Syn. min. 1.3
Ἀρχὴ τοῦ Γ
Abrir no leitor do IusCommune →1
pr.Γάμοι ἐκ χριστιανῶν πρὸς ἀλλοπίστους καὶ αἱρετικοὺς, καὶ ἐξ αὐτῶν πρὸς χριστιανοὺς κωλύονται γίνεσθαι.
2
pr.Γυνὴ εἰς μαρτυρίαν οὐ παραδέχεται, εἰ μὴ πολλάκις ἐν τοιούτῳ γένηται τόπῳ ἐν ᾧ ἄνδρας εἰσελθεῖν οὐ πέφυκε δυνατὸν, οἷον ἐν λουτρῷ ἢ λοχείᾳ.
3
pr.Ἐγγύας γυνὴ οὐ δίδωσι πρός τινα, ἀλλ᾽ οὐδ᾽ ἐὰν δώσει ἐνέχεται· τότε δὲ μόνον ἐνέχεται εἰς ἐγγύην γυνὴ, ὅταν λάβῃ τὶ δ᾽ αὐτὸ τοῦτο τὸ ἐγγυήσασθαι· ἡ γὰρ ὑπὲρ τῆς ἐγγύης δωρεὰ ποιεῖ αὐτὴν ὑποκεῖσθαι τῇ ἐνοχῇ· ἐνέχεται δὲ καὶ τότε, ὅτε εἴπῃ ῥητῶς, ὅτι ἀποβάλλεται τὸ ἴδιον δίκαιον καὶ τὸν νόμον, ὅστις βοηθεῖ αὐτῇ εἰς τὸ μὴ ἐνέχεσθαι εἰς ἐγγύην. ὁ δὲ τοιοῦτος νόμος ἀπὸ τοῦ εὑρόντος αὐτὸν βελλιάνειος ὀνομάζεται.
4
pr.Ὅσα δώσει τὶς διὰ γάμον μέλλοντα γίνεσθαι, ἐὰν ὁ γάμος οὐ γένηται ἐξ ἄλλης αἰτίας ἀλλ᾽ οὐκ ἐξ αὐτοῦ τοῦ δεδω κότος, ἀντιστρέφονται πρὸς τὸν δεδωκότα.
5
pr.Τὸν γάμον ἀνδρὸς καὶ γυναικὸς συνάφειαν εἶναι λέγουσι, καὶ τούτων εἰς τὸν βίον πάντα συγκλήρωσιν, ἤγουν ἕνωσιν, καὶ κοινωνίαν θείου τε καὶ ἀνθρωπίνου δικαίου.
6
pr.Ὁγάμος, ἐὰν αὐτεξούσιοι ὦσιν οἱ συναπτόμενοι ἤγουν οὐδενὶ ἄλλῳ ὑποταττόμενοι, οὐ γίνεται ἄλλως, εἰ μὴ ἀρεσθῶσί τε καὶ συγκατατεθῶσιν αὐτοί. εἰ δὲ ὑπεξούσιοι, ἤγουν ὑπὸ τὴν ἐξουσίαν τῶν γονέων ὑπάρχοντες, ἀνάγκη ἐστὶν εἰς τοὺς γάμους αὐτῶν καὶ τοὺς ἔχοντας αὐτοὺς ὑπεξουσίους συγκατατίθεσθαι.
7
pr.Ἔννομος γάμος ἐστὶν ὁ κατὰ νόμους γινόμενος καὶ φυλάσσων ὁπόσα οἱ νόμοι παρακελεύονται '.
8
pr.Εἰς τοὺς γάμους τοὺς μὲν ἄνδρας ἐπάνω τῶν ιδ χρό νων ὁ νόμος εἶναι παρακελεύεται, ὁπότε καὶ ἔφηβοι καλοῦνται καὶ σπέρμα καταβάλλειν ἰσχύουσι· τὰς δὲ γυναῖκας ὑπὲρ τοὺς. ιβ΄ χρόνους· τότε γὰρ ἡ ἡλικία ταύταις τελεία καὶ τοῦ σπέρματος εἰσὶ δεκτικαί.
9
pr.Πραγμάτων τινῶν τῷ ἀνδρὶ διδομένων ὡς εἰς προῖκα παρὰ τῆς γυναικὸς ἢ τοῦ μέρους αὐτῆς, ὁ γάμος βεβαίωσιν δέχεται, καὶ ἡ γυνὴ, ὑπὲρ ἧς τὰ πράγματα δίδονται, σύζυγος κυρίως καὶ γαμετὴ τοῦ ἀνδρὸς ἐντεῦθεν ἐστίν. ἔστι δὲ τοῦτο τοιοῦτον. ἐάν τις παλλακὴν ἔχῃ, ἤγουν γυναῖκα χωρὶς νομίμου γάμου συνοικοῦσαν καὶ συγκοιταζομένην αὐτῷ, ἢ πάλιν ἐάν τις ἀπελευθέρᾳ γυναικὶ, τουτέστι τῇ ἐλευθερωθείσῃ ἀπὸ δουλείας, χωρὶς ἐννόμου γάμου χρῆται ὡς γυναικὶ καὶ σαρκικῶς αὐτῇ μίγνυται, ἐάν τις τοίνυν τοῦτο ποιῶν παρὰ τῆς συνούσης αὐτῷ γυναικὸς πράγματα λάβῃ τινὰ ὡς εἰς προῖκα τούτῳ διδόμενα, ἔκτοτε αὕτη γυνὴ τούτου κυρίως ἐστὶν, οἱ δὲ ἐξ αὐτῆς παῖδες γνήσιοι, κάντε πρὸ τοῦ δοθῆναι κἄντε μετὰ τὸ δοθῆναι τὰ πράγματα ἐγεννήθησαν, κάντε πολλὰ εἶεν τὰ δεδομένα κἄντε ὀλίγα.
10
pr.Ὁ παῖδας ἔχων μετά τινος γυναικὸς, ἣν οὐ κωλύει νόμος καὶ πρὸς γάμον συναφθῆναι αὐτῷ, ἐὰν ἐν συμφώνῳ ἢ διαθήκῃ ἢ γράμματι ὑπὸ τριῶν μαρτύρων πεπιστωμένῳ υἱοὺς ἢ θυγατέρας τοὺς παῖδας ὁμολογήσῃ, φυσικοὶ καὶ γνήσιοι παῖδες τούτου λογίζονται καὶ υἱοὶ καὶ θυγατέρες εἰσὶ, καὶ κατὰ πάντα οὕτως οἰκείως ἔχουσι πρὸς αὐτὸν, ὡς ἔμελλον ἔχειν ἐὰν ἐξ ἐννόμων ἐγεννήθησαν γάμων. κἂν γὰρ καὶ παρ᾽ αὐτοῦ μὴ προστεθῇ τῇ περὶ τῶν παίδων ὁμολογίᾳ τό· φυσικὸς ἢ γνήσιος, ὁ νόμος ὡς ὁμολογούμενον εἶναι τοῦτο παρακελεύεται, καὶ μηδὲν εἰς παράστασιν αὐτοῦ ζητεῖσθαι παρά τινος.
11
pr.Ἐν τοῖς γάμοις οὐ μόνον τὸ ἐπιτετραμμένον, ἤγουν τὸ συγκεχωρημένον καὶ μὴ κεκωλυμένον, ζητεῖται, ἀλλὰ καὶ τὸ εὐπρεπὲς, τουτέστι τὸ εὔσχημον καὶ σεμνόν.
12
pr.Τὸν γάμον οἱ παλαιοί, ὅταν καὶ τὰ δύο μέρη ἤθελον καὶ ἠρέσκοντο, ἔλυον, καὶ ἐκ συμφωνίας ἀμφότεροι, ὁ ἀνὴρ δηλονότι καὶ ἡ γυνὴ, τὸ ὅπερ εἶχον συνοικέσιον διεχώριζον. ὕστερον δὲ ἐξετέθη ἰουστινιάνειος νεαρὰ, ἥτις διορίζεται ἵνα μηδεὶς λύῃ τὸν γάμον καὶ χωρίζῃ τὸ συνοικέσιον ἄνευ τῶν αἰτιῶν, δι ἃς μόνας παρὰ τῆς τοιαύτης ἐνδέδοται νεαρᾶς τὸ γενόμενον χωρίζεσθαι συνοικέσιον, ἤγουν ὅταν τὸ ἓν μέρος παρὰ τοῦ ἑτέρου εἰς τὴν ζωὴν ἐπιβουλευθῇ, ἤγουν ἐὰν ὁ ἀνὴρ τὴν γυναῖκα ἢ ἡ γυνὴ τὸν ἄνδρα δολίως πως μελετήσῃ φονεῦσαι καὶ ποιήσῃ τοιαύτην ἐπιβουλὴν (τότε γὰρ γίνεται διαζύγιον ἤγουν χωρισμός)· ὅταν τὸ ἓν ἀπὸ τῶν δύο μερῶν ἐπιβουλεῦον κατὰ βασιλέως φανῇ συῤῥάπτον δόλους καὶ ἐπιβουλάς· καὶ ὅταν ἄλλοις ἐπιβουλεύουσι συνειδὸς ἤτοι συγγινῶσκον μὴ προσαγγείλῃ, τουτἐστιν ἐὰν ἄλλους τινὰς γινώσκῃ ἐπιβουλεύοντας καὶ κρύπτῃ τὴν βουλὴν καὶ οὐ φανεροῖ· καὶ ὅταν ὁ ἀνὴρ τρεῖς χρόνους διαβιβάσας μὴ ἑνωθῇ τῇ γυναικὶ ὡς ἀνὴρ καὶ ἐκτελέσῃ ἐπὶ ταύτῃ τὰ τῶν ἀνδρῶν· καὶ ὅταν τὸ ἓν ἀπὸ τῶν δύο μερῶν ἀποκαρῆναι θελήσῃ καὶ εἰς μοναστήριον εἰσελθεῖν. αἱ δὲ δύο αὗται αἰτίαι, ἤγουν ἡ κουρὰ καὶ τὸ τὸν ἄνδρα εἶναι πρὸς τὴν μίξιν τὴν μετὰ τῆς γυναικὸς ἀνενέργητον, ἀζημίως τὸν γάμον λύουσι, καὶ τότε οὐδὲ ὑπόβολον δίδοται. τὸ δὲ τί δηλοῖ τὸ ὑπόβολον ἐν τοῖς εἰς τὸ υ ' στοιχεῖον ῥηθήσεται.
13
pr.Δεῖ δὲ εἰδέναι, ὅτι ὅταν ἀντιστρέφηται προῖξ, εἰ μὲν ἐστὶν αὐτεξουσία ἡ κόρη, πρὸς αὐτὴν ἡ προῖξ ἀποδίδοται· εἰ δὲ ἡ κόρη ὑπεξουσία ἐστὶ καὶ ἡ προῖξ παρὰ τοῦ πατρὸς ἐδόθη αὐτῇ, γίνεται κοινὴ αὐτῆς τε καὶ τοῦ πατρός. ὅταν δὲ ὁ πατὴρ προικίσῃ τὴν ἑαυτοῦ θυγατέρα καὶ δώσει αὐτῇ τοσήνδε τινὰ ποσότητα, καὶ μετὰ ταῦτα ἢ τελευτήσαντος τοῦ ἀνδρὸς αὐτῆς ἢ διαζυγίου γενομένου θελήσῃ ἡ θυγάτηρ εἰς δεύτερον γάμον ἐλθεῖν, οὐ δύναται ὁ πατὴρ ἐλαττῶσαι τὴν προτέραν προῖκα καὶ δοῦναι τῇ θυγατρὶ ὀλιγώτερον παρὸ εἰς τὴν προτέραν προῖκα δέδωκε ταύτῃ. ιδ΄, Ὅταν ὁ ἀνὴρ τελευτήσας τοῦ γάμου συνισταμένου καὶ μὴ γενομένης λύσεως ἢ διαζυγίου καταλείψῃ τινὰ κληρονόμον, ἄδειαν ἔχει ἡ γυνὴ ἀπαιτεῖν τὴν προῖκα καὶ μὴ ἀφιέναι τὸν κληρονόμον τὶ ἐξ αὐτῆς παρυποκρατεῖν.
15
pr.Γυνὴ πάντα τὰ προικιμαῖα πράγματα ταύτης ἢ καί τι μέρος αὐτῶν κρυφίως ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἀποκλέπτουσα συνεστῶτος τοῦ γάμου, οὐκ ἐνέχεται τῇ περὶ κλοπῆς ἀγωγῇ, ἀλλὰ τῇ περὶ ὑφαιρέσεως. ἔστι δὲ ἡ μὲν περὶ κλοπῆς ἀγωγὴ, ὅταν εἰς τὸ διπλάσιον ἡ τοῦ πράγματος ἀπαίτησις γίνεται· περὶ ὑφαιρέσεως δὲ, ὅταν ἁπλοῦν ἀντιστρέφηται τοῦτο καὶ χω· ρὶς προσθήκης τινός. ἐὰν δὲ μετὰ τὸ γενέσθαι διάζευξιν καὶ τυχὸν καταδικασθῆναι τὴν γυναῖκα ἀπολέσαι καὶ τὴν προῖκα αὐτῆς, κρυφίως πᾶσαν τὴν προῖκα ἢ μέρος τὶ ἐκ ταύτης ὑφέληται, ἐνέχεται τῇ περὶ κλοπῆς ἀγωγῇ.
16
pr.᾿Ατιμοποιὸν ἀγωγὴν συνεστῶτος τοῦ γάμου κατὰ τῆς γυναικὸς κινεῖν ὁ ἀνὴρ οὐ δύναται.
17
pr.Τῆς γυναικὸς τελευτησάσης πρὸ τοῦ ἀνδρὸς, οὐκ ἔχει χώραν ἡ τοῦ ὑποβόλου ἀπαίτησις, ἀλλὰ μόνον τὸ θεώρητρον δίδοται, παρθένῳ οὔσῃ· ταῖς γὰρ δευτερογαμούσαις οὐ δίδοται. ἔστι δὲ τὸ θεώρητρον ἐπὶ ἑκάστῃ λίτρᾳ τῆς προικὸς ὑπέρπυρα ἕξ.
18
pr.Γυνὴ μετὰ θάνατον τοῦ ἀνδρὸς εἰς δεύτερον γάμον οὐκ ἐρχομένη λαμβάνει καὶ αὐτὴ ἐκ τῶν πραγμάτων τοῦ ἀνδρὸς ταύτης μοῖραν μίαν, ὁπόσην καὶ τῶν παίδων ἕκαστος δέχεται.
19
pr.Τὸν τοκετὸν τῶν δούλων ἡ γυνὴ λαμβάνει, καὶ ταύτης εἰσὶν ἀλλ᾽ οὐ τοῦ ἀνδρός· τοὺς δὲ καρποὺς τῶν γυναικείων κτημάτων καὶ τὰς γέννας τῶν ζώων ὁ ἀνὴρ ἔχει καὶ ὑπὸ τὴν τούτου ἐξουσίαν εἰσίν. ἐνέχεται δὲ ὁ ἀνὴρ, ἐὰν τὰ ζῶα ὅσα παρέλαβεν ἤ τινα τούτων ἢ ἄλλως ἀπολεσθῶσιν ἢ ὡς λέγουσιν οἱ κοινοὶ ψοφήσωσιν, ἕτερα ζῶα ἐκ τῶν ἐπιγεννημάτων διδόναι, καὶ ἀναπληροῦν τὰ πρωτότυπα ἤγουν τὰ ἐξ ἀρχῆς παραδοθέντα αὐτῷ.
20
pr.Περὶ τῶν εἰς προῖκα δοθέντων ζώων καὶ ἀπολεσθέντων, ἂν μὲν διατιμηθῶσι τὰ ζῶα καὶ διαβιβασθώσιν ἐν τῇ ποσότητι τῆς προικὸς, ἐνέχεσθαι λέγουσι τὸν ἄνδρα εἰς τὴν τούτων ἀντιστροφὴν καὶ ἀπόδοσιν ἢ τῶν ζώων αὐτῶν ἢ τῆς τῶν ζώων τιμῆς.
21
pr.Ἐὰν δὲ μὴ διατιμηθῶσιν, ἀλλὰ δοθῶσιν ἀδιατίμητα, τοῦτο μόνον χρεωστεῖ ὁ ἀνὴρ ἐπ᾿ αὐτοῖς, ἵνα μὴ ἀμελήσῃ μηδὲ ποιήσῃ τινὰ δολιότητα εἰς αὐτά. εἴτι δὲ ἄλλο συμβῇ, ὁ ἀνὴρ οὐκ ἐνέχεται.
22
pr.Ἐνδέδοται τῇ γυναικὶ καὶ συνεστῶτος τοῦ γάμου, ἐὰν ἄπορον βλέπῃ τὸν ἄνδρα αὐτῆς, κρατεῖν τὴν περιουσίαν αὐτοῦ διὰ τὴν προῖκα καὶ τὰ διαφέροντα αὐτῇ δίκαια. καὶ προ τιμᾶται πάντων τοῦ ἀνδρὸς λοιπῶν δανειστῶν, ἵνα λάβῃ ἡ γυνη, δηλονότι εἴτι χρεωστεῖται αὐτῇ παρὰ τοῦ ἀνδρὸς, πρὸ τῶν ἑτέρων δανειστῶν. τοῦτο δὲ τὸ προτιμᾶσθαί τινα παρ᾽ ἄλλου εἰς τὸ κρατεῖν κτῆμά τι ἢ πρᾶγμα δι ὀφειλόμενον χρέος, περὶ ὑποθήκης ἀγωγὴν ὁ νόμος καλεῖ. ὅταν δὲ οὐκ ἔστι προτίμησις, ἀλλ᾽ ἐπίσης πάντες οἱ δανεισταὶ τὴν ὑπόθεσιν κινεῖν δύνανται, ἀγωγὴ περὶ χρέους ἢ περὶ δεσποτείας κατονομάζεται.
23
pr.Ἐὰν ἔχῃ τινὰ ἡ γυνὴ καὶ οὐ δύναται δεῖξαι πόθεν ἔχει αὐτὰ, ταῦτα καὶ χωρὶς ἑτέρας τινὸς ἀποδείξεως ἐκ τοῦ ἀνδρὸς δοκεῖ ἔχειν καὶ τῶν ὑπεξουσίων αὐτῷ, καὶ τοῦ ἀνδρὸς λογίζονται πράγματα.
24
pr.Ὅταν ὁ ἀνὴρ δαπανήσῃ τὰ ἐξώπροικα τῆς γυναικὸς καὶ ἀποθανὼν ἀφήσει ἕτερον αὐτοῦ κληρονόμον, ἀναγκάζεται ὁ κληρονόμος ἀποδιδόναι καὶ ἀντιστρέφειν τῇ γυναικὶ τὰ ἐξώπροικα, εἰ μὴ αὐτὴ ἡ γυνὴ ἢ ἀπεχαρίσατο τῷ ἀνδρὶ ταῦτα ἢ δαπανῆσαι προέτρεψε· τότε γὰρ ὁ κληρονόμος περὶ αὐτῶν οὐκ ἐνέχεται.
25
pr.Γυνὴ κατηγορίας ἀφισταμένη, ἤγουν ἀφιεῖσα τὴν κατηγορίαν μετὰ τὸ κινῆσαι αὐτὴν, ἢ ἀστοχοῦσα, τουτέστι νικωμένη εἰς τὴν ὑπόθεσιν ἣν ἐκίνησεν, οὐκ ἐνέχεται τῷ περὶ συκοφαντῶν νόμῳ οὐδὲ ταῖς τῆς συκοφαντίας ὑποπίπτει ποιναῖς. ἄνδρες δὲ καὶ ἀφιστάμενοι τῆς κατηγορίας καὶ ἀστοχοῦντες ἤτοι νικώμενοι ὡς συκοφάνται καταδικάζονται.
26
pr.Γυνὴ κεφαλικὸν ἔγκλημα οὐ κινεῖ, εἰ μὴ ὅταν γονέων αὐτῆς ἀναίρεσις γένηται ἢ παίδων ἢ ἐγγόνων ἢ πατρώνων. κινοῦσι δὲ αἱ γυναῖκες καὶ τὸν περὶ πλαστογραφίας νόμον, καὶ περὶ διαθηκῶν, ἃς ποιοῦσιν οἱ πατρικοὶ ἢ μητρικοὶ αὐτῶν ἀπελεύθεροι, κινοῦσι, καὶ περὶ πατρὸς καὶ πάππου· καὶ ὅταν περὶ τῶν τοιούτων κινῶσιν, οὐ γραφὰς ἀπαιτοῦνται.
27
pr.Γυνὴ οὐδὲ ἐν ταῖς ἐγκληματικαῖς ὑποθέσεσι περὶ τῶν οἰκείων καὶ γνησιωτάτων καταναγκάζεται ἄκουσα μαρτυρεῖν.
28
pr.Γραφὴν κατηγορίας ἀποτιθέμενος, ἤγουν ἔγγραφον ὁμολογίαν διδοὺς ἐφ᾽ οἷς μέλλει κατηγορῆσαί τινος, οὕτως ὀφείλει ἐκτιθέναι τὸν λίβελλον, ἤγουν τὴν τῆς κατηγορίας γραφήν· ἐγὼ ὁ δεῖνα ὁμολογῶ τῷδε τῷ ἄρχοντι ἢ τῷ δικαστῇ δεικνύειν τόνδε ἢ τήνδε πλημμελεῖν τόδε τὶ ἁμάρτημα πρὸς τόνδε τὸν ἄνθρωπον ἐν τῷδε τῷ οἴκῳ ἐπὶ τῆσδε τῆς ὑπατείας ἐν μηνὶ τῷδε. καὶ ἁπλῶς εἰπεῖν, ὁ τὴν γραφὴν τῆς κατηγορίας διδοὺς ἀναγκάζεται σαφηνίζειν καὶ τὸ ἁμάρτημα καὶ τὸν χρόνον καὶ τὸν μῆνα καὶ τὸν τόπον, ἐν ᾧ γίνεται, καὶ τὸ πρόσωπον, πρὸς ὃ γίνεται· τὴν ἡμέραν δὲ ἢ τὴν ὥραν λέγειν οὐκ ἀναγκάζεται.
29
pr.Γυνὴ κατὰ τοῦ ἰδίου παιδὸς δημόσιον ἔγκλημα κινεῖν δύναται.
30
pr.Γυναῖκα εὐγενῆ καὶ σεμνὴν, ἤγουν ἐλευθέραν καὶ γνώμης οὖσαν ἐπαινετῆς, σύνοικον ἔχων ὡς παλλακὴν, ἢ γαμετὴν ἡγείσθω αὐτὴν, ἢ γινωσκέτω, ὅτι ἀσέλγειαν πλημμελεῖ. εἰς μοιχείαν δὲ ὁ τοιοῦτος οὐ κατακρίνεται.
31
pr.Τὸν νόμον τὸν περὶ μοιχείας οὐ δύναται κινεῖν γυ νὴ, σὐδὲ ἐὰν αὐτὴ λέγηται ἡμαρτῆσθαι· τουτέστιν οὐδὲ ἐὰν αὐτὴ ἡ βουλομένη κινεῖν τὴν ὑπόθεσιν λέγηται ἐν αὐτῇ γενομένην τὴν ἁμαρτίαν ἐργάσασθαι, καὶ αὐτὴν εἶναι, μεθ᾽ ἧς τὸ τῆς ἁμαρτίας πταῖσμα τετέλεσται.
32
pr.Ἡ μοιχεία καὶ ἐπὶ ἀνδρὸς λέγεται. ὁ γὰρ ἀνὴρ ὁ ἔχων γυναῖκα, ἐὰν πρὸς ἄλλην πταίσῃ, μοιχεία τοῦτο καλεῖται. τὴν γοῦν τοιαύτην μοιχείαν τὴν ἐκ τοῦ ἀνδρὸς οὔτε ἡ οἰκεία γυνὴ οὔτε ἀλλοτρία δύναται ὡς ἔγκλημα ἐπὶ δικαστηρίῳ κινεῖν, οὐδὲ ἐὰν εἰς αὐτὴν ἁμαρτάνειν λέγηται ὁ ἀνήρ.
33
pr.Γυνὴ κατηγορουμένη ἐπὶ μοιχείᾳ οὐ δύναται τὴν προῖκα ζητεῖν οὐδὲ ἀπαιτεῖν αὐτὴν πρὸ τοῦ κριθῆναι καὶ τὸ τῆς μοιχείας ἀπολογήσασθαι ἔγκλημα, ἀλλὰ χρὴ τοῦτο ἀποσκευάσασθαι πρότερον, καὶ μετὰ ταῦτα τῆς προικὸς τὴν ἀπαίτησιν ποιεῖσθαι.
34
pr.Γυνὴ ὑπανδρος τῷ ἰδίῳ δούλῳ μοιχευθεῖσα πρὸς ταῖς λεχθείσαις ποιναῖς, ἤγουν τὸ τύπτεσθαι καὶ κουρεύεσθαι καὶ ῥινοκοπεῖσθαι καὶ τῆς πολιτείας ἀπελαύνεσθαι, καὶ τῆς οὐσίας ἐκπιπτέτω· κληρονομείσθω δὲ τοῖς παισὶν αὐτῆς ἢ, ἐὰν οὐκ ἔχῃ παῖδας, τοῖς ἐγγυτάτω συγγενέσιν. εἰς δὲ τὸ κινεῖν τὸ τοιοῦτον ἔγκλημα πᾶσιν ἐστὶν εὐχέρεια.
35
pr.Οἱ γόητες μηδεμιᾶς τιμῆς γινέσθωσαν ἄξιοι, μηδὲ προνομίῳ τινὸς ἀξιώματος χρήσθωσαν.
36
pr.Ἐὰν γυνὴ ἐγκαλῆται ὡς τὸν οἰκεῖον ἄνδρα διὰ φαρμάκου φονεύσασα, καὶ δοῦλοι οἱ ἴδιοι ταύτης ὑπάρχοντες ἢ καὶ ἀλλότριοι βασανίζονται. καθολικῶς δὲ δεῖ γινώσκειν, ὅτι ἄνευ τεκμηρίων οὐ γίνεται βάσανος.
37
pr.Οἱ ἐπισημότατοι ἄνδρες, ἤγουν οἱ ἔνδοξοι καὶ τῶν λοιπῶν ὑπερέχοντες, οὐχ ὑπόκεινται βασάνοις, οὐδὲ ταῖς τιμωρίαις αἷς οἱ ἰδιῶται καθυποβάλλονται· οὐδὲ οἱ παῖδες τῶν τοιούτων οὐδὲ οἱ ἔγγονοι. καὶ ἔχουσι τὸ προνόμιον τοῦτο ἐκ τῆς διαταγῆς ἧς ὁ μακαριώτατος ἐν βασιλεῦσι μάρκος ἐξέθετο. ὁ δὲ τοιοῦτος μάρκος κατά τινας καὶ τὴν τῶν ὀνύχων τιμωρίαν ἐκέλευσεν ἐν τῇ τῶν ῥωμαίων πολιτείᾳ μηδόλως γίνεσθαι.
38
pr.Ἐὰν ὁ ἀνὴρ δημευθῇ, τὰ πράγματα τῆς γυναικὸς οὐ συναποφέρονται· ὁμοίως δὲ καὶ ἡ προῖξ. εἰ δὲ ἔλαβέ τι παρὰ τοῦ ἀνδρὸς, ἢ προγάμου δωρεὰν ἢ ἐν τοῖς γάμοις, ἑαυτῇ κατεχέτω. ἐὰν δὲ ὡς χρεωστῶν ὁ ἀνὴρ ἐδημεύθη, εἴτε εὑρεθῇ ἡ γυνὴ παρ᾿ αὐτοῦ λαβοῦσα πρὶν ἄρξεται διοικεῖν, παρακατεχέτω· εἴ τι δὲ μετὰ ταῦτα ἢ αὐτὴ ἔλαβεν ἢ οἱ παῖδες οἱ αὐτεξούσιοι, τοῦτο παρεχέσθω τῷ δημοσίῳ. οἱ δὲ παλατῖνοι, εἰ μὴ ἐλεύθεροι δειχθεῖεν, οὐ δύνανται παραπέμπειν εἰς ἀλλοτρίους τί.
39
pr.Γυνὴ μήτε ὑπὲρ χρηματικῆς αἰτίας μήτε ὑπὲρ δη- μοσίων χρεῶν εἰς φυλακὴν ἐμβαλλέσθω ἢ ἀνδράσι παραδιδόσθω, ἀλλὰ κατὰ νόμους κρινέσθω ἐπὶ τῇ κινουμένῃ κατ᾿ αὐτῆς ὑποθέσει. εἰ δὲ ἐναποκλεισθῇ, ὁ ἄρχων, εἰ μὲν μείζων ἐστὶν, κ χρυσίου λίτρας· εἰ δὲ ἥττων, ί ἀπαιτείσθω· καὶ οἱ ὑπουργήσαντες στρατιῶται ἐμβασάνως τιμωρείσθωσαν καὶ ἐξοριζέσθωσαν. εἰ δὲ βαρύ ἐστιν ἔγκλημα τὸ κατ᾿ αὐτῆς κινούμενον, εἰς μοναστήριον παραδιδόσθω καὶ ἀνδράσι μὴ καταπιστευέσθω.
40
pr.Αἱ γυναῖκες πάντων τῶν πολιτικῶν καὶ τῶν δημοσίων ὀφφικίων κωλύονται, καὶ οὐ δικάζουσιν, οὐκ ἄρχουσιν, οὐ συνηγοροῦσιν, οὐ παρεμβάλλουσιν ὑπὲρ ἄλλων καὶ γίνονται φροντισταί.
41
pr.Ἐν πᾶσιν ἀντὶ γενομένου νοεῖται τὸ παρ᾽ αἰτίαν ἄλλου μὴ γινόμενον.
42
pr.Ἡ ἀπελευθέρα νόμιμος γυνὴ γενομένη τοῦ πάτρωνος οὐ δύναται μετὰ θάνατον τούτου ἄνδρα λαβεῖν αὐτοῦ ἀπελεύθερον. κωλύεται δὲ ὁ τοιοῦτος γάμος, ὅτι ἀπρεπές ἐστι τὴν τοῦ δεσπότου γυναῖκα καὶ τοῦ δούλου γενέσθαι γυναῖκα, καὶ ὅτι ἀκολουθεῖ καὶ ὑποψία μοιχείας γινομένης ἔτι ζῶντος τοῦ ταύτης ἀνδρός.
43
pr.Γάμος θυγατρὸς ἢ ἐγγόνης ἢ προεγγόνης ἀξιωματικοῦ καὶ μεγάλου ἀνθρώπου πρὸς ἀπελεύθερον, ἢ δοῦλον, ἢ τύχης εὐτελεστάτης καὶ τῆς τῶν παιγνιωτῶν ὑπάρχοντα τάξεως, οὐ δύναται γίνεσθαι· οὐδὲ, ἐὰν γένηται, στέργεται.
44
pr.Ἐπὶ τῶν ἀθεμίτων γάμων καὶ τὰ τοῦ ἀνδρὸς πράγματα καὶ τὰ εἰς προῖκα διδόμενα τούτῳ ἀφαιροῦνται παρὰ τοῦ δημοσίου· καὶ εἰ μὲν ἔχουσι παῖδας ἐκ προτέρων ἐννόμων γάμων, δίδονται αὐτοῖς· εἰ δὲ μὴ, δημόσια γίνονται.
45
pr.Ὁ ἀθέμιτον γάμον ποιήσας, ἀφαιρεῖται τὴν ἀξίαν καὶ δημεύεται καὶ ἐξορίζεται· εἰ δὲ εὐτελής ἐστι, καὶ τὸ σῶμα μαστίζεται.
46
pr.Γάμος ἀθέμιτος λέγεται ὁ παράνομος καὶ ἐκτὸς τῶν τῆς φύσεως δικαίων γινόμενος, οἷον ἐπὶ αἱμομικτῶν καὶ τῶν γνησιωτάτων καὶ προσεχῶν συγγενῶν. κεκωλυμένος δὲ γάμος λέγεται, ὁ ὢν οὐχ οὕτω μὲν κακὸς, ὥσπερ ἐστὶν ὁ ἀθέμιτος, μηδὲ εἰς τὴν τοιαύτην ἐμπίπτων παρανομίαν, μετέχων δὲ ὅμως εἰς κακὸν καὶ αὐτὸς καὶ δι αἰτίαν τινὰ κωλυόμενος. καὶ διὰ τοῦτο ὁ μὲν ἀθέμιτος καὶ κεκώλυται· ὁ κωλυόμενος δὲ οὐκ ἐξ ἀνάγκης ἐστὶ καὶ ἀθέμιτος.
47
pr.Ὅτε διαζύγιον γένηται εἰ καὶ τυχὸν ἡ γυνὴ νικήσει τὸν ἄνδρα, ὡς τῆς αἰτίας τοῦ διαζυγίου ἐξ αὐτοῦ γενομένης, καὶ εἰς τὰ γαμικὰ κέρδη δικαιωθῇ παρὰ τῶν κριτῶν, ἀλλὰ καὶ οὕτως οὐκ ἔχει ἄδειαν εὐθὺς μετὰ τὸ λυθῆναι τὸν γάμον ἄλλῳ συναφθῆναι ἀνδρί· ἀλλὰ ἀναγκάζεται προσμένειν καὶ καρτερεῖν, ἕως οὗ χρόνος ὁλόκληρος πληρωθῇ. ὁ δὲ ἀνὴρ, εἴτε νικήσει τὴν γυναῖκα εἴτε παρ᾽ αὐτῆς νικηθῇ, ἄδειαν ἔχει, ἡνίκα γένηται διαζύγιον, ἄλλην γυναῖκα δευτέραν λαμβάνειν. θαυμάσιόν τι δοκεῖ μοι τὸν παρόντα νόμον αἰνίττεσθαι, καὶ ἵνα δῆλον εἴη καὶ τοῖς τυχοῦσιν ὃ λέγομεν, κεκρυμμένως πως τὸν νομοθέτην ἐνταῦθα ἔννοιαν παραδιδόναι ξένην ἔμοιγε φαίνεται. ἔστι δὲ αὕτη. ἀπορήσειεν ἄν τις, διὰ τί ἡ μὲν γυνὴ λυομένου τοῦ γάμου οὐκ εὐθὺς εἰς ἑτέρους γάμους ἔρχεσθαι συγχωρεῖται, ἀλλὰ χρόνον ἕνα χωρὶς ἀνδρὸς προσκαρτερεῖν ἀναγκάζεται· ὁ δὲ ἀνὴρ ἐνδε δομένον ἔχει ἅμα τῷ γινέσθαι αὐτῷ διαζύγιον γυναικὶ ἑτέρα συνάπτεσθαι. αἰτία δὲ τούτου, ὅτι ἡ μὲν γυνὴ ἐν ἑαυτῇ δεχομένη τὰ παρὰ τοῦ ἀνδρὸς καταβαλλόμενα σπέρματα, εἴπερ εὐθὺς μετὰ τὸ ἀπολυθῆναι τοῦ προτέρου ἀνδρὸς ἑτέρῳ γένηται, ἄδηλον ἐντεῦθεν τὸ τικτόμενον παιδίον ποιεῖ, καὶ τοιοῦτον, ὁποῖον οὐκ ἂν δύναιτό τις διαγινώσκειν εἴτε τοῦ προτέρου εἴτε τοῦ ὑστέρου ἀνδρός ἐστι· καὶ διὰ τοῦτο ἵνα μὴ ἀμφιβάλληται τὸ παιδίον ἐκ τίνος προήχθη πατρὸς, ἀναγκάζεται ἡ γυνὴ χρόνον τοσοῦτον καρτερεῖν, ὁπόσος ἀρκέσει ἢ γεννῆσαι, εἴπερ ἐκ τοῦ προτέρου ἀνδρὸς συνέλαβεν, ἢ ἀκριβῶς παραστῆσαι διὰ τὸ μὴ γεννῆσαι αὐτὴν, ὅτι οὐδόλως ἐξ ἐκείνου συνέλαβεν. ὁ δὲ ἀνὴρ ἐπεὶ οὐδὲν τοιοῦτον αὐτὸς πανθάνει, ὁποῖον καὶ ἡ γυνὴ (δίδωσι γὰρ μᾶλλον, ἀλλ᾽ οὐ λαμβάνει τὰ σπέρματα), εἰ βούλεται αὐτίκα δευτερογαμεῖν, οὐ κωλύεται. καὶ οἶμαι διὰ τὴν αἰτίαν ταύτην καὶ τὴν γυναῖκα μὲν, ἐὰν ἔχουσα ἄνδρα ἑνωθῇ σαρκικῶς καὶ ἄλλῳ τινὶ, ὡς μοιχείαν ἁμαρτάνουσαν κατακρίνεσθαι, τὸν δὲ ἄνδρα ἔχοντα γυναῖκα καὶ ἄλλῃ ἑνούμενον γυναικὶ τηρεῖσθαι παντελῶς ἀκατάκριτον, ὡς τὴν μὲν διὰ τῆς ἐπιμιξίας συνθολοῦσαν τὰ σπέρματα καὶ περὶ τὰ τικτόμενα ἀμφιβολίαν μεγάλην εἶναι παρασκευάζουσαν, τὸν δὲ μηδὲν τοιοῦτον ἐξ ὧν διαπράττεται παρεισάγοντα.
48
pr.Ὅταν ἀνὴρ τινὸς γυναικὸς ἐν ταξειδίῳ καὶ ἐκστρατείᾳ ἀπόδημος ὢν τελευτήσῃ, καὶ μάθῃ ἡ γυνὴ τοῦτο καὶ πληροφορηθῇ εἰς ἀκρίβειαν, ὀφείλει μετὰ τὸ λαβεῖν ἀκριβῆ πληροφορίαν περὶ τοῦ ἀνδρὸς ἀπὸ τότε πάλιν ὁλόκληρον χρόνον ἄνευ ἀνδρὸς καρτερεῖν, καὶ μετὰ τὸν δεύτερον χρόνον ἐπ᾿ ἀδείας ἔχειν εἰ βούλεται δευτερογαμεῖν.
49
pr.Ὅταν ἓν μέρος τῶν συνοικούντων, ἀνδρὸς καὶ γυναικὸς δηλαδὴ, ἀπὸ τῶν πολεμίων αἰχμάλωτον γένηται, καὶ ὁ ἄλ− λος ὁ τῷ αἰχμαλωτισθέντι σύζυγος ὢν ἐλεύθερος διαμένῃ, ὁ εἰς ἐλευθερίαν ὢν οὐ δύναται δευτερογαμεῖν, ἕως οὗ μανθάνει σώζεσθαι καὶ περιεῖναι τῷ βίῳ τὸν γεγονότα αἰχμάλωτον. εἰ δὲ πολλάκις οὐ δύναταί τι μαθεῖν περὶ τοῦ αἰχμαλωτισθέντος ὁ ἐλεύθερος ὢν, μέχρι ε χρόνων ἢ γ΄ τὸ ἐλάχιστον ὀφείλει ἀναμένειν καὶ μὴ εἰς δευτέρους ἔρχεσθαι γάμους· μετὰ δὲ τὴν τῶν ἑ χρόνων παρέλευσιν, εἴτε καὶ τῶν γ΄, ἔξεστι τούτῳ δευτερογαμεῖν εἴπερ βούλεται.
50
pr.Ὅταν ἀνδρὸς γυναικὶ συνοικοῦντος καὶ νόμιμον ταύτην γαμετὴν ἔχοντος νομίζονται καὶ οἱ δύο εἶναι ἐλεύθεροι, ὕστερον δὲ εἷς ἐκ τούτων δοῦλος φανῇ, ἡ ὕστερον ἐπιφανεῖσα δουλεία λύει τὸν γάμον, καὶ διαζεύγνυσιν αὐτοὺς ἀπ᾿ ἀλλήλων, ὥσπερ ἐὰν ἐγένετο θάνατος.
51
pr.Γυνὴ προῖκα μὴ ἐνεγκοῦσα, ἤγουν μὴ δοῦσα τῷ λαμβάνοντι ταύτην εἰς γάμον ἀνδρὶ, οὐ δύναται λόγῳ καὶ αἰτίᾳ τῆς προγαμιαίας δωρεᾶς οἰκειοῦσθαι τὰ τοῦ ἀνδρός.
52
pr.Γεωργοί πατριμονάριοι λέγονται οἱ τοῦ βασιλέως ὑπάρχοντες ἰδιόκτητοι, ἤγουν οὓς ἔχει ἰδίως ὁ βασιλεὺς εἰς τὰς ὑπηρεσίας αὐτοῦ, οὓς καὶ σήμερον οἱ κοινοὶ εἰς ζευγηλατεῖα βασιλικὰ τεταγμένους κατονομάζουσιν.
53
pr.Οἱ διὰ γοητείας σώφρονας λογισμοὺς πρὸς ἔρωτα στρέφοντες δημεύσει καὶ ἐξορίᾳ καθυποβάλλονται. εἰ δὲ καὶ πρὸς πρόσωπον ὑπερέχον τοῦτο τολμήσουσι, τῇ διὰ ξίφους τιμωρίᾳ ὑπόκεινται.
54
pr.Καὶ λυομένων τῶν γάμων τοὺς γονεῖς οἱ παῖδες κληρονομοῦσι, καὶ ἐκ τῆς πατρικῆς περιουσίας τὰς τροφὰς ἀνελλιπῶς ἔχουσι.
55
pr.Γυνὴ προῖκα ἐπαγγελλομένη οὐ βοηθεῖται, ἀλλ᾽ ἀναγκάζεται ἀποδιδόναι αὐτήν.
56
pr.Γυνὴ τὸ ἴδιον ἀγνοήσασα δίκαιον βοηθεῖται καὶ ἀποκαθίσταται εἰς αὐτὸ, μηδὲν βλαπτομένη, ἀλλὰ συγγινωσκομένη διὰ τὸ μὴ γινώσκειν αὐτό στ.
57
pr.Τὰς γυναῖκας τὰς εἰς δεύτερον γάμον οὐκ ἐρχομένας προτιμήσεως ἀξίας εἶναι παρὰ τὰς δευτερογαμούσας προστάττομεν.
58
pr.Εἰ παῖδας ἐκ τοῦ προτέρου ἀνδρὸς ἔχουσα ἡ γυνὴ εἰς δεύτερον ἔλθῃ γάμον, οὐδὲν εἰς δεσποτείαν δίδοται ταύτῃ ἐκ τῶν πραγμάτων τοῦ προτέρου ἀνδρὸς, ἀλλὰ καὶ αὐτὰς τὰς προγαμιαίας δωρεὰς ἀπόλλυσιν ἡ γυνή. [εἰς χρῆσιν δὲ ταύτας καὶ ἕτερά τινα τῶν τοῦ ἀνδρὸς κεκτῆσθαι οὐδόλως κεκώλυται.] να΄ το. Ἐπὶ παρανόμων γάμον τῶν διὰ τοὺς γάμους διδομένων πραγμάτων οὐ τρακταΐζεται κατὰ τοὺς νόμους ἀπαίτησις.
s1
pr.Κανὼν περὶ γενικῶν καὶ εἰδικῶν. - Τὰ εἰδικὰ τῶν γενικῶν ἐπικρατέστερα.
s2
pr.Ἕτερος. - Τὰ εἰδικὰ τοῖς γενικοῖς ἔνεισι πάντοτε.
s3
pr.Ἕτερος. - Τὸ ἔτι ἠρτημένον οὐ δοκεῖ εἶναι.
s4
pr.Ἕτερος. — Τὸ κατ᾿ ὀργὴν ἢ θερμότητα λεγόμενον ἢ γινόμενον οὐκ ἐστι βέβαιον, εἰ μὴ τοῖς αὐτοῖς ἐπιμείνῃ.
s5
pr.[Ἡ μανία] κωλύει συστῆναι τὸν γάμον, ἐπειδὴ τῆς τῶν συναλλασσόντων δεῖται συναινέσεως· [ἐπισυμβᾶσα] δὲ τὸν ἤδη συστάντα οὐ καταβλάπτει.
s6
pr.Νεαρὰ νε΄ τοῦ κυροῦ λέοντος περὶ τοῦ μὴ γίνεσθαι μνηστείαν ἐντὸς τοῦ ζ ' ἔτους, μήτε ἱερολογίαν ἔνδον τοῦ ιδ᾽ ἔτους ἐπὶ ἀνδρῶν καὶ τοῦ ιγ ' ἐπὶ γυναικῶν.
s7
pr.Ἡ δὲ νεαρὰ τοῦ κυροῦ ἀλεξίου τοῦ κομνηνοῦ ἐκείνας εἶναι φησὶ κυρίως μνηστείας καὶ ἀτεχνῶς [ἰσο] δυναμούσας γάμῳ, ὅσαι καὶ τὸν χρόνον, ὃν ἡ τοῦ βασιλέως κυροῦ λέοντος θεσμοθεσία ὡρίσατο, ἀκέραιον ἔσχον παρ᾽ ἑαυταῖς καὶ τὴν ἱερὰν εὐλογίαν ἐπακολουθοῦσαν ἐγνώρισαν. εἰ δὲ μνηστεῖαί τινες κατὰ τὴν τοῖς πολλοῖς συνήθη ἀκολουθίαν ἤδη γεγόνασι, καὶ συμβόλαια μὲν ἐξετέθησαν, οὔπω δὲ ὁ τακτὸς ἐπέστη καιρὸς, καθ᾽ ὃν ἡ τοῖς χριστιανοῖς ὀφειλομένη εὐλογία εἴωθε γίνεσθαι, καὶ οὐδὲ αἱ συνήθεις ἐπὶ τοῖς μνηστευσαμένοις εὐχαὶ διὰ τοῦ ἱερέως ἐξεφωνήθησαν, ταύτας μνηστείας μὲν ἀκριβεῖς ὅσον κατὰ τὴν ἐκκλησιαστικὴν ἀκριβολογίαν μηδὲ εἶναι μηδὲ ὀνομάζεσθαι, ὡς ἁπλῶς δὲ ἀρεσκείας ἀνθρώπων δι ' ἐπερωτήσεως κατησφαλισμένας τὸ ἐνεργὸν ἀποφέρεσθαι.
s8
pr.Ὅτι ἐὰν ἀτελὴς γένηται μνηστεία καὶ οὔπω δεκτὴ γάμου, παράνομός ἐστιν ἡ μνηστεία καὶ ἀντ᾿ οὐδενὸς λογίζεται.
s9
pr.Ἡ δὲ νεαρὰ ἡ ρια ' τοῦ κυροῦ λέοντος καὶ ἡ ριβ ' τοῦ αὐτοῦ καὶ μανίας ἐπιγενομένης τῇ μνηστεία λύουσι τὸν γάμον. πλὴν εἰ μὲν πρὸ τοῦ γάμου ἢ κατὰ τὴν ἡμέραν τοῦ γάμου ἡ μανία ἑνὶ τῶν μνηστήρων ἐπιγένηται, αὐτίκα φασὶ καὶ ἡ διάλυσις τοῦ γάμου γενήσεται· εἰ δὲ μετὰ τὸν γάμον, εἰ μὲν ἡ μνηστὴ εἰς μανίαν περιπέσοι μὴ κατ᾿ ἐπιβουλὴν τοῦ οἰκείου ἀνδρὸς μήτε μὴν συνειδότος αὐτοῦ τὴν κακουργίαν, ἀλλ᾽ ἑτέρωθεν τοῦ πάθους ἐπισυμβάντος μέχρι τρίτου έτους [φέρειν τὴν δυστυχίαν] τὸν ἄνδρα καὶ τῆς κατηφείας ἀπολαύειν· καὶ εἴγε μὴ ἐν χρόνῳ τοσούτῳ λύσις εἴη [τοῦ κακοῦ μηδὲ] πρὸς τὰς οἰκείας ἐπανέλθοι φρένας ἢ τὴν μανίαν νοσοῦσα, τηνικαῦτα διασπᾶσθαι [τὴν κοινωνίαν] καὶ τῆς ἀνυποίστου συμφορᾶς ἐλευθεροῦσθαι τὸν ἄνδρα. εἰ δὲ ὁ μνηστὴρ εἰς μανίαν περιπέσοι, ἐφ᾽ ὅλοις ἔτεσι έ τοὺς συναπτομένους διαζεύγνυσθαι μηδαμῶς· εἰ δὲ μετὰ τὴν τοῦ τοσούτου χρόνου περίοδον μὴ γένηταί τις ἀπαλλαγὴ τῆς δυστυχίας μηδὲ πρὸς ἀναφρόνησιν ὁ μεμηνὼς κατασταίη, τηνικαῦτα διατέμνεσθαι τὴν γαμήλιον κοινωνίαν, μηδεμιᾶς μηδετέρῳ μέρει προσγινομένης καινοτομίας.
s10
pr.Νεαρὰ ι τοῦ αὐτοῦ περὶ τοῦ ἀπαιτεῖσθαι τὸ γαμικὸν πρόστιμον. – Οὕτως οὖν καὶ ἀπὸ τοῦ νῦν κελεύσματι νόμου τὸ ὑπὸ τῆς συνηθείας βεβαιωθέν καὶ κρατείτω καὶ διαιτάτω, καθάπερ ἄχρι τοῦ παρόντος, καὶ προστίμου εἰσπράξει ὁ τὴν μνηστείαν ἀνατρέπων ζημιούσθω.
s11
pr.Νεαρὰ ιε΄ τοῦ αὐτοῦ. – Θεσπίζομεν, ὥσπερ τοὺς υἱοὺς καὶ τοὺς ἄλλους ἄρσενας συγγενεῖς καὶ οἰκείους οὕτω καὶ θυγατέρας καὶ τὰ ἄλλα τοῦ θήλεος μέρους πρόσωπα τῶν ἐν ἑκάστῃ ἐπαρχίᾳ διαλαχόντων ἄρχειν εἰς μνηστείαν διδόναι κωλύεσθαι.
s12
pr.[Τῶν] προγαμιαίων δωρεῶν αἱ δεσποτεῖαι ὀφείλουσιν ἐντεῦθεν ἤδη συνίστασθαι, [ὑπὸ αἵρεσιν δὲ] ἀνατρέπεσθαι τήν· ἐὰν μὴ προβῶσιν οἱ γάμοι.
s13
pr.Νεαρά. - Ὅτι οὐδὲ τὴν ἀδελφὴν τῆς μνηστῆς μου ἀποθανούσης λαβεῖν εἰς γυναῖκα δύναμαι, εἰ μόνον ἑπταέτης ἦν ἐκείνη ἢ ἐπέκεινα, ὁπότε καὶ κατὰ συναίνεσιν ἡ μέσον ἡμῶν προέβη μνηστεία. εἰ δὲ ἐλάττων οὖσα ἐτύγχανε τῶν ζ᾽ ἐτῶν (ἐν τῇ τοιαύτῃ γὰρ ἡλικίᾳ οὐδὲ διὰ μόνης συναινέσεως μνηστεία ὅλως συνισταμένη ἐπιγινώσκεται), ἀμέμπτως καὶ ἀκατηγορήτως αὐτῇ συζευχθήσομαι.
s14
pr.Νεαρά. - ᾿Αλλ᾽ οὐδὲ τὴν τοῦ ἐξαδέλφου μου μνηστὴν ἢ τὴν αὐταδέλφην ἐκείνης εἰς γυναῖκα λαβεῖν δύναμαι· καὶ ἁπλῶς εἰπεῖν, ὅσα ἐπὶ τῶν γάμων, τοσαῦτα καὶ ἐπὶ τῆς μνηστείας ὁ συνοδικὸς ἐθέσπισε τόμος τοῦ πατριάρχου ξιφιλίνου.
s15
pr.Ἡ δὲ νεαρὰ τοῦ κυροῦ ἀλεξίου ἐπὶ μὲν τῶν μνηστευομένων κατὰ τὸν ιδ ' χρόνον ἐπὶ ἀνδρῶν καὶ ἐπὶ γυναικῶν κατὰ τὸν ιβ΄ μετὰ ἱερᾶς εὐλογίας ἤγουν τῶν συνήθων εὐχῶν, αἱ τοῖς μνηστευομένοις διὰ τοῦ ἱερέως ἐκφωνοῦνται, κρατεῖν τὸν συνοδικὸν τοῦτον τόμον φησί· ἐπὶ δὲ τῶν μνηστευομένων κάτω τῶν τοιούτων χρόνων καὶ ἱερᾶς εὐλογίας ἄνευ οὐδαμῶς, ἀλλὰ τὸ τοῦ νόμου μό νον κρατεῖν τὸ μὴ δύνασθαί τινα λαβεῖν τὴν τοῦ ἀδελφοῦ [αὐτοῦ μνηστήν].
s16
pr.Περὶ ἀποκαταστάσεως. Ἐκεῖνος ἀποκαθιστῷ ὁ διδοὺς οὕτω τῷ ἐνάγοντι, ὡς ἤμελλεν αὐτὸ ἔχειν ἐν καιρῷ πρόκατάρξεως.
s17
pr.Ἀποκαθιστῶν δοκεῖ ὁ μὴ μόνον τὸ σῶμα τὸ ζητούμενον, ἀλλὰ καὶ ὅλην τὴν τοῦ σώματος αἰτίαν καὶ τύχην διδούς· πᾶσα γὰρ ἀποκατάστασις οὐ μόνον τοῦ σώματος ἀλλὰ καὶ τοῦ δικαίου ἐστίν.
s18
pr.Τῇ προσηγορίᾳ τοῦ ἀπελευθέρου καὶ ἡ ἀπελευθέρα δηλοῦται.
s19
pr.Οὐ λέγεται ἄνηβος ὁ ἐν γαστρὶ ὤν.
s20
pr.Ἐὰν αἵρεσις ἐπιτεθῇ καὶ μὴ ὁρισθῇ, ἡμέρας δύο ἔχει εἰς τὸ πληρῶσαι τὴν αἵρεσιν.
s21
pr.Ἐὰν αἵρεσις τοιαύτη δοθῇ· ὁ δεῖνα τόδε ποιήσει ἐν ἡμέραις, καὶ μὴ προστεθῇ ἐν πόσαις, ἐν δύο ἢ δέκα ἡμέραις χρὴ αὐτὸν πληρῶσαι τὴν αἵρεσιν.
s22
pr.Τὰ λεγόμενα περὶ ἄῤῥενος ὡς ἐπὶ τὸ πλεῖστον καὶ περὶ θηλείας λέγεται.
s23
pr.Δοκεῖ γυνὴ υἱὸν ἔχειν ἐν τῷ τελευτᾶν, ἧς ἀνατμηθείσης ἐξῆλθε τὸ βρέφος.
s24
pr.Πράγματα ἀπεῖναι δοκεῖ καὶ ταῦτα, ὧν τὸ μὲν σῶμα μένει, ἡ δὲ μορφὴ ἐνήλλακται. διάτοι τοῦτο ἐὰν διαφθαρέντα ἀποδοθῇ ἢ μεταπλασθέντα, δοκεῖ ἀπεῖναι.
s25
pr.[Εάν τις τελευτήσῃ ἀδιάθετος] ἐπὶ παισὶ φυσικοῖς καὶ παιδὶ θετῷ, ὁμοίως πάντες κληρονο μοῦσιν].
s26
pr.[Εἴ τις] ἄπορον γυναῖκα κατὰ τὴν τοῦ νόμου παρατήρησιν λάβῃ καὶ ταύτης προτελευτήσῃ, εἰ μὲν ἄχρι τριῶν παίδων ἔχει ὁ ταύτης ἀνὴρ, εἴτε ἐξ αὐτῆς εἴτε ἐξ ἑτέρου συνοικεσίου, τὸ τέταρτον μέρος τῆς οὐσίας τοῦ ἀνδρὸς λαμβάνει, τῶν τοῦ ἀνδρὸς χρεῶν πρότερον παρεχομένων ἀπὸ τῆς ἐκείνου περιουσίας, οὕτω μέντοιγε ὥστε μὴ ὑπερβαίνειν τὴν τῶν ρ ' τοῦ χρυσίου λιτρῶν ποσότητα. εἰ δὲ πλείονες εἴησαν οἱ παῖδες, τοσοῦτον ἐπὶ τοῦ τοιούτου θέματος λαμβάνειν κελεύομεν τὴν γυναῖκα, ὅσον ἑνὶ τῶν παίδων ἁρμόζει, οὕτω δηλαδὴ ὥστε χρῆσιν μόνον ἐπὶ τοῖς τοιούτοις πράγμασι τὴν γυναῖκα ἔχειν, τὴν δεσποτείαν δὲ ἐκείνοις τοῖς παισὶ φυλάττεσθαι, οὓς ἐξ αὐτοῦ τοῦ γάμου ἔσχεν. εἰ δὲ ἡ τοιαύτη γυνὴ παῖδας ἐξ μὐτοῦ μὴ ἔχοι, κελεύομεν καὶ δεσποτείας δικαίῳ ἔχειν τὰ πράγματα, ἅπερ ἐκ τῆς τοῦ ἀνδρὸς οὐσίας εἰς αὐτὴν ἐληλύθασιν.
s27
pr.Ἡ δὲ νβ ' νεαρὰ τοῦ κυροῦ λέοντος οὕτω φησί· καὶ ταύτην τὴν νομοθεσίαν ἡ βασιλεία ἡμῶν ἐπανορθουμένη θεσπόζει ἀναφαίρετον ἔχειν τὴν κυριότητα τὴν γυναῖκα τοῦ τοιούτου μέρους, καὶ ὅρον ἐπὶ τούτῳ ἐκφέρειν, ὃν ἂν αὐτῇ δόξῃ, μηδενὸς ἄλλου τοῖς παισὶν ὀφειλομένου πλὴν τοῦ κατὰ τὸν φαλκίδιον αὐτοῖς ἐπιλαγχάνοντος· δηλονότι μὴ τῶν προτέρων γάμων ἐπιλελησμένης τῆς μητρὸς μηδ᾽ ἐπεισαγωγῇ δευτέρου ἀνδρὸς τὴν τοῦ πρώτου κοίτην οὐκ ἐν τιμῇ τιθεμένης. ὡς εἴγε τοῦτο συμβαίη, πάντως ἐκπεσεῖται τῆς παρ᾽ ἡμῶν διδομένης ἐξουσίας αὐτῇ, καὶ οἱ παῖδες τῆς ζωῆς ἤδη τῇ μητρὶ διαλυθείσης τῶν πραγμάτων ἐξουσιάσουσιν. Β δυνατοὶ ὦσιν. Att. XX (). Att. XXII (). Att. ibid. Α ἐνίκ. Att. XXXV (). Att. XXXV (). Att. ibid.
s28
pr.Ὅτι περὶ τοῦ τρίτου γάμου τόμος συνοδικὸς ἐκαλλιγραφήθη ἐπὶ τῆς βασιλείας κωνσταντίνου τοῦ πορφυρογεννήτου καὶ τοῦ πενθεροῦ αὐτοῦ ῥωμανοῦ, κατησφαλισμένος καὶ τῇ συνήθει τοῦ βασιλέως ὑπογραφῇ, πῆ μὲν λέγων εἶναι συγχωρητέον αὐτὸν, πῆ δὲ ἀσυγχώρητον, τοὺς γὰρ πληρώσαντας τὸ μ ' ἔτος διγαμήσαντας ἄπαιδας ὄντας συναλλάττειν καὶ τρίτον γάμον διὰ τὴν θεραπείαν τῆς ἀπαιδίας, τοὺς δὲ τριακονταετεῖς ὄντας κἂν παῖδας ἔχωσι τρίτον καὶ αὐτοὺς συναλλάττειν γάμον διὰ τὴν ἐκ τῆς ἡλικίας ἀσθένειαν, πλὴν καὶ τούτους κἀκείνους μετὰ ἐκκλησιαστικῶν ἐπιτιμίων· τοῖς δὲ τὸν μ ' χρόνον ὑπεραναβᾶσιν ἐξ οὐδενὸς τρόπου τὸν τρίτον γάμον εἶναι συγχωρητέον.
s29
pr.Νεαρὰ κ ' τοῦ κυροῦ λέοντος. – Ὅτι οὐκ ἔξεστι ταῖς τῶν αἰχμαλώτων γυναιξὶν ἑτέροις [συνάπτεσθαι], ἀλλ᾽ ὅσοις ἂν δήποτε χρόνοις [ἐν] αἰχμαλωσίᾳ ἢ τὸ ἐκεῖ ταλαιπωρούμενον πρόσωπον, [περιμένειν τὸ] ἕτερον, κἂν μήτε ἔγγραφος δήλωσις μήτε ἄγραφος ἐκεῖθεν παραλαμβάνῃ.
s30
pr.[Τούτοις τοῖς] θέμασι προστιθέασι καὶ τὴν μανίαν ἡ ρια΄ νεαρὰ καὶ ἡ ριβ ' τοῦ αὐτοῦ κυροῦ λέοντος· αὗται γὰρ καὶ μανίας ἐπιγενομένης ἑνὶ τῶν συνοίκων λύεσθαι τὸν γάμον θεσπίζουσιν.