγουν ὁ κατηγορῶν πρῶτον μὲν ὀφείλει ἐγγράψασθαι, ἤγουν διὰ γραφῆς ἀσφαλίσασθαι ἅπερ κατὰ τοῦ κατηγορουμένου κινεῖ. ἡ δὲ ἐγγραφὴ αὕτη οὐκ ἐν πάσαις ταῖς ὑποθέσεσι γίνεται, ἀλλ᾽ ἐν μόναις ταῖς μεγίσταις καὶ ἐγκληματικαῖς· γίνεται δὲ ἐπὶ ταύταις ἡ ἐγγραφὴ, ἵνα μὴ δύνηται ὁ κατήγορος ἢ ἐναλλάξαι τὴν κατηγορίαν ἢ καὶ παντελῶς ἀπολύσαι, καὶ ἵνα γινώ ὁ τοιοῦτος κατήγορος, ὅτι ἐνέχεται ἀποδεῖξαι ἃ κατηγόσκη ρησε, καὶ ὅτι ἐὰν μὴ ἀποδείξῃ αὐτὰ, μέλλει παθεῖν αὐτὸς ἅπερ ἐὰν ἐδείκνυτο ἀληθὴς ἡ κατηγορία, ἔμελλε παθεῖν ὁ κατηγορούμενος. πρῶτον μὲν οὖν ὁ κατηγορῶν ὀφείλει ἐγγράψασθαι, εἶτα πρέπει ἵνα ὑπὸ μίαν παραφυλακὴν ὦσιν ὁ ἐνάγων καὶ ὁ ἐναγόμενος, καὶ τελευταῖον ἵνα ἀκριβοῦς γενομένης περὶ τῆς ὑποθέσεως ἐξετάσεως ἢ ὁ κατηγορῶν τιμωρῇται ἢ ὁ κατηγορούμενος, καὶ οὕτω πέρας τὰ τῆς δίκης λαμβάνουσιν. εἰ δέ τις πολλάκις κατηγορούμενος ἀπελεγχθῇ ὅτι ἐνέχεται ἐφ᾽ οἷς λέγουσι κατ᾿ αὐτοῦ, καὶ ὁμολογήσει τοῦτο, εἴποι δὲ τυχὸν, ὅτι καὶ ἄλλος ἐνέχεται ὁ συγγινώσκων ἢ συνεργῶν ἐφ᾽ οἷς αὐτὸς κατηγόρηται, οὐκ ἐκφύγῃ τὴν τιμωρίαν διὰ τὸ καὶ ἄλλον ὁμολογῆσαι τοῦ πταίσματος συμμετέχοντα, ἀλλὰ τιμωρεῖται μὲν οὗτος ἀναλόγως πρὸς ἅπερ ἔπταισεν, ἐκεῖνος δὲ ὅντινα αὐτὸς καθωμολόγησεν, οὐκ εὐθὺς τιμωρεῖται, ἀλλ᾽ ἀντικρίνεται τούτῳ καὶ τὰ ῥηθέντα κατ᾿ αὐτοῦ ἐξετάζεται, καὶ ἐὰν μὲν φανῶσιν ἀληθῆ, τιμωρεῖται· εἰ δὲ μὴ, ἀπολύεται.

47

pr.Ὅταν τὶς ἀπόθηται κατά τινος ἔγκλημα, ἤγουν ὅταν τὶς κατηγορήσῃ τινὸς, ἐὰν ὁ κατηγορούμενος κατὰ τοῦ κατηγορήσαντος τούτου ἀντεπαγάγῃ ἕτερον βαρύτερον ἔγκλημα, τότε κελεύει ὁ νόμος τὸ ὕστερον ἔγκλημα πρότερον ἐξετάζεσθαι, διὰ τὸ εἶναι τοῦτο βαρύτερον, καὶ μετὰ τὴν ἐξέτασιν αὐτοῦ κινεῖσθαι εἰς κρίσιν τὸ πρότερον.

48

pr.Ὁ ὑπὸ κατηγορίαν ἐγκληματικὴν ὢν, οὐ δύναται ἀντιτιθέναι ἕτερον ἔγκλημα, οὔτε ἔλαττον οὔτε ἶσον τοῦ ἐπενεχθέντος τούτου ἐγκλήματος, ἀλλ᾽ ἀναγκάζεται πρότερον ἑαυτὸν καθαρίσαι ἐκ τῆς κατηγορίας, εἶτα μετὰ τοῦτο ἄλλου κατηγορεῖν· ἐν ὅσῳ δὲ κατηγορεῖται, ἀντικατηγορεῖν οὐ δύναται, ἀλλ᾽ οὐδὲ γραφὴν ἀποθέσθαι ἰσχύει κατὰ τῶν κατ᾿ αὐτοῦ ἐναγόντων, ἤγουν κατὰ τῶν κατηγορούντων αὐτοῦ.

49

pr.Ὁ ἔχων ἐγγύην, τουτέστιν ὁ δυνάμενος διδόναι ἐγγυητὰς, οὐ δεσμεῖται οὔτε μὴν εἰς φυλακὴν ἐμβάλλεται, εἰ μὴ πολλάκις οὕτω βαρὺ ὑπάρχει τὸ κατ᾿ αὐτοῦ κινούμενον ἔγκλημα, ὥστε μὴ ἄξιον εἶναι μήτε στρατιώταις παραδοθῆναι μήτε ἐγγυηταῖς ἐμπιστευθῆναι.

50

pr.Ὁ ἐγγυησάμενός τινα κατηγορηθέντα, εἶτα ἀπαιτούμενος αὐτὸν καὶ μὴ παριστῶν, ἤγουν μὴ διδοὺς καὶ προκομίζων ἐνώπιον δημοσίων ἀρχόντων καὶ δικαστῶν, χρηματικὴν ποινὴν δίδωσιν. εἰ δὲ κατὰ δόλον οὐ παρίστησι τοῦτον, καὶ ἐκστραορδίνως καταδικάζεται, τουτέστιν ἐκ τῶν διατετυπωμένων καὶ τεταγμένων περὶ τῶν ἁλισκομένων ἤγουν κρατουμένων εἰς δολιότητα.

51

pr.Μηδεὶς ἐγκλήματι κατηγορούμενος ἐμβαλλέσθω εἰς δεσμωτήριον, πρὶν ἂν ἐλεγχθῇ παρὰ τοῦ κατηγοροῦντος αὐτοῦ καὶ ἀποδειχθῇ τῷ κατηγορήματι ἐνεχόμενος. εἰ δὲ καὶ ἀποδημεῖ, καὶ διαστήματος πολλοῦ ἢ ὀλίγου ἐστὶν, μὴ πρότερον παριστάσθω ἤγουν ἀναγκαζέσθω παραγίνεσθαι ἐν τόπῳ, ἐν ᾧ ἡ κατ᾿ αὐτοῦ κινεῖται κατηγορία, πρὶν ἂν ὁ ἐνάγων ἐγγράψηται· ἐγγραψαμένου γὰρ ἐκείνου, τότε χρὴ ἢ παρίστασθαι αὐτὸν ἢ ζητεῖσθαι μὴ παριστάμενον. νβ΄ 67. Ὁ περὶ τῶν ἐπιβούλων νόμος ὅμοιος τῷ περὶ ἱεροσυλίας ἐστὶ, καὶ ἐνέχεται αὐτῷ, τῷ περὶ τῶν ἐπιβούλων δηλαδὴ νόμῳ, ὁ κατὰ ῥωμαϊκοῦ πλημμελήσας δήμου· καὶ ὁ σπουδάσας κατὰ δόλον παρὰ κέλευσιν βασιλέως τοὺς ὁμήρους ἀναιρεθῆναι, ἤγουν φονευθῆναι τοὺς ἀνθρώπους ἐκείνους τοὺς ἐξ ἄλλων ἀρχῶν εἰς τὴν ῥωμαϊκὴν ἀρχὴν ἐπὶ συμβιβάσεσι διδομένους, οὓς οἱ κοινοὶ ὄψιδας ὀνομάζουσι· καὶ ὁ σπουδάσας, ἵνα ἔνοπλοι ἄνδρες ἐν πόλει κατὰ πολιτείας διάγωσι· καὶ ὁ παρακινήσας, ἵνα στασιώδης γένηται σύνοδος, ἤγουν συνδρομὴ καὶ συνέλευσις, ἢ ἵνα φονευθῇ ἄρχων.

53

pr.Τῷ περὶ τῶν ἐπιβούλων νόμῳ ὑπόκειται καὶ ὁ πρὸς τοὺς πολεμίους ἄγγελον πέμψας ἢ γράμματα· καὶ ὁ σημεῖον δοὺς τοῖς ἐχθροῖς, ἤγουν σύμβολον καὶ γνώρισμά τινος πράξεως· καὶ ὁ κατά τινα τρόπον βοηθήσας αὐτοῖς· καὶ ὁ στρατιώτας ὑπονοθεύσας ἤγουν ἐξαπατήσας καὶ χείρονας εἰς τὴν στρατείαν ποιήσας· καὶ ὁ διεγείρας αὐτοὺς πρὸς στάσιν κατὰ τῆς πολιτείας καὶ θόρυβον τῷ περὶ τῶν ἐπιβούλων ὑπόκειται νόμῳ· καὶ ὁ καταλιπὼν τὸ στρατόπεδον, ἤγουν λαθραίως καὶ ἀπὸ τοῦ φοσσάτου φυγών· καὶ ὁ τῆς ἐπαρχίας μὴ ἀναχωρῶν μετὰ τὴν διαδοχήν· καὶ ὁ ἰδιώτης φεύγειν πρὸς τοὺς πολεμίους βουλόμενος· καὶ ὁ ἐν δημοσίῳ χάρτῃ γράψας ἢ ἀναγνοὺς πλαστόν τι. [ὑπόκειται] τῷ περὶ τῶν ἐπιβούλων νόμῳ καὶ ὁ τοὺς πολεμίους εἰς μάχην παρακινῶν, καὶ ὁ πολίτην τούτοις παραδιδοὺς, καὶ ὁ ἐν πολέμῳ τοῖς πολεμίοις παραχωρῶν, καὶ ὁ και ταλαμβάνων ἀκρόπολιν, καὶ ὁ προδιδοὺς πόλιν ἤγουν κάστρον, καὶ ὁ παρὰ βασιλικὴν κέλευσιν πολεμῶν ἢ στρατολογῶν, καὶ ὁ τῷ διαδόχῳ αὐτοῦ μὴ παραδιδοὺς τὸ στρατόπεδον, καὶ ὁ πρὸ τῆς διαδοχῆς ἀποστὰς καὶ καταλιπὼν τὸν λαὸν, οὗτινος ἀνεδέξατο τὴν ἀρχὴν, εἴτε πολιτικῶς ἦρχεν εἴτε στρατιωτικῶς· καὶ ὁ ἰδιώτης ὁ πλαστὴν ἀρχὴν περιποιούμενος ἑαυτῷ· καὶ ὅστις φροντίσει καὶ μελετήσει ποιῆσαί τι τῶν προειρημένων, καὶ ὁ παρασκευάσας ἤγουν οἰκονομήσας γενέσθαι κατὰ τῆς πολιτείας συνωμοσίαν τινὰ, καὶ ὁ ἐπιβουλεύσας τῷ στρατῷ ἢ παραδοὺς τοῖς πολεμίοις αὐτὸν, καὶ ὁ κατὰ δόλον ἐμποδίσας ὑπὸ ῥωμαίους γενέσθαι τοὺς πολεμίους, καὶ ὁ βοήθειαν οἰκονομήσας γενέσθαι τοῖς ἐχθροῖς πλήθει ἢ ὅπλοις ἢ ἵπποις ἢ χρήμασιν ἢ ἑτέρῳ οἱῳδήποτε τρόπῳ, καὶ ὁ τοὺς φίλους τῆς πολιτείας ποιήσας ἐχθροὺς, καὶ ὁ κωλύσας ἕτερον ἔθνος ὑποταγῆναι καὶ πειθαρχῆσαι τῇ πολιτείᾳ, καὶ ὁ παρασκευάσας ὁμήρους δοθῆναι τοῖς ἐχθροῖς, καὶ ὁ χρήματα δοθῆναι τούτοις οἰκονομήσας ἢ ὑποζύγια, καὶ ὁ καταστρέφων ἢ χωνεύων ἢ περιτρέπων ἢ ἄλλο τὶ πλημμελῶν εἰς στήλας καὶ εἰκόνας βασιλικὰς, καὶ ὁ κατὰ δόλον ἐπαρχίαν ἢ πόλιν τοῖς πολεμίοις προδοὺς, οὗτοι πάντες τῷ περὶ τῶν ἐπιβούλων νόμῳ καὶ τῷ περὶ καθοσιώσεώς εἰσιν ὑποκείμενοι. κινοῦσι δὲ κατ᾿ αὐτῶν καὶ ἄτιμοι καὶ στρατιῶται, καὶ κατὰ τῶν πατρώνων αὐτῶν ἀπελεύθεροι, καὶ δοῦλοι κατὰ τῶν ἰδίων δεσποτῶν, καὶ γυναῖκες καὶ ἁπλῶς πάντες.

54

pr.Ἐπὶ ἐγκλήματος τῆς καθοσιώσεως καὶ οἱ ἐνάγοντες καὶ οἱ κεκινηκότες αὐτοὺς καὶ πάντες οἱ ἐπὶ τῇ ὑποθέσει μετέχοντες βασανίζονται, ὅπως παντὶ τρόπῳ ἐξεταζομένης τῆς ὑποθέσεως φανερὰ ἡ ἀλήθεια γένηται.

55

pr.Ἐπὶ τοῦ ἐγκλήματος τῆς μοιχείας οὔτε συμφωνεῖν ἔξεστιν οὔτε διαλύεσθαι, τουτέστιν οὔτε συμφωνία ἐπὶ τούτῳ δύναται γίνεσθαι οὔτε διάλυσις, ὥστε τυχὸν μετὰ τὴν κίνησιν τοῦ ἐγκλήματος εἰς συμβίβασιν ἐλθεῖν καὶ ποιήσασθαι διάλυσιν τῆς τοιαύτης ὑποθέσεως καὶ οὕτως ἐκ συμφωνίας τοῦ κατηγορεῖσθαι καὶ τοῦ κατηγορεῖν παύσασθαι. ἐνέχεται γὰρ ἐξ ἀνάγκης πάσης ὁ κινήσας τὸ τῆς μοιχείας ἔγκλημα ἕως τέλους μάχεσθαι ὑπὲρ τοῦ βεβαιῶσαι αὐτό· εἰ δὲ μὴ, ὡς συκοφάντης καταδικάζεται.

56

pr.Ἐάν τις μοιχείαν ἁμάρτῃ πρὸς ἐκείνην, πρὸς ἣν ἤδη πολλοὶ ἐπόρνευσαν, οὐκ ἐγκαλεῖται μοιχείας.

57

pr.Οἱ ἐπίτηδες, ἤγουν μετὰ σκέψεως καὶ βουλῆς καὶ ἐπ᾿ αὐτῷ τούτῳ τὸν σκοπὸν ἔχοντες, ἐμπρησμὸν ποιοῦντες ἐν πόλει, εὐτελεῖς μὲν ὄντες, θηριομαχοῦσιν· εἰ δὲ ἔν τινι βαθμῷ καὶ τάξει ὑπάρχουσιν, ἀποκεφαλίζονται ἢ εἰς νῆσον περιορίζονται.

58

pr.Ἐν τοῖς ἐγκλήμασιν οὐ τὸ γεγονὸς σκοπεῖται, ἀλλ᾽ ἡ διάθεσις.

59

pr.Ἐπίσκοπός ἐστιν ἐπιτηρητὴς καὶ ἐπιμελητὴς πασῶν τῶν ἐκκλησιαζομένων ψυχῶν τῶν ἐν τῇ αὐτοῦ ἐπαρχίᾳ, δύναμιν ἔχων τελεστικὴν πρεσβυτέρου, διακόνου, ὑποδιακόνου καὶ ἀναγνώστου καὶ ψάλτου καὶ μοναχοῦ.

60

pr.Ὁ ἐξετάζων καὶ ἀνερευνῶν καὶ ζητῶν γνωρίσαι, τίς ἐποίησέ τινα ὑπόθεσιν περὶ ἧς αὐτοῦ σκοπὸς πρόκειται, ἤγουν ὅταν τὸ πρᾶγμα φανερὸν ᾖ, τὸ δὲ πρόσωπον τὸ ποιῆσαν ἄδηλον ὑπάρχῃ καὶ οὐ γινώσκεται, καὶ ἔχει ὁ τὴν ὑπόθεσιν κρίνων περὶ τοῦ ποιήσαντος προσώπου τὴν ζήτησιν, οὐκ ὀφείλει ὀνομαστὶ ἐρευνᾶν· οἷον ἐὰν πεφονευμένου εὑρεθέντος τινὸς καὶ τοῦ φονέως μὴ γινωσκομένου ζητῇ ὁ δικαστὴς τίς ἐφόνευσεν, οὐκ ὀφείλει οὕτως ἐρωτᾶν, πότερον ὁ δεῖνα ἐφόνευσεν, ὁ γεώργιος τυχὸν ἢ ὁ θεόδωρος· τοῦτο γὰρ ὑποβάλλειν ἐστὶν καὶ οἷον εἰπεῖν παρακινεῖν τὸν ἐρωτώμενον καὶ ὑπάγειν εἰς συγκατάθεσιν καὶ ὥσπερ ἀποτιθέναι τούτῳ κατὰ τοῦ δεῖνος εἰπεῖν· ἀλλ᾽ ἀορίστως λέγειν καὶ ἐρωτᾶν οὕτω· τίς τὸν φόνον ἐποίησεν, ἢ τίς τόδε τὶ ἐμηχανήσατο ἢ εἰργάσατο.

61

pr.Πρὸ μιᾶς ἡμέρας ὀφείλει προλέγειν ὁ μέλλων περί τινος ποιῆσαι ἐξέτασιν, ὅτι ἔσται ἐξέτασις, ἵνα μὴ οἱ κατηγορούμενοι τῷ αἰφνιδίῳ εἰς φόβον καὶ θόρυβον ἐμβάλλωνται.

62

pr.Ἐν πᾶσι τοῖς ἐγκλήμασι δεῖ ζητεῖν ἐὰν ἐκ μελέτης καὶ σκέψεως ἢ κατὰ τύχην ἥμαρτέ τις· καὶ εἰ μὲν ἐκ μελέτης, κατὰ τὸν νόμον αὐτὸν τιμωρεῖν· εἰ δὲ μὴ, πρᾳότερον καὶ ἐλαφρότερον αὐτὸν ἐπεξέρχεσθαι τα.

63

pr.Ὁ ἐκστραορδίνως καταδικάζων καὶ αὔξειν καὶ μειοῦν τὴν ποινὴν δύναται, ὥστε μέντοι ἐπὶ ἑκατέρου μὴ παρεξιέναι τὴν συμμετρίαν.

64

pr.Μόνος ὁ θάνατός [ἐστιν] ἐσχάτη τιμωρία.

65

pr.Οἱ τὰς ἐφόδους ποιοῦντες [διὰ] τὸ πραιδεῦσαι ἐοίκασι τοῖς λῃσταῖς, καὶ ἐὰν τοῦτο μετὰ σιδήρου ποιῶσι καὶ ἐν ταῖς ὁδοῖς, εἰς κεφαλὴν κολάζονται· οἱ δὲ λοιποὶ ἐξορίζονται ἢ περιορίζονται.

66

pr.Διὰ τῆς ἑρμηνείας τῶν νόμων πραΰνεσθαι δεῖ τὰς τιμωρίας, οὐ μὴν τραχύνεσθαι.

67

pr.Ὁ κατακριθεὶς καὶ ἐκκαλεσάμενος, εἰ καὶ ἀποθάνῃ τῆς ἐκκλήτου ἠρτημένης, οὐ δημεύεται, ἀλλὰ καὶ ἡ διαθήκη αὐτοῦ ἔῤῥωται. τὸ αὐτὸ δὲ ἐστὶ, κἂν ἡ ἔκκλητος αὐτοῦ μὴ προσεδέχθη.

68

pr.Ἔξεστι τῷ κινοῦντι τὴν τοιαύτην ὑπόθεσιν ἀπὸ προσωπικῆς ἰδικῆς ζημίας τὴν ἀρχὴν ἔχουσαν (τουτέστιν οὐχὶ καθολικὴ οὖσα καὶ εἰς τὰ κοινὰ πράγματα ἀποβλέπουσα ἀλλ᾽᾿ ἰδικῶς περιοριζομένη εἰς ἓν πρόσωπον), ἐὰν ἡ τοιαύτη ὑπόθεσις δύναται καὶ ἐγκληματικῶς καὶ χρηματικῶς ἐνάγεσθαι, κατὰ τὴν οἰκείαν βούλησιν ταύτην κινεῖν, τουτέστιν εἴτε χρηματικῶς εἴτε ἐγκληματικῶς· εἰ δὲ βούλεται, καὶ κατὰ τοὺς δύο τρόπους καὶ κατὰ τὸν χρηματικὸν καὶ κατὰ τὸν ἐγκληματικόν· καὶ ἀφ᾽ οἵου ἂν ἀπὸ τούτων θελήσῃ ποιεῖν τὴν ἀρχὴν καὶ οἷον ἂν ἐξ αὐτῶν προαιρῇται ἐπάγειν ὕστερον. διὰ τοῦτο δύναταί τις κινῆσαι περὶ βίας ἰδιωτικῆς δικαστήριον καὶ περὶ χρηματικῆς ἀγωγῆς ποιήσασθαι ἔγκλησιν, εἶτα περὶ βίας δημοσίας κινῆσαι καὶ εἰς ἐγκληματικὴν ἀγωγὴν μεταστρέψαι τὴν πρὸ τούτου χρηματικήν. πάλιν δύναταί τις διαθήκης κρυπτομένης τυχὸν περὶ τῆς φανερώσεως τῆς διαθήκης κινεῖν, καὶ μετὰ τοῦτο περὶ πλαστογραφίας ἐνάγειν. ὡσαύτως δὲ καὶ ἐπὶ συμβολαίου ἔξεστί τινι ἀγωνισαμένῳ χρηματικῶς εἶτα καὶ τὸν περὶ πλαστογραφίας νόμον ἐπὶ τῷ συμβολαίῳ κινεῖν ἐγκληματικῶς.

69

pr.Ὁ εἰς ἐγκληματικὴν ὑπόθεσιν κατηγορήσας τινὸς, ἐντὸς δύο χρόνων ὀφείλει τὴν κατηγορίαν πληροῦν· εἰ δὲ ῥᾳθυμήσει καὶ ἐν τῇ τελευταίᾳ ἡμέρᾳ μὴ παραγένηται, ἀλλ᾽ ὑπέρθηται, τουτέστι δι ἀργίας καὶ βραδυτῆτος παραβιβάσει αὐτὴν, ἄτιμος γινέσθω, καὶ τὸ τρίτον τῆς οὐσίας αὐτοῦ ἀφαιρείσθω τῷ δημοσίῳ.

70

pr.Ὁ ἐξόριστος οὐ δύναται διάγειν ἐν ῥώμῃ, κἂν μὴ προστεθῇ τοῦτο τῇ ψήφῳ·· ἐπειδὴ πάντων ἐστὶν ἡ ῥώμη πατρίς· ἀλλ᾽ οὐδὲ ἐν πόλει, ἐν ᾗ διάγει ὁ βασιλεὺς ἢ δι ἧς παρέρχεται· μόνοις γὰρ ἔξεστι τὸν βασιλέα βλέπειν τοῖς δυναμένοις εἰς ῥώμην εἰσιέναι.

71

pr.Ἐπίτροπος τὴν ὑπ᾿ αὐτοῦ ἐπιτροπευομένην φθείρων, περιορίζεται καὶ δημεύεται καὶ κατὰ τοὺς παρθένων ἅρπαγας τιμωρεῖται.

72

pr.Δεῖ γινώσκειν, ὅτι κατὰ τοὺς πάλαι χρόνους τοιοῦτό τι ἔθος εἰς τὰς κρίσεις ἐκράτει. ἐκρίνοντο οἱ τὴν ὑπόθεσιν ἔχοντες, ἔλεγεν ὁ δικαστὴς τὴν ἀπόφασιν, ἤκουον ταύτην οἱ δύο οἱ πρὸς ἀλλήλους ἀντικρινόμενοι, καὶ εἰ μὲν ἐδόκει καὶ τοῖς δυσὶ μέρεσιν ἀσφαλὴς καὶ δικαία ἡ τοιαύτη ἀπόφασις, ἵσταντο μέχρι τούτου καὶ πλέον ἐπεζήτουν οὐδέν· εἰ δὲ πολλάκις εἷς ἀδικεῖσθαι ἑαυτὸν ὑπελάμβανεν, ἀνεφώνει ἐν μέσῳ τοῦ δικαστηρίου· ἐκκαλοῦμαι. καὶ ἐλέγετο τοῦτο ἔκκλητος. ἐδήλου γὰρ ὁ τό· ἐκκαλοῦμαι εἰπὼν, ὡς οὐκ ἀρέσκεται τῇ τοῦ κριτοῦ ἀποφάσει, καὶ βούλεται ἀναδραμεῖν εἰς δικαστήριον ἄλλο καὶ ἐκκαλέσασθαι. ὅταν οὖν τοῦτο τὸ ἐκκαλοῦμαι τῶν κρινομένων εἷς ἀνεφώνησεν, ὁ δικαστὴς ἐπεῖχε τὴν ψῆφον, ἤγουν ἐκράτει τὴν οἰκείαν ἀπόφασιν καὶ οὐκ ἐξῆγεν εἰς τέλος τῆς τοιαύτης ὑποθέσεως τὴν ἐκβίβασιν. ἐδίδοντο δὲ ἡμέραι δέκα τῷ ἀνακαλουμένῳ τὴν ἐκκλητον, καὶ ἐντὸς τῶν ἡμερῶν τούτων ἤγουν τῶν δέκα ἐποίει τὴν ἔκκλητον, ἤγουν ἀνέτρεχεν εἰς δικαστὰς ἄλλους καὶ παρ᾽ αὐτῶν εἰς τὴν προτέραν ὑπόθεσιν πάλιν ἐκρίνετο, καὶ ἀνεψηλαφᾶτο παρὰ τῶν ὑστέρων κριτῶν ἡ τοῦ προτέρου κριτοῦ ἀπόφασις, καὶ εἰ μὲν εὑρέθη δικαία, ἐβεβαιοῦτο καὶ παρ᾽ αὐτῶν· εἰ δὲ ἄδικος, διωρθοῦτο. καὶ ἐλέγετο τοῦτο ἔκκλητος, ταὐτὸ δ᾽ εἰπεῖν ἀναψηλάφησις τῆς ἐξενεχθείσης πρότερον ἀποφάσεως· ἡ γὰρ ἔκκλητος τὴν ἀδικίαν ἐπιδιορθοῦται τοῦ δικαστοῦ ἢ τὴν ἄγνοιαν, τουτέστι τὴν ἀγνωσίαν καὶ τὴν ἀπειρίαν αὐτοῦ. ογ΄ 91. Ὁ εὐνοῦχος ὄνομά ἐστι γενικόν. τέμνεται δὲ καὶ διαιρεῖται εἰς τρία· οἱ μὲν γὰρ αὐτῶν εἰσι σπάδωνες, οἱ δὲ καστράτοι, οἱ δὲ θλιβίαι. καὶ σπάδωνές εἰσιν, οἵτινες διά τι πάθος ἢ ψύξιν ἐνοχλήσασαν τοῖς γονίμοις μορίοις παιδοποιεῖν κωλύονται, τούτου δὲ ἀπαλλαγέντες παιδοποιοῦσι. θλιβίαι δὲ, οἵτινες ὑπὸ τῆς τροφοῦ ἢ τῆς μητρὸς τυχὸν ἔνθλιψιν τῶν διδύμων ὑπέστησαν. καστράτοι δέ εἰσιν, ἐφ᾽ ὧν γέγονεν ἐκτομὴ τῶν γεννητικῶν μορίων. καὶ ὅτι ὁ μὲν καστράτος καὶ ὁ θλι βίας εἰς θέσιν τινὰ οὐ λαμβάνουσιν, ἐπεὶ οὐδὲ παιδοποιεῖν δύνανται· ὁ δὲ σπάδων λαμβάνει, ἐπειδὴ τοῦτον ἐλπὶς εἰκὸς τοῦ πάθους ἀπαλλαγέντα δύνασθαι παιδοποιεῖν.

74

pr.Εἴ τις δανείσας καὶ λαβὼν ἐνέχυρον χρήσεται τούτῳ εἰς πρᾶγμα μὴ δοκοῦν τῷ χρεώστῃ, καὶ συμβῇ τῷ ἐνεχύρῳ βλάβη τὶς ἐντεῦθεν ἢ καὶ παντελὴς ἀπώλεια, εἰς τὸν δανειστὴν τὸ ἐπισυμβὰν καὶ οὐκ εἰς τὸν χρεώστην ἀνάγεται.

75

pr.Εἰ μὲν οὖν ἕως τῆς τῶν ἱ ἡμερῶν συμπληρώσεως ἐκρίθη πάλιν ὁ ἀναφωνήσας ἐν τῷ δικαστηρίῳ τὸ ἐκκαλοῦμαι, ἐγίνετο ταῦτα ὡς εἴπομεν, καὶ ἐλέγετο ἔκκλητος. εἰ δὲ οὐκ ἐποίησεν οὗτος τὴν ἔκκλητον ἐντὸς τῶν ἱ ἡμερῶν, ὁ πρότερος δικαστὴς ἐτελείου τὴν ἰδίαν ἀπόφασιν.

76

pr.Εἰ δὲ καὶ πάλιν τὶς ἐκ τῶν κρινομένων εἰς τὴν τοιαύτην ἀπόφασιν οὐκ ἠρέσκετο, ἐξεκαλεῖτο πάλιν ὁ τοιοῦτος, καὶ ἐλέγετο τοῦτο οὐκ ἔκκλητος, ἀλλὰ ἔφεσις, καὶ κατὰ τοῦτο διέφερεν ἡ ἔφεσις πρὸς τὴν ἔκκλητον, ὅτι ἡ μὲν ἔκκλητος προηγεῖτο τῆς ἐφέσεως καὶ ἐντὸς τῶν ἱ ἡμερῶν ἐγίνετο, ἡ δὲ ἔφεσις ὕστερον ἐτελεῖτο μετὰ τὴν τῶν ι ' ἡμερῶν συμπλήρωσιν. ἐλέγετο δὲ ἔφεσις ἀπὸ τοῦ κατὰ τὴν ἔφεσιν ἤγουν τὴν ἐπιθυμίαν τοῦ ἐνάγοντος γίνεσθαι (ἐδόκει γὰρ ἐνδεδόσθαι αὐτῷ ποιεῖν ὅπερ ἤθελεν, διότι παρεχωρεῖτο καὶ μετὰ τὰς ί ἡμέρας περὶ τῆς κριθείσης ὑποθέσεως κινεῖν δικαστήριον)· ἢ ἀπὸ τοῦ ἐφιέναι ἤγουν κρατεῖν τὸ καὶ εἰς ἄλλο μετὰ τὴν ἔφεσιν παραγίνεσθαι δικαστήριον· μετὰ γὰρ τὴν ἔφεσιν οὐκέτι εἶχεν ἄδειαν ὁ κρινόμενος κινεῖν δικαστήριον· ἐπεὶ καὶ καθολικῶς εἰς πάσας τὰς ὑποθέσεις ἕως τρίτου ἐκκαλεῖσθαι ἐνδέδοται, ἐπέκεινα δὲ τούτων οὐ συγκεχώρηται.

77

pr.Εἰσὶ δὲ τινα δικαστήρια, ἅτινα ἐκκλήτῳ οὐδόλως ὑπόκεινται· οἷόν ἐστι καὶ τὸ τοῦ ἐπάρχου τῶν πραιτωρίων, καὶ τοῦτο γὰρ διὰ τὸ μέγεθος τῆς ἀξίας οὐκ ἔχει ἔκκλητον, εἰ μὴ βασιλικῇ προσταγῇ ἕτεροι κριταὶ τὴν τοῦ ἐπάρχου τῶν πραιτωρίων δίκην καὶ ἀπόφασιν ἀναψηλαφᾶν κελευσθῶσι. τότε γὰρ ἀναψηλαφᾶται καὶ αὕτη. εὑρίσκεται γὰρ ἰουστινιάνειος νεαρά, ἥτις παρακελεύεται ἵνα πᾶς ὁ οἰόμενος ἀδικεῖσθαι, κἂν μὴ φθάσῃ ἐν τῷ κρίνεσθαι εἰπεῖν· ἐκκαλοῦμαι, ἄδειαν ἔχῃ προσέρχεσθαι τῷ βασιλεῖ καὶ ἀναφέρειν τὰ κατ᾿ αὐτὸν, καὶ ἵν· οὕτω βασιλικῇ προσταγῇ ἕτεροι κριταὶ ἀναθεωρῶσι καὶ ἀναψηλαφῶσι τὴν προτέραν κρίσιν, καὶ εἰ μὲν εὕρωσιν αὐτὴν δικαίαν, ἐπικυρῶσιν αὐτήν· εἰ δὲ ἄδικον ἢ ἐσφαλμένην, ἐπανορθῶνται.

78

pr.Αἱ δὲ τῶν κρίσεων ἐπιδιορθώσεις καὶ ἀνερευνήσεις ἐντὸς δύο χρόνων καὶ ἄρχονται καὶ τελειοῦνται, μετὰ δὲ τὴν συμπλήρωσιν τῶν δύο χρόνων, ἤγουν ὅταν μετὰ τὴν ἀπόφανσιν δύο ὁλόκληροι χρόνοι παρέλθωσιν, οὐκέτι δύναται ὁ κριτὴς ἐκκαλεῖσθαι καὶ κινεῖν τὴν προκριθεῖσαν καὶ ἀποφαν θεῖσαν ὑπόθεσιν, εἰ μὴ πολλάκις διὰ μέσου τῶν δύο χρόνων ἐγκαλέσῃ καὶ δείξῃ, ὅτι ἡ αἰτία τῆς ὑπερθέσεως ἐκ τοῦ δικαστοῦ ἢ τοῦ ἀντιδίκου ἐστίν· τότε γὰρ καὶ μετὰ τοὺς β'΄ χρόνους δύναται ὁ καταδικασθεὶς κινεῖν ἔκκλητον. ἡ δὲ προφανῶς παράνομος κρίσις ἀκυροῦται καὶ χωρὶς ἐκκλήτου, καὶ ἐντὸς λ΄ χρόνων ἀναψηλαφᾶται καὶ ἀπρακτεῖ.

79

pr.Πλέον παντὸς πράγματος θάλπομεν, τουτέστιν ἀγαπῶμεν καὶ στέργομεν καὶ ἀσπαζόμεθα, τὴν ἐλευθερίαν.

80

pr.Ἕπεται, τουτέστιν ἀκολουθεῖ, ὁ ἐνάγων τῷ φόρῳ τοῦ ἐναγομένου, ἤγουν ὁ κατήγορος ἔρχεται εἰς τὸ δικαστήριον τοῦ κατηγορουμένου καὶ εἰς τὸν τόπον ἐν ᾧ ὁ κατηγορούμενος, ὡς ἔχων ἐκεῖ τὰς τῶν πραγμάτων ἀποδείξεις, κρίνεσθαι βούλεται. τοῦτο δὲ οἰκονομεῖται παρὰ τοῦ νόμου πρὸς τὴν τῶν κατηγορουμένων βοήθειαν, ἵνα μὴ οἱ κατήγοροι εὐκόλως αὐτῶν ἐν ξένοις τόποις ἐπικρατέστεροι καὶ ἰσχυρότεροι γίνωνται.

81

pr.Ακοντι ἤγουν μὴ θέλοντι μηδὲ βουλομένῳ τινὶ εὐ εργεσία οὐ δίδοται.

82

pr.Ὅταν πολλοὶ δικασταὶ ἴσοι κατὰ τὴν ἀξίαν καὶ τὴν λοιπὴν δύναμιν κρίνωσί τινα περὶ ἐλευθερίας, καὶ οἱ μὲν τῶν δικαστῶν ποιήσωσιν ἀπόφανσιν, ὅτι δεῖ εἶναι τὸν κρινόμενον παρὰ τούτοις ἐλεύθερον, οἱ δὲ εἴπωσιν, ὅτι δοῦλον πρέπει εἶναι αὐτὸν, νικῶσιν οἱ ἐλευθεροῦντες αὐτὸν, ἐὰν ὦσι τοσοῦτοι, ὁπόσοι καὶ δοῦλον ἀποφαίνονται αὐτὸν εἶναι, ἢ ὀλιγότεροι μὲν, οὐ κατὰ πολὺ δέ. ὡσαύτως καὶ ἐὰν πολλοὶ κριταὶ κρίνωσι περὶ χρέους τινὰ, καὶ οἱ μὲν ἀπὸ τούτων ὀλίγον ὀφεί λειν ἤγουν χρεωστεῖν αὐτὸν ἀποφαίνονται, οἱ δὲ πολὺ, νικῶσιν οἱ ὀλίγον χρεωστεῖν αὐτὸν λέγοντες. τοῦτο δὲ γίνεται παρὰ τοῦ νόμου διὰ φιλανθρωπίαν, ὅθεν καὶ τοὺς ἐλευθεροῦντας κρείττους καὶ καλλίους εἶναι παρὰ τοὺς δοῦλον ποιοῦντας παρακελεύεται, καὶ τοὺς ὀλίγον τὸ χρέος διαγινώσκοντας ἰσχυροτέρους ὑπάρχειν τῶν ἀποφαινομένων πολύ.

83

pr.Ἐλευθερία ἐστὶ φυσικὴ εὐχέρεια τοῦ ποιεῖν ὅπερ τὶς βούλεται, εἰ μὴ βίᾳ ἢ νόμῳ κωλύεται.

84

pr.Ἐὰν ἐναγόμενός τις ἀρνήσηται χεῖρα ἰδίαν προφερομένην ἐν γραμματείῳ, ἐν προικὶ ἢ ἑτέρῳ χάρτῃ, εἰ μὲν ἀπὸ συγκρίσεως ἐλεγχθείη, τουτέστιν αὐτοῦ ἑτέρας προσφερομένης χειρὸς ἢ καὶ ἀντεξεταζομένης πρὸς τὴν ἐν τῷ γραμματείῳ κει μένην, διδόναι αὐτὸν λόγῳ προστίμου τῷ ἐνάγοντι ὑπὲρ αὐτοῦ τοῦ ψεύδους νομίσματα κδ. ἐὰν δὲ ἢ συμβολαιογράφος παρενεχθῇ, παρ'᾽ ᾧ τὸ συμβόλαιον ἐγράφη, ἢ καὶ ἕτεροί τινες μαρτυροῦντες τῇ ἀληθείᾳ, τότε αὐτὸν πρὸς τῷ ἐπιτιμίῳ τῶν κδ ' νομισμάτων οὐδὲ παῤῥησίαν δύνασθαι ἔχειν πρὸς τὸ ἀντιτιθέναι τὴν τῆς ἀναργυρίας παραγραφὴν, λέγοντα ὅτι κἂν τὸ συμβόλαιον ἐγένετο, οὐκ ἐδόθησαν τὰ ἐν αὐτῷ γεγραμμένα· ἀλλὰ πάντως καταδικάζεσθαι, κἂν εἰ μηδὲν αὐτῷ ταῖς ἀληθείαις κατεβλήθη.

85

pr.Ἐξστιπουλάτους ἡ ἐπερώτησις λέγεται, κυρίως δὲ ἡ περὶ ἀφανῶν ἐπερώτησις.

86

pr.Ὁ πρὸς ἐλευθέραν μὴ ποιησαμένην πόρον ἐκ τοῦ σώματος ἔχων συνήθειαν, οὐ παλλακὴν, ἀλλὰ γαμετὴν ἔχειν δοκεῖ. ἐστὶ δὲ ἐλευθέρα μὲν ἡ μήτινα δουλείαν ὑπομείνασα, πόρον δὲ ἐκ τοῦ σώματος ποιησαμένη ἡ εὐπορίαν ζωῆς περιποιουμένη ἀπὸ τοῦ ἐκδιδόναι τὸ σῶμα εἰς αἰσχρὰς πράξεις, συνήθεια δὲ ἡ συνεχὴς καὶ ἀδιάκοπος ὁμιλία. ὁ γοῦν τοιαύτῃ ἐλευθέρᾳ ἤγουν ἀκαταδουλώτῳ γυναικὶ ἐπὶ πολὺν ἑνούμενος χρόνον, γυναῖκα δοκεῖ ταύτην ἔχειν, ἀλλ᾽ οὐ παλλακήν.

87

pr.Ὁ ἐν ἐπαρχίᾳ τινὶ χειρίζων ὀφφίκιον, ἤγουν ἐνέργειάν τινα καὶ ἀρχὴν μεταχειριζόμενος, αὐτὸς μὲν κατὰ τὸν καιρὸν τῆς ἀρχῆς καὶ τῆς ἐνεργείας γυναῖκα λαβεῖν οὐ δύναται, τοὺς δὲ υἱοὺς ἢ τὰς θυγατέρας εἰς γάμον διδόναι καὶ προκομίζειν ἄδειαν ἔχει καὶ οὐ κωλύεται.

88

pr.Ὁ ἐγκατέλιπον οὐκ ἐστὶν ἐμὸν, τοῦ δὲ προκαταλαμβάνοντος γίνεται. ὡς γὰρ κτώμεθα, οὕτω καὶ ἀποκτώμεθα.

89

pr.Ἐν τοῖς ἐγκληματικοῖς δικαστηρίοις οὔτε κατηγορεῖν οὔτε κατηγορεῖσθαι διὰ ἐντολέως δυνατόν.

90

pr.Εὔπορος νοεῖται ἐγγυητὴς οὐ μόνον ἐκ τῆς οὐσίας, ἀλλὰ καὶ ἐκ τῆς εὐχερείας τοῦ ἐνάγεσθαι.

91

pr.Ὁ ὑπεξούσιος καλῶς ὑπὲρ τοῦ πατρὸς ἐγγυᾶται· καὶ γινόμενος γὰρ αὐτεξούσιος, εἰς ὅσον ποιήσει ὑπεξούσιος, ἐνέχεται· καὶ ὑπεξούσιος ὢν καταδικάζεται.

92

pr.Ἐὰν εἷς τῶν ἐγγυητῶν καταβάλῃ καὶ μὴ ἐκχωρηθῇ τὰς ἀγωγὰς, ὁ ἄλλος οὔτε παρ᾽ αὐτοῦ οὔτε παρὰ τοῦ δανειστοῦ ἐνάγεται.

93

pr.Ἐὰν νομίσματα δανείσω, οὐ δύναμαι λαβεῖν ἐγγυη τὴν ἐφ᾽ ᾧ δοῦναί μοι ὑπὲρ αὐτῶν σῖτον· εἰ μὴ γὰρ εἰς αὐτὸ τὸ δανεισθὲν, οὐ προσλαμβάνεται ἐγγυητής.

94

pr.Οἱ μὴ πειθαρχοῦντες τῇ ἐξορίᾳ, ἀλλ᾽ ἢ ἐν ἑτέροις εὑρισκόμενοι τόποις ἢ μὴ ἀπιόντες εἰς τὴν ἐξορίαν, ἀντὶ μὲν ἐξορίας προσκαίρου διηνεκῆ ὑφίστανται, ἀντὶ δὲ διηνεκοῦς ἐξορίας περιορισμὸν, ἀντὶ δὲ περιορισμοῦ κεφαλικὴν τιμωρίαν.

95

pr.Ἔξεστι τῷ μέλλοντι ἐνάγεσθαι ἤγουν κατηγορεῖσθαι περί τινος χρέους ἐξασφαλίζεσθαι, ὅτι ἀποδώσει ἕως τετραμήνου, καὶ ἀπολύεσθαι.

96

pr.Κατὰ ψήφου βασιλέως ἢ συγκλήτου οὐ δίδοται ἔκκλητος· οὔτε ὁ πρὸ ψήφου καταθέμενος μὴ ἐκκαλεῖσθαι δύναται ἐκκαλεῖσθαι.

97

pr.Ἐπιλογὴ παρὰ τῷ νόμῳ ὡς ἐπὶ τὸ πολὺ ἡ ἐκλογὴ λέγεται, καὶ ἐπιλέξασθαι τὸ ἐκλέξασθαι.

98

pr.Θεσπίζομεν, τουτέστι διοριζόμεθα καὶ προστάσσομεν, μηδένα παντελῶς ἐνεχυριασμὸν κατὰ τὴν ἡμετέραν πολιτείαν κρατεῖν.

99

pr.Εὔπορον ἐγγυητὴν ὁ νόμος φησὶν μὴ μόνον τὸν πλούσιον, ἀλλὰ καὶ ὃν εὐχερῶς τουτέστιν εὐκόλως δύναται ὁ ἄνθρωπος, πρὸς ὃν γίνεται ἡ ἐγγύη, ἄγειν εἰς τὸ κριτήριον. ὥστε κατὰ τοῦτον τὸν λόγον καὶ ἄπορος ἐγγυητὴς μὴ μόνον ὁ πτωχὸς καὶ ὁ μηδὲν ἔχων, ἀλλὰ καὶ ὃν οὐ μὴ δυνηθῇ τις ἄγειν εἰς τὸ δικαστήριον, εἰ καὶ πολὺς πρόσεστι βίος αὐτῷ.

100

pr.Ἐὰν γυνὴ παρὰ ἀφήλικι ἐγγυήσηται, εἰ μὲν εὔπορός ἐστιν ὁ χρεώστης, οὐκ ἐνάγεται ἡ γυνή· εἰ δὲ ἄπορος, ἐνάγεται.

101

pr.Ὅταν ἐγγυήσηταί τις εἴς τι πρᾶγμα, ὃ παρὰ τοῦ νόμου ἀθετεῖται καὶ ἀνατρέπεται, καταλυομένου τοῦ πράγματος εἰς τὴν ἐγγύην αὐτὸς οὐκ ἐνέχεται.

102

pr.Πολλῶν ἐγγυησαμένων ἐὰν ὁ εἷς τῶν ἐγγυητῶν καταβάλῃ καὶ ἀποδώσει ἐπέκεινα τοῦ κατὰ ἀναλογίαν ἀνήκοντος αὐτῷ, οὐ δύναται ἀνακαλεῖσθαι ὃ ἔδωκεν ὑπὲρ τὸ ἀνῆκον αὐτῷ. ἐχρεωστεῖτο γὰρ τὸ δοθὲν, καὶ τὰ κεχρεωστημένα μετὰ τὸ δοθῆναι οὐκ ἀνατρέπονται. καὶ ἐστὶ τοῦτο καινότερον καὶ παρασημειώσεως ἄξιον.

103

pr.Ἐγγυήσατό τις χρεωφειλέτην πρὸς τὸν αὐτοῦ δανειστήν. μετὰ τὴν ἐγγύην διηνώχλησε τῷ χρεωφειλέτῃ. ἐποίησε διαμαρτυρίαν εἰς τοῦτο. μετὰ ταῦτα παρὰ τοῦ δανειστοῦ ἐνάγεται περὶ ὧν ἠγγυήσατο. προβάλλεται, ὅτι τάδε πρὸς τὸν χρεωφειλέτην διὰ τὴν γενομένην ἐγγύην ἐποίησε. πειρᾶται διὰ τοῦτο τὸν δανειστὴν παραγράφεσθαι. ὁ νόμος κελεύει, ἰσχύειν τὸν δανειστὴν, καὶ τὸν ἐγγυητὴν μηδὲν ἐκ τούτων ὠφελεῖσθαι, ἀλλ᾽ εἰς τὴν ἐγγύην ἐνέχεσθαι.

104

pr.Ἐπὶ τόκοις ἐγγυητὴς οὐκ ἐνέχεται, εἰ μὴ τοιοῦτό τι συμφωνηθῇ

105

pr.Ὁ εἰς ὁλόκληρον ἐγγυησάμενος καὶ εἰς πολιτικὸν τέλος καὶ ἐπὶ τόκοις ἐνέχεται.

106

pr.Οἱ ἐγγυώμενοι, ἵνα μέχρι τόσου καιροῦ ἀγάγωσι καὶ παραστήσωσί τινα, ἐὰν διαβάσωσι τὸν τεταγμένον καιρὸν, καὶ ὃν ἐγγυήσαντο ἀγαγεῖν μὴ ἀγάγωσι, λαμβάνουσι καὶ ἕτερον ἑξαμηνιαῖον καιρὸν εἰς τὸ ἀγαγεῖν αὐτὸν, καὶ ἐὰν ἀγάγωσιν ἕως τῆς αὐτῆς συμπληρώσεως, οὐκ ἐνέχονται.

107

pr.Οἱ ἐγγυώμενοι ἀφήλικα, ἀφισταμένου αὐτοῦ τοῦ ἀφήλικος καὶ μὴ ποιοῦντος εἰς ὃ αὐτὸν ἠγγυήσαντο, βοηθοῦνται καὶ συγγινώσκονται.

108

pr.Ἐκβιβαστὴς ἐστὶν ὁ μετὰ τὴν ἀπόφασιν διδόμενος ἐπὶ τῷ ἐκβιβάσαι ἤγουν ἀγαγεῖν εἰς τέλος καὶ ἐκπληρῶσαι τὰ ἀποφανθέντα. ἀπὸ τούτου δὲ καὶ πᾶς ἄλλος ὁ ἀποστελλόμενος ποιῆσαί τι καὶ ἐκπληρῶσαι τὸ κελευσθὲν αὐτῷ ἐκβιβαστὴς λέγεται, ὁποῖον πολλάκις ἐκβιβαστὴν εὑρίσκομεν καὶ τὸν λεγόμενον παρὰ τοῦ κοινοῦ ἀπαιτητὴν παρὰ τοῦ νόμου καλούμενον ἐκβιβαστὴν, ὡσαύτως δὲ καὶ τὸν τῶν κρίσεων διεκδικητήν. ἀπαιτητὴς γὰρ καὶ διεκδικητὴς ἐκβιβάζει καὶ ἐκπληροῖ τὰ αὐτῷ ἀνακείμενα.

109

pr.Τοῖς ἐγκυμονουμένοις, ἤγουν τοῖς ἔτι βασταζομένοις καὶ φερομένοις ἐν τῇ γαστρὶ, πλέον ὀφείλει βοηθεῖν ὁ δικαστὴς, ἢ τοῖς γεννηθεῖσι παισίν.

110

pr.Εἴκει τὰ ἐπικείμενα τοῖς ὑποκειμένοις, τουτέστι συνυπάγεται καὶ συγκαταδουλοῦται τοῖς κάτω καὶ ὑποδεχομένοις τὰ ἄνω καὶ ἐπὶ τούτων φερόμενα, εἰ μὴ πολλάκις τὰ μὲν ἄνω θεῖά τινα εἶεν καὶ ἱερὰ, τὰ δὲ κάτω κοινά· τότε γὰρ τὰ κάτω εἴκει τοῖς ἄνω, οὐχὶ τὰ ἄνω τοῖς κάτω.

111

pr.Ἔξεστι καὶ ἑτέρου δικασαμένου ἕτερον ἐκκαλεῖσθαι, ἐὰν αὐτῷ διαφέρῃ τὸ πρᾶγμα, εἰς ὃ ἡ κρίσις ἐγένετο.

112

pr.Ὁ ἐκκαλούμενος, ἐὰν ὑβρίσῃ τὸν πρότερον δικαστὴν, τυπτόμενος σωφρονίζεται.

113

pr.Ἐὰν γίνηται ἔκκλητος ἐπὶ ὑποθέσεσι μὴ ἐπέκεινα οὔσαις δέκα λιτρῶν, εἷς μόνος δικαστὴς ἔστω. ἐπὶ δὲ ταῖς ἐπέκεινα τῶν ἱί λιτρῶν δύο δικάζουσιν· εἰ δὲ οἱ δύο διαφωνοῦσι καὶ τρίτος παραλαμβάνεται, καὶ ὁ τρίτος οὗτος ὡς ἐπὶ τὸ πολὺ ὁ κοιαίστωρ ἐστίν. ἐπὶ δὲ ταῖς ὑπερβαινούσαις τὰς κ ' λίτρας τότε πρέπει κινεῖσθαι τὴν ὑπόθεσιν ἐπὶ κοινῆς ἀκροάσεως πάντων τῶν συγκλητικῶν. οἱ δὲ δύο οὓς εἴπομεν δικασταὶ δύνανται καὶ ἅμα καὶ ἀνὰ μέρος κρίνειν τὴν ὑπόθεσιν διά τινων μέσων ὑπηρετούντων

114

pr.Τοῖς μέλλουσιν ἐκκαλεῖσθαι δίδοται καὶ καιρὸς κατὰ λόγον τῆς διαστάσεως τοῦ τόπου, ἐν ᾧ κατοικοῦσι· καὶ διὰ τοῦτο τοῖς μὲν ἑξαμηνιαῖος καιρὸς, τοῖς δὲ τριμηνιαῖος πρὸς τὸ ἐκκαλέσασθαι ὥρισται. προστίθενται δὲ τῷ τριμήνῳ ἢ τῷ ἑξαμήνῳ καὶ ἄλλαι ς΄ ἡμέραι διὰ τὰ παρεμπίπτοντα ἐμποδίσματα 140. ὁ δὲ τελεώτατος χρόνος τῆς ἐγκλήτου εἰς ἔτος ἓν ἤγουν χρόνον ὁρίζεται. ἐὰν δὲ ὁ μέλλων ἐκκαλεῖσθαι τελευτήσῃ, οἱ κληρονόμοι αὐτοῦ καὶ ἑτέρους δ΄ λαμβάνουσι μῆνας πρὸς τὸ κινῆσαι τὴν ἔκκλητον. ἡ δὲ ἔφεσις εἰς β΄ χρόνους ὁρίζεται.

115

pr.. Ἡ ἐπίτηδες ἐκτρώσασα, ἤγουν οἰκειοθελῶς ἐπιτηδεύσασα τὸ ἐγγάστριον βρέφος ἀποβαλέσθαι, τυπτομένη ἐξοριζέσθω. ἡ διὰ χρήματα τοῦτο ποιοῦσα κεφαλικῶς τιμωρεῖται. μετὰ τὸ διαζύγιον διὰ μῖσος τὸ πρὸς ἄνδρα πρὸς καιρὸν ἐξορίζεται.

116

pr.Δοῦλος κληρονόμος ἔνστατος ἢ ὑποκατάστατος γεγραμμένος ἐλευθεροῦται, εἰ καὶ εἰς λεγάτον τῷ κληρονόμῳ παρὰ τοῦ ἔχοντος ἀφεθῇ. δοκεῖ γὰρ ὁ κληρονόμον αὐτὸν ποιῶν, εἰ καὶ μη λέγει ῥητῶς, ἀλλ᾽ οὖν σεσιωπημένως ἐλευθεροῦν. ἐλευθεροῦται δὲ ἀπὸ μὲν τῆς ἐνστάτου κληρονομίας αὐτίκα, ἀπὸ δὲ τῆς ὑποκαταστάτου ὑπὸ αἵρεσιν, τουτέστιν ἐὰν ὁ κληρονόμος, ᾧ καὶ αὐτὸς εἰς λεγάτον ἀφείθη, οὐ φθάσει ἐγκρατῶς τῆς κληρονομίας ἐπιλαβέσθαι, ἄνηβος τυχὸν τελευτήσας ἢ ἄλλως πως κωλυθείς.

117

pr.Ὁ ἐπιβὰς τῆς τελευταίας ἤγουν ὑστέρας ἡμέρας τοῦ κ΄ χρόνου δύναται ἀκωλύτως τὸν ἑαυτοῦ δοῦλον ἐλευθεροῦν.

118

pr.Τὸν δοῦλον ὅντινα ἐνεχυράσει τὶς, ἤγουν εἰς ἐνέχυρον δώσει, οὐ δύναται ἐλευθεροῦν, εἰ μὴ τοῦ ἐνεχυρασμοῦ αὐτὸν ἀπολύσει.

119

pr.Ἐλευθερωθέντος δούλου οἱ παῖδες αὐτοῦ οὐκ ἀπαιτοῦνται λόγους, περὶ ὧν δοῦλος ὢν ἔπραξεν ὁ πατὴρ, εἰ μὴ ῥητῶς οὕτως ἠλευθερώθη, ὥστε λόγους δοῦναι περὶ ὧν ἔσχεν εἰς διοίκησιν δοῦλος ὤν. τότε γὰρ καὶ αὐτὸς καὶ μετ᾿ αὐτὸν οἱ παῖδες ἀπολογεῖσθαι ὑπὲρ τῶν τοιούτων ἐνέχονται.

120

pr.Ἐὰν ὁ κληρονόμος τὸν ὑπὸ αἵρεσιν δοῦλον πωλήσῃ, παραχρῆμα ὁ δοῦλος ἐλευθεροῦται. ὑπὸ αἵρεσιν δὲ δοῦλος λέγεται ὁ μὴ ἁπλῶς δοῦλος καταλειφθεὶς, ἀλλὰ μετά τινος προσδιορισμοῦ, οἷον ὥστε τοῦτο ποιεῖν ἢ οὕτω διάγοντα ἐλευθερωθῆναι αὐτόν.

121

pr.Ἐάν τις τελευτῶν ἐπαφήσῃ τῷ κληρονόμῳ ἕνα τῶν παίδων τῆσδε τῆς δούλης ἐλευθερῶσαι, ὃν αὐτὸς ὁ κληρονόμος ἐκλέξηται, καὶ τελευτήσῃ ὁ κληρονόμος μηδένα εἰς ἐλευθερίαν ἐξ αὐτῶν ἐκλεξάμενος, πάντες οἱ τῆς τοιαύτης δούλης παῖδες ἐλευθεροῦνται.

122

pr.Ὁ τὸν οἰκεῖον δοῦλον ἅπαξ ἐλευθερώσας, τὴν ἐλευθερίαν οὐκέτι ἀνατρέψαι δύναται, χωρὶς τῶν διωρισμένων αἰτιῶν δηλονότι εἰς τοῦτο.

123

pr.Δούλη ὑπὸ αἵρεσιν ἐλευθερωθῆναι ταχθεῖσα, ἐὰν γεννήσῃ πρὸ τοῦ ἐκπληρωθῆναι τὴν αἵρεσιν, δούλους γεννᾷ· ἐὰν δὲ μετὰ ἐκπλήρωσιν τῆς αἱρέσεως, ἐλευθέρους γεννᾷ.

124

pr.Ἐπίδικον πρᾶγμα θεῷ καθιεροῦν οὐ δύναται. ἐστὶ δὲ ἐπίδικον, οὗ ἡ δεσποτεία φιλονεικεῖται καὶ ἀμφιβάλλεται.

125

pr.Ὅταν ἀλλότριον δοῦλον ἐλευθερώσῃ τὶς ἐνώπιον ἄρχοντος δημοσίου, ὁ μὲν δοῦλος καὶ πάλιν τοῦ οἰκείου δεσπότου γενέσθω δοῦλος, ὁ δὲ ἐλευθερώσας αὐτὸν ζημιοῦται οὐδέν. ὅταν δὲ ἐνώπιον βασιλέως ἐλευθερώσῃ τὶς ἀλλότριον δοῦλον, τοῦ δούλου ὑπὸ τὸν οἰκεῖον γινομένου δεσπότην καὶ ὁ ἐλευθε ρώσας αὐτὸν ζημίας ὑφίσταται· δίδωσι γὰρ τῷ μὲν δεσπότη καὶ ἄλλους β΄ δούλους κατὰ πάντα ὁμοίους τῷ παρ᾽ αὐτοῦ ἐλευθερωθέντι, τῷ δὲ μέρει τοῦ δημοσίου τρεῖς ἄλλους δούλους τοιούτους. ἰστέον δὲ ὅτι παρά τισι τῶν νομικῶν βιβλίων εὕρηται οὐχὶ δουλοῦσθαι καὶ πάλιν τὸν ἐνώπιον βασιλέως ἐλευθερωθέντα ἀλλότριον δοῦλον, ἀλλὰ τοῦτον μὲν ἐλεύθερον μένειν διὰ τὸ ἐνώπιον βασιλέως ἐλευθερωθῆναι αὐτὸν, εἰ καὶ κακῶς ἡ ἐλευθερία ἐγένετο· τὸν δὲ ἐλευθερώσαντα αὐτὸν τὰς λεχθείσας· ζημίας ὑφίστασθαι. καὶ τοῦτο δοκεῖ καὶ ἐμοὶ ἀσφαλέστερον εἶναι καὶ ἀκριβέστερον, τέως δὲ κἀκεῖνο οὐκ ἀνεύλογον πάντη οὐδ᾽ ἀπαράδεκτον.

126

pr.Οἱ ἀπὸ κωδικέλλων πλαστῶν ἐλευθερωθέντες, φανέντος καὶ ἀπελεγχθέντος τοῦ πλαστοὺς εἶναι τοὺς κωδικέλλους, τὴν μὲν ἐλευθερίαν ἔχουσι καὶ οὐκ ἀφαιροῦνται αὐτὴν, ἀποδιδόασι δὲ τῷ κληρονόμῳ τὰς τῶν δούλων τιμὰς, ἤγουν κατὰ δοῦλον ἕκαστον νομίσματα κ΄.

127

pr.Ὁ νόμος φησίν· ὁ ἀπρονόητος ἐλευθεροῦται. τίς δ᾽ ἂν εἴη οὗτος ὁ ἀπρονόητος, οὐ δηλοῦται παρά τινος. δοκεῖ δὲ ἀπρονόητος εἶναι ὁ μὴ δυνάμενος εἰς τινα προνοεῖσθαι δεσποτικῶς καὶ κήδεσθαι τούτου ὀφείλοντα, ἢ περὶ οὗ οὐκ ἐστὶ πρόνοια ἤγουν πρόγνωσις παρά τινων ὡς τοῦδέ τινος ὀφείλει δοῦλος νομίζεσθαι· ὁ γὰρ τοιοῦτος ὡς μὴ ἔχων δεσπότην ἐλευθεροῦται. τινὲς δὲ τὸν ἑαυτοῦ μὴ ἰσχύοντα προνοεῖσθαι ἀπρονόητον φασὶν, ἤγουν τὸν παράφορον καὶ μαινόμενον.

128

pr.Ὁ κ΄ χρόνους τῇ ἐλευθερίᾳ διατρέψας, οὐκέτι περὶ τῆς τύχης διενοχλεῖται, ἀλλὰ μένει ἐλεύθερος, χωρὶς εἰ μὴ φυγὰς γενόμενος τὰ κ΄ διεβίβασεν ἔτη. τότε γὰρ ὁ φυγὰς δοῦλος εἰς δουλείαν καὶ μετὰ τοὺς κ΄ χρόνους ἐνάγεται.

129

pr.Ὅταν τῷ κοινῷ τις ἐν ἀπορίᾳ δοῦλον οἰκεῖον ἀφήσῃ καὶ δανειστὰς, οὐκ ἐλευθεροῦται ὁ δοῦλος, εἰ μὴ πρότερον οἱ δανεισταὶ τὸ χρεωστούμενον ἀπολάβωσιν.

130

pr.Τὰ κατὰ τύχην ἐπὶ ἐνεχύρῳ συμβαίνοντα, εἴτε χρηστὰ εἶεν εἴτε κακὰ, τὸν δεσπότην τοῦ ἐνεχύρου ἤγουν τὸν χρεώστην ὁρᾷ.

131

pr.Οὐδὲν τῶν εἰς γεωργίαν ἐπιτηδείων ἐνεχύρου λόγῳ λαμβάνεται.

132

pr.Δύναται ὁ δανειστὴς ὁ κατέχων τινὸς χρεώστου ἐνέχυρον καὶ αὐτὸς ἑτέρῳ δανειστῇ διδόναι πάλιν αὐτὸ εἰς ἐνέχυρον, πλὴν ὑπὲρ τόσου τιμήματος ὑπὲρ οὗ καὶ αὐτὸς κατέσχεν αὐτό.

133

pr.Ἔξεστι τῷ δανειστῇ μετὰ β ' χρόνους τῆς συμπληρώσεως τοῦ συμφωνηθέντος καιροῦ, παρόντος καὶ τοῦ χρεώστου, πωλεῖν τὸ ἐνέχυρον. εἰ δὲ ἄπεστιν ὁ χρεώστης, καὶ ὁ δανειστὴς οὐχ εὑρίσκει τὸν ἀγοράσαντα τὸ ἐνέχυρον, ὁ δικαστὴς τάττει ὡρισμένον καιρὸν, ἵν᾽ ἐντὸς αὐτοῦ ὁ χρεώστης ἔλθῃ καὶ δώσῃ τὸ χρέος καὶ λάβῃ τὸ οἰκεῖον ἐνέχυρον· εἰ δὲ μὴ παραγένηται ἐντὸς τοῦ ταχθέντος καιροῦ, ἢ παραγενόμενος οὐκ ἀποδώσει τὸ χρέος ὁλόκληρον, ὁ δανειστὴς προσιὼν ἤγουν προσερχόμενος τῷ βασιλεῖ εἰς τελείαν δεσποτείαν τὸ ἐνέχυρον δέχεται. μετὰ τοῦτο δὲ πάλιν ἄλλη διετία ἤγουν ἄλλοι β΄ χρόνοι δίδονται τῷ χρεώστῃ, καὶ εἰ παραγένηται ἐντὸς αὐτῶν, δύναται τὸ χρέος ἅπαν καὶ τὰς ζημίας, ἃς μεθ᾽ ὅρκου δείξει ὁ δανειστὴς, ἀποδιδοὺς ἀναλαμβάνειν καὶ αὖθις τὸ οἰκεῖον ἐνέχυρον. εἰ δὲ καὶ ἡ τοιαύτη διετία παρέλθῃ, εἰς παντελῆ δεσποτείαν κατέχει τὸ οἰκεῖον ἐνέχυρον, καὶ οὐκέτι δύναται ὁ χρεώστης ἀπαιτεῖν αὐτό.

134

pr.Ἕως οὗ ὁ ἔνοικος τὸ μίσθωμα, ἤγουν τὸ κοινῶς λεγόμενον ἐνοίκιον, πρὸς τὸν δεσπότην τοῦ οἴκου δίδωσιν, οὐκ ἐκβάλλεται τοῦ οἴκου, εἰ μὴ ὁ δεσπότης εἰς ἰδίαν ἀναγκαίαν χρείαν τῷ οἴκῳ χρήσασθαι βούλοιτο, ἢ ἐνοικοδομῆσαι ἢ μεταποιῆσαι πρὸς τὸ κρεῖττον αὐτὸν, ἢ ὁ ἔνοικος κακῶς καὶ ἐπιβλαβῶς αὐτῷ χρᾶται. εἰ γὰρ ἓν τι τούτων τῶν τριῶν εἴη, ἐκβάλλεται τοῦ οἴκου ὁ ἔνοικος, κἂν τὸ ἐνοίκιον δίδωσι· χωρὶς δὲ τούτων ἕως ὅτου εὐγνωμόνως τὸ ἐνοίκιον δίδωσιν, οὐκ ἐκβάλλεται.

135

pr.Ἐντολεὺς λέγεται ὁ ἄλλου τινὸς ὑπόθεσιν κατὰ ἐντολὴν ἤγουν προτροπὴν ἐκείνου ἀναδεχόμενος. ρλς΄ 168. Ἐντολεὺς τὰ τῆς δίκης προδιδοὺς δικαιώματα, εἰ μὲν εὐτελής ἐστι, μεταλλίζεται· εἰ δὲ τιμιώτερος, ζημιοῦται εἰς τὸ ἥμισυ τοῦ βίου αὐτοῦ παρὰ τοῦ δημοσίου καὶ διηνεκῶς ἐξορίζεται.

s1

pr.Ἐκποιεῖ πρᾶγμα καὶ ὁ ἀνεχόμενος αὐτοῦ τῆς χρήσεως δεσποθῆναι, ἢ τῇ ἀχρησίᾳ ἀπόλλων τὰς δουλείας αὐτοῦ. ὁ δὲ μὴ ἐπικτώμενος, οὐ δοκεῖ ἐκποιεῖν, ὡς ἐπὶ τοῦ ἀπαγορεύοντος κληρονομίαν ἢ μὴ χρωμένου τῇ καταλειφθείσῃ αὐτῷ ἐπιλογῇ.

s2

pr.Τὸ ἐπερωτῆσαι πρᾶγμα ὀρθῶς ἀποκαταστῆσαι, δηλοῖ μετὰ τῶν καρπῶν.

s3

pr.Κανὼν περὶ ἐκχωρήσεως. Ὁ ἔχων ἐξουσίαν δωρεῖσθαι πρᾶγμα, καὶ πιπράσκειν καὶ ἐκχωρεῖν αὐτὸ δύναται.

s4

pr.[Επερώτησίς ἐστι συνθήκη] ῥημάτων, δ᾽ ὧν ἀποκρίνεταί τις πρὸς τὴν [ἐπερώτησιν ποιεῖν τι] ἢ διδόναι.

s5

pr.Ἐπιβολή ἐστιν ἐπίδοσις [ἀπόρου κτήματος] πρὸς [συγ] κληρονόμους ἢ συντελεστὰς ἢ ὁμοχώρους [καὶ ὁμοκήνσους].

s6

pr.Κανὼν περὶ ἔθους. Καὶ ἐν τῇ ἐπερωτήσει καὶ ἐν τοῖς λοιποῖς συναλλάγμασιν, εἰ μὴ δηλοῦται τὸ δόξαν τοῖς μέρεσιν, ἀκολουθοῦμεν τῷ ἔθει τοῦ κλίματος, ἐν ᾧ γέγονε τὸ συνάλλαγμα· εἰ δὲ καὶ αὐτὸ ἄδηλον εἴη ἢ ἀδιάφορον, τότε τῷ ἥττονι ἀκολουθοῦμεν.

s7

pr.Ἕτερος. Αχρήστως ἐπερωτῶμεν τὸ μὴ δυνάμενον εἶναί τινος. οὐδεμία γὰρ ἐπὶ τούτῳ ἐνοχὴ συνίσταται.

s8

pr.Ἕτεροι περὶ ἐλευθερίας. Ἡ ἐλευθερία πρᾶγμά ἐστιν ἀδιατίμητον.

s9

pr.Πλέον παντὸς πράγματος θάλπομεν τὴν ἐλευθερίαν.

s10

pr.Αδήλου τῆς γνώμης οὔσης τοῦ ἐλευθεροῦντος ἡ ἐλευθερία θάλπεται.

s11

pr.Ἕτερος περὶ ἐγγυητῶν. – Ὁ ὑπὲρ ἄλλων ἐπερωτηθεὶς ὀφείλει τὸ ἱκανὸν ποιῆσαι, κἂν αὐτὸς μὴ ἔλαβεν.

s12

pr.Ἐργολάβος ἐστὶν ὁ χρήματα δεδωκὼς ἐπὶ τῷ ἐκχωρηθῆναι ἀγωγήν.

s13

pr.Νεαρὰ νδ ' τοῦ κυροῦ λέοντος. — Τοὺς καταμηνύθέντας ἐκ τρίτου καὶ μὴ ἀπαντήσαντας εἰς τὸ δικαστήριον [εὐθύνεσθαι καὶ κατακρίνεσθαι] κελεύομεν.

s14

pr.Ἡ δὲ νγ ' τοῦ αὐτοῦ καὶ ἐγγράφεσθαί φησι τοὺς [εἰσάγοντας] δίκην ἐγκλήματος, ὅπερ οὐκ ἀπαιτεῖται ἐπὶ τῶν χρηματικῶν.

s15

pr.Ἡ δὲ λδ ' νεαρὰ τοῦ κυροῦ λέοντος καὶ ἐπιτροπεύειν τοὺς μοναχοὺς καὶ κληρικούς φησιν, ἀπείργεσθαι δὲ οἰκονομίας καὶ προστασίας ὀρφανῶν. φησὶ γάρ· τοὺς θεοφιλεστάτους ἐπισκόπους ἢ μοναχοὺς ἐπιτρόπους ὀρφανικῶν πραγμάτων καὶ ἐξεταστὰς ἢ κουράτορας οἱουδήποτε προσώπου δι᾽ ἑαυτῶν γίνεσθαι οὐ συγχωροῦμεν, ἐπιτροπεύειν δὲ τῶν ὑπὲρ ψυχῆς ὀφειλόντων δίδοσθαι καὶ διοικεῖν προσκαλουμένους οὐ κωλύομεν. καὶ γὰρ τοῖς ἀρχιερεῦσι μᾶλλον ὁ ὑπὲρ τῶν πλημμελημάτων ἵλασμὸς ἀφιέρωται.

s16

pr.Περὶ ἐπερωτήσεως κανών. Ὁ ὑπὲρ ἄλλου ἐπερωτηθεὶς ὀφείλει τὸ ἱκανὸν ποιῆσαι, κἂν αὐτὸς μὴ ἔλαβεν.

s17

pr.Νεαρά. – Ὅτι ἐὰν ἐπίτροπος φθείρῃ τὴν ἐπιτροπευομένην παῖδα, ἵνα πρὸς τῇ ἄλλῃ ποινῇ τῇ παρὰ τῶν νόμων ὡρίσμένη λαμβάνηται καὶ ἡ περιουσία αὐτοῦ πᾶσα, καὶ διδῶται πρὸς τὴν παῖδα κατὰ δεσποτείαν, καὶ οὐχὶ πρὸς τὸν δημόσιον, ὡς οἱ πρότερον διορίζονται νόμοι.

s18

pr.Κανών. Ὁ ὑπὲρ ἄλλου ἐπερωτηθεὶς ὀφείλει τὸ ἱκανὸν ποιῆσαι, κἂν αὐτὸς μὴ ἔλαβεν. verba ἐνέχεται et τουτέστι ea intercalari quae habentur infra c. a verbis οὗτος τὴν ἔκκλητον usque ad c. verbis δίδοται αὐτὸν λόγῳ. Nimirum in prototypo, ex quo descripti sunt, folium aliquod inverso ordine ligatum erat, ut

s19

pr.Ὅτι ὁ ἀγράφως ἐγγυώμενος ἐντὸς β΄ μηνῶν κατέχεται κατὰ πρόληψιν.

s20

pr.Ἐὰν ὑπὲρ ἀλλοτρίου κέρδους ἑαυτὸν καταβαλεῖν ἀντεφώνησας, ἡ ἐπὶ τῇ ἀντιφωνήσει ἀγωγὴ οὐ μόνον κατὰ σοῦ, ἀλλὰ καὶ κατὰ τῶν κληρονόμων τῶν σῶν διηνεκῶς ἁρμόζει.

s21

pr.Καὶ αἱ γυναῖκες ἀντιφωνοῦσαι ἐνέχονται, ἐν ᾧ μὴ ἰντερκεδεύουσιν, ἤγουν αἱ γυναῖκες οἰκείῳ ὀνόματι ἢ κέρδει ἀντιφωνοῦσαι ἐνέχονται, ὑπὲρ ἀλλοτρίων δὲ ἀντιφωνοῦσαι βοηθοῦνται.

s22

pr.Περὶ ἐπιτρόπων. Εἴτε εὔπορός ἐστιν ὁ ἐπίτροπος εἴτε ἄπορος, ὁ᾽ δόλος αὐτοῦ τὸν ὀρφανὸν οὐ καταβλάπτει.

s23

pr.Ἐπίτροπός ἐστι δίκαιόν τι καὶ ἐξουσία κατὰ ἐλευθέρας κεφαλῆς διδομένη [καὶ πρὸς ἀσφάλειαν αὐτῆς ἐπι] νοουμένη ἢ διὰ τὸ τῆς ἡλικίας ἀτελὲς ἢ διὰ τὸ τῆς εὐπραγίας ἀληθὲς ἐπιτε [τραμμένη]. Att. XXV (). Cf. schol. ad Basil. XXXVII,, ed. Heimb. III p.. Att. 1. 1. Capita et BE non habent, sed notam addunt hanc: Περὶ ἐπιβούλων εἰς τὸ ν ' στοιχεῖον δεδήλωται ἐν τῷ νόμῳ τῷ ἰουλίῳ σοφῶς καὶ πλατέως περὶ τῶν ἐπιβούλων διαλαμβάνοντι. ἁρμόζουσι δὲ ἐκεῖνα καὶ ἐν τῷ παρόντι στοιχείῳ τῷ ἑ΄, καὶ ὁ βουλόμενος ἐκ τοῦ ν ' στοιχείου καὶ ἐνταῦθα γραφέτω. Att. XXXV (). Hoc vel ἐνέχεται addendum est, quum in A parva lacuna sit.

s24

pr.Ἐὰν ἀπατῶσα γυνὴ ἢ γινώσκουσα μὴ ἐνέχεσθαι ἀντιφωνήσῃ, οὐ βοηθεῖται.

s25

pr.Ἡ γυνὴ κἂν πολλάκις μετὰ οἱονδήποτε χρόνον ἐπερωτηθῇ ὑπὲρ τοῦ ἀνδρὸς αὐτῆς, ὡς ἀντιφωνοῦσα βοηθεῖται.

s26

pr.Ἐὰν ἀντιφωνήσασα γυνὴ μετὰ β ' ἔτη τῆς ἀντιφωνήσεως εἰς δεύτερον ἐπερωτηθῇ ἢ ἐγγυητὴν παράσχῃ, οὐ βοηθεῖται. περὶ ξένου τοῦτό φησι, καὶ οὐ περὶ τοῦ ἰδίου ἀνδρός.

s27

pr.Οὐ μόνον ἡ γυνὴ ἀντιφωνοῦσα βοηθεῖται, ἀλλὰ καὶ ὁ ταύτην ἐγγυησάμενος· κἂν ὑπὲρ τοῦ ἰδίου ἀνδρὸς ἀντιφωνήσῃ γυνὴ, βοηθεῖται.

s28

pr.Ὁ ὑπεξούσιος καλῶς ὑπὲρ πατρὸς ἐγγυᾶται. καὶ γινόμε-· νος γὰρ αὐτεξούσιος εἰς ὅσον ἐποίησεν ὑπεξούσιος ἐνέχεται, καὶ ὑπεξούσιος ὢν καταδικάζεται.

s29

pr.Ἐὰν ἐγὼ καὶ γυνὴ ἐγγυησώμεθα εἰς ὁλόκληρον, ἐγὼ μόνος ἐνέχομαι· εἰ δὲ μετὰ ἀφήλικος ἐγγυήσωμαι καὶ ἀποκαταστῇ, τότε εἰς ὁλόκληρον ἐνέχομαι, ὅτε πρῶτος ἐνηγγυησάμην, εἰ μὴ κατὰ δόλον τοῦ δανειστοῦ προσελήφθη. Κ΄. Τοῦ ἁγίου κυρίλλου κανὼν ια΄. – Κειμήλια καὶ κτήσεις ἀκινήτους ἀνεκποίητα ταῖς ἐκκλησίαις φυλάττεσθαι χρή, θαῤῥεῖσθαι δὲ τοὺς κατὰ καιρὸν τὴν ἱερωσύνην διέποντας τῶν παραπιπτόντων ἀναλωμάτων τὴν οἰκονομίαν.

s31

pr.Ἐκ πολλῶν ἐγγυητῶν, ἐὰν ὁ εἷς ὑπὲρ τὸ ἀναλογοῦν αὐτῷ μέρος καταβάλῃ, οὐκ ἀναλαμβάνει. οὐ γάρ ἐστι μὴ χρεωστούμενον.

s32

pr.[Ἡ] ἀπρόθεσμος ἀντιφώνησις [δέκα ἡμερῶν] ἔχει προθεσμίαν. Epanag. VIII,.

s33

pr.Ὁ ἐπὶ ταβουλλαρίου ὡς ἐν καταθέσει τινὰ ἐγγυώμενος [ἐπὶ ἰδιωτικῇ αἰτίᾳ, ἐντὸς β ' μηνῶν μόνον κατέχεται, εἰ μὴ ἄρα ῥητῶς ἐγγυήσατο εἰς πλείονα χρόνον. εἰ δὲ ἐπὶ δημοσίᾳ αἰτίᾳ ἐνηγγυήσατο, δοκεῖ ἐγγράφως ἐγγυᾶσθαι. σημείωσαι οὖν, ὅτι ὁ ἀγράφως ἐγγυώμενος ἐντὸς β΄ μηνῶν κατέχεται κατὰ πρόληψιν. Syn. E, ex Bas. XV,,. Syn. E, ex Bas. IX,,. Syn. 1.. ex Bas. IX,, 127. Β καὶ ἐμπ. Syn. 1. 1. ex Bas. IX,,. Β εἰς ἐνιαυτὸν ἤγουν ἔτος ἓν καὶ χρ. Syn. E, ex Bas. IX,,. Syn. E, ex Bas. LX,, et,.