Syn. min. 1.2
Ἀρχὴ τοῦ Β
Abrir no leitor do IusCommune →1
pr.Ὁ βελλιάνειος νόμος ταῖς γυναιξὶ βοηθεῖ καὶ φησὶν αὐτὰς εἰς ἐγγύην καὶ εἰς ἄλλα τινὰ πράγματα μὴ ἐνέχεσθαι, ἀλλὰ καὶ ἐὰν φθάσῃ γυνὴ ἐγγύην ποιῆσαι πρός τινα, οὐδ᾽ οὗτως· ταύτην ἐνέχεσθαι.
2
pr.Οἱ τῆς συγγενείας βαθμοὶ κατὰ τὴν γέννησιν ἀριθμοῦνται· μία γὰρ ἑκάστη γέννησις ἕνα βαθμὸν ἀποτελεῖ. Τὰ τῶν βαθμῶν ὡς ἐν ὀλίγῳ καὶ ἀκριβεστάτως ἐν τοῖς εἰς τὸ σ ' στοιχεῖον περὶ συγγενείας ἐλέχθησαν, κἀκεῖθεν καὶ ἐνταῦθα μεταγραφέσθω τοῖς θέλουσιν.
3
pr.Βασιλεῖ καὶ αὐγούστῃ καὶ ποιεῖν διαθήκην καὶ ἐναλλάττειν αὐτὴν ἐπ᾿ ἀδείας ἐστίν.
4
pr.Βασιλέα γράψας τὶς κληρονόμον ἐν διαθήκῃ αὐτοῦ, ἐξουσίαν ἔχει τὴν διαθήκην αὐτοῦ ἀλλάσσειν καὶ ἀντὶ βασιλέως ἄλλον κληρονόμον ποιεῖν.
5
pr.Οἱ ἀνιόντες καὶ κατιόντες ἄρχονται ἐκ τοῦ πρώτου βαθμοῦ· οἱ δὲ ἐκ πλαγίου ἄρχονται ἀπὸ δευτέρου· πρῶτον δὲ βαθμὸν οὗτοι οὐκ ἔχουσιν. καὶ ἔστι τοῦτο ἀστεῖον τὸ πρώτου μὴ ὄντος εἶναι δεύτερον. δείκνυται δὲ ἐντεῦθεν καὶ τῶν ἀνιόντων καὶ τῶν κατιόντων τὸ γνησιώτερον, διὸ καὶ ἐπ᾿ αὐτῶν εἰς ἀπέραντον ὁ γάμος κωλύεται· οὗτοι μὲν γὰρ ἐκ πρώτου βαθμοῦ, οἱ δὲ ἐκ πλαγίου ἐκ δευτέρου κατάρχονται, καὶ διὰ τοῦτο καὶ προχωρήσαντες λύονται.
6
pr.Ὁ τὸν βλαπτικὸν ἀτιμάσας ἤγουν φανερώσας οὐ καταδικάζεται. συμφέρει γὰρ φανεροῦσθαι τὰ τῶν βλαπτικῶν ἁμαρτήματα. βλαπτικοὶ δὲ καλοῦνται, ὅσοι κρυφίας μετέρχονται πράξεις καὶ παρεισπράξεις ποιοῦσιν, αἳ λανθάνουσαι τοὺς πολλοὺς τὰ κοινὰ πράγματα καταβλάπτουσιν. τοῦτον γοῦν τὸν βλαπτικὸν εἴ τις ἀτιμάσει διὰ τῆς φανερώσεως τῶν πραγμάτων ὧν πράττει, οὐ κατακρίνεται.
7
pr.Εάν τις ὑβρίσῃ τὸν δικαστὴν ἐκκαλούμενος, ἀτιμοῦται· τουτέστιν εἴ τις προσιών τινι ἐπὶ τῷ ζητῆσαι παρ᾽ αὐτοῦ κρίσιν, κατ᾿ αὐτοῦ ἐκείνου, παρ᾽ οὗ ζητεῖ κριθῆναι, ἐκπέμψει λόγον ὑβριστικὸν, αὐτὸς ὡς ἀτιμοποιὸς ἀτιμίαν ὑπομένειν καταδικάζεται. καὶ πάλιν ἐάν τις κριθῇ παρά τινι, εἶτα καὶ ἐπ᾿ ἄλλῳ κριθῆναι βουληθεὶς δικαστῇ τὸν πρότερον ὑβρίσῃ κριτὴν, καὶ αὐτὸς ἀτιμοῦται· οὐ γὰρ ἔχουσιν οἱ ἐκκαλούμενοι ἄδειαν τοὺς δικαστὰς ὑβρίζειν, παρ ' οἷς ἐκρίθησαν πρότερον.
8
pr.Οἱ ἀξιωματικοὶ καὶ αἱ γυναῖκες τῶν ἀξιωματικῶν ἐὰν ὑβρισθῶσι, δύνανται μὴ μόνον δ᾽ ἑαυτῶν ἀλλὰ καὶ δ᾽ ἑτέρων ἐντολέων τὴν περὶ ὕβρεως κινεῖν ἀγωγήν.
9
pr.᾿Απαγωγὴ γίνεται πολλάκις ἐν πράγμασι κινητοῖς βιαία, καὶ μαρτυρεῖται καὶ αὐτὴ ἥτις κατὰ βίαν ἐγένετο ἁρπαγὴ καὶ ἡ ποσότης τῶν ἁρπαγέντων πραγμάτων καὶ τὰ εἴδη αὐτῶν· [πολλάκις δὲ ἡ μὲν ἁρπαγὴ μαρτυρεῖται, ἡ δὲ ποσότης τῶν ἁρπαγέντων πραγμάτων καὶ τὰ εἴδη αὐτῶν οὐ μαρτυρεῖται.]
10
pr.Ὅταν μὲν οὖν καὶ ἡ ἁρπαγὴ μαρτυρεῖται καὶ τὰ πράγματα ὅσα ἡρπάγησαν, εἰ μὲν ἐντὸς χρόνου κινηθῇ ἡ περὶ αὐτῶν ἀγωγὴ, εἰς τὸ τετραπλοῦν ὁ ποιήσας τὴν ἁρπαγὴν ἀποδίδωσι τὰ πράγματα ἅπερ ἥρπασεν. εἰ δὲ μετὰ παρέλευσιν χρόνου, ἁπλᾶ καὶ μόνα αὐτὰ ἀντιστρέφει τὰ πράγματα ἢ μοναπλῆν τὴν τούτων ζημιοῦται ποσότητα.
11
pr.Ὅταν δὲ ἀγνοῇται τὰ πράγματα καὶ οὐ γινώσκεται πόσα ἐστὶν, ἡ δὲ πρᾶξις ἤγουν ἡ βιαία ἁρπαγὴ ὁμολογεῖται καὶ δείκνυται, τότε ὁ τὴν ἁρπαγὴν ὑποστὰς ποιεῖ ἔνδικον ὅρκον μετὰ ταξατίωνος, καὶ ἀπολαμβάνει εἰς τὸ ἁπλοῦν ὅσα ἂν ἀπ᾿ αὐτοῦ ἁρπαγῆναι ἐπομόσηται πράγματα. ἡ δὲ τοιαύτη ὑπόθεσις ἀεὶ κινεῖται χρηματικῶς, καὶ διὰ τοῦτο [οὐκ] ἀπαιτοῦνται ἐπ᾿ αὐτῇ ἐγγραφαί.
12
pr.Εἰ δὲ θορύβου γενομένου σὺν δόλῳ τὶς καὶ οὐ μετὰ βίας ζημιώσει τινὰ, ἐντὸς μὲν χρόνου κινηθείσης τῆς ἀγωγῆς εἰς τὸ διπλάσιον τὸ ζημιωθὲν ἀποδίδωσι· μετὰ δὲ τὴν συμπλήρωσιν τοῦ χρόνου εἰς τὸ ἁπλοῦν, τουτέστι μοναπλῆν αὐτὴν τοῦ πράγματος τὴν ποσότητα. τῇ αὐτῇ δὲ ζημίᾳ ὑπόκειται καὶ ὁ τοῦ θορύβου γενόμενος αἴτιος.
13
pr.Ἥρπασέ τις πρᾶγμα ἢ μετὰ βίας ἀφείλετο καὶ κατέχει τοῦτο καὶ νέμεται, βούλεται καὶ κυρίως δεσπότης ἀποκαταστῆναι τοῦ πράγματος, δίδωσι τὴν τιμὴν πρὸς τὸν δεσπότην τοῦ πράγματος (εἰ δέ τις βούλοιτο λέγειν καὶ περισσοτέραν αὐτῆς), ἢ πάλιν ἕτερον πρᾶγμα ἀντὶ τοῦ ἁρπαγέντος εἰς ἀντάλλαγμα δίδωσιν, καὶ ἁπλῶς εἰπεῖν πάντα τρόπον μεταχειρίζεται, ἵνα κατὰ δίκαιον λόγον οἰκεῖον τὸ πρᾶγμα ποιήσηται. ὁ νόμος ὁρίζει ἐν τοῖς τοιούτοις, κἂν εἴ τι ἄρα καὶ γένηται, μηδέποτε τὸν ἐκ τοῦ τοιούτου τρόπου καὶ τοιαύτης ἀρχῆς πρᾶγμά τι λαβόντα δεσπότην τούτου λογίζεσθαι, οὐδὲ ἐὰν αὐτὸς ὁ ἄρχων αὐτὸ καὶ ἀφαιρεθεὶς συγκατατεθῇ καὶ ὁμολογήσῃ ἀπολῦσαι τὸ πρᾶγμα, καὶ παραχωρήσῃ ὑπὸ τοῦ ἁρπάσαντος τοῦτο δεσπόζεσθαι, ὡς τυχὸν ἢ πωληθὲν παρ᾽ αὐτοῦ ἢ ἀνταλλαγέν. ἀλλὰ δεῖ ἐξ ἀνάγκης ἁπάσης ἀποδοθῆναι τῷ δεσπότῃ τὸ πρᾶγμα καὶ εἰς τὰς χεῖρας καὶ τὴν δεσποτείαν αὐτοῦ εἰσαχθῆναι, καὶ παρελθεῖν καιρὸν ἱκανὸν, καὶ τότε ἐὰν παρὰ τοῦ δεσπότου πρὸς τὸν ἁρπάσαντα αὐτὸ πωληθῇ ἢ πολλάκις ἀνταλλαγῇ, ἔχει τὸ στέργον τὸ γεγονὸς, καὶ δεσπότης τοῦ πράγματος ὁ λαβὼν αὐτὸ γίνεται. εἰ δὲ μὴ τῷ δεσπότῃ ἀντιστραφῇ, ἀλλὰ παρὰ τοῦ λαβόντος ἅπαξ κατέχηται, ἀκυροῦσθαι πᾶν τὸ ἐπὶ τούτῳ γινόμενον, κἂν αὐτὸς ὁ δεσπότης ποιήσῃ τὶ. δοκεῖ γὰρ ὅτι ἐξ ἀπορίας καὶ διὰ τὴν βίαν ποιεῖ εἰς τὸ οἰκεῖον πρᾶγμα, ὅπερ οὐ βούλεται. φιλανθρωπότατον τοῦτο καὶ τὰς τῶν ἀδικούντων ἀναστέλλον ὁρμὰς καὶ μεγίστην παρέχον τοῖς ἀδικουμένοις βοήθειαν.
14
pr.Βία δημοσία κυρίως λέγεται, ὅταν μεθ᾽ ὅπλων ἐπελθών τις ἀφέληται πρᾶγμά τινος ἀκίνητον, καὶ ἔχει τότε ὁ δεσπότης τοῦ πράγματος δύναμιν ἀναλαμβάνειν τὸ πρᾶγμα μετὰ τῶν ἐν αὐτῷ ζώων τυχὸν ἢ καρπῶν. καὶ ἔστι τοῦτο τὸ τὰ οἰκεῖα οὕτως ἀναλαμβάνειν παράγγελμα γενικὸν, τουτέστι καθολικὸν καὶ ἐπὶ πάντων κρατοῦν διάταγμα. ἔχει δὲ τότε ὁ δεσπότης τοῦ πράγματος καὶ τοὺς ἰουλίου νόμους κινεῖν κατὰ τῶν ἐπελθόντων αὐτῷ.
15
pr.Οἱ δὲ ἰούλιοι νόμοι τοὺς βιαστὰς καὶ τοὺς ἅρπαγας ἐν ἐξορίᾳ διηνεκεῖ τῇ εἰς μέταλλον τιμωρίᾳ ὑπάγουσι καὶ τα προσόντα τούτοις δημεύουσιν. ὅπου γὰρ ἂν ἐξορία διηνεκὴς καὶ ἡ εἰς μέταλλον καταδίκη ὁρίζοιτο, ἐκεῖ καθολικῶς καὶ δήμευσις ἕπεται. καὶ τὴν εἰς μέταλλον τιμωρίαν οἱ πάλαι νομοθέται βαρεῖαν ἡγοῦντο καὶ ἐπὶ μεγίστοις ἐπῆγον αὐτὴν ἁμαρτήμασι· δηλοῖ δὲ αὕτη τὸ γῆν ὀρύττειν καὶ τὴν εἰς γῆν ἐργασίαν μεταχειρίζεσθαι, τουτέστιν ἢ χοῦν ἀναλαμβάνειν καὶ μετάγειν πρός τινα χρείαν ἢ ποιεῖν ἄσβεστον ἢ εἰς πλίνθων οἰκονομίαν ὑπηρετεῖν.
16
pr.Γίνεται δὲ πολλάκις δημοσία βία καὶ χωρὶς ὅπλων, καὶ ὅταν γένηται οὕτως, ὁ βιάσας τὸ τῆς οὐσίας τρίτον δημεύεται, τουτέστιν ἀφαιρεῖται εἰς τὸ δημόσιον, καὶ οὔτε συγκλητικὸς οὔτε ἄρχων γίνεται, οὔτε τιμὴν ἢ δημοσίαν πρᾶξιν παρέρχεται. ἔστι δὲ καὶ νόμος καθολικὸς περὶ τῶν βίας ποιούντων λέγων οὕτως ῥητῶς· ἐάν τις πρᾶγμά τινος δίχα δικαστικῆς κελεύσεως βίᾳ ἀφέληται, ἐὰν μὲν δεσπότης ἐστὶν, ἐκπίπτει τοῦ πράγματος· εἰ δὲ ἀλλότριον ᾖ, οὐ μόνον αὐτὸ δίδωσιν ἀλλὰ καὶ τὴν ἀποτίμησιν αὐτοῦ τῷ τὴν ἁρπαγὴν ὑπομείναντι.
17
pr.Ὅταν ἐνάγῃ τὶς ὑπὲρ βασιλέως ἤγουν κατηγορῇ τινος κατὰ τοῦ βασιλέως εἰπόντος ἢ καὶ ἐργάσασθαι μελετήσαντος, οὐ δεῖ τοὺς δικαστὰς τῇ βασιλικῇ ἀποκεχρῆσθαι τιμῇ, τουτέστι πιστεύειν αὐτίκα καὶ δέχεσθαι τὴν τοιαύτην κατηγορίαν διὰ τὴν ὑπεροχὴν τῆς εἰς τὸν βασιλέα τιμῆς, ἀλλὰ παντοιοτρόπως σκοπεῖν καὶ ἀνερευνᾶν τὴν ἀλήθειαν· προσέχειν δὲ καὶ, εἰ τὸ πρόσωπον δυνατὸν ἦν εἰπεῖν ἢ ἐργάσασθαι, καὶ εἰ πρὸ τούτου ἐποίησε τοιοῦτό τι, καὶ εἰ κατὰ τὸν καιρὸν καθ ' ὃν κατηγορεῖται εἰπεῖν ἢ πρᾶξαι τὸν νοῦν ἐγρηγορότα εἶχε καὶ νήφοντα, ἢ οὐκ ἦν αὐτῷ καθεστηκὸς τὸ φρονεῖν μέθῃ τυχὸν ἢ ἄλλῳ τινὶ πάθει παρασυρέντι καὶ ἐκστάντι τῆς οἰκείας φρονήσεως.
18
pr.Εάν τις κακῶς μνημονεύσῃ τοῦ βασιλέως, οὐχ ὑπόκειται εὐθὺς τιμωρίᾳ. ἐξ ἀνάγκης δὲ ἔχουσιν οἱ ἀκούσαντες μηνῦσαι τῷ βασιλεῖ, καὶ ὁ βασιλεὺς ἐπ᾿ ἀδείας ἔχει ὃ βούλεται ἐπ᾿ αὐτῷ διορίσασθαι. πλὴν καὶ ταῦτα περὶ τῶν τοιούτων ὁ νόμος διακελεύεται· εἰ μὲν ἀπὸ κουφότητος εἶπε, καταφρονητέον, εἰ δὲ ἀπὸ μανίας καὶ παραφροσύνης, ἐλέους δέεται, εἰ δὲ ἐξ ἀκακίας, ἄξιός ἐστι συγχωρήσεως· εἰ δὲ παρὰ τοὺς τρεῖς τούτους τρόπους δι᾽ ἄλλην αἰτίαν εἴρηκεν, ὑπομενέτω την τιμωρίαν τῇ δυνάμει τῶν παρ᾽ αὐτοῦ λεχθέντων λόγων ἀνάλογον πρὸς τὴν φλυαρίαν αὐτοῦ.
19
pr.Πάντα μὲν τὰ ἄλλα κατηγορήματα τῇ τοῦ κατηγορουμένου τελευτῇ σβέννυται, ἐπὶ δὲ τοῦ περὶ καθοσιώσεως ἐγκλήματος, ὅταν ἀπὸ τοῦ κεφαλαίου τῆς προδοσίας καὶ τῆς κατὰ τοῦ βασιλέως ἐπιβολῆς γένηται, ἐὰν ὁ κατηγορηθεὶς οὐ καθαρίσει ἀπὸ κατηγορίας ἑαυτὸν καὶ ἀποδείξῃ ἀθῶον ὄντα παντάπασι καὶ ἀνεύθυνον, καὶ μετὰ θάνατον αὐτοῦ ἡ περιουσία αὐτοῦ ἀφαιρεῖται ἀπὸ τῶν κληρονόμων αὐτοῦ καὶ τοῖς δημοσίοις ἐγκατατάττεται χρήμασιν.
20
pr.Ὁ βιασάμενος κόρην καὶ φθείρας αὐτὴν, ῥινοκοπείσθω, διδοὺς αὐτῇ καὶ τὸ τρίτον τῆς αὐτοῦ ὑποστάσεως.
21
pr.Βασιλεύς ἐστιν ἔννομος ἐπιστασία, κοινὸν ἀγαθὸν πᾶσι τοῖς ὑπηκόοις, μήτε κατὰ προσπάθειαν ἀγαθοποιῶν, μήτε κατὰ ἀντιπάθειαν κακοποιῶν, ἀλλ᾽ ἀνάλογός τις ὢν ἀγωνοθέτης καὶ τὰ βραβεῖα ἐξ ἴσου παρεχόμενος.
22
pr.Σκοπὸς τῷ βασιλεῖ τῶν τε μενόντων καὶ ὑπαρχόντων δυνάμεων δι᾽ ἀγαθότητος ἡ φυλακὴ καὶ ἀσφάλεια, καὶ τῶν ἀπολωλότων δι᾽ ἀγρύπνου ἐπιμελείας ἡ ἀνάληψις, καὶ τῶν ἀπόντων διὰ σοφίας καὶ δικαίων τροπαίων καὶ ἐπιτηδευμάτων ἡ ἐπίκτησις.
23
pr.Τέλος τῷ βασιλεῖ τὸ εὐεργετεῖν, διὸ καὶ εὐεργέτης λέγεται, καὶ ἡνίκα τῆς εὐεργεσίας ἐξατονήσῃ, δοκεῖ κιβδηλεύειν τὸν βασιλικὸν χαρακτῆρα.
24
pr.Ὑπόκειται ἐκδικεῖν καὶ διατηρεῖν ὁ βασιλεὺς πρῶτον μὲν πάντα τὰ ἐν τῇ θείᾳ γραφῇ γεγραμμένα, ἔπειτα δὲ καὶ τὰ παρὰ τῶν ἑπτὰ ἁγίων συνόδων δογματισθέντα, ἔτι δὲ καὶ τοὺς ἐγκεκριμένους ῥωμαϊκοὺς νόμους.
25
pr.Ἐπισημότατος ἐν ὀρθοδοξίᾳ καὶ εὐσεβείᾳ ὀφείλει εἶναι ὁ βασιλεὺς καὶ ἐν θείῳ ζήλῳ διαβόητος, ἔν τε τοῖς ὑπὲρ τριάδος δογματισθεῖσιν, ἔν τε τοῖς ὑπὲρ τῆς οἰκονομίας λαμπρότατα καὶ ἀσφαλέστατα διὰ τὴν κατὰ σάρκα ἐπιδημίαν τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ ὁρισθεῖσι· τουτέστι τὸ ὁμοούσιον τῆς τρισυποστάτου θεότητος ἄτμητον καὶ ἀδιαίρετον τηρῶν καὶ τὴν ἐν τῷ ἑνὶ χριστῷ τῶν δύο φύσεων καθ᾽ ὑπόστασιν ἕνωσιν ὡσαύτως ἀσύγχυτον καὶ ἀδιαίρετον, τέλειον θεὸν καὶ τέλειον ἄνθρωπον τὸν αὐτὸν καὶ τὰ τούτοις ἑπόμενα, οἷον ἀπαθῆ καὶ παθητὸν, ἄφθαρτον καὶ φθαρτὸν, ἀόρατον καὶ ὁρατὸν, ἀναφῆ καὶ ἁπτὸν, ἀπερίγραπτον καὶ περιγραφόμενον, καὶ τὸ διττὸν τῶν θελήσεων καὶ τῶν ἐνεργειῶν χωρὶς ἐναντιότητος.
26
pr.᾿Απὸ βασάνων οὐ δεῖ ποτε ζητήσεως ἄρχεσθαι, ' τουτέστιν οὐ πρέπει ποτὲ ἐν τῷ ζητεῖν τινα ὑπόθεσιν πρὸ τῶν ἄλλων ἐπερωτήσεων καὶ τῶν εἰς τὴν ὑπόθεσιν συμβαλλομένων ἀναψηλαφήσεων τὴν ἀρχὴν ἐκ τιμωρίας ποιεῖν· τοῦτο γὰρ ἀφιλάνθρωπον καὶ παράνομον. ἀλλὰ πρῶτον ἐξεταστέον καὶ ἐρωτητέον τούς τε ἄλλους, ὅσοι εἴδησιν εἰς τὸ ζητούμενον ἔχουσι, καὶ τοὺς δούλους τοῦ κατηγορουμένου· καὶ ὅτε διὰ τῆς ἀκριβοῦς ζητήσεως ὕποπτος φαίνεται ὁ κατηγορούμενος, καὶ τεκμήριά τινα πρὸς τὴν παράστασιν τοῦ ἐγκλήματος ἀναδείκνυται, ὥστε δὲ τελείως αὐτὸ φανερὸν γενέσθαι μόνην λείπειν τῶν δούλων τὴν συγκατάθεσιν, τότε πρέπει βασάνοις τοὺς δούλους παραδιδόναι, ἵνα διὰ τῶν βασάνων ἀναγκαζόμενοι ὁμολογῶσιν ἅπερ γινώσκουσιν. ἀπὸ δὲ τοῦ οἴκου τοῦ κατηγόρου οὐκ ἔξεστι φέρειν τινὰς ἀνθρώπους πρὸς ζήτησιν.
27
pr.[Οὐ] δεῖ τῆς ζητήσεως ἀπὸ βασάνων ἄρχεσθαι. τότε γὰρ οἱ δοῦλοι βασανίζονται, ὅτε καὶ ὕποπτός ἐστιν ὁ κατηγορούμενος, καὶ ὕπεισι τεκμήρια, ὥστε μόνην τὴν τῶν δούλων ἐλλείπειν κατάθεσιν. πρῶτον δὲ βασανίζονταὶ οἱ ὕποπτοι, δ᾽ ὧν δυνατὸν γνωσθῆναι τὸ ἀληθές. οὐ δεῖ δὲ φέρεσθαί τινας ἀπὸ τοῦ οἴκου τοῦ κατηγόρου πρὸς ζήτησιν.
28
pr.Δοῦλος κατὰ δεσπότου οὔτε ἐρωτᾶται οὔτε βασανίζεται, οὔτε ἐπελεύθερος κατὰ πάτρωνος, οὔτε ἐλεύθερος δουλεύων τινί. οὐκ ἀδελφὸς κατὰ ἀδελφοῦ, οὔτε οἱ μὴ ἀναγκαζόμενοι κατά τινων μαρτυρεῖν βασανίζονται κατ᾿ αὐτῶν.
29
pr.Οὐ δεῖ τὸν ἐξετάζοντα ὀνομαστὶ ἐρωτᾶν, εἰ ὁ δεῖνα τυχὸν φόνον ἐποίησε· τοῦτο γὰρ ὑποβαλεῖν ἐστιν· ἀλλὰ τίς τὸν φόνον ἐποίησε. διὰ τὴν ἰταμότητα καὶ τὴν δειλίαν τῶν βασανιζομένων.
30
pr.Οὐ πάντοτε δεῖ πιστεύειν ἢ ἀπιστεῖν ταῖς καταθέσεσιν αὐτῶν, οὔτε ταῖς τῶν ἐχθρῶν· ἀλλὰ τὰς αἰτίας διαγινώσκειν. πολλοὶ γὰρ ὑπομονῇ ἢ δυσκληρότητι τῶν βασάνων οὕτω τῶν βασάνων ὑπερφρονοῦσιν, ὡς μηδεμίαν ἐκφωνεῖσθαι δύνασθαι μηδενὶ τρόπῳ ὑπ᾽ αὐτῶν ἀλήθειαν· ἄλλοι δὲ τοσοῦτον εἰσὶν ἀκαρτέρητοι, ὥστε οἱαδήποτε ψεύδεσθαι ἤπερ ὑπομεῖναι θέλειν βασάνους.
31
pr.Ὁ αὐθαιρέτως ὁμολογήσας περὶ ἁμαρτήματος οὐκ εὐχερῶς πιστεύεται. πολλάκις γὰρ ἢ φόβῳ ἢ ἑτέρᾳ αἰτίᾳ καθ ἑαυτοῦ πλάττεται.
32
pr.Οἱ κληρονομιαῖοι δοῦλοι βασανίζονται περὶ τῶν τῆς κληρονομίας πράγματων, ἐφόσον ἄδηλόν ἐστι τίνι μέλλουσιν ἀνήκειν αὐτά. βασανίζονται δὲ κατὰ δεσποτῶν καὶ ἐπὶ καθοσιώσεως καὶ μοιχείας, καὶ ἐστὶ τοῦτο ἐξῃρημένον.
33
pr.Πάντες οἱ καλούμενοι πρὸς μαρτυρίαν ἐν τῇ πρὸς βασιλέα φερομένῃ καθοσιώσει τοῦ πράγματος ἀπαιτοῦντος βα-σανίζονται, καὶ οἱ μείζονες τῶν ιδ ' ἐτῶν καὶ οἱ ἥττονες.
34
pr.Οὐχ ὅσας θέλει βασάνους ὁ κατήγορος ἐπιφέρειν δεῖ, ἀλλ᾽ ὅσας ἡ χρεία ἀπαιτεῖ.
35
pr.Ὁ ὁμολογήσας καθ᾽ ἑαυτοῦ καθ᾽ ἑτέρου οὐ βασανίζεται.
36
pr.Πρὸ μιᾶς ἡμέρας δεῖ προλέγειν ἐξέτασιν γενέσθαι, ἵνα μὴ οἱ κατηγορούμενοι τῷ αἰφνιδίῳ καταπτοῶνται.
37
pr.Ἐὰν γυνὴ ἐγκαλῇται ὡς φαρμάκοις φονεύσασα τὸν ἄνδρα τὸν ἴδιον, καὶ δοῦλοι κατ᾿ αὐτῆς καὶ ἀλλότριοι καὶ οἰκεῖοι βασανίζονται.· ἄνευ δὲ τεκμηρίων βάσανος οὐ γίνεται.
38
pr.Ἤρεσε τῷ θείῳ μάρκῳ, τοὺς ἐπισημοτάτους καὶ ἐξοχωτάτους ἄνδρας καὶ ἄχρι τῶν ἐγγόνων αὐτῶν ταῖς τῶν ἰδιωτῶν τιμωρίαις ἢ ταῖς βασάνοις μὴ ὑποβάλλεσθαι. ἡ δὲ τῶν ὀνύχων τιμωρία ἀπηγορεύθη τελείως. ἀπὸ δεσποτῶν καὶ ἀνδραπόδων.
39
pr.Ἐὰν ἄλλαι ἀποδείξεις οὐκ εἰσὶν, αὐτὰ τὰ ἀνδράποδα βασανίζονται περὶ ἑαυτῶν.,
40
pr.Ὁσάκις δοῦλος ἐρωτᾶται περὶ ἰδίας πράξεως, εἰ καὶ συμβάλλεται ἢ βλάπτει αὐτὸν ἡ ἐρώτησις, δεχόμεθα αὐτήν.
41
pr.Βασιλεὺς παρέχων συγχώρησίν τινι πταίσματι τὴν σωματικὴν τιμωρίαν συγχωρεῖ, καὶ ἐκ ταύτης ἀπολύει τὸν πταίσαντα· τὴν δὲ ἀτιμίαν τὴν κατὰ φύσιν παρεπομένην τοῖς δημοσίοις ἐγκλήμασιν οὐ συγχωρεῖ. παράδοξον τοῦτο καὶ τῷ βίῳ λυσιτελέστατον. οἱ γὰρ δημοσίοις ἐγκλήμασι περιπίπτοντες ἄτιμοι μένειν παρὰ τοῦ νόμου καταδικάζονται, κἂν βασιλεὺς αὐτοῖς συγχωρῇ. καὶ δύναται τοῦτο συστέλλειν τοὺς φαύλην κεκτημένους προαίρεσιν, καὶ πείθειν μηδὲν ὅλως παρανομεῖν, ἀκριβῶς εἰδότας, ὡς εἴτι τοιοῦτον πταίουσι, διηνεκῶς ὑπάρξουσιν ἄτιμοι, καὶ οὐδὲ βασιλικὴ βοηθεῖ τούτοις συγχώρησις.
42
pr.Ὁ βασιλεὺς τοῖς νόμοις οὐχ ὑπόκειται, τουτέστιν ἁμαρτήσας οὐ κολάζεται. ἡ δὲ αὐγούστα ὑπόκειται· δίδωσι δὲ αὐτῇ ὁ βασιλεὺς τὰ ἑαυτοῦ προνόμια.
43
pr.Καὶ κατὰ βασιλέως οἱ γενικοὶ τουτέστιν οἱ καθολικοὶ κρατείτωσαν νόμοι, καὶ πᾶσα παράνομος ἐκβαλλέσθω ἀντιγραφή. ἀντιγραφὴν ὡς ἐπὶ τὸ πολὺ ὁ νόμος τὴν βασιλικὴν ὀνομάζει πρόσταξιν· ἔστι δὲ κυρίως ἀντιγραφή, ὅταν ὁ βασιλεὺς πρὸς ἀναφορὰν ἄλλου διὰ γραφῆς γενομένην ἀντιγράψας ὁρίσῃ τὸ δοκοῦν αὐτῷ· ἀπὸ ταύτης δὲ καὶ αἱ ἄλλαι πᾶσαι βασιλικαὶ προσταγαὶ ἀντιγραφαὶ παρὰ τῷ νόμῳ κατονομάζονται διὰ τὸ ὡς ἐπὶ πολὺ ἐκ προηγουμένων ἀναφορῶν γίνεσθαι τὰς βασιλικὰς προσταγάς. κελεύει γοῦν ὁ νόμος, ὥσπερ ἐπὶ τῶν ἄλλων ἁπάντων τὸ παράνομον ἀθετεῖται καὶ ἀνατρέπεται, οὕτω καὶ ἐὰν αὐτὸς ὁ βασιλεὺς προστάξῃ παράνομόν τι καὶ ὁρίση τοῦτο δι᾽ ἀντιγραφῆς ἤγουν βασιλικῆς προσταγῆς, ἵνα ἄκυρον εἴη τοῦτο καὶ ἐκβάλληται ἄστοργον παρορώμενον. αἱ γὰρ βασιλικαὶ προσταγαὶ τότε ἔχουσι τὸ κράτος, ὅταν μηδενὶ νόμῳ ὦσιν ἐναντιούμεναι.
44
pr.Τὰ παρὰ βασιλικῆς διακρίσεως παρισταμένων τῶν δύο ἀντιδίκων μερῶν ἀποφανθέντα καὶ τομὴν τῆς διαμάχης λαβόντα, οὐ δέεται ὅλως τῆς παρ ' ἑτέρων ἀναψηλαφήσεως.
45
pr.Ἡ ἡμέρα, καθ᾽ ἣν ἐγεννήθη ὁ βασιλεὺς καὶ καθ᾽ ἣν ἀνηγορεύθη, τιμᾶται καθὼς αἱ λοιπαὶ ἡμέραι, ἐν αἷς ἄγομεν λαμπρὰς ἑορτὰς ἢ αὐτοῦ τοῦ παμβασιλέως καὶ δεσπότου πάντων χριστοῦ ἢ τῶν μεγίστων ἁγίων, καὶ ὥσπερ ἐν ἐκείναις οὐδεὶς ἀναγκάζεται εἰς κριτήριον ἔρχεσθαι οὐδὲ συνίσταται δικαστήριον, οὕτως οὐδὲ ἐν ταύταις γίνεται τοῦτο.
46
pr.Βασιλέως ἀκροωμένου οὐ δεῖ ζητεῖν προθεσμίαν ἤγουν ἡμέραν τινὰ καὶ καιρὸν τεταγμένον, ἵνα ἕως ἐκείνου ποιἡσωσί τι οἱ παρὰ τῷ βασιλεῖ κρινόμενοι· οὐδὲ ἔξεστι τούτοις τοιοῦτόν τι ἐξαιτεῖσθαι, ἀλλ᾽ ἐξ ἀνάγκης πάσης ὀφείλουσιν ἐμπαράσκευοι καὶ ᾠκονομημένοι εἶναι εἰς πάντα οἱ παρὰ τῷ βασιλεῖ γινωσκόμενοι, καὶ οἱ παρ᾽ αὐτῷ κρινόμενοι οὕτως εὐτρεπίζεσθαι ὀφείλουσιν, ὡς μηδὲν τῶν πρὸς δικαίωσιν συμβαλλομένων ἐλλείπειν αὐτοῖς.
47
pr.Δεῖ γινώσκειν ὅτι σύνηθες ἦν κατὰ τὴν ἡμέραν, καθ ' ἣν ἐγεννήθη ὁ βασιλεὺς, καὶ ἱπποδρόμια ὡς εἰς μεγάλην πανήγυριν γίνεσθαι. εἰ γοῦν καὶ τοῦτο ἡ παλαιὰ ἀπήτει συνήθεια, ἀλλὰ νεώτερος νόμος τὴν κυριακὴν ἡμέραν ὡς τῷ θεῷ ἀφιερωμένην τιμῶν προστάσσει, ἵνα καὶ τὰ ἱπποδρόμια κωλύηται ἐν τῇ κυριακῇ, κἂν αὐτὴ εἴη ἡ γενέθλιος ἡμέρα τοῦ βασιλέως ἡ τοιαύτη κυριακή· προτιμᾶται γὰρ τὰ τῆς κυριακῆς προνόμια τῶν προνομίων τῆς γενεθλίου τοῦ βασιλέως ἡμέρας, καὶ διὰ τοῦτο ἀργοῦσιν ἐν ταύτῃ τὰ ἱπποδρόμια. γενέθλιον δὲ τοῦ βασιλέως ἡμέραν λέγουσι, καθ᾽ ἣν ἐγεννήθη ὁ βασιλεύς. τὸ αὐτὸ δὲ γίνεται καὶ εἰς τὴν ἡμέραν, καθ᾽ ἣν ἀνηγορεύθη ὁ βασιλεύς· καὶ ταύτην γὰρ ἐὰν συμβῇ κυριακὴν εἶναι, τὰ τῆς κυριακῆς κρατοῦσι προνόμια. ὁ δὲ ἡμέτερος βασιλεὺς οὐ μόνον ἁπλῶς ἐν κυριακῇ, ἀλλὰ καὶ ἐν αὐτῇ τῇ τοῦ μεγάλου πάσχα καὶ τῆς λαμπρᾶς ἀναστάσεως καὶ κατ᾿ αὐτὴν τὴν ὥραν, ὁπόταν τό· χριστὸς ἀνέστη παρὰ τοῦ ἱερέως ἐξεφωνήθη, γεγέννηται εἰς ἐμφανὲς δεῖγμα τῆς τοῦ θεοῦ περὶ τοῦτον φιλοτιμίας καὶ ὧν παρέξει τοῖς ῥωμαίοις ἀγαθῶν δι ' αὐτοῦ σύμβολον ἐναργέστατον.
48
pr.Ὁ ἀπόντος ἀνθρώπου πρᾶγμα κατέχων κατὰ μὲν τοὺς παλαιοὺς νόμους ἐνείχετο τῇ τὰ ἴδια ἐκδικούσῃ ἀγωγῆ, κατὰ δὲ τοὺς νεωτέρους ἡμῶν νόμους τῇ περὶ βίας ἀγωγῇ ἐνέχεται. δοκεῖ γὰρ βιάζεσθαι, ἤγουν βίαν καὶ δυναστείαν ποιεῖν ἐν τῷ κατέχειν τὸ ἀλλότριον μήτε παρὰ δημοσίου λαβὼν μήτε ἐξωνησάμενος μήτε ἄλλῳ τινὶ τρόπῳ τοῦτο λαβών. τὸ γὰρ λέγειν, ὅτι τὸ ἀλλότριον ἴδιον ἐνόμιζε, γελοῖον ἐστὶν, ἤγουν γέλωτος ἄξιον.
49
pr.Εάν τις πρᾶγμα λαβὼν ἕτερον πρᾶγμα ἀντ᾿ αὐτοῦ παράσχῃ, τυχὸν λαβὼν ἐσθῆτα δέδωκεν οἰκέτην, οὐ πάντως ἀνταλλαγή ἐστιν. ἀλλὰ δεῖ ζητεῖν ἡμᾶς κἀκεῖνο, ἆρα μὴ ὁ τὴν ἐσθῆτα ἔχων πωλῆσαι αὐτὴν ἐβούλετο, καὶ ὁ τὸν οἰκέτην ἔχων ἀγοράσαι ταύτην ἐπεζήτει, καὶ ἐν τῷ συμφωνεῖν τὰ περὶ τοῦ τιμήματος συνέδοξεν ἀντὶ τοῦ τιμήματος δοθῆναι τὸ πρᾶγμα· ἢ μήτι αὐτοὶ ἐξ ἀρχῆς οὐδὲ εἰς ἔννοιαν πράσεως ἦλθον, ἀλλ᾽ ἐναλλάξαι.τὰ πράγματα ἐβουλήθησαν.
50
pr.Ἡ τοῦ βασιλέως ἀντιγραφὴ κἂν παράνομος ἢ ἐπὶ τῇ ἀντιφωνήσει, μόνον ἐὰν ἄλλον οὐκ ἀδικῇ, [ἢ] ἐγκλήματος χαρίζηταί τινι παραχώρησιν, ἔῤῥωται, τουτέστι βεβαία μένει καὶ στέργεται. τοῦτο δὲ τοιοῦτον ἐστίν· αἱ βασιλικαὶ προσταγαὶ λέγονται καὶ ἀντιγραφαί· αὗται οὖν μὴ ἐναντιούμεναι νόμῳ τὸ στέργον ἔχουσιν, ὅτε δὲ νόμῳ ἐναντιοῦνται, οὐ στέργονται ὡς παράνομοι. πολλάκις δὲ καὶ παράνομον βασιλικὴν προσταγὴν (τὴν δὲ βασιλικὴν προσταγὴν καὶ ἀντιγραφὴν ὁ νόμος καλεῖ) στέργομεν, ἀλλὰ τότε στέργομεν ταύτην, ὅτε καὶ παράνομος οὖσα καὶ βοηθοῦσά τινι, ὑπὲρ οὗ ἐγένετο δηλονότι, ἄλλον οὐκ ἀδικεῖ. ἐπεὶ γὰρ οὐκ ἀδικεῖταί τις ἐξ αὐτῆς, εἰ καὶ παράνομός ἐστι, στέργεται. πάλιν ἐστὶν ἐπ᾿ ἀδείας τῷ βασιλεῖ συγχωρεῖν τοῖς πταίουσι καὶ ἀφιέναι τούτοις τὰ πταίσματα· οὐκ ἔχει δὲ τοῦτο ἐπ᾿ ἀδείας ὁ βασιλεὺς ἐπὶ πάσαις ταῖς ὑποθέσεσιν, ἀλλὰ ἐν ταῖς ἐγκληματικαῖς ἐνοχαῖς οὐ δύναται συγχωρεῖν, εἰ μὴ πολλάκις τὸ ἔγκλημα εἰς αὐτὸν ἀνατρέχει τὸν βασιλέα· τὸ γὰρ συγχωρεῖν καὶ ἀπολύειν τῆς καταδίκης τὸν πταίοντα χαρίζεσθαι παραχώρησιν ὁ νόμος καλεῖ. καὶ ὅτι χωρὶς τῶν ἐγκληματικῶν ὑποθέσεων ἐξουσία ὑπάρχει τῷ βασιλεῖ τοῖς κατακρινομένοις ἀφιέναι τὰ πταίσματα, κελεύει ὁ νόμος στέργειν τὴν τοῦ βασιλέως ἀντιγραφὴν ἐν οἷς οὐ χαρίζεται ἐγκλήματος παραχώρησιν. ὡς ἐντεῦθεν δήλου γενομένου καὶ προφανοῦς, ὅτι βασιλικὴ ἀντιγραφὴ ἄκυρος μένει καὶ ἀτακτεῖ, εἴπερ τινὶ ἐγκλήματος χαρίζεται παραχώρησιν, τουτέστιν εἴπερ συγχωρεῖ τινι εἰς ἐγκληματικὴν ἐνεχομένῳ ὑπόθεσιν· ὥσπερ ἀθετεῖται ἡ τοιαύτη βασιλικὴ ἀντιγραφὴ καὶ ὅτε ἐξ αὐτῆς ἀδικεῖταί τις. τὸ γοῦν ὅσον τοῦ νόμου τοιοῦτον ἐστίν· ἡ βασιλικὴ ἀντιγραφὴ μὴ οὖσα παράνομος στέργεται. εἰ δὲ καὶ πολλάκις παράνομός ἐστιν, οὐκ εὐθὺς διὰ τὸ εἶναι παράνομος ἀθετεῖται καὶ ἀνατρέπεται, ἀλλὰ σκοπεῖται, εἰ ἀδικεῖταί τις ἐξ αὐτῆς, ἢ ἐάν τις συγχωρῇται διὰ ταύτης εἰς ἐγκληματικὴν ὑπόθεσιν ἐνεχόμενος. καὶ εἰ μὲν ἓν τι ἀπὸ τῶν δύο τούτων εὑρίσκεται ἐν τῇ βασιλικῇ ἀντιγραφῇ, ἀθετεῖται διὰ τὸ εἶναι παράνομος, οὐχ ἧττον δὲ καὶ διὰ τὸ ἔχειν καὶ ἓν τι ἀπὸ τῶν δύο, ὧν εἴπομεν. ' εἰ δὲ μηδὲν ἀπὸ τούτων ἐμφαίνεται ἐν τῇ τοῦ βασιλέως ἀντιγραφῇ, εἰ καὶ παράνομός ἐστι, στέργεται διὰ τὸ ὑπερέχον τῆς τοῦ βασιλέως τι μῆς, ἅμα δὲ καὶ διὰ τὸ τινὰ ὠφελεῖν, μηδένα δὲ βλάπτειν, ἐπεὶ καὶ ὡμολόγηται μηδένα ἐξ αὐτῆς ἀδικεῖσθαι.
51
pr.Ὁ βασιλεὺς διὰ τριῶν τρόπων νομοθετεῖ· δι ἀντιγραφῆς, περὶ ἧς ὄπισθεν σαφέστερον εἴπομεν, ἐν δεκρέτῳ, καὶ ἐν ἐδίκτῳ. ἐστὶ δὲ ἐν δεκρέτῳ νομοθεσία, ὅταν τῶν δύο μερῶν τῶν ἀντικρινομένων ἀκούσας ὁ βασιλεὺς δικάσῃ καὶ ἀποφαίνηται, καὶ τοῦτο κρατήσει μὲν καὶ ἐπ᾿ ἐκείνοις τοῖς παρὰ τοῦ βασιλέως κριθεῖσι, κρατήσει δὲ καὶ ἐπὶ ταῖς ἄλλαις ταῖς ὁμοίαις αὐτῇ ὑποθέσεσιν· αἱ γὰρ βασιλικαὶ ἀποφάσεις καὶ εἰς τὰς ὁμοίας ὑποθέσεις τῇ παρὰ τοῦ βασιλέως κριθείσῃ στέρχονται, εἰ μὴ πολλάκις ῥητῶς δηλωθῇ τι, ἤγουν ὅτι τοῦτο ἐπὶ ταύτης μόνης ἔστω τῆς ὑποθέσεως, ἐπὶ δὲ τῶν ἄλλων μὴ ἰσχυέτω. τὸ μὲν οὖν ἐν δεκρέτῳ νομοθετεῖν τοῦτό ἐστι. τὸ δὲ ἐν ἐδίκτῳ λέγεται, ὅταν οἴκοθεν ὁ βασιλεὺς συνιδών τι τοῖς ὑπηκόοις ὠφέλιμον προστάξῃ αὐτό· ἡ γὰρ ἐξ ἑαυτοῦ εἰς περιποίησιν καὶ ὠφέλειαν τοῦ οἰκείου λαοῦ ἐξαγομένη παρὰ τοῦ βασιλέως διάταξις ἔδικτον ὀνομάζεται.
52
pr.Μηδεὶς τὰ ἴσα τῶν βασιλικῶν ἀντιγραφῶν προφέρέτω, ἤγουν μηδεὶς μεταγραφέτω τὰς βασιλικὰς προσταγὰς καὶ ἐκ τῶν ἴσων αὐτῶν δικαιοῦσθαι δοκιμαζέτω, ἀλλ᾽ αὐτὰ προκομιζέτω τὰ αὐθεντικά. αὐθεντικὰ δὲ λέγονται τὰ πρωτότυπα, ἐν οἷς ἐστι καὶ ἡ τοῦ βασιλέως ὑπογραφή.
53
pr.Ὃ δόξει ἤγουν ὅπερ ἀρέσει τῷ βασιλεῖ, νόμος ἐστὶ, εἴτε δ᾽ ἐπιστολῆς ἐνυπογράφου ὁρίσει, εἴτε διαγινώσκων ψηφίσεται, εἴτε διὰ δόγματος προαγορεύσει ἤγουν προείπῃ. ταῦτα δὲ πάντα καὶ διατάξεις καλοῦνται· κυριώτερον δὲ τῶν ἄλλων τὰ δογματικῶς προαγορευόμενα καὶ ὁριστικῶς διαλαμβάνοντα περί τινων ὑποθέσεων διατάγματα λέγονται.
54
pr.Ὁ εἰς περιγραφὴν δημοσίων, ἤγουν ἀποβολὴν καὶ ἀπόθεσιν τῶν τοῦ δημοσίου τελῶν, λαβὼν βασιλέως ἀντιγραφὴν, μηδὲν ἐξ αὐτῆς ὠφελείσθω.
55
pr.Βία ἐστι μεγάλου πράγματος ἐπέλευσις, ἣν οὐ δύναταί τις ἀπωθεῖσθαι, ἤγουν ἀφ᾽ ἑαυτοῦ ἀποδιώκειν καὶ ἀποτρέπειν.
56
pr.Εάν τις μετὰ βίας ἤγουν δυναστείας λάβῃ νομήν τινος πράγματος, οὐ δύναται βεβαιῶσαι τὴν τοιαύτην νομὴν οὐδὲ ἀπὸ θείας ἀντιγραφῆς. εἰ γὰρ βασιλικὴ γένηταί τινι προσταγὴ εἰς πρᾶγμα, ὅπερ μετὰ βίας ἀπῆρεν ἐξ ἄλλου, οὐδὲ ἡ τοῦ βασιλέως πρόσταξις ἰσχύει βοηθῆσαι τῷ βίαν ποιήσαντι.
57
pr.Ἡ περὶ βίας ἀγωγὴ ὡς ἐπὶ τὸ πολὺ ἐντὸς χρόνου κινεῖσθαι δύναται.
58
pr.Ἔξεστι βίᾳ τὴν βίαν ἀπωθεῖσθαι, ἤγουν τὸν βιαζόμενον ἀντιβιάζειν οὐδεὶς κωλύει. ὅταν γάρ τις θέλῃ βιάζειν τινὰ, δύναται καὶ ἐκεῖνος μετὰ βίας ἀποδιώκειν αὐτόν.
59
pr.Βίαν ποιεῖ ὁ μετὰ τὸ κωλυθῆναι ποιῆσαί τι χρησάμενος δυναστείᾳ καὶ ποιήσας αὐτὸ, καὶ ὁ ἀπειλήσας τῷ ἀντιδίκῳ ἵνα μὴ κωλύσῃ αὐτὸν, καὶ ὁ ἀποκλείσας τὸν πυλῶνα αὐτοῦ ἵνα μὴ παραγγελθῇ.
60
pr.. Καταδίκη τοῦ περὶ βίας δημοσίας ἐγκλήματος ἡ διηνεκὴς εἰς μέταλλον ἐξορία ἐστίν.
61
pr.Ἐὰν γένηται βία παρά τινος καὶ συμβῇ τελεσθῆναι καὶ φόνον, εἴτε ἐκ τῶν βιασαμένων εἴτε ἐκ τῶν βιασθέντων, τῇ κολάσει ἐκεῖνος ὑπόκειται ὁ τὴν βίαν ζητήσας ἐπαγαγεῖν. εἰ δὲ δοῦλος ποιήσει βίαν, εἰ μὲν εἰδήσεῖ τοῦ δεσπότου ἐτόλμησε τοῦτο, ὁ δεσπότης ἐνέχεται, καὶ αὐτὸς δὲ ὁ δοῦλος ὡς εἰς τοιαῦτα ὑπηρετῶν τῇ εἰς μέταλλον ἐξορίᾳ καταδικάζεται (τοῦτο δὲ παρὰ τῷ νόμῳ καὶ μεταλλίζεσθαι λέγεται)· εἰ δὲ παρὰ γνώμην τοῦ δεσπότου ὁ δοῦλος τοῦτο ποιήσει, τιμωρεῖται κατὰ τοὺς νόμους τοὺς περὶ τῶν ποιούντων τὰς βίας διαλαμβάνοντας.
62
pr.Πολλάκις ὁ ἐναντιούμενος βασιλικῇ ἀντιγραφῇ ὡς ἱερόσυλος τιμωρεῖται.
63
pr.Οἱ υἱοὶ τοῖς ἰδίοις πατράσιν εἰσὶν ὑπεξούσιοι· οἱ τῶν υἱῶν υἱοὶ τοῖς υἱοῖς τουτέστι τοῖς πατράσιν αὐτῶν, καὶ διὰ τούτων καὶ τοῖς τῶν υἱῶν πατράσιν ἤγουν τοῖς πάπποις· ὁ γοῦν τοῦ υἱοῦ υἱὸς τῷ πάππῳ ὑπόκειται· ὁ δὲ τῆς θυγατρὸς υἱὸς τῷ ἀνδρὶ ταύτης ὀφείλει καθυποτάσσεσθαι, καὶ γίνεται ὁ τῆς θυγατρὸς υἱὸς τῷ πάππῳ τῷ ἐκ πατρὸς, ἀλλ᾽ οὐχὶ τῷ πατρὶ αὐτῆς ὑπεξούσιος. λοιπὸν εἰς μὲν τοὺς υἱοὺς τῶν υἱῶν οἱ τῶν υἱῶν πατέρες ἤγουν οἱ πάπποι ἐνέχονται καὶ τὰ βάρη τούτων οὗτοι ὑπέχουσιν· εἰς δὲ τοὺς τῶν θυγατέρων υἱοὺς καὶ τὰ βάρη αὐτῶν οἱ πατέρες τῶν θυγατέρων οὐδεμίαν ἐνοχὴν ἔχουσιν.
64
pr.Ἐὰν δὲ βίας καὶ νομῆς ζητῇται, ἡ βία πρὸ τῆς δεσποτείας ζητεῖται.
65
pr.Τὸ βλάβος τῆς ποινῆς διαφέρει. βλάβος μὲν γὰρ καὶ χωρὶς ποινῆς εἶναι δύναται, ποινὴ δὲ ἄνευ βλάβους οὐ γίἔστι δὲ ποινὴ μὲν ἐκδίκησις ἁμαρτήματος, βλάβος δὲ νεται. πολλάκις καὶ τὸ ἁμάρτημα λέγεται καὶ ἡ τῆς ποινῆς προπαρασκευὴ ἤγουν τὸ πταῖσμα καὶ ἡ πρὸς τὸ παθεῖν προοικονομία τε καὶ προοδοποίησις. ξς ' 68. Τὰ ἐκ βασιλέως ἢ αὐγούστης ὑπεξουσίοις παισὶ διδόμενα ἤγουν δωρούμενα οὐ προσπορίζονται τῷ πατρὶ, οὐδὲ τὴν χρῆσιν αὐτῶν ὁ πατὴρ ἔχει, ἀλλ᾽ εἰς τελείαν δεσποτείαν οἱ παῖδες ταῦτα κατέχουσιν, εἰτο μόνον μὴ πάντη ὦσιν ἀνήλικες. καὶ γίνεται τοῦτο διὰ τὸ ὑπερέχον τῆς βασιλείου μεγαλειότητος· τοῦτο δὲ καὶ ὀροφὴν ὑψηλὴν ὁ νόμος καλεῖ. ξζ΄ 12. Πᾶσαν βίαν, ᾗ οὐ δυνατὸν ἀντιστῆναι, ὁ δεσπότης ἐπιγινώσκει, καὶ αὐτὸς τὴν ἀπὸ ταύτης συμβᾶσαν ζημίαν εἰς ἑαυτὸν ἀναδέχεται.
s1
pr.Τῷ ὀνόματι τῆς βαλάνου πάντες οἱ καρποὶ δηλοῦνται.
s2
pr.Κανὼν περὶ βεβαιώσεως. – Τὰ ἐξ ἀρχῆς βέβαια ἐκ τῶν ἐπισυμβαινόντων οὐκ ἀκυροῦται.
s3
pr.Ἕτερος περὶ βίας καὶ φόβου. Οὐδὲν οὕτως ὑπεναντίον τῇ ἀγαθῇ πίστει ὡς ἡ βία καὶ ὁ φόβος.
s4
pr.Ἕτερος περὶ ὠφελείας καὶ βλάβης. – Ὁ τὴν ὠφέλειαν ἔχων τοῦ πράγματος καὶ τὴν βλάβην αὐτοῦ ἔχει.
s5
pr.Ἕτερος. – Ὅτε χωρὶς βλάβης οὐκ ἐνδέχεται γενέσθαι τί τὸ ἧττον ἄδικον ἐπιλεγόμεθα. Apud Att. rectius est περὶ δεσποτείας ἀνδραπόδων, ut cum capite seq. 4º Att. in append. (Leuncl. tit. 95.) Verba ὁ βασ. in AB desunt. Legerim ἤγουν νόμῳ. Deest in AB, sed in A recentior manus adscripsit καί. Auctor tamen, si ex commentariolo, quem subnectit, judices, ἢ ἄνευ ἔγκλ. legisse videtur. Cf. Basil. II,, ed. Heimb. I p. not. qq. Β γοῦν.