IusCommune
IusCommune › Textos › Synopsis minor › Synopsis minor

Syn. min. 1.4

Ἀρχὴ τοῦ Δ

Abrir no leitor do IusCommune →

1

pr.Ὅταν περιορισθῇ τις παρὰ τοῦ δημοσίου καὶ ἀφαιρεθῇ καὶ τὴν ἀξίαν ἣν ἔχει καὶ τὸν βίον αὐτοῦ, ἤδη δὲ μέλλει καὶ ποινὴν πάσχειν ὡς εἰς μέγα τὶ ἔγκλημα εὑρεθεὶς, ὁ τοιοῦτος ἐὰν πολλάκις συμπαθείας τυχὼν ἐλευθερωθῇ ἀπὸ τῆς ποινῆς καὶ λάβῃ καὶ τὴν ἀξίαν ἣν ἀφηρέθη, ἐὰν μὲν λάβῃ καὶ τὴν περιουσίαν τοῦ βίου αὐτοῦ, ἐνέχεται᾽ ἀποδιδόναι εἴ τι ὀφείλει εἰς τοὺς δανειστὰς τοὺς δανείσαντας τούτῳ πρὸ τοῦ περιορισθῆναι καὶ κρατηθῆναι αὐτὸν παρὰ τοῦ μέρους τοῦ δημοσίου· εἰ δὲ τὴν ἀξίαν μὲν, τὸν δὲ βίον οὐκ ἀπολάβῃ, οὐδὲ τοῖς δανεισταῖς ἀποδίδωσί τι ἀφ᾽ ὧν ἐχρεώστει πρότερον πρὸς αὐτούς.

2

pr.Ὅταν τὶς κεφαλικῇ τιμωρίᾳ περιπεσὼν καὶ πᾶσαν τὴν περιουσίαν καὶ τὸν βίον αὐτοῦ δημοσιευθεὶς, καὶ μετὰ ταῦτα συμπαθηθεὶς καὶ ἀπολυθεὶς καὶ εἰς τὸν οἰκεῖον τόπον ἀποκατασταθεὶς, δοθῇ αὐτῷ ἀπὸ τῆς ἰδίας περιουσίας πρᾶγμα ῥητὸν, κτῆμα τυχὸν ἢ ὀσπήτιον ἢ ἱμάτιον ἢ σκεῦος ἀργυροῦν ἢ χρυσοῦν, οὐκ ἐνάγεται παρὰ τῶν προτέρων αὐτοῦ δανειστῶν, οὐδὲ ἀναγκάζεται ἀποδιδόναι τὶ ἀφ᾽ ὧν πρὸ τοῦ κρατηθῆναι καὶ δημευθῆναι ἐχρεώστει αὐτοῖς. ἐὰν δὲ μέρος τὶ ἐκ τῆς ἰδίας περιουσίας ἀνώνυμον ἔλαβεν, ἤγουν τὸ τρίτον ἢ τέταρτον ταύτης ἢ πλέον ἢ ἔλαττον, ὀφείλει ἀποδιδόναι τὸ χρέος κατὰ ἀναλογίαν πρὸς τὴν δοθεῖσαν τούτῳ ποσότητα. εἰ δὲ πᾶσαν τὴν περιουσίαν λάβῃ, καὶ πάντα τὰ πρότερον χρέη πρὸς τοὺς δανειστὰς ἀποδίδωσιν. δεῖ δὲ γινώσκειν καὶ τοῦτο, ὅτι ταῦτα περὶ τῶν κρατουμένων δι᾽ ἄλλας αἰτίας ὁ νόμος παρακελεύεται. ὅταν δὲ κρατηθῇ τις ὡς χρεωστῶν δημόσια χρήματα, οὐκ ἀποκλείονται καὶ κωλύονται οἱ ἕτεροι δανεισταὶ κινεῖν κατ᾿ αὐτοῦ, ἀλλ᾽ ἔχουσιν ἄδειαν καὶ κατ᾿ αὐτοῦ καὶ κατὰ τῶν ἐγγυητῶν ἐγκαλεῖν.

3

pr.Πριμιπίλῳ χρεωστεῖν τὸ τῷ δημοσίῳ χρεωστεῖν λέγεται.

4

pr.Δούλη ἔγκυος, ἐὰν ἐν καιρῷ τῆς γεννήσεως ἐλευθερωθῇ, ἢ πρὸ τῆς γεννήσεως ἐλευθερωθεῖσα, ἐλευθέρα γεννήσει, καὶ τὸ γεννηθὲν ἐξ αὐτῆς παιδίον ἐλεύθερόν ἐστιν. ἐὰν δὲ καὶ ἐλευθέρα ἐγκυμονήσῃ, ἤγουν κοινῶς εἰπεῖν ἐν γαστρὶ ἕξει, εἶτα δουλωθῇ καὶ δούλη γεννήσῃ, καὶ πάλιν τὸ γεννηθὲν παιδίον ἐλεύθερόν ἐστιν, ὡς ἐλευθέρας οὔσης τῆς μητρὸς ὅτε τοῦτο συνέλαβε. τοῦτο φιλανθρώπως ὁ νόμος παρακελεύεται, καὶ διὰ τῶν δύο τρόπων τῷ γεννωμένῳ τὴν ἐλευθερίαν περιποιούμενος.

5

pr.Οὐ δεῖ δικάζειν ἢ ἀποκρίνεσθαι ἀπὸ προσκομιδῆς μέρους νόμου, τουτέστιν οὐκ ἐνδέχεται κομμάτιόν τι ἐκ τοῦ νόμου λαμβάνειν καὶ πρὸς ἐκεῖνο τὰς ψήφους ἤγουν τὰς ἀποφάσεις καὶ τὰς κρίσεις ποιεῖν, ἀλλὰ ὁλόκληρον καὶ ἀκέραιον τὸν περὶ τούτου νόμον σκοπεῖν, καὶ μὴ τὸ μέρος προσκομίζειν καὶ προτείνειν καὶ φέρειν εἰς τὸ μέσον, ἀλλὰ τὸν νόμον ὅλον προτείνειν.

6

pr.Αἱ μεταγενέστεραι διατάξεις ἰσχυρώτεραί εἰσι καὶ δυνατώτεραι τῶν πρὸ αὐτῶν διατάξεων.

7

pr.Διπλᾶ δικαστήρια λέγονται, ὅταν καὶ τὰ δύο μέρη τὰ ἀντικρινόμενα πρὸς ἄλληλα δύνανται ἐνάγοντες τὴν ὑπόθεσιν καὶ κατήγοροι γίνεσθαι, καὶ οὐκ ἔστιν ὥσπερ εἰς τὰς ἄλλας ὑποθέσεις ὁ εἷς ἐνάγων καὶ ὁ ἕτερος ἐναγόμενος, ἀλλὰ ἰσχύει καὶ ὁ ἐνάγων ἐναγόμενος γενέσθαι καὶ ὁ ἐναγόμενος μετατεθῆναι εἰς τὸν ἐνάγοντα, [ἤγουν ὁ κατηγορούμενος γενέσθαι κατηγορῶν καὶ ὁ κατηγορῶν πάλιν κατηγορούμενος.] τοιαῦτα γοῦν διπλᾶ δικαστήρια τρία εἰσί· τὸ περὶ ὁροθεσίων, τὸ περὶ διαιρέσεως κινητῶν πραγμάτων, καὶ τὸ περὶ διαιρέσεως κληρονομίας εἰς τὴν φαμηλίαν ἤγουν πάντας τοὺς ἐν τῷ οἴκῳ γινομένους. τινὲς δὲ δύο τὰ διπλᾶ λέγουσι δικαστήρια, τὸ περὶ ὁροθεσίων καὶ τὸ περὶ διαιρέσεως, κἂν καὶ ὁποία ἂν ἄρα εἴη ἡ διαίρεσις εἴτε περὶ κινητῶν, εἴτε περὶ ἀκινήτων, εἴτε περὶ κληρονομίας· οἱ γὰρ περὶ ὅρων ἤγουν ὁροθεσίων καὶ οἱ περὶ διαιρέσεως μαχόμενοι δύνανται καὶ οἱ δύο κατήγοροι καὶ κατηγορούμενοι γενέσθαι.

8

pr.Οὐ δίδοται εἰς τινα ὑπόθεσιν δικαστής, ὃν τὸ ἓν μέρος ζητήσει ἐξ ὀνόματος, εἰ μὴ πολλάκις τοῦτο βασιλεὺς διορίσηται.

9

pr.Οὐδέποτε ὁ αὐτὸς καὶ εἷς δικολόγος καὶ δικαστὴς εἶναι δύναται. ἐστὶ δὲ δικολόγος μὲν ὁ ἀντιλαμβανόμενος τῆς ὑποθέσεως καὶ τὰ συμβαλλόμενα πρὸς τὸ φανῆναι ταύτην δικαίαν διεξιών· δικαστὴς δὲ ὁ κριτής. οὐ πρέπει γοῦν τὸν αὐτὸν καὶ ἕνα δικολογεῖν καὶ δικάζειν κατὰ ταὐτόν.

10

pr.Οὐκ ἔξεστι τῷ δικολόγῳ τὸν αὐτοῦ διάδικον ὑβρίζειν λάθρα ἢ φανερῶς. εἰ δὲ ὑβρίσει καὶ αὐτὸς ἀτιμοῦται.

11

pr.Ὁ δικολόγος σύμφωνον ἢ συνάλλαγμα περὶ τῆς δίκῆς οὐ ποιεῖ.

12

pr.Τινὲς τῶν δικολόγων ἐλάμβανον μισθὸν ὑπὲρ τῆς δικολογίας. κελεύει οὖν ὁ νόμος μηδένα τῶν δικολόγων συμφωνεῖν ἢ συναλλάσσειν περὶ τῆς δίκης ἤγουν τῆς κρίσεως· συμφωνεῖν δὲ καὶ συναλλάσσειν περὶ τῆς δίκης ἐστὶ τὸ ὑπὲρ τοῦ μισθοῦ τοῦ διὰ τὴν δίκην μέλλοντος δίδοσθαι καὶ διὰ τὴν ἀνταμοιβὴν τὴν ὑπὲρ τῆς δικαιολογίας συμφωνεῖν πρὸς τὸν ἔχοντα τὴν ὑπόθεσιν, ὅτι τόδε τὶ μέλλεις μοι δοῦναι, μηδὲ ἐπὶ ταύτῃ ποιεῖν συνάλλαγμα. καὶ καθολικῶς ὁ δικολόγος συμφωνίας καὶ συναλλάγματα ποιεῖν μετὰ τῶν ἐχόντων τὰς ὑποθέσεις, ἃς ἀνα· δέχεται, παρὰ τοῦ νόμου κεκώλυται.

13

pr.Δεῖ τοὺς δικολόγους μετ᾿ εὐχαριστίας τοὺς ἑκουσίως προσφερομένους τούτοις μισθοὺς ὑποδέχεσθαι καὶ πλέον τὶ μὴ ἐπιζητεῖν 19͵

14

pr.Οὐχ ἕπεται τῷ πραθέντι δούλῳ καὶ τὸ πεκούλιον αὐτοῦ. ὅθεν ἐὰν δοῦλος κλέψῃ τὶ τοῦ πεκουλίου, καὶ περιέλθῃ εἰς τὸν ἀγοραστὴν, οὐκ ἐστὶ χώρα τῇ ἀγωγῇ.

15

pr.Ὅτι τὸν μὲν ἐν φυγῇ δοῦλον οὔτε πωλεῖν δύναταί τις οὔτε δωρεῖσθαι οὔτε ἀγοράζειν, ἀλλ᾽ ἓν ἐκ τούτων ποιήσας ὑπόκειται τῷ νόμῳ τῷ περὶ ἀνδραποδισμοῦ, ὑπεξῃρημένου συγκληρονόμου. οὗτοι γὰρ ἐν τῷ διαιρεῖσθαι τὰ ἐπίκοινα πράγματα ἀνάγκην ἔχουσι καὶ περὶ τοῦ ὄντος ἐν φυγῇ οἰκέτου συμφωνεῖν, ὥστε τοῦδε αὐτὸν εἶναι. δυνατὸν δὲ οὕτω πρᾶσιν συμφωνηθῆναι ὑπὸ αἵρεσιν τυχὸν, ὅτι ἐὰν εὑρεθῇ, πιπράσκω σοι αὐτὸν τόσων νομισμάτων.

16

pr.Ὅτι δημοτικὴ ἀγωγή ἐστιν ἡ φυλάττουσα τὸ τοῦ δημοσίου δίκαιον.

17

pr.Δουλεία δέ ἐστι διατύπωσις τοῦ ἐθνικοῦ νόμου, καθ ἣν τις παρὰ τὴν φύσιν ἀλλοτρίᾳ δεσποτείᾳ καθυποβάλλεται.

18

pr.Ὅσα παρὰ τῶν δικαζομένων καὶ τῶν συνηγόρων παραλιμπάνονται, ταῦτα παρὰ τῶν δικαζόντων ἤγουν κρινόντων ἀναπληρούσθωσαν. ὅσα γὰρ οἱ δικαζόμενοι ἤγουν κρινόμενοι καὶ οἱ συνηγοροῦντες αὐτοῖς ἐξ ἀπροσεξίας ἢ ἀγνωσίας ἀφήσουσι, ταῦτα οἱ κριταὶ ἀναπληροῦσιν ἀφ᾽ ἑαυτῶν.

19

pr.Τῷ ὀνόματι τῶν δικαιωμάτων δηλοῦνται πάντα τὰ τὴν ὑπόθεσιν δεικνύντα· διὸ καὶ τὰ ἐκμαρτύρια καὶ οἱ μάρτυρες τάξιν δικαιωμάτων ἐπέχουσιν.

20

pr.Δάμνη ἰμφέκτου ἐστὶν ἡ περὶ τῆς μελλούσης ζημίας ἀσφάλεια, ὡς ὅταν βλέπων τὶς τὸν τοῦ γείτονος οἶκον πεσεῖν μέλλοντα καὶ ζημιῶσαι αὐτὸν καταναγκάσῃ αὐτὸν, ἢ κτίσαι τὸν οἶκον ἢ ἐπερωτηθῆναι περὶ τῆς μελλούσης ζημίας, ἤγουν συμφωνῆσαι καὶ ἐξασφαλίσασθαι ὅτι ὅση ζημία γένηται ἐκ τοῦ πεσεῖν τὸν οἶκον αὐτοῦ ἀποδώσει αὐτός 26. καὶ ἡ τοιαύτη ἀσφάλεια ἡ περὶ τῆς μελλούσης ζημίας λέγεται δάμνη ἰμφέκτου. ιή. Κατὰ δὲ τὴν νεαρὰν τοῦ κυροῦ λέοντος καὶ οἱ ἄρχοντες τοὺς ἐξ οἱουδήποτε δικαστηρίου οὐκ ὀφείλουσι συγχωρεῖν λαμβάνειν τὶ καθ ' οιονδήποτε τρόπον, οὐδὲ ἐν ὀνόματι συνηθείας δωροδοκεῖσθαι λήμμασιν. ιθ '. Περὶ αἱρετῶν δικαστῶν. Εἴτε δικαία εἴτε ἄδικός ἐστιν ἡ τοῦ αἱρετοῦ δικαστοῦ ψῆφος, ἐμμένειν αὐτῇ δεῖ. κ΄. Καὶ ὁξς ' κανὼν τῆς ἐν καρθαγένῃ ἁγίας συνόδου φησίν· οἱ αἱρετοῖς κριταῖς δικασθέντες μὴ ἐκκαλείσθωσαν.

21

pr.Δανειακὸς κονδικτίκιος ὁ ἀπαιτητικὸς ἤγουν ζητητικὸς τοῦ δανείου λόγος ἐστίν.

22

pr.Δεποσίτους ἀγωγὴ ἡ περὶ παραθήκης καλεῖται.

23

pr.Ὁ διαθρέψας τὴν οἰκείαν ἀδελφόπαιδα ἤγουν ἀνεψιὰν δ᾽ εἰσέβειαν, τουτέστιν ἐλεημοσύνης χάριν καὶ θεοφιλεῖ σκοπῷ, τῶν δαπανημάτων τῶν ἐπὶ ταύτῃ δαπανηθέντων οὐκ ἔχει ἀπαίτησιν.

24

pr.Οἱ καλῇ πίστει νεμηθέντες πρᾶγμα ἀλλότριον εἴ τι ἂν ἐπ᾿ αὐτῷ δαπανήσωσι, δύνανται πάλιν ἀναλαμβάνειν· κἂν μετὰ τὸ μαθεῖν ὅτι ἀλλότριόν ἐστι δαπανήσωσιν εἰς αὐτὸ, μόνον καλῇ πίστει λαβόντες τὴν ἀρχὴν τῆς νομῆς, οὐ κωλύονται λαμβάνειν τὰ ἐπ᾿ αὐτῷ δαπανήματα. πλὴν οὕτως, ὥστε μὴ διὰ τῆς ἀφαιρέσεως τῶν ἐσύστερον παρ᾽ αὐτῶν γενομένων δαπανημάτων γενέσθαι τὸ ἀλλότριον πρᾶγμα χεῖρον, ἤπερ ἦν πρὸ τοῦ λαβεῖν τοῦτο τὸν καλῇ πίστει νεμηθέντα αὐτὸ καὶ ἐπ᾿ αὐτῷ δαπανήσαντα. ἀναγκάζεται γὰρ ὁ καλῇ πίστει νεμηθεὶς τοῦτο ἀποδοῦναι πάλιν πρὸς τὸν δεσπότην αὐτὸ τοιοῦτον, οἷον παρέλαβεν.

25

pr.Τὰ δαπανηθέντα νοσούσης τῆς γυναικὸς πρὸς θεραπείαν αὐτῆς τῇ τοῦ ἀνδρὸς εὐσεβείᾳ ἤγουν ἀγάπῃ καὶ διαθέσει καταλογίζεται, καὶ οὐ δύναται ὁ ἀνὴρ ἀπαιτεῖν αὐτά. τὰ δὲ εἰς ταφὴν ταύτης δαπανηθέντα τῷ πατρὶ τῷ τὴν προῖκα ὑποδεχομένῳ ὑποστρεφομένην λογίζονται, καὶ ἀπαιτοῦνται ἀπὸ τοῦ ἀνδρὸς παρ᾽ αὐτοῦ.

26

pr.Ἐλαίαν καὶ συκῆν θ ' πόδας ἀπὸ τοῦ ἀλλοτρίου χρὴ φυτεύειν, τὰ δὲ λοιπὰ δένδρα ε΄ πόδας.

27

pr.Οὐ δεσπόσαι τῶν ἀλλοτρίων δυνήσομαι, εἰ καὶ ἐν·. κήνσῳ γράψω αὐτὰ, ἤγουν τῇ δημοσίᾳ σανίδι ἢ τῷ μαρμάρῳ, ἐν ᾧ κοινῶς τὰ διαφέροντα ἑκάστῳ τυγχάνει ἀναγραφόμενα.

28

pr.Νεαρὰ κζ ' τοῦ κυροῦ λέοντος περὶ διαθήκης φάσκουσα, ὡς εἴπερ μόνον οἱ μαρτυροῦντες φαῖεν οἰκείαν τοῦ ἀνθρώπου τὴν διαθήκην, μηδὲν πλέον ἀπαιτεῖσθαι ἐπ᾿ αὐτῇ, ἀλλὰ βεβαίαν εἶναι, καὶ μὴ μόνον εἰ αἱ σφραγίδες ἐνεδέησαν ἐπικεῖσθαι, ἀλλ᾽ εἰ καὶ τῶν μαρτύρων αἱ ὑπογραφαὶ μετὰ τῶν σφραγίδων ἐλλείπουσιν.

29

pr.Καὶ ἡ λθ ' νεαρὰ τούτου περὶ τῆς ἀσφραγίστου διαθήκης παρὰ τοῦ ἄρχοντός φησιν, ὥστε καὶ ἐκ μόνης τῆς ἐκμαρτύρων ὑπογραφῆς μὴ στερίσκεσθαι πίστεως.

32

pr.Αἱ δωρεαὶ αἱ πρὸ τοῦ γάμου ἰσχυραί εἰσιν, κἂν ἐν αὐτῇ τῇ ἡμέρᾳ, καθ᾽ ἣν δηλονότι δοθῶσιν αἱ δωρεαὶ, καὶ οἱ γάμοι γένωνται.

33

pr.Δρόμον ὁ νόμος πολλάκις καὶ τὰ εἰς τὸν δρόμον τεταγμένα δημόσια ζῶά φησιν.

34

pr.Οἱ τοῖς δημοσίοις ζώοις εἰς ἰδίας χρησάμενοι χρείας, πρὸς τοῖς ζώοις ἤγουν σὺν τῇ ἀποδόσει τῶν ζώων ἐφ᾽ ἑκάστῳ ζώῳ καὶ μίαν λίτραν χρυσίου ζημιοῦνται.

35

pr.Ἡ διαθήκη, ἣν ἐσφράγισε παρὰ μαρτύρων ὁ διαθέμενος, [ἐὰν] ἀποσφραγίσας οἰκονομήσῃ πάλιν ἀνασφραγισθῆναι ὑπὸ ζ΄ ἢ ἐ μαρτύρων, ἔῤῥωται.

36

pr.Ἐν ἀτελεῖ διαθήκῃ, εἴπερ σὺν τοῖς παισὶ καὶ ἐξωτικὸν πρόσωπον διὰ μνήμης γένηται, ὅσον μὲν εἰς τοὺς παῖδας, ἔῤῥωται ἡ διαθήκη· ὅσον δὲ εἰς τὸ ἐξωτικὸν, οὐκ ἔῤῥωται.

37

pr.Ἐάν τις ὡς ἐπὶ τυραννίδι ἐλεγχθεὶς δήμευσιν ὑπομείνῃ, οἱ μὲν ἔχοντες αὐτοῦ πράγματα καὶ διάγοντες ἐν τῇ βασιλίδι πόλει εἴσω δύο μηνῶν ὀφείλουσιν αὐτὰ προσαγγεῖλαι· οἱ δὲ μὴ διάγοντες ἐν τῇ βασιλίδι πόλει ἐντὸς ὀκτὼ μηνῶν. εἰ δὲ μὴ τοῦτο ποιήσουσι, μετὰ τῶν πραγμάτων τὸ τετραπλάσιον παρέχουσιν.

38

pr.Ὁ δημευθεὶς ἐντελλόμενός τινι ἀγοράσαι τὰ αὐτοῦ παρὰ τοῦ δημοσίου, ἔχει κατ᾿ αὐτοῦ τὴν περὶ ἐντολῆς ἀγωγήν· τὰ γὰρ ἐπικτώμενα τῷ δημευθέντι οὐ λαμβάνει ὁ δημόσιος.

39

pr.Ἐὰν ἄρχοντες ἐν καιρῷ τῆς ἀρχῆς δημόσια χρήματα κλέψωσι, καὶ αὐτοὶ κατεχέσθωσαν κεφαλικῇ τιμωρίᾳ καὶ οἱ ὑπουργήσαντες αὐτοῖς ἐν τῷ πράγματι καὶ ὑποδεξάμενοι τὰ παρ᾽ αὐτῶν ὑποκλαπέντα.

40

pr.Ἡ ἐν αἰχμαλωσίᾳ γενομένη διαθήκη οὐκ ἔῤῥωται.

41

pr.Ὁ γραφεὺς τῆς διαθήκης καλῶς ἐν αὐτῇ μαρτυρεῖ.

42

pr.Καὶ ἀλλότριος δοῦλος καλῶς γράφει τὴν διαθήκην.

43

pr.Ἐὰν ὑπεξούσιος κυοφορούμενος ἀμνημόνευτος ἐαθεὶς ἐν διαθήκῃ τεχθῇ μὲν, φωνὴν δὲ μὴ ἀφήσει, εἰδι ὅλως τέλειος γεννηθῇ ζῶν, κἂν ἅμα τῷ πεσεῖν ἐν τῷ ἐδάφει ἐτελεύτησεν, ἢ ἐν ταῖς χερσὶ τῆς ἰατραίνης, ῥήγνυσι τὴν διαθήκην.

44

pr.Ακυρος γίνεται ἡ διαθήκη, ὅταν τὴν ἐλευθερίαν ὁ διαθέμενος ἀπολέση.

45

pr.Ἐὰν ζητῇται, τίνι ὀφείλει ἡ διαθήκη παρατεθῆναι, ὁ γέρων τοῦ νεωτέρου προκρίνεται, καὶ ὁ μείζονος τιμῆς τοῦ ἥττονος, καὶ ὁ ἀνὴρ τῆς γυναικὸς, καὶ ὁ εὐγενὴς τοῦ ἀπελευθέρου.

46

pr.Οἱ γονεῖς καὶ οἱ παῖδες καὶ οἱ ἀδελφοὶ κινοῦσι τὴν κατὰ τῆς διαθήκης μέμψιν, οὐ μὴν καὶ οἱ λοιποὶ συγγενεῖς.

47

pr.Ὁ κινήσας τὴν τῆς διαθήκης μέμψιν καὶ ἡττηθεὶς, καλῶς μετὰ ταῦτα κατηγορεῖ τῆς διαθήκης ὡς πλαστῆς. καὶ τὸ ἐναντίον δὲ ὁ τὸ πλαστὸν πρότερον κινήσας καλῶς μετὰ ταῦτα τὴν κατὰ τῆς διαθήκης μέμψιν κινεῖ.

48

pr.Ἐὰν διαμάχωνται πρὸς ἀλλήλους ἔνστατος καὶ ὑποκατάστατος, τέως ὁ ἔνστατος ὀφείλει εἶναι ἐν τῇ νομῇ.

49

pr.Ἡ διακατοχὴ περαιτέρω τοῦ ὡρισμένου χρόνου οὐδὲ ἐπὶ στρατιωτικῆς διαδοχῆς αἰτεῖται. διακατοχὴ δὲ ἐστὶ δίκαιον τοῦ ἐξεῖναι κρατεῖν τὴν οὐσίαν ἢ τὰ πράγματα τοῦ τελευτήσαντος.

50

pr.Ὁ καλούμενος εἰς δικαστήριον λέγων ἕτερον ἔχειν φόρον, ὀφείλει ἀπιέναι πρὸς τὸν καλοῦντα, ἵνα τὰ περὶ τούτου παρ᾽ αὐτῷ γνωσθῇ, καὶ μὴ καταφρονείτω αὐτοῦ.

51

pr.Ὁ προπετῶς εἰς δίκην τινὰ καλῶν, καὶ τὰ τῆς ὁδοῦ καὶ τὰ τῆς δίκης δίδωσιν αὐτῷ δαπανήματα.

52

pr.Οὐ δύναται δικαστὴς εἶναι ὁ μήτε δικαιοδοσίαν ἔχων, μήτε ἀπὸ βασιλέως ἐξουσίαν λαβὼν, μήτε δοθεὶς ἀπὸ τοῦ δυναμένου δοῦναι δικαστὴν, μήτε ἀπὸ νόμου βεβαιούμενος, μήτε αἱρετὸς ὤν.

53

pr.Δοῦλος ἐπηγγείλατο τῷ δεσπότῃ δοῦναί τινα πράγματα, εἰ ἐλευθερώσει αὐτόν· ὁ δεσπότης ἐπίστευσε τῷ δούλῳ, ἠλευθέρωσεν αὐτόν· ὁ δοῦλος οὐκέτι ἐνέχεται εἰς τὴν τῶν ἐπηγγελμένων ἐκπλήρωσιν. εἰ δὲ καὶ μετὰ τὴν ἐλευθερίαν ἐπερώτησις καὶ ὑπόσχεσις καὶ βεβαίωσις παρὰ τοῦ δούλου ὧν εἶπε γένηται, ὁ δοῦλος ἐνέχεται.

54

pr.Δοῦλός τινος συνάλλαγμα πρὸς ἕτερον ποιῶν ἔσφαλλεν· ἠλευθερώθη ὁ δοῦλος· κινεῖ ὁ τοῦ συναλλάγματος ζημιωθεὶς κατὰ τοῦ δεσπότου τοῦ ἔχοντος τὸν δοῦλον ἀγωγήν· ὁ νόμος κελεύει τὸν δεσπότην μὴ ἐνέχεσθαι. εἰ δὲ οὐκ εἰς συνάλλαγμα ὁ δοῦλος σφαλῇ, ἀλλὰ τρόπον ἄλλον ἁμάρτῃ, ὁ δεσπότης ἐνέχεται, διὰ τὸν κανόνα τὸν λέγοντα· τὰ ἁμαρτήματα τῇ κεφαλῇ ἕπεται.

55

pr.Ὁ δημόσιόν τι τοῦ τεταγμένου ἐπέκεινα ἀπαιτήσας ἔκ τινος, εἰς τὸ τετραπλοῦν αὐτὸ ζημιοῦται.

56

pr.Οἱ εἰς τὸ διηνεκὲς ἐκμισθωθέντες χωρὶς κελεύσεως βασιλικῆς οὐκ ἀφαιροῦνται.

57

pr.Δοῦλος ὀρθὴν ἐλευθερίαν λαβὼν, ἤγουν εὔλογον καὶ μηδὲν ἔχουσαν ἐπιλήψιμον μηδὲ μετά τινος διαστίξεως ἢ προσδιορισμοῦ γενομένην, εἶτα κλέψας τῶν δεσποτικῶν πραγμάτων τινὰ, τὴν ἐλευθερίαν οὐκ ἀφαιρεῖται, ἀλλ᾽ ἔχει ὡς ἐξ ἀρχῆς ἐδόθη αὐτῷ· εἰς δὲ τὸ εἰς τὰ κλαπέντα διδόναι λόγον ἐνέχεται.

58

pr.Ἐν τοῖς παλαιοῖς νόμοις ἄλλος χρόνος ὥρισται εἰς διαθήκην τὴν περὶ ἄλλων πραγμάτων, καὶ ἄλλος εἰς διαθήκην τὴν περὶ τῆς τῶν δούλων ἐλευθερίας. οἱ μὲν πρότερον νόμοι οὐκ ἐδίδουν ἄδειαν τοῖς νέοις ἐλευθεροῦν οἰκείους δούλους πρὶν ἂν ὑπερβῶσι τὸν τῶν ἀφηλίκων χρόνον, διαθήκην δὲ ἐν τοῖς ἄλλοις αὐτῶν πράγμασιν ἄδειαν εἶχον ποιεῖν ἀπὸ τῶν χρόνων, οὓς περὶ τῆς διαθήκης ὁ νόμος ἔταξεν. οἱ δὲ ὕστεροι νόμοι κελεύουσι, ὁπότε μὴ κωλύονται ἐκ τοῦ χρόνου ἐπὶ τῇ λοιπῇ αὐτῶν. περιουσίᾳ διατίθεσθαι, ἐνδεδομένον αὐτοῖς εἶναι καὶ περὶ τῆς τῶν δούλων ἐλευθερίας ἃ βούλονται διατίθεσθαι καὶ διατάττεσθαι.

59

pr.Ὁ δούλῃ σαρκικῶς ἑνούμενος, ἐὰν μείνῃ μέχρι τελευτῆς οὕτω, καὶ τελευτῶν οὐδὲν εἴπῃ περὶ αὐτῆς, ἐλευθέραν τὴν δούλην ποιεῖ, σεσιωπημένως δοκῶν ταύτην ἐλευθεροῦν το

60

pr.Εἰσὶν αἰτίαι τινὲς, δι ἃς οἱ δοῦλοι εὐλόγως ἐλευθεροῦνται παρὰ τῶν αὐτῶν δεσποτῶν· ὁποία ἐστὶ τὸ ῥύσασθαι τὸν δεσπότην ἐκ θανάτου, ἢ ἀτιμίας, καὶ τὸ ἀπὸ λῃστῶν ἢ πολέμου ἢ νόσου αὐτὸν ἐλευθερῶσαι, καὶ ὁ καταμηνύσας τὴν τοῦ δεσπότου σφαγὴν, καὶ τὸ τοὺς ποιοῦντας πλαστὴν μονίταν ἐλέγχειν, καὶ τὸ ἁρπαγὴν παρθένου ἢ λειποταξίαν στρατιώτου μηνύσαι.

61

pr.Δοῦλος κἂν αὐθαιρέτως λέγῃ κατὰ τοῦ δεσπότου, οὐ πιστεύεται.

62

pr.Δεβίτωρ κατά τινας ὁ χρεωφειλέτης καλεῖται, κρεδίτωρ δὲ πάλιν ὁ δανειστής. ὁ γοῦν δεβίτωρ ἀπαρνησάμενος τὸ χρέος, οὐ δύναται μετὰ ταῦτα ἀποδείξεις προκομίζειν, ὅτι κατεβάλετο τὸ χρέος, ἀλλὰ μετὰ τὴν ἄρνησιν ἀπελεγχθεὶς χρεωστεῖν εἰς τὴν ἀπόδοσιν τοῦ χρέους καταδικάζεται.

63

pr.Ἐὰν ὁ βασιλεὺς τῷ ἤδη τελευτήσαντι ὡς περιόντι ἤγουν ἔτι ζῶντι χαρίσηται ἢ δωρήσηταί τι, οὐκ ἔῤῥωται μὲν τοῦτο ὡς δωρεά· τοῦ δὲ βασιλέως ἐστὶν ἐπὶ τῇ οἰκείᾳ φιλοτιμίᾳ ποιεῖν, ὃ βούλεται.

64

pr.Ὁ διάδοχος ἐν πᾶσι τὸν τοῦ κληρονόμου τόπον ἐπέχει.

65

pr.Ἔξεστι τῷ δικαστῇ, τῷ ἡττημένῳ ἐκ τῶν ἀντικρινομένων μερῶν τὰ δαπανήματα τὰ εἰς τὸ δικαστήριον ὑπὲρ τῆς ὑποθέσεως καταβληθέντα ἐπιτιθέναι καὶ αὐτὸν καταναγκάζειν ἀποδιδόναι αὐτὰ, καὶ ὑπὲρ τὰ δαπανηθέντα δὲ καταβαρύνειν αὐτὸν ἕως καὶ τῆς δεκάτης μοίρας τῶν δαπανημάτων. ταῦτα δὲ τὰ ἐπέκεινα τῶν δαπανηθέντων ἀποδίδονται μὲν ὡς ἐπὶ τὸ πλεῖστον τῷ δημοσίῳ· σπανίως δὲ, εἴπερ ὁ δικαστὴς βούλοιτο, καὶ τῷ νικήσαντι μέρει, ἀνθ᾽ ὧν κατετρίβη ἀδίκως, ἀπὸ τούτων δίδοται, πρὸς ὃ ἂν διακρίνῃ ὁ δικαστής. §ς΄, Τῇ αὐθεντίᾳ ἤγουν τῇ ἐξουσίᾳ τοῦ δικαστοῦ, οὐ μὴν τῇ βουλήσει τοῦ κατηγόρου, ἡ κατηγορία, κἂν ὁποία καὶ εἴη, ὀφείλει ἀπαλείφεσθαι.

67

pr.Δέσποινα, ἤγουν κυρία οἴκου, τὸν ἐπὶ μοιχείᾳ αὐτῆς κατηγορούμενον δοῦλον πρὸ ψήφου, ἤγουν δικαστικῆς ἀποφάσεώς τε καὶ διαγνώσεως, οὔτε ἐλευθεροῦν οὔτε κληρονόμον γράφειν δύναται. εἰ δέ τι ποιήσει τοιοῦτον, ἄχρηστον μένει.

68

pr.Ὁ διατετιμημένα δεξάμενος, χρεωστεῖ αὐτῶν φυλακήν. ὅθεν ἐάν τις παρ᾽ ἄλλου διατετιμημένα δεξάμενος ἀπολέσῃ αὐτὰ, εἰ μὲν λῃσταὶ μετὰ βίας ἢ ἄλλοι τινὲς δυναστείᾳ ἀφείλοντο ταῦτα, οὐκ ἐνέχεται· εἰ δὲ κλέπται ἢ πῦρ ἀπώλεσεν ἢ ἄλλο τὶ, εἰς ὃ οὐ γίνεται βία, ἐνέχεται.

69

pr.Εἰ καὶ αἱ πρὸ τοῦ γάμου δωρεαὶ ἐξ ἀνάγκης στέργονται, ἀλλὰ τὰς μετὰ τὸν γάμον δωρεὰς, ἐὰν μὴ μέχρι τέλους τῆς αὐτοῦ ζωῆς τῇ αὐτῇ βουλῇ ἐπιμένῃ, δύναται ὁ ἀνὴρ ἀναλαμβάνειν.

70

pr.Ὁ πενθερὸς τῷ μνηστῆρι τῆς ἰδίας θυγατρός τινα δωρησάμενος, κἂν μὴ εἰς πέρας ἔλθῃ ὁ γάμος, οὐ δύναται τὰ δωρηθέντα ἀναλαμβάνειν. ὁ δὲ μνηστὴρ, ἃ δώσει τῇ ἰδίᾳ μνηστῇ ἐλπίδι τοῦ προβῆναι τὸν γάμον, μὴ γενομένου τοῦ γάμου δύναται ἀναλαμβάνειν αὐτά.

71

pr.Αἱ κατ᾿ αὐτὴν τὴν ἡμέραν, καθ᾽ ἣν ὁ γάμος γίνεται, πρὸς τὴν γυναῖκα παρὰ τοῦ ἀνδρὸς διδόμεναι δωρεαὶ, εἰ μὲν ἔτι ἐν τῷ ἑαυτῆς οἴκῳ ἐτύγχανεν ἡ γυνὴ, ἔῤῥωνται καὶ τὸ στέργον ἔχουσιν, ὡς πρὸς μνηστὴν, οὐ πρὸς γαμετὴν διδόμεναι. εἰ δὲ ἐν τῷ τοῦ ἀνδρὸς ἀφικομένη οἴκῳ τὰς δωρεὰς δέξεται ἡ γυνὴ, οὐκ ἔῤῥωνται αἱ δωρεαὶ, ὡς πρὸς γαμετὴν δεδομέναι.

72

pr.Δοῦλος τὴν οἰκείαν κυρίαν μετὰ συνδούλου αὐτοῦ μοιχευομένην ἐλέγξας καὶ μηνύσας, ἐλευθερούσθω.

73

pr.Οἱ δικασταὶ τῶν ἁγίων εὐαγγελίων προκειμένων δικάζειν ὀφείλουσιν.

74

pr.Ἔξεστι τοῖς δανεισταῖς, τοῦ χρεωστοῦντος αὐτοῖς ἐν τῷ τελευτᾶν περὶ τῆς ἰδίας περιουσίας ὀμόσαντος ἢ καὶ ἄλ− λως ἀσφαλισαμένου τὴν ταύτης ποσότητα, καὶ ἔτι περὶ ταύτης ἀνερευνᾶν καὶ ζητεῖν.

75

pr.Ὁ ἐπὶ τοῖς κεχρεωστημένοις αὐτῷ δολιευσάμενος καὶ πλείονα τὴν τοῦ χρέους καταστήσας ποσότητα, ἴσως δὲ καὶ τον χρεώστην αὐτὸν κατασκευάσας ὁμολογῆσαι ὡς πλείονα πρὸς τοῦτον χρεωστεῖ, ὁ τοῦτο ποιήσας, εἰ μὲν ἑκὼν τῆς δολιότητος ἑαυτὸν ἀποστῇ καὶ τὴν ῥᾳδιουργίαν αὐτὸς φανερώσει αὐτοθελῶς, τὸ μὲν πλέον τοῦ χρέους ἀπολαμβάνειν οὐ δύναται, ἀλλ᾽ οὐδ᾽ ἀπαιτεῖν ἰσχύει αὐτὸ, ἀλλὰ μόνον τὸ ἀρχαῖον χρέος πρὸς τοῦτον δίδοται. εἰ δὲ ἄκων ἀπελεγχθῇ ἐφ᾽ οἷς δολιεύεται, πρὸς τῷ πλείονι τοῦ χρέους καὶ αὐτὸ τὸ κατ᾿ ἀλήθειαν ὀφειλόμενον πρὸς τοῦτον ἀπόλλυσιν. ος΄ 89. Τὰ ἐκ τῶν προικιμαίων χρημάτων ἀγορασθέντα προικιμαῖα εἰσίν.

s1

pr.. Κανὼν περὶ δικαίου. Ὁ τὴν ἑτέρου δεσποτείαν ὑπεισιὼν ἢ τὸ δίκαιον, τοῖς αὐτοῦ δικαίοις ὀφείλει κεχρῆσθαι.

s2

pr.Ἕτερος περὶ διαδοχῆς. — Ὁ εἰς ὁλόκληρον διαδεξάμενος ἀντὶ κληρονόμου ἐστίν.

s3

pr.Ἕτερος. – Ὁ διάδοχος ἐν πᾶσι τόπον ἔχει κληρονόμου.

s4

pr.Ἕτερος περὶ δοθέντος πράγματος. – Ἐγὼ δοκῶ λαμβάνειν, ὅπερ κατὰ κέλευσίν μου ἑτέρῳ δοθῇ.

s5

pr.Διαίσιον μεταξὺ ἀνδρὸς καὶ γαμετῆς γίνεσθαι λέγεται, διαζύγιον δὲ καὶ μνηστῇ πέμπεται.

s6

pr.Καὶ ἡ διαδοχὴ κληρονομία λέγεται.

s7

pr.Διαφέρειν δηλοῖ καὶ τὰ ὄντα τῆς δεσποτείας ἡμῶν, καὶ ἅτινα νεμόμεθα ἢ ἐλπίζομεν κτᾶσθαι ἢ νέμεσθαι.

s8

pr.Κανὼν περὶ δικαστῶν. – Τὸ ἔξω τῆς δικαιοδοσίας ἐκ τοῦ δικαστοῦ γινόμενον οὐκ ἔῤῥωται. Δοῦλος οὐκ ἐνέχεται οὔτε

s9

pr.Ἕτερος περὶ δούλων. ἐνοχοποιεῖται.

s10

pr.Ἕτερος. – Δοῦλος οὐκ ἐνάγεται οἱαδήποτε ἀγωγῇ.

s11

pr.Ἕτερος. – Ὁ ἐν δουλείᾳ ὢν οὐ διὰ τοῦ χρῆσθαι δεσπόζει, ἐπειδὴ νέμεσθαι οὐ δοκεῖ. Equidem malim τὴν ἀξ. μόνον. Att. XXXV (). Att. ibid. Glossa nomica.

s12

pr.Ἕτερος. — Διὰ τῶν δούλων κρείττων ἡ αἵρεσις τῶν δεσποτῶν γίνεται, οὐ μὴν χείρων.

s13

pr.Ἕτερος. — Ἐπὶ τοῖς μὴ τραχέσιν ἢ μυσαροῖς ἁμαρτήμασιν συγγινώσκονται οἱ δοῦλοι πειθαρχοῦντες τοῖς δεσπόταις, ἢ τοῖς ἐν τάξει δεσποτῶν, οἷον ἐπιτρόποις καὶ κουράτορσιν.

s14

pr.Ἕτερος. Ἡ δουλεία σχεδὸν ἔοικε τῷ θανάτῳ.

s15

pr.Ἕτερος περὶ δωρεῶν. - Δωρεά ἐστι τὸ χωρὶς ἀνάγκης διδόμενον.

s16

pr.Νεαρά ή τοῦ κυροῦ κωνσταντίνου. – Θεσπίζομεν μηδένα τῶν πολιτικῶν δικαστῶν μὴ ὑπὲρ οἱασδηποτοῦν ἀφορμῆς τι λαμβάνειν, ἀλλὰ καθαρὰς ἔχειν τὰς χεῖρας, καὶ παντὸς χρυσίου ὑπερφρονεῖν.

s17

pr.Τοῦ αὐτοῦ θ΄. - Κελεύομεν τοὺς θεματικοὺς κριτὰς ἐφ᾽ ἑκάστῃ τοῦ χρυσίου λιτρᾷ μὴ περαιτέρω γ ' νομισμάτων λαμβάνειν, δηλονότι ἐπὶ τῶν εὐπορούντων, ὑπέρ τε νοταρίων καὶ τῶν ὑπηρετουμένων αὐτοῖς, καὶ μηδὲν ἕτερον. μὴ ὑπερβαινέτω δὲ ἡ ἀπαίτησις τῶν ἐκταγιατικῶν τὰ ρ ' νομίσματα, ὅση ἂν ἡ ἀπαιτηθεῖσα περιουσία τυγχάνοι, εἴγε καὶ ρ ' λιτρῶν οὖσα τυγχάνει καὶ περαιτέρω, εἰ μὴ καθόσον ὑπὲρ τροφῆς καὶ ὁδοιπορίας ἐπιξενούμενος ὁ ἐκβιβαστὴς ἐδαπάνησεν. κή. Τινὲς ἐξ ἐλαφρᾶς αἰτίας πικρῶς ἤγουν βαρέως τοὺς οἰκείους δούλους τιμωρησάμενοι ἐπὶ ἑ χρόνους ἐξωρίσθησαν. κθ΄. Δοῦλος ἢ υἱὸς ὑπεξούσιος εὑρὼν θησαυρὸν, εἰ μὲν ἐν τῷ ἀγρῷ ἢ ἑτέρῳ τόπῳ τοῦ πατρὸς ἢ τοῦ δεσπότου εὕρῃ τὸν θησαυρὸν, ὅλον αὐτὸν προσπορίζει τῷ δεσπότῃ ἢ τῷ πατρί. εἰ δὲ ὁ τόπος, ἐν ᾧ ὁ θησαυρὸς εὑρέθη, ξένος ἐστὶν, οὐχ ὅλον τὸν θησαυρὸν, ἀλλὰ μέρος αὐτοῦ τῷ δεσπότῃ προσπορίζει ἢ τῷ πατρί. λ. Ἐν πάσαις ταῖς δημοσίαις δίκαις κ΄ χρόνων ἀντίκειται παραγραφὴ, ἐξῃρημένων τινῶν, ἐφ᾽ ὧν ὀλιγώτερον χρόνον ὁ νόμος ὁρίζει. λα. Ἔξεστι τοῖς δούλοις βαρυνομένοις ἀμέτρως ὑπὸ τῶν δεσποτῶν προστρέχειν ταῖς βασιλικαῖς στήλαις, καὶ ζητεῖν πωλεῖσθαι πρὸς ἄλλους παρὰ τῶν τοιούτων δεσποτῶν. κγ '. Ἡ δὲ κέ νεαρὰ τοῦ αὐτοῦ περὶ τοῦ ἐξεῖναί φησι τοὺς ἐν αἰχμαλωσίᾳ διατίθεσθαι καὶ ἐγγράφως καὶ ἀγράφως παρουσίᾳ ε ἢ γ ' μαρτύρων, καὶ στέργειν τὰ παρ᾽ αὐτῶν διατιθέμενα, εἰ μήτις τὰ αὐτοῦ πράγματα ἑκὼν ἢ ἄκων βιασθεὶς πρὸς τοὺς πολεμίους χωρεῖν διάθοιτο· τότε γὰρ οὐδαμῶς τὰ δεδογμένα βέβαια ἔσται. κδ '. Ἡ δὲ λε ' τοῦ αὐτοῦ φησὶ περὶ τοῦ διατίθεσθαι τυφλοὺς καὶ ἀγραμμάτους καὶ γυναῖκας, οὕτω λέγουσα· ταῖς μυστικαῖς διατυπώσεσιν, ἄντε τυφλῶν ἄντε ἑτέρων ὦσι προσώπων, προσεῖναι θεσπίζομεν σύστασιν, καὶ τοῦτο προσεπιθεσπίζοντες, ὡς πρὸς τῶν μαρτύρων ἐνόρκιον ἐκκεῖσθαι ὑπογραφὴν καὶ τῶν διατάξεις γραφόντων, ὡς εἴησαν ἀληθῶς ἐκεῖνα γράψαντες, ἅπερ ἠκηκόησαν αὐτῆς ἐκείνης ὑποφθεγξαμένης τῆς τοῦ διαθεμένου γλώσσης. κε΄. Νεαρὰ πρώτη τοῦ αὐτοῦ περὶ διαθήκης μοναχῶν, ἐν ᾗ φησιν· εἰ μὲν ὤφθη κατὰ τὸν καιρὸν, ὅτε τὸν μοναστὴν εἰλετο βίον, ὁ ἄνθρωπος ἀφιερωσάμενος τῇ ἐκκλησίᾳ, εἶναι αὐτῷ περὶ τῶν ὕστερον προσκτηθέντων ἀβίαστον καὶ κυρίαν τὴν γνώμην, καθὼς ἂν προαιροῖτο πάντα διοικεῖν. εἰ δὲ μηδὲν ὅλως καταρχὰς τῷ μοναστηρίῳ προσενήνοχε, τότε διχῆ τὴν ὕπαρξιν νέμεσθαι, τῶν μερίδων τῆς μὲν διμοιρίας συγκεφαλαιουμένης τῆς δὲ τρίτῳ μέρει, καὶ διατίθεσθαι μὲν ὡς ποτε δόξει αὐτῷ περὶ τοῦ διμοίρου τμήματος τὸν μονάζοντα, τὸ τρίτον δὲ ἀποκληροῦσθαι τῷ μοναστηρίῳ. κς '. Καὶ ὁς ' κανὼν τῆς ἐν τρούλῳ ἁγίας συνόδου· ὁ μονάσαι βουλόμενός, φησι, περὶ τῶν οἰκείων διατιθέσθω. μετὰ γὰρ τὸ μονάσαι τῶν αὐτοῦ πάντων κυριεύσει τὸ μοναστήριον. εἰ δὲ μετὰ τὸ μονάσαι φωραθείη τῶν αὐτοῦ παρυποκρατήσας, αὐτὸς μὲν προσηκόντως ἐπιτιμάσθω, παρὰ δὲ τοῦ προεστῶτος ἢ τοῦ ἐπισκόπου πιπρασκόμενον πτωχοῖς καὶ ἀπόροις διανεμέσθω. κζ. Τῆς ἐν καρθαγένῃ ιε΄ ἐκ τῶν ἱερῶν κανόνων· Ἐὰν ὑπό τινων δικαστῶν καταδικασθείς τις εἰς ἑτέρους μείζονας καταδράμῃ καὶ παρ᾽ ἐκείνοις δικαιωθῇ, οἱ προδικάσαντες μὴ βλαπτέσθωσαν, εἰ μήπου κατὰ ἔχθραν ἢ δωροδοκηθέντες ἐλεγχθῶσιν ἐκεῖνον καταδικάσαντες, καὶ τοῖς κατὰ συναίνεσιν ἐκλέξασι δικαστὰς καὶ ὀλιγοτέροις οὖσι τοῦ δέοντος μὴ ἐξέστω ἐκκαλεῖσθαι. καὶ τὰ τέκνα τῶν ἱερέων θεώρια κοσμικὰ μὴ ποιείτωσαν, μηδὲ θεωρείτοῦτο δὲ καὶ πᾶσι χριστιανοῖς ἀπείρηται. κή. Νεαρὰ κθ ' τοῦ κυροῦ λέοντος περὶ δωρεῶν. Ἡ μέχρι τῶν φ ' ὑπερπύρων τιμωμένη δωρεὰ, εἰ καὶ ἄγραφος εἴη, τρισὶ μάρτυσι κυρουμένη φέρει τὸ βέβαιον· ἡ δὲ ὑπὲρ τὰ φ ' νομίσματα τιμωμένη δωρεὰ, ἔγγραφος μὲν οὖσα, ἀναθέτητος διαμένει· ἐγγράφου δὲ συστάσεως ἐρήμη γνωριζομένη, ἀβέβαιός ἐστι κατὰ τὸ ὑπερβαῖνον μέτρον τῶν φ ' νομισμάτων, κἂν ὑπὸ μάρτυσιν ὁ τῆς δωρεᾶς ἀντιποιούμενος ταύτης ἀντιποιῇται. καὶ δέον τούτῳ τῷ τύπῳ ἐξεταζομένας ἰσχύειν ἢ ἀκυροῦσθαι τὰς δωρεάς.