Syn. min. 1.10
Ἀρχὴ τοῦ Κ
Abrir no leitor do IusCommune →1
pr.Ἡ κοινωνία ἢ οὕτω γίνεται, ὥστε συνίστασθαι ταύτην ἕως οὗ ζῶσιν οἱ κοινωνοὶ, καὶ καλεῖται διηνεκής, ἢ κατὰ ἄλλον τρόπον. καὶ ὄνομα μὲν οὐκ ἔχομεν ἐπὶ ταύτῃ καθολικὸν, καλεῖται δὲ προσφόρως ἀπὸ τῆς πράξεως, καθ᾽ ἣν γίνεται· ἢ γὰρ πρὸς καιρὸν ἢ ἀπὸ καιροῦ ἢ ὑπὸ αἵρεσιν ὀνομάζεται. πρὸς καιρὸν μὲν, ὡς ὅταν μέχρι β ' χρόνων τυχὸν κοινωνίαν ἔχειν πρὸς ἀλλήλους συμβιβασθῶσί τινες· ἀπὸ καιροῦ δὲ, ὡς ὅταν οὐκ αὐτίκα καὶ παρευθὺς συμφωνήσωσι κοινωνεῖν, ἀλλὰ μετὰ τὸ παρελθεῖν τοσόνδε καιρόν· ὑπὸ αἵρεσιν δὲ, ὡς ὅταν μετὰ δισταγμοῦ καὶ προσδιορισμοῦ τινος τὴν κοινωνίαν ποιήσωνται· καθολικῶς γὰρ πάντα τὰ μετὰ δισταγμοῦ καὶ προσδιορισμοῦ παρά τινων λεγόμενα γίνεσθαι, οἷον δώσω σοι τόδε ἐὰν καὶ σὺ ποιήσῃς μοι τόδε, παρὰ τῷ νόμῳ ὑπὸ αἵρεσιν ὀνομάζεται, ἢ διότι αἵρεσιν καὶ πρόκρισίν τινος πράγματος ὑπεμφαίνει ὁ συμφωνῶν ἢ ὅτι εἰς τὴν αἵρεσιν καὶ τὴν βουλὴν τοῦ μετ᾿ αὐτοῦ συμφωνοῦντος ὅπερ ἐκεῖνος λέγει ἀφίησιν, ὡς οὕτω καὶ αὐτοῦ τόδε τὶ ποιῆσαι ὀφείλοντος, ἐὰν καὶ ἐκεῖνος ἄλλο τὶ διαπράξηται.
2
pr.Ὁ την κοινωνίαν βλάψας ἢ ἀπὸ δόλου ἢ ἀπὸ ἀμελείας ἐνέχεται, τουτέστιν ὑπόκειται ἀγωγῇ καὶ κρίσει ἐπὶ τῷ δοῦναι λόγον ὑπὲρ ὧν ἔπραξεν.
3
pr.Κοινωνία καὶ κοινοπραξία οὐκ ἐστὶ ταὐτὸν, ἀλλά τισι μὲν καθολικώτερον ἡ κοινωνία τῆς κοινοπραξίας δοκεῖ· τινὲς δὲ κοινωνίαν μὲν λέγουσιν, ὅταν πρᾶγμά τι κοινὸν εἴη πολλοῖς καὶ οἱ ἔχοντες τοῦτο κοινωνῶσιν ἀλλήλοις ἐπὶ τῇ κτήσει τυχὸν ἢ τῇ χρήσει αὐτοῦ ἢ καὶ τῷ μερισμῷ (κοινὸν γὰρ καὶ τὸ μερισθῆναι ὀφεῖλον, πρὶν ἂν ὁ μερισμὸς γένηται)· κοινοπραξίαν δὲ καλοῦσιν, ὅταν δύο τινὲς ἢ καὶ πλείονες συμφωνήσωσιν ἐργασίαν μίαν μεταχειρίσασθαι καὶ κοινῶς ποιῆσαί τι καὶ διαπράξασθαι.
4
pr.Ἐκδικεῖ τις τὸ ἴδιον πρᾶγμα τουτέστιν ἀνακαλεῖται τὸ πρᾶγμα παρ᾽ ἄλλου κρατούμενον καὶ λαμβάνει, ὅταν ὁ κρατῶν καὶ κατέχων τοῦτο οὐκ ἔχει παραγραφὴν πρὸς τοῦτο ἰσχυρὰν καὶ ἐνδύναμον. παραγραφὴ δὲ ἐστὶν ἐνδύναμος ἡ τριακονταετία καὶ ἡ συμφωνία καὶ ὅσα τοιαῦτα.
5
pr.Κακῇ πίστει λέγει ὁ νόμος γίνεσθαί τι, ὅταν τὶς ἀδίκως καὶ παραλόγως ποιήσῃ τί. κυρίως δὲ κακῇ πίστει ποιεῖ ὁ μηδὲ ἀπατώμενος εἴς τι καὶ ὑπολαμβάνων ἐξ ἀγνωσίας γίνεσθαι καλῶς, ὃ πράττει κακῶς, ἀλλὰ καὶ τοῦτο προβάλλεσθαι μὴ δυνάμενος, μηδὲ ἔχων εἰπεῖν ὅτι οὐκ ἐγίνωσκον, ἀλλὰ τόδε μοι ἐφαίνετο· πολλάκις γὰρ λέγομεν, ὅτι ἀλήθειας ἐποίησα τόδε, ἀλλὰ διότι ἐδόκει καὶ ἐφαίνετό μοι οὕτως ἔχειν ἐποίησα.
6
pr.Τὸ κῆνσος πολλάκις οὐ τὸ νόμισμα δοκεῖ τοῖς πολλοῖς δηλοῦν, ἀλλὰ σανίδα τινὰ δημοσίαν ἢ τυχὸν μάρμαρον, ἐν ᾧ αἱ εἰς τὸ δημόσιον ἐναγόμεναι ὑποθέσεις ἐγράφοντο.
7
pr.Καλῇ πίστει νέμεταί τις ἢ κατέχει τὶ, ὅταν εὐλόγως καὶ μετὰ δικαίας αἰτίας δεσπόζῃ τοῦ πράγματος, καὶ ὅταν ὃ πράττει, οἷον τυχὸν ἀγοράζει ἢ πραγματεύεται, μηδὲν ὑποδηλοῖ καὶ ἐμφαίνῃ τυχὸν ἄτοπον καὶ παράλογον. εἰ δὲ πολλάκις καὶ ἐστὶ τοιοῦτόν τι, ἐκεῖνος δὲ οὐ γινώσκει, καλῇ πίστει καὶ οὕτω ποιεῖ. κακῇ δὲ πίστει τὸ ἐναντίον τούτων ἐστίν.
8
pr.Τὸ κληρονομιαῖον χρέος ἐν τοῖς περὶ χρέους δεδήλωται.
9
pr.Κληρονόμοι ἀποθανόντος τινὸς ἄχρι τῶν ἐννάτων αὐτοῦ εἰς τὸ δικαστήριον οὐκ ὀφείλουσιν ἕλκεσθαι, κἂν εἴ τι ἄρα καὶ λέγοιτο παρά τινος κατ᾿ αὐτῶν.
10
pr.Εἰ καὶ ἐν τοῖς ἄλλοις τὸ ὑφαιρεῖσθαι πρὸς τὸ κλέ πτειν οὐκ ἔχει διαφορὰν, ἀλλ᾽ ὁ νόμος ἄλλο γινώσκει τὸ κλέπτειν καὶ τὸ ὑφαιρεῖσθαι πάλιν ἕτερον τίθεται. καὶ τὸ μὲν ἤγουν τὸ κλέπτειν ἐπὶ ξένων τάττει καὶ ἀλλοτρίων καὶ καθ᾽ ὧν ἔξεστί τινι ἄτιμον κινεῖν ἀγωγὴν, τὸ δὲ ἀφαιρεῖσθαι ἐπὶ τῶν ἰδίων καὶ οἰκειότητας ἐχόντων πρός τινας τίθησι καὶ καθ'᾽ ὧν οὐκ ἔχει τὶς ἄδειαν ἄτιμον κινεῖν ἀγωγήν. καὶ ἐστὶ κλέπτων μὲν ὁ τῶν ἀλλοτρίων προσώπων ἀφαιρούμενος πράγματα, ὑφαιρούμενος δὲ ὁ κλέπτων τὰ τῶν οἰκείων, ἤγουν τὰ τοῦ πατρὸς παῖς καὶ τὰ τοῦ συζύγου γυνὴ καὶ τὰ τοῦ ἀδελφοῦ ἀδελφός.
11
pr.Οἱ κληρονόμοι κατὰ δύο λέγονται τρόπους. ἐστὶ γὰρ κληρονόμος ἔνστατος καὶ ἐστὶ πάλιν κληρονόμος ὑποκατάστατος. καὶ ἔνστατος μέν ἐστι κληρονόμος, ὅστις αὐτὸς καθ ἑαυτὸν καὶ ἀμέσως καὶ πρώτως χωρίς τινος προσδιορισμοῦ καὶ διαστολῆς κληρονόμος καταλιμπάνεται, οἷον εἴ τις εἴποι· ὁ γεώργιος ἔστω κληρονόμος ἐμοῦ ἢ τυχὸν ὁ δεῖνα ἢ ὁ δεῖνα. ὑποκατάστατος δὲ κληρονόμος ἐστὶν ὁ κατὰ ἀποτυχίαν ἄλλου αὐτὸς εἰς τὴν κληρονομίαν ταττόμενος, οἷον ὅταν εἴπῃ τίς· κληρονομείτω με ὁ γεώργιος, ἐὰν μὴ κληρονομήσῃ με ὁ γεώργιος, κληρονομησάτω με ὁ θεόδωρος. τότε γὰρ ὁ μὲν γεώργιος ἔνστατος κληρονόμος ἐστὶν, ὁ δὲ θεόδωρος ὑποκατάστατος 14. λέγεται δὲ ὁ μὲν ἔνστατος ἀπὸ τοῦ ἐνίστασθαι, ἤγουν πλησίον καὶ ἐγγυτάτω τάττεσθαι καὶ ἀμέσως ἑνοῦσθαι καὶ οὐ δ᾽ ἄλ λου συνάπτεσθαι· τοιοῦτο γὰρ τὸ ἐνίστασθαι παρὰ τοῖς νόμοις ἐστὶν, καὶ οὕτω λέγεται καὶ τὸ ἔνστατος καθ ' ὁμοιότητα τοῦ ἐνίστασθαι. ὁ δὲ ὑποκατάστατος ἐκ τοῦ ὑπὸ ἄλλων καθίστασθαι λέγεται, ἤγουν μετὰ ἄλλον προτιμότερον κληρονόμον δεύτερος αὐτὸς κατὰ ἀποτυχίαν ἐκείνου εἰς τὴν κληρονομίαν εἰσάγεσθαι.
12
pr.Εἶπέ τις οὕτως· ὁ δεῖνα (ἓν δηλώσας ῥητῶς ὄνομα) καὶ οἱ δεῖνα (πολλοὺς δηλώσας δ᾽ ἑνὸς ὀνόματος) τὸν ἐμὸν βίον κληρονομείτωσαν, τυχὸν δὲ οὕτως· ὁ γεώργιος καὶ οἱ ἀνεψιοί μου, εἰ μὲν προσθήσει καὶ τὸ ἐπίσης, ὁ γεώργιος καὶ εἷς ἕκαστος τῶν ἀνεψιῶν ἐπίσης ἐκ τῆς κληρονομίας λαμβάνουσιν· εἰ δὲ οὐδὲν εἴπῃ πλέον, ὁ γεώργιος μόνος ἔχει τὸ ἥμισυ τῆς κληρονομίας, καὶ οἱ ἀνεψιοὶ πάντες κἂν ὁπόσοι καὶ εἶεν τὸ λοιπὸν ἥμισυ τῆς κληρονομίας λαμβάνουσι καὶ μερίζουσι πρὸς ἑαυτοὺς ἐπίσης.
13
pr.Καὶ πάλιν ὁ κληρονόμος ἢ ἁπλῶς κληρονόμος κατονομάζεται ἢ φειδικομισσάριος λέγεται. οἷον εἶπέ τις· κληρονομείτω με ὁ γεώργιος, πλὴν οὐχ ἵνα αὐτὸς ἕως τέλους κληρονομήσῃ τὸν βίον μου, ἀλλ᾽ ἵνα κυβερνήσῃ καὶ διασώσῃ καὶ ἀποδώσει αὐτὸν ὡς γνησίῳ μου κληρονόμῳ τῷ θεοδώρῳ· τότε γοῦν ὁ μὲν θεόδωρος φειδικομισσάριος λέγεται καὶ τὸ δίμοιρον τῆς καταλειφθείσης οὐσίας κληρονομεῖ, ὁ δὲ γεώργιος κληρονόμος καλεῖται καὶ τὸ τρίτον τῆς κληρονομίας λαμβάνει.
14
pr.Λέγεται κληρονόμος καὶ ὑπὸ αἵρεσιν. ἐστὶ δὲ τοῦτο, ὅταν μὴ ἁπλῶς ἀλλὰ μετὰ διαστολῆς καὶ προσθήκης ταχθείη τὶς κληρονόμος. οἷον· ὁ δεῖνα, ἐὰν τόδε ποιήσῃ, κληρονομείτω με. ὅταν γοῦν ὑπὸ αἵρεσιν κληρονόμος γένηταί τις, εἰ μὲν οὐκ ἐστὶν ἡ αἵρεσις ἢ παντελῶς ἀδύνατος ἢ αἰσχρὰ ἢ μεγίστην κακίαν καὶ βλάβην προξενοῦσα κοινὴν, οὐκ ἄλλως ὁ ὑπὸ αἵρεσιν καταλειφθεὶς κληρονόμος τὴν κληρονομίαν λαμβάνει, εἰ μὴ πρότερον ἐκπληρώσει τὴν αἵρεσιν καὶ ποιήσῃ ἐκεῖνο ὃ εἶπεν ὁ ἄνθρωπος ὃς ἀφῆκε κληρονόμον αὐτόν· εἰ δὲ ἡ αἵρεσις ἀδύνατός ἐστι γενέσθαι (ὡς ὅταν εἴπῃ τίς· ὁ δεῖνα, ἐὰν εἰς τὸν οὐρανὸν ἀναβῇ ἢ ἐὰν ξηράνῃ τὴν θάλασσαν ἢ ἄλλο τὶ ποιήσῃ τοιοῦτον, κληρονομείτω με), καὶ ὅταν ἡ αἵρεσις ὑπάρχῃ αἰσχρὰ (ὡς ὅταν εἴπῃ τις· ὁ δεῖνα, ἐὰν τὴν ἑαυτοῦ ἀδελφὴν πρὸς ὕβριν ἐκδώσει), καὶ ὅταν ἡ αἵρεσις κακίαν δηλοῖ (οἷον· ὁ δεῖνα ἐὰν τὸν δεῖνα φονεύσῃ), καὶ ὅταν βλάβην κοινὴν προξενῇ (οἷον· ὁ δεῖνα, ἐὰν δ᾽ ἧς ἐργάζεται πραγματείας ἀκρίβειαν τοῦ σίτου ποιήσῃ ἢ τῶν ἀπὸ τῶν δένδρων καρπῶν ἢ τοῦ οἴνου ἢ τοῦ ἐλαίου τυχὸν, ἢ πάλιν· ὁ δεῖνα, ἐὰν γένηται προδότης πόλεως)· ὅταν γοῦν τοιαύτη τὶς αἵρεσις ᾖ καὶ οὕτω τὶς ἀφήσει τινὰ κληρονόμον τῶν πραγμάτων αὐτοῦ, τότε ὁ ὑπὸ τὴν αἵρεσιν κληρονόμος, κἂν οὐκ ἐκπληρώσῃ τὴν αἵρεσιν ἤγουν τὴν αἰτίαν δ᾽ ἣν γένηται κληρονόμος, ἀκωλύτως εἰς τὴν κληρονομίαν εἰσάγεται. τοῦτο τοῖς κληρονόμοις ἐπενοήθη, ἵνα τοὺς βουλομένους εἰς κακίαν προτρέπειν τινὰς τῆς τοιαύτης προαιρέσεως παύωσι, καὶ ἵνα μηδεὶς κακόν τι διὰ κέρδος ποιῇ ὡς γινώσκων, ὅτι- καὶ χωρὶς τοῦ ποιῆσαι τὴν κακίαν κερδαίνει τὸ πρᾶγμα, ὅπερ ἔμελλε διὰ τὴν κακίαν λαβεῖν.
15
pr.Ὁ κωδίκελλος ἐλλιποῦς διαθήκης ἐστὶν ἀναπλήρωσις, καὶ ἀναπληροῖ τὰ τῇ διαθήκῃ ἐλλείποντα. καὶ ἐὰν ποιήσῃ τὶς διαθήκην, καὶ ἀφήσει τινὰ ἅπερ ἤθελεν ἐν αὐτῇ γράψαι, καὶ ὕστερον ἐνθυμηθῇ ταῦτα, τότε γράφει χαρτίον ἄλλο διαλαμβάνον περὶ ὧν ἐπελάθετο ἐν τῇ διαθήκῃ εἰπεῖν, καὶ λέγεται τοῦτο κωδίκελλος, ἤγουν μικρὸν χαρτόπουλον ἢ βιβλίδιον, ὡς τοῦ μὲν κώδικος τὸ ὁλόκληρον βιβλίον δηλοῦντος καὶ τὸν ἀκέραιον χάρτην, τοῦ κωδικέλλου δὲ σημαίνοντος τὸ μικρότερον.
16
pr.Πολλάκις γράφων τὶς διαθήκην ἀφῆκε ταύτην ἀπλήρωτον, ἀνυπόγραφον τυχὸν ἢ ἀσφράγιστον, καὶ ἐστὶ τοῦτο διαθήκης ἀποτυχία· καὶ εἰ μὲν εἴποι ὁ ποιήσας αὐτὴν, ὅτι ἐὰν μὴ ἔχῃ τὸ στέργον ὡς διαθήκη, στεργέτω ὡς κωδίκελλος, τότε ἰσχύει καὶ στέργεται ὡς κωδίκελλος. εἰ δὲ ὁ ταύτην ποιήσας οὐκ εἴπῃ τοῦτο, οὔτε διαθήκη ἐστὶν οὔτε ὡς κωδίκελλος ἰσχύει λογίζεσθαι, ἀλλὰ παντελῶς ἄπρακτος μένει καὶ ἀνεν έργητος.
17
pr.Γίνεται πολλάκις καὶ χωρὶς τοῦ ποιῆσαι διαθήκην κωδίκελλος. ὁπόταν γὰρ διά τινα αἰτίαν τυχὸν καιρὸν ἀνεπιτήδειον ἢ σπουδὴν οὐ θέλει ἢ οὐ δύναταί τις τελείαν διαθήκην ποιῆσαι καὶ περὶ τῶν προσόντων αὐτῷ καθολικῶς· διατάξασθαι, περὶ τῶν ἀναγκαιοτέρων ἰδικῶς γράφει, καὶ καλεῖται καὶ τοῦτο κωδίκελλος.
18
pr.Διαφέρει δὲ ὁ κωδίκελλος τῆς διαθήκης οὐ κατὰ μόνα τὰ ἀνωτέρω λεχθέντα, ἀλλὰ καὶ κατὰ ταῦτα· ἐν μὲν γὰρ τῷ κωδικέλλῳ οὐκ ἔξεστι γράφειν ἐξωτικὸν κληρονόμον οὐδὲ ποιεῖν κληρονόμον ὑποκατάστατον, ἐν δὲ τῇ διαθήκῃ καὶ τὰ δύο ποιεῖν οὐκ ἐμποδιζόμεθα.
19
pr.Τῷ κωδικέλλῳ ἀρκοῦσι μάρτυρες ε, εἰ καὶ κατὰ τύχην ἦλθον. μόνον ἐν ἑνὶ καὶ τῷ αὐτῷ καιρῷ τὰ μέλλοντα γράφεσθαι προσκαλείσθωσαν εἰς ἀκρόασιν καὶ τὰ ἐν τῷ κωδικέλλῳ γραφόμενα ἀκουέτωσαν.
20
pr.Κατέλειψέ τις κληρονομίαν ἑτέρῳ τινὶ, ἀφῆκε δὲ καὶ λεγάτα πρὸς οὓς ἐβούλετο. ὁ κληρονόμος γοῦν εἰ θέλει τῆς κληρονομίας κύριος εἶναι, καταναγκάζεται ἀποδοῦναι τὰ χρέη, καταναγκάζεται ἀποδοῦναι καὶ τὰ λεγάτα, καὶ τυχὸν ἡ κληρονομία οὐ σώζει πρὸς ἀποπλήρωσιν τῶν δύο, ἤγουν τῶν λεγάτων καὶ τῶν χρεῶν, καὶ γίνεται ἐπὶ τούτοις ἀμφιβολία καὶ ζήτησις· καὶ οἱ μὲν λεγατάριοι καὶ οἱ χρεωφειλέται πολὺν λέγουσιν εἶναι τὸν βίον τοῦ τὴν κληρονομίαν καταλιπόντος καὶ δυνατὸν ἀρκέσαι καὶ εἰς τὰ χρέη καὶ εἰς τὰ λεγάτα, ὁ δὲ κληρονόμος ὀλίγον. ὅταν τοίνυν ἐπὶ τῇ καταλειφθείσῃ κληρονομίᾳ γένωνται ταῦτα, ὁ κληρονόμος ὅρκον ἀποκρυβῆς ἀπαιτεῖται, ἤγουν ὀμνύειν καταναγκάζεται, ὅτι οὐδὲν τῶν εἰς κληρονομίαν καταλειφθέντων αὐτῷ πραγμάτων ἀπέκρυψε (τοῦτο γὰρ ἐστὶν ὅρκος ἀποκρυβῆς), καὶ ἐὰν φθάσῃ καὶ ποιήσῃ ἀπογραφὴν, ἤγουν ἐὰν τὸ πρᾶγμα ὅσον καταλειφθῇ πρὸς αὐτὸν καταγράψηται, ἐμφανίζει καὶ ποιεῖ δῆλον τῷ δικαστῇ, ὅσην εὗρε τοῦ κληρονομουμένου παρ᾽ αὐτοῦ πράγματος τὴν ποσότητα, καὶ ἐνέχεται εἰς αὐτὴν μόνην, ἐπέκεινα δὲ αὐτῆς οὐκ ἐνέχεται, εἰ καὶ τὰ λεγάτα καὶ τὰ χρέη πλείονά εἰσι καὶ παρ᾽ αὐτὴν περισσότερα. εἰ δὲ οὐ ποιήσει ἀπογραφὴν, ἐνοχός ἐστι καὶ πάντα τὰ λεγάτα καὶ πάντα τὰ χρέη ἀποδιδόναι, καὶ ἢ ἀποδίδωσι ταῦτα ἢ τῆς κληρονομίας στερεῖται. τί ἐστὶν ἀπογραφὴ καὶ πῶς γίνεται, ἐν τοῖς εἰς τὸ α΄ στοιχεῖον δεδήλωται, καὶ ὁ βουλόμενος μαθεῖν τὰ περὶ αὐτὴν ἀκριβῶς ζητείτω τὰ ἐκεῖ γεγραμμένα.
21
pr.Εἰ ἄνεμος πνέων ἐμβάλλει εἰς ἁλώνιον ἑτέρου τινὸς, οὐκ ἔξεστί τινι κτίσμα ἐγεῖραι ἐμποδίζον τῷ ἀνέμῳ εἰσέρχεσθαι εἰς τὸ ἁλώνιον, εἰ καὶ πολλάκις κύριος τοῦ τόπου ἐστὶν ἐν ᾧ κτίσαι βούλεται.
22
pr.Κουράτωρ ἐστὶ μὲν καὶ ὁ φροντίζων τινὸς καὶ ἐπιμελούμενος, καὶ τοῦτο δηλοῖ ἡ λέξις τὸν φροντιστήν· δίδοται δὲ τοῖς νέοις διὰ τὸ ἀτελὲς τῆς ἡλικίας αὐτῶν, δίδοται δὲ καὶ ἀσώτοις καὶ μαινομένοις. Att. ibid. Ιn Β ἑτέρους deest. Att. XXIV (). Att. ibid. Att. XXV (). Cf. Syn. K, ex Bas. LVIII,,.
23
pr.Δίδοται ὁ κουράτωρ καὶ καθολικῶς χωρίς τινος προσδιορισμοῦ, καὶ ἰδικῶς ἐπί τινι ὑποθέσει, ὡς ὅταν ὁ ἀνῆλιξ ἐνάγων ἢ ἐναγόμενος κουράτωρα λάβῃ τινὰ ἐπὶ τῷ ἀντιλαβέσθαι καὶ βοηθῆσαι αὐτῷ εἰς τὸ δικαστήριον καὶ ὥσπερ ἀντ αὐτοῦ κριθῆναι μετὰ τοῦ δικαζομένου.
24
pr.Εἰς τὴν κληρονομίαν οἱ κατιόντες πρῶτοι καλοῦνται. προτιμᾶται γὰρ ὁ νόμος τοὺς ἐξ ἡμῶν εἰς τὴν κληρονομίαν ἡμῶν παρὰ τοὺς ἐξ ὧν ἡμεῖς ἐγεννήθημεν, ἐπειδὴ καὶ ἡ φύσις κάτω μὲν φέρεσθαι οἶδεν, ἄνω δὲ ἀνατρέχειν ἀδυνατεῖ, καὶ οὐχ οἱ πατέρες τοῦ διαμένειν αἴτιοι τοῖς παισὶν, εἰ καὶ τοῦ εἶναι πεφύκασι τούτοις αἴτιοι, οἱ παῖδες δὲ τὴν τῶν πατέρων μνήμην ἐν τῷ βίῳ παρασκευάζουσι περισώζεσθαι. πρῶτοι μὲν οὖν εἰς κληρονομίαν οἱ κατιόντες καλοῦνται παρὰ τοῦ νόμου, καὶ ἐὰν ὦσι κατιόντες, οἱ ἀνιόντες οὐκ ἔχουσι κληρονομεῖν· ἐὰν δὲ μὴ ὦσι κληρονόμοι, οἱ ἀνιόντες εἰς τὴν κληρονομίαν εἰσάγονται. ἐὰν δὲ μὴ ἀνιόντες ὦσι, κληρονομοῦσιν οἱ ἐκ πλαγίου. ἐπὶ πάντων δὲ καὶ τῶν ἀνιόντων καὶ τῶν κατιόντων καὶ τῶν ἐκ πλαγίου ὅσοι μὲν τοῦ αὐτοῦ βαθμοῦ καὶ τῆς αὐτῆς σχέσεως πρὸς τοὺς τεθνηκότας εἰσὶν, οἷον ἀδελφοὶ τυχὸν ἢ ἐξάδελφοι ἢ παῖδες ἢ πατέρες ἢ ἔγγονοι ἢ προέγγονοι, ἐπίσης εἰς τὴν κλη ρονομίαν εἰσάγονται· ὅταν δὲ οἱ μὲν ἐγγυτέρω, οἱ δὲ ἀπωτέρω τυγχάνωσιν, οἷον ἐὰν πάπποι καὶ πατέρες ὑπάρχωσιν, ἢ ἔγγονοι καὶ υἱοὶ, ἢ ἀδελφοὶ καὶ ἐξάδελφοι, ἀεὶ προτιμῶνται οἱ ἐγγυτέρω τῶν ἀπωτέρω. πολλάκις δὲ καὶ τῶν ἐκ τοῦ αὐτοῦ βαθμοῦ διά τινας αἰτίας προτιμοῦνταί τινες· εἰ δὲ μὴ εἶεν αἰτίαι, οἱ ἐκ τοῦ αὐτοῦ βαθμοῦ πάντες ἐπίσης τοὺς ἐξ ἀδιαθέτου κληρονομοῦσι τοὺς τελευτήσαντας.
25
pr.Τὰ περὶ τῶν κτισμάτων νομοθετηθέντα τὰ μὲν ἀλλὰ πάντα ἐν πάσαις χώραις καὶ πόλεσι τὰ αὐτά ἐστι, [ἔνια δὲ οὐ, οἷον] τὰ περὶ τῆς ἀπόψεως τῆς εἰς θάλασσαν. ἐστὶ δὲ ἄποψις ἡ ἀπόβλεψις, [ἥτις] ἰδία ἐστὶν ἐν κωνσταντινουπόλει καὶ τοῖς περὶ αὐτὴν, καὶ ἰδία ἐν ταῖς ἑτέραις χώραις καὶ πόλεσιν· ἐπιπλέον γὰρ εἰς κωνσταντινούπολιν καὶ τὰ περὶ αὐτὴν ἢ ἐν τοῖς ἄλλοις τόποις ἡ ῥηθεῖσα ἄποψις ὀφείλει φυλάττεσθαι.
26
pr.Δεῖ δὲ γινώσκειν καὶ τοῦτο· οἱ παλαιοὶ τῶν συγγενῶν τινὰς ἀδνάτους ὠνόμαζον, ἄλλους δὲ ἐκάλουν κογνάτους. ἦσαν δὲ οἱ ἀδνάτοι καὶ οἱ κογνάτοι ἕνα καὶ τὸν αὐτὸν βαθμὸν πρός τι πρόσωπον περισώζοντες, ἤγουν· ἐξάδελφοι πρῶτοι τοῦ γένους ἢ θεῖοι ἢ ἀνεψιοί· διέφερον δὲ οἱ ἀδνάτοι τῶν κογνάτων, ὅτι οἱ μὲν ἐξ ἀῤῥενογονίας ἦσαν ἤγουν ἐξ ἀνδρῶν εἶλκον τὴν τοῦ γένους σειρὰν, οἱ δὲ ἐκ θηλυγονίας εἴτουν ἐκ γυναικῶν τῷ γένει συνήπτοντο. ἐστὶ δὲ τοῦτο τοιοῦτον· ὁ λέων ὑποθετέον ἀδελφὴν γνησίαν ἔσχε καὶ ἀδελφὸν, ἐγένοντο παῖδες τῷ τοῦ λέοντος ἀδελφῷ, ἐγένοντο καὶ ἄλλοι τῇ τοῦ αὐτοῦ λέοντος ἀδελφῇ· εἰσὶν οὖν καὶ οἱ τοῦ ἀδελφοῦ καὶ οἱ τῆς ἀδελφῆς παῖδες ἀνεψιοὶ μὲν τοῦ λέοντος, ἐξάδελφοι δὲ πρῶτοι πρὸς τοὺς παῖδας αὐτοῦ, καὶ σώζουσι καὶ τὰ δύο μέρη τὸν αὐτὸν βαθμὸν πρὸς τὸν λέοντα, καὶ πάλιν ὡσαύτως σώζουσι τὸν αὐτὸν βαθμὸν καὶ πρὸς τοὺς παῖδας τοῦ λέοντος· ἀλλ᾽ οἱ τοῦ ἀδελφοῦ παῖδες ἀδνάτοι τουτέστιν ἐξ ἀῤῥενογονίας λεγόμενοι, ὡς ἐξ ἀνδρὸς τοῦ ἀδελφοῦ τοῦ λέοντος καταγόμενοι, πολλὴν εἶχον διαφορὰν πρὸς τοὺς παῖδας τῆς ἀδελφῆς, οἵτινες καὶ κογνάτοι ὡς ἐκ θηλείας γεγονότες κατωνομάζοντο. καὶ ἡ διαφορὰ τῶν ἀδνάτων πρὸς τοὺς κογνάτους αὕτη ἦν, ὅτι εἰς τὴν κληρονομίαν τοῦ λέοντος, πρὸς ὃν εἶχον τὸν αὐτὸν καὶ οἱ δύο βαθμὸν, οἱ ἀδνάτοι προετιμῶντο καὶ αὐτοὶ εἰς τὴν κληρονομίαν εἰσήγοντο, οἱ δὲ κογνάτοι ἀδνάτων μὲν ὄντων οὐκ ἐκληρονόμουν, ὅταν δὲ οὐκ ἦσαν ἀδνάτοι, κατὰ ἀποτυχίαν οἱ κογνάτοι τὴν κληρονομίαν ἐδέχοντο. τοῦτο μὲν ἦν ἔθος τοῖς παλαιοῖς. ὁ δὲ βασιλεὺς ἰουστινιανὸς ἐπίσης καὶ τοὺς ἀδνάτους καὶ τοὺς κογνάτους ἔταξεν εἰς τὴν κληρονομίαν καλεῖσθαι, εἰ μόνον τὸν αὐτὸν βαθμὸν περισώζουσι, καὶ ἡ τάξις αὕτη κρατεῖ καὶ ἐν τοῖς ἄρτι καὶ πολιτεύεται. καὶ διὰ τοῦτο οὐδὲ ζητοῦσι περὶ ἀδνάτων καὶ κογνάτων, οὐδὲ γινώσκουσιν οἱ πολλοὶ, τίνες οἱ ἀδνάτοι καὶ τίνες οἱ κογνάτοι τυγχάνουσιν. ὥσπερ οὖν οὐ ζητοῦμεν τίνες εἰσὶν ἀδνάτοι καὶ τίνες εἰσὶ κογνάτοι, ἀλλὰ μόνον τὸν αὐτὸν εὑρόντες βαθμὸν, κἂν ἀδνάτοι κἂν κογνάτοι ὑπάρχωσιν, ἐπίσης αὐτοὺς ποιοῦμεν κληρονόμους τοῦ τελευτήσαντος, οὕτω κἂν ὑπεξούσιοι ὦσιν οἱ παρελθόντες κἂν αὐτεξούσιοι, οἱ γεννώμενοι ἐξ αὐτῶν παῖδες πρωτιμῶνται τῶν γονέων αὐτῶν, καὶ πάντες οἱ κατιόντες παρὰ τοὺς ἀνιόντας εἰς τὴν κληρονομίαν πρῶτοι καλοῦνται, καὶ ἡ ὑπεξουσιότης οὔτε τοῖς κατιοῦσι βλάβην ποιεῖ ὥστε προτιμᾶσθαι ἄλλους αὐτῶν, οὔτε τοῖς ἀνιοῦσι δύναται βοηθεῖν ὥστε πρὸ τῶν κατιόντων αὐτοὺς εἰς τὴν τῶν ὑπεξουσίων παίδων κληρονομίαν εἰσάγεσθαι. ἐστὶ δὲ τοῦτο τοιοῦτον· εἶχέ τις υἱὸν ὑπεξούσιον, ἤγουν ὑπὸ τὴν αὐτοῦ τοῦ πατρὸς ἐξουσίαν ἔτι ταττόμενον, ὁ ὑπεξούσιος οὗτος πάντα ὅσα ἂν ἔχοι, τοῦ πατρὸς λογίζονται εἶναι, καὶ οὐκ ἔχει οὐδεμίαν ἐπ᾿ αὐτοῖς δεσποτείαν ὁ ὑπεξούσιος· οὗτος ὁ ὑπεξούσιος ἐν τῇ ὑπεξουσιότητι μένων ἔλαβε γυναῖκα, ἐγέννησε παῖδας, εἶτα ἐτελεύτησεν ὑπεξούσιος ἔτι ὤν· οἱ παῖδες τούτου μετὰ τὴν αὐτοῦ τελευτὴν προτιμότεροι παρὰ τὸν πατέρα καὶ τὴν μητέρα αὐτοῦ εἰς τὴν κληρονομίαν εἰσίν. καὶ ἐστὶ τοῦτο ὥσπερ τὶ ξένον, ἐὰν ὁ πατὴρ τοῦ παιδὸς ζῶντος τῶν ἐκείνου κυριεύων πραγμάτων μετὰ τελευτὴν τοῦ παιδὸς οὐκ ἀξιοῦται ταῦτα κληρονομεῖν, ἀλλ᾽ ἕτεροι πρὸ αὐτοῦ εἰς τὴν τῶν τοῦ παιδὸς πραγμάτων κληρονομίαν εἰσάγονται. ἀλλ᾽ οἶμαι τοῖς ἀκριβῶς σκοποῦσιν οὐ ξένον· ζῶντι μὲν γὰρ τῷ παιδὶ ἀνάγκη πρὸς τοὺς γονεῖς τὸ κατὰ φύσιν ὀφειλόμενον πρεσβεῖον ἀποδιδόναι, καὶ ἐστὶ τοῦτο πρὸς τὴν συντήρησιν τῆς εὐταξίας γινόμενον· τελευτήσαντος δὲ αὐτοῦ δικαίως οἱ παῖδες τῶν πατέρων εἰς τὸ κληρονομεῖν προτετίμηνται, καθολικῶς γὰρ κατὰ τὴν παρακέλευσιν τῶν νόμων εἰς τὴν ἡμετέραν κληρονομίαν οἱ ἐξ ἡμῶν τῶν ἐξ ὧν ἡμεῖς προτιμότεροι.
27
pr.Τῷ λόγῳ τοῦ οἴκτου τουτέστι τῆς ἐλεημοσύνης κληρονομοῦσιν οἱ γονεῖς τῶν παίδων, οἱ δὲ παῖδες τῶν γονέων καὶ φυσικῷ λόγῳ καὶ τῇ εὐχῇ τῶν γονέων.
28
pr.Ἔτι τοῖς εἰρημένοις προσθετέον καὶ τοῦτο· πολλάκις ἕνα τινὰ ἐπίσης κληρονομοῦσι πολλοί. γίνεται δὲ τοῦτο, ὅταν πάντες αὐτοὶ τὸν αὐτὸν ἔχουσι βαθμὸν πρὸς τὸν τελευτήσαντα. τριῶν γοῦν ὄντων ὑποθετέον τῶν ἐπίσης ὀφειλόντων ἕνα κληρονομεῖν, ὁ εἷς αὐτῶν ἐτελεύτησεν, ἀφῆκε δὲ τῷ βίῳ τρεῖς παῖδας, εἴτε πλείονας εἴτε καὶ ἐλάττονας τῶν τριῶν. κληρονομοῦσι δὲ οἱ ἔτι ζῶντες καὶ τὸν αὐτὸν ἔχοντες βαθμὸν ἐπίσης τὸν τελευτήσαντα, τοῦ δὲ προαποθανόντος κληρονόμου οἱ παῖδες εἰσάγονται εἰς τὸν τόπον τοῦ οἰκείου πατρὸς, καὶ συγκληρονομοῦσι καὶ αὐτοὶ τοῖς ζῶσιν οὕτως, ὡς εἴπερ ἔζη κληρονομεῖν ἔμελλεν ὁ πατὴρ, καὶ λαμβάνουσιν ὁμοῦ πάντες τοσοῦτον, ὅσον ἔμελλε δοθῆναι τῷ πατρὶ τούτων· καὶ τὸ μέρος αὐτὸ πρὸς ἑαυτοὺς πάλιν ἐπίσης οἱ τοῦ ἀποθανόντος παῖδες μερίζουσι. καὶ λέγεται ἡ τοιαύτη κληρονομία κατὰ σειρὰν, ἤγουν κατὰ τὸν τοῦ γένους βαθμὸν, οὐ κατὰ κεφαλὴν γίνεσθαι. τὴν δὲ κληρονομίαν τὴν κατὰ κεφαλὴν οἱ νόμοι καὶ προσωπικὴν ὀνομάζουσιν.
29
pr.Ἐτελεύτησέ τις καὶ κατιόντας οὐκ ἀφῆκε τῷ βίῳ, κατέλιπε δὲ ἀνιόντας, κατέλιπε καὶ ἐκ πλαγίου τινάς· εἰς δὲ τοὺς ἐκ πλαγίου καὶ οἱ ἀδελφοὶ καὶ οἱ τῶν ἀδελφῶν παῖδες τάττονται. οἱ γοῦν ἀνιόντες, κἂν καὶ τῶν ἄλλων τῶν ἐκ πλαγίου τυγχάνωσι προτιμότεροι, ἀλλὰ τῶν ἀδελφῶν καὶ τῶν παίδων τῶν ἀδελφῶν προτιμᾶσθαι οὐ δύνανται. ἀδελφοὺς δὲ καὶ παῖδας ἀδελφῶν τοιούτους ἐνταῦθα ληπτέον, οἵτινες καὶ ἐκ τοῦ πατρὸς καὶ ἐκ τῆς μητρός εἰσιν ἀδελφοὶ, οὓς καὶ καλεῖν ἀμφιθαλεῖς παρέδωκεν ἡ συνήθεια. οἱ γὰρ τοιοῦτοι ὑπάρχοντες ἀδελφοὶ καὶ οἱ παῖδες αὐτῶν ἐπίσης τοῖς ἀνιοῦσι κληρονομοῦσι, καὶ οὐχ ἁπλῶς μόνον τοῖς ἀνιοῦσιν, ἀλλὰ καὶ τοῖς ἐγγυτάτω τῶν ἀνιόντων, οἷον εἰ πατέρες εἶεν καὶ πάπποι, τοῖς πατρᾶσιν, ἀλλ᾽ οὐ τοῖς πάπποις· προτιμότεροι γὰρ οἱ πατέρες τῶν πάππων εἰς τὴν κληρονομίαν εἰσὶν, καὶ τοῖς πατρᾶσι συγκληρονομοῦσιν οἱ ἀδελφοὶ καὶ οἱ παῖδες τῶν ἀδελφῶν, τῶν δὲ πάππων κατὰ πολύ εἰσι προτιμότεροι. καὶ σημειωτέον, ὅτι οἱ ἐκ πλαγίου οὗτοι τισὶ μὲν τῶν ἀνιόντων ἐπίσης κληρονομοῦσι, τινῶν δὲ καὶ προτιμῶνται κατὰ πολύ. καὶ οἱ μὲν κατιόντες ὡς προειρήκαμεν καὶ τῶν ἐκ πλαγίου καὶ τῶν ἀνιόντων ἁπάντων ὑπάρχουσι προτιμότεροι, οἱ δὲ ἀνιόντες καὶ οἱ ἐκ πλαγίου ὅπως ἔχωσι προδεδήλωται. ἐπεὶ δὲ εἰσὶν ἀδελφοὶ οὐκ ἐκ τῶν δύο μερῶν ἀλλ᾽ ἐξ ἑνὸς μόνου τῷ τελευτήσαντι συναπτόμενοι, οἳ καὶ ἑτεροθαλεῖς ἀδελφοὶ καλοῦνται, εἰσάγονται καὶ οὗτοι εἰς τὴν κληρονομίαν μετὰ τοὺς κατιόντας καὶ ἀνιόντας καὶ τοὺς ἐκ πλαγίου τοὺς συγκληρονομοῦντας τοῖς ἀνιοῦσιν ἤγουν τοὺς ἐκ δύο μερῶν ἀδελφοὺς καὶ τοὺς παῖδας αὐτῶν, τῶν δὲ ἄλλων τῶν ἐκ πλαγίου αὐτοὶ προτιμῶνται· καὶ συμβαίνει τοὺς παῖδας τῶν ἀμφιθαλῶν ἀδελφῶν ἤγουν τῶν ἐκ πατρὸς καὶ μητρὸς συναπτομένων τῷ τελευτήσαντι, τρίτου ὄντας πρὸς τὸν ἀποθανόντα βαθμοῦ, προτιμοτέρους εἶναι τῶν ἑτεροθαλῶν ἤγουν ἐκ μέρους ἑνὸς ἀδελφῶν, δευτέρου ὄντων πρὸς τὸν ἀποθανόντα βαθμοῦ, καὶ τὸν τρίτον ἐν τούτοις τοῦ δευτέρου εἶναι κατὰ πολὺ προτιμότερον. τοῦτο δὲ γίνεται διὰ τὸ τοὺς μὲν τὴν συγγένειαν ἔχειν μονομερῆ, τοὺς δὲ περισώζειν αὐτὴν καὶ ἐκ τῶν δύο μερῶν. εἰ δὲ τῶν ἐξ ἑνὸς μέρους ὡς εἴπομεν ἀδελφῶν οἱ ἐκ τῶν ἀμφιθαλῶν ἀνεψιοὶ προτιμότεροι, πολλῷ ἂν μᾶλλον οἱ τοιοῦτοι ἀνεψιοὶ προτιμῶνται τῶν θείων τοῦ τελευτήσαντος, κἂν καὶ τυχὸν ἑκατέρωθεν ἤγουν ἐκ τῶν δύο μερῶν ἕλκωσι τὴν συγγένειαν. καὶ πάλιν ἐν τούτοις συμβαίνει τὸν ἕνα τρίτον βαθμὸν (τρίτου γὰρ βαθμοῦ οἱ ἀνεψιοὶ πρὸς τὸν θεῖον) ἄλλου βαθμοῦ καὶ αὐτοῦ τρίτου εὑρίσκεσθαι προτιμότερον. ὥσπερ γὰρ οἱ ἀνεψιοὶ τοῦ θανόντος τρίτον ἔχουσι βαθμὸν πρὸς τὸν τελευτήσαντα, οὕτω καὶ αὐτὸς ὁ θανὼν πρὸς τοὺς ἰδίους θείους τὸν τρίτον σώζει βαθμόν. ἀλλ᾽ οὐκ ἐστὶ ταὐτὸν θεῖον αὐτὸν βλέπειν πρὸς ἄλλους ἀνεψιοὺς, καὶ ἀνεψιὸν τοῦτον πρὸς ἑτέρους θείους ὑπάρχοντας θεωρεῖν· τὸ μὲν γὰρ τὸ ἐκ θείου τούτου πρὸς ἄλλους ἀνεψιοὺς τοῖς κατιοῦσιν ὡμοίωται, ἀνωτέρω γὰρ ὁ θεῖος τῶν οἰκείων ἀνεψιῶν, ἐπεὶ καὶ τοῦ πατρὸς ἢ τῆς μητρός ἐστιν ἀδελφὸς, οἵτινες ὁμολογουμένως ἀνιόντες εἰσὶ καὶ ἡ ἐξ αὐτῶν σχέσις πρὸς τοὺς ἀνεψιοὺς ὡς ἐξ ἀνιόντος πρὸς τοὺς κατιόντας ἐστί· τὸ δὲ πρὸς ἄλλους. θείους ἐκ τούτου ἀνεψιοῦ τοῖς ἀνιοῦσιν εἰκάζεται (ἄνεισι γὰρ οὗτος πρὸς τοὺς θείους αὐτοῦ ἀναγόμενος), καὶ διὰ τοῦτο ὡς ἐπὶ πάντων τῶν κατιόντων ὑπὲρ τοὺς ἀνιόντας προτιμωμένων καὶ οἱ ἀνεψιοὶ τῶν θείων τάττονται προτιμότεροι, εἰ καὶ ἀμφότεροι βαθμὸν τρίτον πρὸς τὸν αὐτὸν ἔχουσιν.
30
pr.Κληρονομοῦσιν ἐξ ἀδιαθέτου κατὰ τάξιν οὗτοι· κατιόντες, ἀνιόντες, ἐκ πλαγίου, ἀνὴρ ἢ γυνὴ, τὸν τελευτήσαντα.
31
pr.Κτίζοντί τινι, εἴτε δικαίως κτίζει εἴτε ἀδίκως, δύναται καλῶς παραγγέλλειν μὴ κτίζειν τὶς πρὸ τοῦ τελειωθῆναι τὸ ἔργον· μετὰ δὲ τὸ τελειωθῆναι τὸ ἔργον οὐκ ἔχει χώραν ἡ παραγγελία 45. ἐὰν δὲ ὁ παραγγελθεὶς μετὰ τὴν παραγγελίαν κτίσῃ χωρὶς προτροπῆς, καταλύεται τὸ ἔργον αὐτοῦ.
32
pr.Τὸ καλῶς ποιεῖν τόδε τὶ ἢ πάσχειν σύνηθες τῷ νόμῳ ἐστί· δηλοῖ δὲ τὸ ἀμέμπτως καὶ ἀνεπιλήπτως καὶ ἀκωλύτως ἐκ τῶν νομικῶν διατάξεων ποιεῖν.
33
pr.Ὅταν διὰ τῆς τοῦ νόμου βοηθείας καὶ προσταγῆς γίνεσθαι δύναταί τι, συνίστασθαι τυχὸν ἢ ἀνατρέπεσθαι, καὶ ὅταν οὐκ ἔξεστί τινι ποιῆσαί τι εἰ μὴ μετὰ τῆς τοῦ δικαστοῦ προτροπῆς καὶ τῆς τῶν νόμων ἐκχωρήσεως, τότε λέγεται ἐκτελεῖσθαι τὸ οὕτω γινόμενον διὰ νομικῆς παραγγελίας.
34
pr.Ἡ καινοτομία, ἤγουν τὸ ἐπί τινι πράγματι παρὰ τὴν παλαιὰν συνήθειαν ἐκ νέου πραττόμενον, εἰ μὲν μὴ γένηται συμφωνία τὶς ἐπ᾿ αὐτῇ, ἀθετεῖται καὶ ἀνατρέπεται καὶ ἐπανάγεται τὸ πρᾶγμα εἰς τὴν προτέραν κατάστασιν· εἰ δὲ γένηται συμφωνία, ἡ καινοτομία τὸ στέργον ἔχει.
35
pr.Τὰ κτίσματα ἢ ἰδιωτικά εἰσιν ἢ δημόσια. λέγονται δὲ ἰδιωτικὰ μὲν τὰ ἴδια ἑνὸς ἑκάστου τῶν πολιτῶν, δημόσια δὲ τὰ τῷ δημοσίῳ ἀνήκοντα, οἷον τείχη κάστρων καὶ πύργοι πρὸς ἀσφάλειαν ἀνεγειρόμενοι τῶν ἔνδον, καὶ ὅσα τούτοις παρόμοια. ὅταν γοῦν βούληταί τις κτίσματος δημοσίου πλησίον ἰδιωτικὸν ἀνεγεῖραι κτίσμα, ὀφείλει τὸ ἐλάχιστον τουτέστι τὸ ὀλιγότερον ιε πόδας ἀπέχειν τοῦ δημοσίου κτίσματος· οὕτω γὰρ οὔτε τὸ δημόσιον κτίσμα κινδυνεύσει ποτὲ, οὔτε τὸ ἰδιωτικὸν ἐκ τούτου βλαβήσεται· εἰ δὲ μὴ, ἐξ ἀνάγκης πάσης τὸ ἰδιωτικὸν καταλύεται.
36
pr.Τὸν κοινῶς λεγόμενον ἡλιακὸν ἐξώστην τινὲς ὀνομάζουσιν, ἀπὸ τοῦ ἔξω τῶν λοιπῶν οἰκημάτων ἵστασθαι ἢ ἀπὸ τῆς ἑστίας ἤγουν ἔξω καθίστασθαι. φαίνεται δὲ κατά τινα κοινωνίαν τούτου καὶ ἄνεμός τις ἐξώστης κατονομάζεσθαι ὁ μακρὰν διώκειν καὶ ἐξωθεῖν ἐκεῖνα καθ᾽ ὧν ἂν πνεύσῃ δυνάμενος. τοῦτον γοῦν τὸν ἡλιακὸν τὸν παρά τινων ἐξώστην καλούμενον ὅστις ἂν βουληθῇ ποιῆσαι, εἰ μὲν ἔχει πλησίον ἰδιωτικὰ κτίσματα, ἀναγκάζεται ποιεῖν τὸν ἡλιακὸν ἱ πόδας τῶν ἰδιωτικῶν κτισμάτων ἀπέχοντα· εἰ δὲ δημόσια τούτῳ πλησιάζουσι κτίσματα, ιέ πόδας ἀπεχέτω τῶν κτισμάτων ὁ γινόμενος παρὰ τούτου ἡλιακός. εἰ δὲ μὴ, καὶ τὸ ἔργον καταλυθήσεται καὶ πᾶς ὁ᾽οἶκος ἔσται τοῦ δημοσίου.
37
pr.Ὁ κτίζων ἐκ νέου ιβ ' πόδας τῶν παλαιῶν· ἀπέχων κτισμάτων, τῶν ἰδιωτικῶν δηλαδὴ, ἄδειαν ἔχει κτίζειν ὡς βούλεται, καὶ θυρίδας ποιεῖν οὐ κωλύεται. εἰ δέ τινος ἐμποδίζει τὴν πρὸς θάλασσαν ἄποψιν, κωλύεται καὶ τοῦ κτίζειν καὶ τοῦ θυρίδας εἰς τὸν τοιοῦτον ἀνοίγειν. ἡ γὰρ ἄποψις τῆς θαλάσσης ἐπὶ τῆς κωνσταντινουπόλεως καὶ τῶν περιοίκων ἤγουν τῶν πλησιοχώρων αὐτῆς ρ΄ πόδας ἀπὸ τῶν παλαιῶν κτισμάτων ἀποδιώκει τὰ νέα κτίσματα, καὶ χρὴ τὴν ἄποψιν ταύτην, ἐάν τε ἐξ ὀρθοῦ ἐάν τε ἐκ πλαγίου ἐστὶ, μὴ ἀφαιρεῖσθαι ἀλλ᾽ ἀνεμπόδιστον παραφυλάττειν τοῖς ἔχουσιν. ἐὰν δὲ καὶ περὶ τῆς ἀπόψεως ταύτης ποιήσωνταί τινα συμφωνίαν οἱ γείτονες, ἡ συμφωνία καὶ ἐπὶ ταύτῃ κρατεῖ.
38
pr.Ἐὰν ἐν στενῇ ὁδῷ κτίζῃ τὶς, καὶ ἐκείνη ἡ ὁδὸς ἐπὶ τοσοῦτόν ἐστι στενὴ ὥστε τῶν ιβ΄ ποδῶν μὴ εἶναι τὸ ταύτης πλάτος ἐπέκεινα, ὁ κτίζων οὐκ ὀφείλει τὶ ἀπὸ τῆς ὁδοῦ ἀφαιρεῖσθαι, ἵνα μὴ εἰς τὸ παντελὲς αὐτὴ στενωθῇ. εἰ δέ τι ἐκ τῆς τοιαύτης ὁδοῦ παρυφελέσθαι τολμήσει, ἅπαν αὐτοῦ τὸ ἔργον καταλυθήσεται. αἱ δὲ περιφραγαὶ ἤγουν οἱ τῶν ἀμπελώνων καὶ τῶν περιβολίων φραγμοὶ, καὶ τὰ ἀλλότρια ἐδάφη ἐν οἷς οὐκ εἰσιν οἰκίαι, καὶ τὰ τῶν γειτόνων ἐξάερα ἓξ μόνον πόδας ἀφ᾿ ἑαυτῶν τοὺς πλησίον κτίζειν βουλομένους ἀποδιώκουσιν.
39
pr.Ὁ κτίζων ἐπ᾿ ἀλλοτρίῳ ἐδάφει ἢ τὰ μηδόλως ὄντα, ἢ πρότερον μὲν ἄλλο τὶ ὄντα ὕστερον δὲ παρὰ τούτου ἄλλο γινόμενα, οἷον λοετρὸν ἐξ οἰκίας ἢ οἰκίαν ἀπὸ λουτροῦ, καὶ τὴν δαπάνην ἀπόλλυσι καὶ τῶν κτισθέντων ἀφαιρεῖται τὴν δεσποτείαν, καὶ ὁ τοῦ ἐδάφους δεσπότης τῶν παρ᾽ αὐτοῦ κτιζομένων κύριος γίνεται.
40
pr.Τινὲς τῶν περὶ κλοπῆς ἀγωγῶν κινοῦνται εἰς τὴν διπλασίονα τοῦ κλαπέντος ἀπόδοσιν, διδομένου καὶ αὐτοῦ τοῦ κλαπέντος ἔξωθεν, ὥστε τριπλασιάζεσθαι τὸ κλαπέν. καὶ ὡς ἐπὶ τὸ πολὺ ἡ περὶ κλοπῆς ἀγωγὴ εἰς τριπλασίονα καθίσταται τὴν ἀπόδοσιν. εἰ δέ τις πολλάκις κλέψας πάλιν τὸ κλαπὲν οἰκειοθελῶς προσαγάγῃ καὶ ἀποδώσει, οὐκ ἐνάγεται τῇ περὶ κλοπῆς ἀγωγῇ, οὐδὲ εἰς τὴν ἐπὶ τὸ τριπλάσιον ζημίαν ἔρχεται 50. ἐὰν δὲ τὸ κλαπὲν οὐκ ἔχῃ τοιοῦτον οἷον ἔκλεψεν, ἀλλὰ χεῖρον τοῦτο ποιήσῃ, ἀποπληροῖ τὸ ἐλάττωμα, καὶ δίδωσι τῷ δεσπότῃ τοῦ πράγματος ὅσον ἐκ τοῦ γενέσθαι χεῖρον τὸ πρᾶγμα ἐξέπεσε τῆς τιμῆς, ἧς ὑπῆρχε πρότερον ἄξιον. εἰ δὲ τὸ κλαπὲν πρᾶγμα τοιοῦτον ἦν, ὥστε καὶ καρποὺς ἀποδοῦναι διὰ μέσου τοῦ καιροῦ καθόσον κλαπὲν ἐκ τοῦ δεσπότου ἀφήρητο, ἢ ἄλλο τὶ κέρδος προξενῆσαι τῷ δεσπότῃ ἐν τῷ τοιούτῳ καιρῷ, ὁ κλέψας αὐτὸ καὶ τοὺς καρποὺς ἢ τὸ κέρδος τὸ γενησόμενον τῷ δεσπότῃ, ἐὰν οὐκ ἐκλάπη τὸ πρᾶγμα, ἀπαιτεῖται καὶ ἀποδίδοται.
41
pr.Ἡ κλοπὴ ἢ φανερά ἐστιν ἢ ἀφανής. καὶ φανερὰ μὲν κλοπή ἐστιν, ὅταν ὁ κλέπτης κατασχεθῇ ἤγουν κρατηθῇ ἔχων καὶ ὅπερ ἔκλεψε πρᾶγμα· ἀφανὴς δὲ κλεψία ἐστὶν, ὅταν ὁ κλέπτης κρύψας τὸ πρᾶγμα τὸ παρὰ τούτου κλαπὲν ἢ ἄλλῳ τινὶ παραδοὺς αὐτὸς μόνος κρατηθῇ καὶ ἀναγκασθεὶς ὁμολογήσῃ περὶ τοῦ πράγματος. καὶ ὁ μὲν εἰς φανερὰν κρατηθεὶς κλεψίαν ἀποδίδωσι τὸ κλαπὲν εἰς τὸ τετραπλοῦν· ὁ δὲ ἀφανῆ ποιήσας κλεψίαν τὸ κλαπὲν τριπλοῦν ἀποδίδωσιν.
42
pr.Ἑάλω τὶς κλέπτων κατὰ τὴν νύκτα, καὶ ἐποίει τὴν τοιαύτην κλεψίαν ἔξω τῆς πόλεως· οὐκ ἔλαθε τὸν δεσπότην οὗπερ ἐπεχείρει κλέπτειν τὰ πράγματα, ἀλλ᾽ ἐνόησεν ὃ παρὰ τοῦ κλέπτου ἐγένετο· ὥρμησε κατὰ τούτου· ἐδυνήθη καὶ τὸν κλέπτην ἀπέκτεινε· καλῶς ἐποίησε τοῦτο, καὶ οὐκ ἐνέχεται. ἔξεστι γὰρ φονεύειν τοὺς κατὰ τὸν καιρὸν τῆς νυκτὸς ἔξω τῆς πόλεως κλέπτοντας. ἐὰν δὲ ἐντὸς πόλεως ἡ κατὰ τὴν νύκτα κλεψία γίνηται, οὐκ ἔξεστι τὸν κλέπτην φονεύειν. ὡσαύτως οὐδὲ τὸν ἡμερινὸν κλέπτην φονεύειν ἔξεστιν, οὔτε ἐντὸς πόλεως οὔτε ἐκτός. ἡμερινὸς δὲ κλέπτης ἐστὶν ὁ κατὰ τὸν καιρὸν τῆς ἡμέρας τὴν κλεψίαν ποιούμενος. καθολικῶς δὲ ἤγουν ἐπὶ πάσης κλεψίας καὶ ἐπὶ παντὶ καιρῷ γινομένης ἔξεστι φονεύειν τὸν κλέπτην, ὅταν ἓν ποῖον ἀπὸ τῶν δύο τούτων ὧν μέλλομεν εἰπεῖν γένηται, ἤγουν ὅταν ὁ τῷ κλέπτῃ μαχόμενος οὐκ ἔχῃ δυνατὸν ἄλλως τὸν κίνδυνον ἐκφυγεῖν, εἰ μὴ τὸν κλέπτην φονεύσῃ· πολλάκις γὰρ ἢ ἐκ τῆς τοῦ κλέπτου κραταιᾶς ἀντιστάσεως ἢ ἐξ ἄλλων, οἳ τῷ κλέπτῃ συμπράττουσιν, ἐπιθέσεως ἢ ἐξ ἑτέρου τινὸς τρόπου ἀναγκάζεται ὁ τῷ κλέπτῃ μαχόμενος φονεύειν αὐτὸν, ὡς εἰ μὴ φονεύσει τοῦτον οὐ δυνάμενος τὸν κίνδυνον ἐκφυγεῖν· καὶ τότε ἔξεστι φονεύειν τὸν κλέπτην, κἂν ἡμέρα εἴη κἂν νὺξ, κἂν ἐντὸς πόλεως κἂν ἐκτός. πάλιν ὁ κλέπτης πολλάκις εἰς δεφένδευσιν καὶ ἐκδίκησιν αὐτοῦ ἐχρήσατο δόρατι, ἤγουν τῷ λεγομένῳ παρὰ τοῖς κοινοῖς κονταρίῳ, ἢ ξίφος ἄλλο προέτεινε, καὶ τότε γοῦν τῷ μαχομένῳ τῷ κλέπτῃ ἔξεστι φονεύειν αὐτὸν, ὅπου ἂν καὶ ὅτε ποιεῖν τὴν κλεψίαν ἐπιχειρῇ. πρέπει δὲ ταῦτα τοῖς τὸν κλέπτην ἀναιρεῖν μέλλουσι καὶ φωναῖς μεγάλαις καὶ περιβοήτοις κραυγεῖν πρὸς τοὺς παρευρημένους διαμαρτύρεσθαι.
43
pr.Τῆς γυναικὸς κλεψάσης ὁ ἀνὴρ κατακρίνεται. ἁμάρτημα γάρ ἐστι καὶ ἡ κλεψία. καθολικῶς δὲ τὰ ἁμαρτήματα τῇ κεφαλῇ ἕπονται.
44
pr.Ὅταν τὶ πρᾶγμα ἐν πανδοχείῳ κλαπῇ, καὶ ὅταν πάλιν ἐν καπηλείῳ κλαπῇ, ἄδειαν ἔχει ὁ τοῦ πράγματος κύριος, εἰ μὲν θέλει κατὰ τοῦ κλέψαντος τὸ πρᾶγμα κινεῖν καὶ ποιεῖν τὴν εἰς τὸ διπλάσιον στ ἀγωγὴν, εἴτε μὴν, εἰ μεῖζον εἴη τὸ πρᾶγμα τῶν εὐτελῶν, τὴν εἰς τὸ τριπλάσιον· εἰ δὲ βούλεται κατὰ τοῦ προεστῶτος τοῦ καπηλείου ἢ τοῦ πανδοχείου διεγκαλεῖν, καὶ ποιεῖν τὴν εἰς τὸ ἁπλοῦν ἀγωγήν· τουτέστιν ἢ ἀπὸ τοῦ κλέπτου ἀπαιτεῖν τὸ πρᾶγμα εἰς τὸ διπλάσιον εἴτε καὶ εἰς τὸ τριπλάσιον, ἢ ἀπὸ τοῦ ἐν τῷ καπηλείῳ προϊσταμένου ἁπλῆν αὐτὴν ἐκείνην ζητεῖν τοῦ κλαπέντος πράγματος τὴν ποσότητα. καλεῖται δὲ τὸ μὲν εἰς διπλάσιον ἀπαιτεῖν περὶ κλοπῆς ἀγωγὴ, τὸ δὲ μοναπλοῦν τὸ πρᾶγμα ζητεῖν πραιτωρίαν ἀγωγὴν ὀνομάζουσι, καὶ μᾶλλον ὅταν ὡς εἴπομεν ἀνωτέρω περί τινος καπηλείου ἢ πανδοχείου προστασίαν ἔχοντος γίνεται, πραιτώρια γὰρ τοὺς δημοσίους ἔλεγον οἴκους, καὶ ἐκ τούτων καὶ τὰ πανδοχεῖα καὶ καπηλεῖα καταχρηστικώτερον καλοῦσι πραιτώρια, καὶ τὴν κατὰ τῶν προϊσταμένων αὐτῶν ἀγωγὴν πραιτωρίαν κατονομάξουσιν. ἔθος δὲ ἐστὶν ἐπὶ ταῖς πραιτωρίαις ἀγωγαῖς ἁπλῆν τὴν ζημίαν ἀλλ᾽ οὐ διπλῆν ἀπαιτεῖν, καὶ ἐκ ταύτης ἤγουν τῆς πραιτωρίας ἀγωγῆς καὶ αἱ λοιπαὶ ἀγωγαὶ, ἐν αἷς τὴν ζημίαν ἁπλῆν ἀπαιτοῦσιν, ἀγωγαὶ πραιτώριαι ὀνομάζονται. κυρίως δὲ πραιτώριαι ἀγωγαὶ αἱ κατὰ τῶν ἀρχόντων τῶν πραιτωρίων κινούμεναι. δεῖ δὲ εἰδέναι καὶ τοῦτο· ὁ καπηλείου ἢ πανδοχείου τινὸς προϊστάμενος ἐάν τινος ἐλθόντος ἐκεῖσε ἀναδέξηται φυ λάττειν τὸ πρᾶγμα, εἶτα τὸ τοιοῦτο πρᾶγμα κλαπῇ, αὐτὸς ὡς κλέπτης ἔχει τὴν περὶ κλοπῆς τῶν ἄλλων ἀγωγὴν, καὶ αὐτὸς μὲν ἀπαιτεῖται ἱκανῶσαι τῷ δεσπότῃ τὸ πρᾶγμα, τὴν δὲ περὶ κλοπῆς ἀγωγὴν αὐτὸς κατὰ τῶν λοιπῶν τῶν εὑρισκομένων ἐν τῷ καπηλείῳ κινεῖ.
45
pr.Κλέπτουσι πολλάκις δοῦλοι πολλοὶ ἕνα δεσπότὴν καὶ κύριον αὐτὸν ἔχοντες, καὶ κλέπτουσιν ἢ μετ᾿ εἰδήσεως τοῦ δεσπότου ἢ ἀγνοοῦντος αὐτοῦ. ὅταν μὲν οὖν γινώσκῃ ὁ δεσπότης τὴν κλεψίαν, ἣν οἱ δοῦλοι τούτου ἐργάζονται, καὶ εἰδήσει τούτου καὶ προτροπῇ ποιῶσιν αὐτὴν, ἐνάγεται ὁ δεσπότης καὶ ὀνόματι οἰκείῳ καὶ ὀνόματι ἑκάστου τῶν δούλων, τουτέστιν ἀπαιτεῖται λόγον καὶ ὑπὲρ αὐτοῦτο καὶ ὑπὲρ ἑκάστου τῶν δούλων αὐτοῦ· ὅταν δὲ τὴν τῶν δούλων κλεψίαν οὐδόλως ὁ δε σπότης, γινώσκει, ἀλλ᾽ ἐκεῖνοι ποιοῦσιν αὐτὴν τοῦ δεσπότου ἀγνοοῦντος ἃ πράττουσιν, ἐπιλογὴ τῷ δεσπότῃ δίδοται, τουτἐστιν ἐκλογὴ καὶ πρόκρισις, ὃ θέλει ἐκ τῶν δύο τούτων αἱρήσασθαι καὶ προκρῖναι παρὰ τὸ ἕτερον. - τί δὲ ἐστιν ἐκεῖνα τὰ δύο; ἢ πάντας τοὺς δούλους τοὺς τὴν κλεψίαν ἐργασαμένους ἐκδοῦναι τῷ παρὰ τούτων ζημιωθέντι, ἢ δοῦναι διὰ τὴν ζημίαν τοσοῦτον ὁπόσον ἔμελλε δοῦναι, ἐὰν ἐκλεψέ τις ἐλεύθερος, ἵνα ἀπὸ τῆς τῶν κλεπτῶν ἐνοχῆς ἐλευθερωθῇ. ἐκ τούτων οὖν τῶν δύο ἔξεστι τῷ δεσπότῃ προελέσθαι ὃ βούλεται.
46
pr.Ὁ κατηγορῶν ὀφείλει ἀποτίθεσθαι τὴν γραφὴν καὶ ἐξασφαλίζεσθαι μέχρι ψήφου παραμένειν, ἤγουν μὴ ἀφίστασθαι τοῦ δικαστηρίου μέχρις ἂν ἐξενεχθῇ ἡ περὶ τῆς ὑποθέσεως τῆς περὶ τούτου κινηθείσης ἀπόφασις.
47
pr.Ὁ κατηγορούμενος ἠρτημένου ἔτι ἤγουν ἀκμὴν κρεμαμένου τοῦ κατὰ τούτου κεκινημένου ἐγκλήματος πρᾶγμα καταμηνύειν δημόσιον οὐ κωλύεται.
48
pr.Ὁ κατηγορίαν κινήσας, ἤγουν ἀρχὴν τοῦ κινεῖν αὐτὴν ποιησάμενος, εἶτα ὁμολογήσας ἐκ τῆς κατηγορίας ἀφίστασθαι καὶ εἰπὼν, ὡς ἢ μεταμεληθεὶς ἢ δι᾽ ἄλλον τρόπον τινὰ· τὴν κατηγορίαν ἀφῆκεν, οὐκέτι δύναται ταύτην κινεῖν.
49
pr.Ὁ κατηγορούμενος ἢ φυλακῇ ἐμβάλλεται ἢ στρατιώταις παραδίδοται ἢ ἐγγυηταῖς καταπιστεύεται, καὶ ἔχει ἄδειαν ὁ δικαστὴς καὶ ὁ δημόσιος ἄρχων ἓν ἐκ τῶν τριῶν τούτων ἐπὶ τῷ κατηγορουμένῳ ποιεῖν. τοῦτο δὲ ὀφείλει ποιεῖν ἀφορῶν πρὸς τὴν ποιότητα τοῦ ἐγκλήματος, καὶ τὴν ἀπορίαν ἢ εὐπορίαν τοῦ κατηγορουμένου, καὶ τὴν γνώμην τούτου καὶ τὴν τιμήν.
50
pr.Κληρικὸς ἐν οἱῳδήποτε ἐκκλησιαστικῷ βαθμῷ ὢν οὐ δύναται τὸν οἰκεῖον καταλιμπάνειν βαθμὸν καὶ κοσμικὴν τιμὴν δέχεσθαι· εἰ δὲ μὴ, καὶ τῆς κοσμικῆς καὶ τῆς ἐκκλησιαστικῆς ἐκπίπτει τιμῆς.
51
pr.Ὁ παρθένῳ κόρῃ μιγνύμενος, ἐκείνης μὲν προαιρέσει, ἀγνοούντων δὲ τῶν γονέων, τῆς πράξεως φαινομένης, εἰ μὲν θέλει λαβεῖν αὐτὴν εἰς γυναῖκα καὶ συναινοῦσι καὶ οἱ γονεῖς, γινέσθω ὁ γάμος· εἰ δὲ ἓν μέρος τῶν γονέων ἑκατέρου προσώπου οὐ θελήσει, εἰ μὲν εὔπορός ἐστιν ὁ φθορεὺς, διδότω τῇ φθαρείσῃ χρυσίου λίτραν μίαν· εἰ δὲ ἐνδεέστερος ᾖ, τὸ ἥμισυ τῆς αὐτοῦ ὑποστάσεως· εἰ δὲ πάντη ἄπορος ᾖ, τυπτόμενος καὶ κουρευόμενος ἐξοριζέσθω.
52
pr.Ὁ βιασάμενος κόρην καὶ φθείρας αὐτὴν ῥινοκοπείσθω, δοὺς αὐτῇ καὶ τὸ τρίτον τῆς αὐτοῦ ὑποστάσεως.
53
pr.Ὁ φθείρων κόρην πρὸ τῆς ἥβης ἤγουν πρὸ τοῦ ιγ΄ χρόνου ῥινοκοπείσθω, διδοὺς τῇ φθαρείσῃ καὶ τὸ ἥμισυ τῆς αὐτοῦ ὑποστάσεως.
54
pr.Ὁ κατὰ δόλον καύσας οἶκόν τινος κεφαλικῶς τιμωρεῖται.
55
pr.Ὁ σωρὸν σίτου ἢ οἰκίαν δεκτικὴν σίτου πλησιάζουσαν οἴκῳ ἑτέρῳ καύσας ἐν εἰδήσει, ἤγουν μετὰ βουλῆς σἰκείας καὶ προαιρέσεως, τυπτόμενος πυρίκαυστος γίνεται. τοῦτο δὲ γίνεται ἐὰν ἐντὸς πόλεως τολμήσῃ τὶς καῦσαι τὸν σῖτὸν καὶ τὸν σωρὸν ἢ τὴν οἰκίαν ἐν ᾗ ὁ σῖτός ἐστιν· εἰ δὲ τις ἔξω πόλεως τοῦτο ποιήσει, χειροκοπεῖται. εἰ δὲ οὐ κατὰ δόλον, ἀλλὰ κατὰ ἀμέλειαν καὶ ῥαθυμίαν συνέβη τοῦτο, εἰ μὲν ἰσχύει ὁ πταίσας, θεραπεύει τὴν γενομένην ζημίαν καὶ τὸ ζημιωθὲν ἀποδίδωσιν· εἰ δὲ μὴ, διὰ μετρίας παιδεύσεως σωφρονίζεται, πολλάκις δὲ καὶ ζημίᾳ ἀναλόγῳ καθυποβάλλεται.
56
pr.Οὐδένα τῶν ἐκκλησιαστικῶν βαθμῶν ἢ ἐπίσκοπον ἢ πρεσβύτερον ἢ διάκονον ἢ ἁπλῶς τινα τοῦ καταλόγου τοῦ ἱερατικοῦ ἄκοντα ἢ ἑκόντα κριτηρίοις κοσμικοῖς παρίστασθαι ἀνεχόμεθα. εἰ γὰρ ἄκοντά τις ἄγοι τινὰ τῶν ἱερατικῶν καὶ τῶν ἐκκλησιαστικῶν πρὸς κριτήριον κοσμικὸν, παρὰ τῆς ἡμετέρας γαληνότητος τὴν πρέπουσαν ὑποστήσεται δίκην. εἰ δὲ ἑκὼν ὁ ἱερατικὸς τῷ κοσμικῷ κριτηρίῳ παραστῇ καὶ πρῶτον τὴν ἐκεῖθεν κρίσιν τοῦ ἐκκλησιαστικοῦ ἀκροατηρίου προτιμήσαιτο, οὗτος κἂν ἐκεῖθεν νομίσῃ τὸ δίκαιον λαβεῖν, ὑπὸ τῶν ἱερῶν κανόνων καταδικάζεται· ποῦ γὰρ ἄξιος τυχεῖν, ὧν ζητεῖ, ὁ τὴν ἀρχὴν τοῦ ἀγῶνος ἀπὸ τῆς τῶν θείων θεσμῶν καταβαλλόμενος ὕβρεως;
61
pr.Δύναταί τις καταδικάζεσθαι μὴ προελθεῖν τοῦ ἰδίου οἴκου, οὐ μὴν μὴ κεχρῆσθαι τοῖς ἀναγκαίοις δαπανήμασιν.
62
pr.Παρὰ τὰ κοινὰ νόμιμα συμφωνεῖν οὐκ ἔξεστιν οὐδὲ λεγατεύειν, καὶ ἐάν τις ὀμόσῃ ἐπὶ τούτοις μὴ ἐνεγκεῖν, οὐκ ἔῤῥωται.
63
pr.Ἐπὶ τῶν ἁμαρτημάτων τοῦ τελευτήσαντος οὐκ εἰς τὴν ποινὴν, ἀλλ᾽ εἰς τὸ περιελθὸν ὁ κληρονόμος ἐνέχεται.
64
pr.Πάντων τῶν πραγμάτων τῶν ὄντων ἐν κοινωνίᾳ μετὰ ψῆφον ἢ ὅρκον ἢ συγκατάθεσιν οὐδὲν ζητεῖται, τοῦτο δὲ τοιοῦτόν ἐστιν. ἔχουσί τινες κοινωνίαν εἴς τινα πράγματα, ἀμφιβάλλουσι πρὸς ἀλλήλους τυχὸν ὑπολαμβάνοντες εἷς κατὰ τοῦ ἑτέρου ὅτι παρυπεκράτησεν ἢ παρενοσφίσατό τι, κρίνονται περὶ τούτου, ἢ δίδωσιν ὅρκον εἷς τις πρὸς τὸν ἄλλον πιστούμενος τὴν ἀλήθειαν καὶ λύων τὴν ὑποψίαν, ἢ συγκατατίθενται ἄμφω καὶ ὁμολογοῦσι πρὸς ἀλλήλους οὕτως ἔχειν τὸ ἀληθές. ὅταν οὖν ἓν ἐκ τούτων τῶν τριῶν γένηται, οὐδὲν ἔτι περὶ τῶν τῆς κοινωνίας πραγμάτων ζητεῖται. δοκοῦσι δὲ καὶ οἱ ὁμολογοῦν τες ὡς κριθέντες ὑπάρχειν καὶ περὶ ὧν πρὸ τοῦ συγκαταθέσθαι καὶ ὁμολογῆσαι τὴν ἀμφιβολίαν ἐκέκτηντο.
65
pr.. Ὁ παρὰ γνώμην τοῦ δεσπότου ψηλαφῶν κλοπὴν ἁμαρτάνει, ἤγουν ὡς κλέπτης ποιεῖ καὶ ὡς κλέπτης ἐνέχεται.
66
pr.Κομοδάτους ἐνοχὴ ἡ περὶ χρήσεώς ἐστιν.
67
pr.Τὸ κλοπιμαῖον διὰ τῆς χρήσεως οὐ δεσπόζεται.
68
pr.Ἡ περὶ κληρονομίας τῆς διακατοχῆς λεγομένης ἀγωγὴ κινεῖται παρὰ μὲν τῶν ἐκ πλαγίου ἕως ρ ' ἡμερῶν, παρὰ δὲ τῶν κατιόντων ἢ ἀνιόντων ἕως χρόνου.
69
pr.Κουράτωρ ἑρμηνεύεται μὲν φροντιστὴς ἤγουν ἐπιμελητὴς καὶ προνοητὴς, ἐστὶ δὲ μείζων, τοῦ ἐπιτρόπου, καὶ αὐτῷ τουτέστι τῷ κουράτωρι ἀποδίδωσι τοὺς λόγους ὁ ἐπίτροπος, καὶ ὑπ᾿ αὐτοῦ ἀνακρίνεται καὶ εὐθύνεται.
70
pr.Κληρονόμος ἐν διαθήκῃ τοῦ κληρονομουμένου οὐ δύναται μαρτυρεῖν, λεγατάριος δὲ καὶ ἐπίτροπος μαρτυρεῖν οὐ κωλύονται.
71
pr.Ὁ κληρονόμος τοῦ ἐν ἀγνοίᾳ ἀγοράσαντος διὰ χρονίας νομῆς δεσπόζει, πλὴν εἰ μὴ αὐτὸς παραλάβῃ εἰδὼς τὸ ἀληθές.
72
pr.Ὁ κληρονόμος τοῦ κακῇ πίστει νεμηθέντος, κἂν αὐτὸς καλῇ πίστει νεμηθῇ, οὐ δύναται διὰ τῆς χρονίας νομῆς δεσπόζειν. τὰ γὰρ ἐλαττώματα τοῦ τελευτήσαντος διαβαίνουσιν ἐπὶ τὸν κληρονόμον.
73
pr.Τὸ ἐγκαταλειφθὲν ἢ καὶ νομιζόμενον καταλειφθῆναι διὰ τῆς χρονίας νομῆς δεσπόζομεν, κἂν ἀγνοῇται ὁ καταλείψας.
74
pr.Οὔτε τὰς ἀνήβους κόρας ὑπεξουσίας ἔτι τυγχανούσας καλεῖν εἰς δικαστήριον, ἐπιτέτραπται.
75
pr.Ὁ παρὰ τὸν νόμον ποιήσας ἤγουν καλέσας ν ' νομίσματα δίδωσιν.
76
pr.Ὁ κληρονόμος καὶ πρὸ τοῦ νεμηθῆναι δύναται περὶ τῶν κληρονομιαίων πραγμάτων κινεῖν ἀγωγήν. ὁ δὲ ἀγοραστὴς οὐ δύναται κινεῖν ἀγωγὴν περὶ τῶν παρ᾽ αὐτοῦ ἀγοραζομένων πραγμάτων, πρὶν ἂν παραδοθῶσιν αὐτῷ.
77
pr.Ἐὰν κλέψωσί τινες ἀλλότριον πρᾶγμα ἢ ἄλλως πως ἀφέλωνται ἀλλότριον πρᾶγμα καὶ πωλήσωσι τοῦτο, εἶτα ὁ δεσπότης βούλεται ἀνακαλέσασθαι τὸ οἰκεῖον, οὐκ ἀναγκάζεται διδόναι τὸ ὑπὲρ αὐτοῦ καταβληθὲν τίμημα, ἀλλὰ καὶ χωρὶς τοῦ τιμήματος λαμβάνει αὐτό.
78
pr.Οἱ κανόνες οἱ ἐκκλησιαστικοὶ οἱ παρὰ τῶν ἁγίων καὶ οἰκουμενικῶν ἑπτὰ συνόδων ταχθέντες ἢ βεβαιωθέντες, ἤγουν παρ᾽ ἄλλων μὲν μερικῶν γεγονότες συνόδων παρ᾽ αὐτῶν δὲ ἐπικυρωθέντες, τάξιν νόμων ἐπέχουσιν· ἔν τισι δὲ καὶ ἐπικρατέστεροι τῶν νόμων εἰσίν.
79
pr.Ὅταν κωδίκελλος γένηται, διαλαμβάνων μὲν καὶ ἄλλα τινὰ, ἐλευθερῶν δὲ καὶ δοῦλον, εἰ καὶ ἄχρηστος ὁ κωδί κελλος ἀπελεγχθῇ, ἀλλ᾽ ὅμως εἰ μόνον τινὰ τῶν ἐν τῷ κωδικέλλῳ ἀποπληρώσει ὁ κληρονόμος, ἀναγκάζεται καὶ τὸν δοῦλον ἐλευθεροῦν, καὶ τὸ τὸν κωδίκελλον ἄχρηστον εἶναι οὐ κωλύει ἐλευθερωθῆναι τὸν δοῦλον, οὐδὲ δύναται ὁ κληρονόμος διὰ τοῦ προβάλλεσθαι τοῦτο τὸν δοῦλον τῆς ἐλευθερίας στερεῖν.
80
pr.Ὁ κλέψας ἀλλοῖα πράγματα καὶ διὰ τῶν τοιούτων κλοπιμαίων πραγμάτων νούμους ἤγουν νομίσματα καὶ ὑπέρπυρα συναγαγὼν, καὶ δοὺς τὰ τοιαῦτα ὑπέρπυρα ὑπὲρ τῆς ἑαυτοῦ ἐλευθερίας, ἐλευθεροῦται· ὁ δὲ ὑπέρπυρα κλέψας οὐ δύναται διδόναι ταῦτα καὶ ἐλευθεροῦσθαι, ἀλλὰ δοῦλος μένει καὶ τούτων ἀφαιρουμένων ἀπ᾿ αὐτοῦ.
81
pr.Κανών ἐστι σύντομος τοῦ πράγματος ἀφήγησις καὶ πολλῶν ὁμοίων ἐν ὀλίγῳ σύνδεσμος εἷς 106. ὁ γὰρ εἰπών· ὁ ἀπὸ τοῦ δημοσίου ἀγοράσας εὐθὺς ἔχει τὸ ἀσφαλὲς, πάντας τοὺς ἐκ τοῦ δημοσίου ἀγοράζοντας περιέλαβε καὶ πάντας τοὺς τοιούτους εὐθὺς ἔχειν τὸ ἀσφαλὲς παρεδήλωσεν.
82
pr.Ὁ κανὼν ἐκ νόμου, οὐ μὴν ὁ νόμος ἐκ κανόνος λαμβάνεται.
83
pr.Ὁ κοινωνὸς τοῦ κοινωνοῦ μου οὐκ ἐστί μου κοινωνός.
84
pr.Ὁ κατηγορηθεὶς ἀντικατηγορεῖν οὐ δύναται, εἰ μὴ πρότερον αὐτὸς τῆς κατηγορίας ἀπολυθῇ. καὶ ὁ τὴν πολιτείαν ἢ τὴν ἐλευθερίαν ἀπολύσας προκατάρξασθαι δίκης οὐ δύναται, τὴν δὲ προκαταρχθεῖσαν πληροῦν οὐ κωλύεται.
85
pr.Κατὰ τὴν νεαρὰν τοῦ κυροῦ λέοντος τοῦ σόφοῦ αἱ ἐκ νέου ἀνεγειρόμεναι οἰκίαι τῶν παλαιοτέρων οἰκιῶν, εἰ μὲν πολὺς εἴη τόπος, δύο βολὰς ἀπέχειν ὀφείλουσι τόξου· εἰ δὲ ὀλίγος, μίαν τόξου βολὴν, ὃ καὶ παρὰ τοῖς κοινοῖς τοξόβολον λέγεται.
86
pr.Τὰ ἐξ οἰκείας ἀμελείας συμβαίνοντα ἐπιγινώσκει ὁ κοινωνός
87
pr.Κοινωνὸς ἐπὶ κοινῇ ἐμπορίᾳ ἀποδημήσας ἢ ἴδια προσεπιφερόμενος πράγματα, ἅτινα ἐὰν ἔλιπεν ἡ ἐμπορία ἢ εἰς κοινὸν ὄφελος οὐκ ἂν ἐπεφέρετο, εἰ κινδυνεύσει ἢ πληγὰς παρά τινων λάβῃ ἢ τὰ ἴδια πράγματα ἀπολέσῃ, συμμεριστὴν ἔχει ἐπὶ πᾶσι τὸν κοινωνὸν, εἴς τε τὰ χρήματα δηλαδὴ καὶ τὰς ἐπὶ τῆς ἰατρείας δαπάνας.
88
pr.Ὁ κοινωνὸς καὶ ἀπὸ δόλου καὶ ἀπὸ ἀμελείας ἐνέχεται.
89
pr.Ἡ κοινωνία θανάτῳ λύεται, καὶ οὐ διαβαίνει εἰς κληρονόμους, εἰ μὴ μόνον πολλάκις ἐπὶ δημοσίων χρεῶν.
90
pr.Κοινωνὸς τῶν ἄλλων κοινωνῶν ἀμελούντων αὐτὸς τὸν κοινὸν οἶκον· ἀνανεώσας, ἐπιλογὴν ἔχει ἐντὸς τετραμήνου μετὰ τὴν ἀνανέωσιν ἢ τὸν οἶκον ἀπαιτεῖν ἢ τὰς δαπάνας μετὰ τῶν τόκων· μετὰ δὲ τὸ τετράμηνον δίδοται παρὰ τοῦ νόμου ἡ δεσποτεία τοῦ οἴκου τῷ τοῦτον ἀνανεώσαντι.
91
pr.Ὁ κοινωνὸς τοῦ κέρδους τόκον οὐ δίδωσιν.
92
pr.Τὰ περὶ τὴν κοινωνίαν, οὐ διὰ τὴν κοινωνίαν δαπανηθέντα κοινά.
93
pr.Ὁ κοινωνὸς ἐὰν ὁ ἕτερος κοινωνὸς δανείσηται ἀπό τινος καὶ οὐ συναγάγῃ τὰ δανεισθέντα εἰς τὸ κοινὸν, οὐκ ἐνέχεται διὰ τὴν κοινωνίαν εἰς τὴν τοῦ δανείου ἀπότισιν. φησὶ γὰρ ὁ νόμος· τῷ δικαίῳ τῆς κοινωνίας ὁ κοινωνὸς οὐκ ἐνέχεται ὑπὲρ ὧν ὁ κοινωνὸς αὐτοῦ ἐδανείσατο, εἰ μὴ εἰς τὸ κοινὸν ἦλθε τὰ χρήματα.
94
pr.Ἔξεστιν ἐκ τῶν κυβευόντων κλέπτειν, εἴτε συγκυβεύει τούτοις ὁ βουλόμενος κλέπτειν εἴτε καὶ μή. οὐδεὶς δὲ ἄκων κυβεύειν παρά τινος ἀναγκάζεται· ὁ δὲ τὸν μὴ θέλοντα κυβεύειν καταναγκάζων ἀναλόγως τιμωρεῖται,
95
pr.Κυοφορουμένου ἐπιτικτομένου, ἤγουν μετὰ τὴν τελευτὴν τοῦ πατρὸς γεννωμένου, αἱ διαθῆκαι ῥήγνυνται, οὐ μὴν οἱ κωδίκελλοι.
96
pr.Ἐάν τις μὴ γινώσκων ἐγκυμονεῖν ἤγουν ἐν γαστρὶ ἔχειν τὴν γυναῖκα αὐτοῦ πρὸς ἄλλον υἱὸν διὰ κωδικέλλου ἐλευθερίας δούλων ἀφήσει, καὶ μετὰ ταῦτα ἤγουν μετὰ θάνατον τοῦ πατρὸς τεχθῇ τουτέστι γεννηθῇ ὁ ἐγκυμονούμενος, αἱ ἐλευ θερίαι εἰς τὸν πρῶτον καὶ ἐγνωσμένον υἱὸν ἀνάγονται καὶ αὐτὸς ἀπαιτεῖται ποιεῖν αὐτὰς καὶ τὸ ὑπὲρ αὐτῶν βάρος αὐτὸς ἀναδέχεται, ὁ δὲ ἐγκυμονούμενος, ὅταν ἐγένετο ὁ κωδίκελλος, ἐλεύθερος ἐκ τούτων ἐστίν
97
pr.Οἱ κληρικοὶ, κἂν ἐμπορεύωνται, μετὰ τῶν οἰκείων ὑπεξουσίων παίδων καὶ τῶν γαμετῶν αὐτῶν εἰσιν ἀτελεῖς.
98
pr.Κυνηγοῖς ἢ τοῖς ὁμοίοις χωρὶς βασάνων οὐ πιστεύομεν. θ΄ 129. Οἱ γνησίως τινὰ κληρονομεῖν ὀφείλοντες, ἐὰν ὁ μέλλων παρὰ τούτων κληρονομεῖσθαι ἐνόρκως ἢ ἄλλως ἀσφαλισάμενος τὴν ἑαυτοῦ παραστήσῃ περιουσίαν, οὔτε ζητεῖν ἔτι περὶ ταύτης ὀφείλουσιν οὔτε κατ᾿ ἀλλήλων κινεῖν. εἰ δὲ μὴ, ὁ τοῦτο τολμῶν τῆς ἀνηκούσης αὐτῷ κληρονομίας ἐξάγεται καὶ ἀνάξιος κληρονομῆσαί τι τῶν πραγμάτων τοῦ τελευτήσαντος κρίνεται. εἰ δὲ μὴ κατὰ λόγον κληρονομίας ἀλλὰ διά τι προηγησάμενον δάνειον τὴν περιουσίαν ζητοῦσι τοῦ τελευτήσαντος, ἔξεστι μετὰ τὴν ἔνορκον ἐκείνου ἀσφάλειαν περὶ ταύτης ζητεῖν.
s1
pr.[Πᾶς] νομικὸς κανὼν σαθρός ἐστιν· εὐχερῶς γὰρ ἀνατρέπεται.
s2
pr.Περὶ κανόνων. Κανών ἐστιν σύντομος τοῦ πράγματος ἀφήγησις καὶ σύνδεσμος, ὅστις ἅμα τῷ περί τι πταῖσαι οὐ σημαίνει τὸ ὑποκείμενον. ὁ δὲ κανὼν ἐκ τῶν νόμων, οὐ μὴν ὁ νόμος ἐν τῶν κανόνων λαμβάνεται. Ζήτει ἕκαστον τῶν κανόνων εἰς τὸ ἁρμόζον στοιχεῖον.
s3
pr.Ἕτερος περὶ κωλύοντος. Οὐδὲ ἓν ἔγκλημα ὑπομένει ὁ μὴ δυνάμενος κωλῦσαι καὶ [μή] κωλύων.
s4
pr.Ἕτερος περὶ κέρδους. Δύο περὶ κέρδους ἀγωνιζομένων χείρων ἐστὶν ἡ τοῦ ἐνάγοντος αἵρεσις.
s5
pr.Ἕτερος περὶ προκατάρξεως. – Διὰ τῆς προκατάρξεως ὡς ἐπίπαν κρείττων ἡ αἵρεσις γίνεται τοῦ ἐνάγοντος. λοιπὸν γὰρ ἁρμόζει κληρονόμοις καὶ κατὰ κληρονόμων.
s6
pr.Τὰ κεφαλικὰ θάνατον δηλοῦσιν ἢ πολιτείας ἔκπτωσιν.
s7
pr.Τὸ κουνδουενεκτὶ ῥῆμα τουτέστι τὸ παραχρῆμα γ ' ἡμέρας
s8
pr.Κανὼν περὶ κληρονόμων. – Ἐπὶ τῶν ἁμαρτημάτων οὐκ εἰς τὴν ποινὴν, ἀλλ᾽ εἰς τὸ περιελθὸν ὁ κληρονόμος ἐνέχεται.
s9
pr.Ἕτερος. Τότε εἰς τὸ περιελθὸν ὁ κληρονόμος ἐνέχεται, ὅτε οὐκ ἐξ οἰκείου δόλου, ἀλλὰ τοῦ τελευτήσαντος ἐνάγεται.
s10
pr.Ἕτερος. – Ὁ κληρονόμος τὸ αὐτὸ δίκαιον ἔχει ὅπερ ὁ τελευτήσας.
s11
pr.Ἕτερος. Κληρονομία ἐστὶν εἰς ὁλόκληρον διαδοχή τοῦ δικαίου, ὅπερ ὁ διαθέμενος εἶχεν.
s12
pr.Ἕτερος. Ὅπου ἡ κληρονομία, ἐκεῖ καὶ ἡ ἐπιτροπὴ, χωρὶς γυναικός. Οὐδεὶς πλέον οὗ ἔχει τῷ ἰδίῳ παραπέμπει
s13
pr.Ἕτερος. — κληρονόμῳ.
s14
pr.Ἕτερος. Ὅτε ἀπὸ δόλου τοῦ τελευτήσαντος εἰς τὸ περιελθὸν ὁ κληρονόμος ἐνάγεται, ἀρκεῖ πρὸς ῥοπὴν περιελθεῖν Β γίνεται. Att. XXHI (). Β παραλίπῃ. Att. XXIV (). Β ἄξιος ᾖ. Deest in A. Att. XXVIII (). Cf. Syn. K, Α εἰσί. Att. XXVIII (). Att. XXVIII (). Α ἐπαγγ.
s15
pr.Νεαρὰ τοῦ κυροῦ λέοντος λς΄. Ὁρίζομεν τοὺς ἐπὶ νοῦν βαλομένους ἐν ἀροσίμοις τόποις καινῶν οἰκήσεων κατασκευὰς ποιεῖν, εἰ μὲν ἡ ἀφθονία παρέχει, δύο τόξου βολαῖς ἐκ τῶν γειτόνων ὁρίων μετρεῖσθαι τὸ διάστημα τῆς νέας κατασκευῆς· εἰ δ᾽ οὐ χαρίζεται δ᾽ ἔνδειαν ἀφθονίας τοσοῦτον μέτρον ἡ χώρα τῷ διαστήματι μετρεῖσθαι, καὶ μιᾷ τόξου βολῇ. ἐντὸς δὲ τοῦ εἰρημένου ὁρίσματος οὐδενὶ παρέχεται ἄδεια τῆς τοιαύτης τῶν οἰκήσεων νεουργίας.
s16
pr.Νεαρὰ τοῦ αὐτοῦ μγ΄. – ᾿Αγρῶν ἀλλήλοις διαφόρου δεσποτείας παρακειμένων, καὶ τοῦ μὲν ὑπερκειμένην ἔχοντος τὴν χώραν, τοῦ δὲ ὑποκειμένου ὄντος καὶ ἐν ἐπιπέδῳ ὁριζομένου, ἐὰν ὁ ὑπερκείμενος ἀγρὸς μέρει τινὶ συγκατασπασθεὶς ἢ σὺν φυτοῖς ἢ τούτων χωρὶς τὸν ὑποκείμενον τὸ ῥῆγμα δεξάμενον ἐπικαλύψῃ, μὴ ἁπλῶς ἔχειν ἄδειαν μήτε τὸν δεσπότην τοῦ ὑποβεβηκότος ἀγροῦ ὡς ἰδίας ἀντιποιεῖσθαι τῆς κατασπασθείσης ὕλης, ὅτι ἐν τοῖς αὐτοῦ ὁρίοις ἐπίκειται, μήτε μὴν τὸν τοῦ ὑπερκειμένου κύριον καὶ τὴν ῥῆξιν πεπονθότα κἀκείνων προσφιλονεικῶν τῶν ὁρίων κυριεύειν, ὡς τὸ ῥῆγμα τὸ ἔτι πεπτωκὸς ἐπιδέδεκται, ἀλλὰ τὸν μὲν τοῦ ὑποκειμένου ἀγροῦ κύριον παραχωρεῖν τῷ τοῦ ὑπερτεθειμένου ἀγροῦ κυρίῳ εἰ βούλοιτο τὴν κατασπασθεῖσαν ὕλην, εἴτε σύμφυτος εἴη εἴτε φυτῶν ἔρημος, ἀναλαβεῖν καὶ ἀνακομίζεσθαι. τὸν δὲ τῶν δύο αἱρεῖσθαι τὸ ἕτερον, ἢ τὴν ὕλην λαβόντα καθὼς ἐξ ἀρχῆς δεσπόζειν αὐτῆς κειμένης ἐν τοῖς ἰδίοις ὁρίοις, ἢ εἰ τοῦτο μὴ βούλοιτο ἀπέχεσθαι παντελῶς αὐτὸν μετὰ τῆς ὕλης καὶ τῶν δεξαμένων ταύτην ὁρίων, καὶ μὴ παρέχειν πράγματα τῷ τοῦ ὑποδεξαμένου ἀγροῦ τὰ συγκατασπασθέντα δεσπόζοντι. τὰ αὐτὰ καὶ ἐπὶ οἰκιῶν παρακειμένων ἀλλήλαις, τῆς μὲν ὑπερκειμένης τῆς δὲ ὑποκειμένης.
s17
pr.[Ἡ] μὲν περὶ κλοπῆς ἀγωγὴ κατὰ κληρονόμων οὐ παραπέμπεται· ἡ δὲ ἀγωγὴ ἡ ἀπαιτοῦσα τὸ κλαπὲν πρᾶγμα κατὰ παντὸς κληρονόμου ἁρμόζει. Ε τὴν τοῦ. ΑΕ χωρὶς καὶ αὐτοῦ. Et A in margine secunda manu ad particulam χωρὶς notat ἤγουν ἀνὰ μέρος. Denique E In A corr. manus supra ἔρχ. adscribit
s18
pr.Κανὼν κδ΄ τῆς δ ' συνόδου. Ὁ κληρικοὺς ἄλλης ἐκκλησίας δεξάμενος, εἰ μήπου δι᾽ ἅλωσιν τῆς αὐτῶν πατρίδος, ἀκοινώνητος σὺν ἐκείνοις ἔστω.
s19
pr.Κανὼνος ' τῶν ἀποστόλων. – Κοσμικὰς ἱερεὺς ἀναλαμβάνων φροντίδας καθαιρείσθω. περὶ τούτου καὶ οἱ πολιτικοὶ νόμοι φασὶν, ἄνευ μόνον ὀρφανῶν διοικήσεως.
s20
pr.Ἕτερος κανὼν τῶν αὐτῶν πγ΄. – Καὶ στρατεύων ἱερεὺς καθαιρείσθω. τὰ γὰρ καίσαρος καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ. στρατεύων εἶπεν, ἀντὶ τοῦ στρατιωτικὰ πράγματα διοικῶν.
s21
pr.Κανὼν λβ ' τῶν ἀποστόλων. Ἀφωρισμένος ἱερεὺς παρ ' ἑτέρου μὴ δεχέσθω, εἰ μὴ τύχοι ταχέως τελευτήσας ὁ ἀφορίοὐ περὶ ἄλλης ἐνορίας ἐπισκόπου φησὶν, ἀλλὰ περὶ τοῦ διασας. δεξαμένου τὴν ἀρχιερατικὴν ἀξίαν τοῦ ἀφορίσαντος μετὰ τὴν ἐκείνου τελευτήν. καὶ ζῶντος δὲ τοῦ ἀφορίσαντος συνοδικῶς ὁ ἀφορισμὸς λύεται, εἰ μὴ δικαίως φανείη γενόμενος.
s22
pr.Ὁ θ ' τοῦ πατριάρχου νικολάου. Ὁ δὲ ἄλογος. δεσμὸς ἀνίσχυρος καὶ παρὰ ἀρχιερέως λύεται.
s23
pr.Ὁ λγ ' τῶν ἀποστόλων καὶ ὁ ιγ΄ τῆς δ ' συνόδου νζ΄. Τοὺς θεοφιλεστάτους ἐπισκόπους οὐδεὶς τῶν ἀρχόντων ἀναγκάζει εἰς δικαστήριον παραγενέσθαι δοῦναι μαρτυρίαν, ἀλλ᾽ ὁ δικαστὴς πεμπέτω πρὸς αὐτούς τινας ἐκ τῶν προσώπων τῶν ὑπηρετουμένων αὐτῷ, ἵνα κατὰ τὸ πρέπον ἱερεῦσιν ἐνώπιον θεοῦ εἴπωσιν ἃ γινώσκουσιν. νή. Κεφαλική καταδίκη ἐστὶν ἡ θάνατον ἢ εὐθύνην ποινῆς ἢ πολιτείας ἔκπτωσιν ἐπάγουσα, ὅπερ ἐστὶν ὁ περιορισμός. νθ΄. Ὁ κατήγορος ἐὰν ἀποστῇ τῆς κατηγορίας ἄνευ συγχωρήσεως, ἤγουν ἐὰν ἀφήσει τὴν ἣν ἐκίνησε κατηγορίαν χωρὶς τῆς τοῦ δικαστοῦ γνώμης ἢ προτροπῆς, ἢ καὶ τῆς μετὰ τοῦ κατηγορουμένου καταλλαγῆς τε καὶ διαλύσεως, καὶ ἀπὼν ἤγουν καὶ λείπων καταδικάζεται. πολλάκις καὶ ἐπὶ πολλῶν ὑποθέσεων κατὰ τὴν τῶν νόμων διάταξιν ἔξεστι διαλύεσθαι, καὶ τοῦτο κατά τινας ὁ νόμος ἐνταῦθα προσδιορίζεται. ξ΄. Κατηγόρου ἀποστάντος ἢ ἀφέντος τὸ δικαστήριον, οὐ χρὴ τοὺς δικαστὰς πλείονας ἡμέρας αὐτῷ παρέχειν εἰ μὴ τὰς ἀναγκαίας εἰς προθεσμίαν, ἤγουν εἰς τὸν ὡρισμένον καὶ δεδομένον καιρὸν ὑποστρέψαι καὶ ἐπανελθεῖν εἰς τὸ δικαστήριον ἐπὶ τῷ τὴν κατηγορίαν ἣν ἐκίνησε συμπληρῶσαι. καὶ ἁπλῶς εἰπεῖν τόσας ἡμέρας ἀποστάντι τῷ κατηγόρῳ οἱ δικασταὶ διδόναι ὀφείλουσιν, ὁπόσαι κἂν οὐκ ἀπέστη ἤρκεσαν ἂν αὐτῷ πρὸς τὴν τῆς ὑποθέσεως κίνησιν καὶ ἐκπλήρωσιν. εἰ δὲ οἱ δικασταὶ ἢ τῷ κατηγόρῳ ἡμέρας δώσουσι πλείονας ἢ ἄλλως τὴν τῆς ὑποθέσεως τομὴν ὑπέρθωνται, ὑπόκεινται οἱ τοιοῦτοι δικασταὶ κ΄ λιτρῶν χρυσίου ζημίᾳ. καὶ ὁ ζ ' τῆς ἐν ἀντιοχείᾳ. ξένος ἱερεὺς ἄνευ συστατικοῦ μὴ προσδεχέσθω. καὶ μετὰ συστατικοῦ, ἀνακρινέσθω, καὶ εἰ ὀρθοτομεῖ, προσδεχέσθω· εἰ δ᾽ οὖν, ἀποπεμπέσθω, τὰ πρὸς χρείαν λαβών.
s24
pr.Ὁ λδ ' τῶν ἀποστόλων. – Ἱερεὺς ἢ διάκονος μηδὲν τελείτω παρὰ γνώμην τοῦ ἐπισκόπου. τελείτω εἶπεν, ἐπιτιμῶν δηλονότι ἢ ἀφορίζων ἢ λύων ἀφορισμοῦ ἢ μειῶν ἢ ἐπιτείνων.
s25
pr.Ὑποδιάκονος ἱερῶν σκευῶν μὴ ἁπτέσθω, μηδὲ ὠράριον φορείτω, μηδὲ τὰς θύρας ἐγκαταλιμπανέτω, μήτε ἄρτον διδότω μήτε ποτήριον εὐλογείτω.
s26
pr.Ὑποδιάκονος οὐ δεῖ καὶ πρὸς βραχὺ τὰς θύρας καταλιπόντα προσεύχεσθαι, ὡς ὁ κα΄ τῆς ἐν λαοδικείᾳ σονόδου φησὶ κανὼν καὶ ὁ κβ ' καὶ ὁ κε΄ καὶ ὁ μ΄.
s27
pr.Ὁ ἄτιμος οὐ δύναται δημόσιον ἔγκλημα κατηγορεῖν.
s28
pr.Τῶν ἁγίων ἀποστόλων κανὼν κβ ' εὐλ '.. κγ '. Ὁ ἑαυτὸν ἀκρωτηριάσας οὐ κληροῦται· εἰ δὲ καὶ κληρικὸς εἴη, ἀφοριζέσθω.
s29
pr.Κανὼν α΄ τῆς α΄ συνόδου. - Ανάγκῃ τὶς χειρουργηθεὶς καὶ ἄκων ἐκτμηθεὶς κληρούσθω, Κ΄. Τῶν ἀποστόλων ξα΄. Ἐλεγχθεὶς ἐπὶ πορνείᾳ ἢ μοιχείᾳ ἤ τινι τῶν ἀπηγορευμένων πιστὸς μὴ κληρούσθω.
s31
pr.Τῶν αὐτῶν κθ '. Ὁ δαιμονῶν μήτε κληρούσθω μήτε πιστοῖς συνευχέσθω· καθαρισθεὶς δὲ, εἰ ἄξιος, προσδεχθήτω.
s32
pr.Τῶν αὐτῶν πβ΄. Οἰκέτης οὐ κληροῦται παρὰ γνώμην δεσπότου.
s33
pr.Τῆς ἐν τῷ τρούλῳ λγ '. – Κληρικὸς μὴ ὁ ἐκ γένους ἀλλ᾽ ὁ ἄξιος γινέσθω.
s34
pr.Τῆς ἐν καισαρείᾳ ή '. – Λαϊκὸς, οὗ ἡ γυνὴ φανερῶς ἠλέγχθη μοιχευθεῖσα, μὴ κληρούσθω· καὶ ὁ κεκληρωμένος, εἰ κατέχει τὴν μοιχευθεῖσαν, ἐξωθείσθω τῆς ἐγχειρισθείσης αὐτῷ διακονίας.
s35
pr.Κανὼν τῆς δ΄. ί. Μηδεὶς δύο πόλεων ναοῖς κληρούσθω. εἰ δέ τις ἐξ ἄλλης εἰς ἄλλην ἐκκλησίαν μετετέθη, κατὰ μηδὲν μετεχέτω τῶν τῆς προτέρας, ἢ τοῦ ἰδίου βαθμοῦ ἐκπεσεῖται.
s36
pr.Τῆς ζ '. ιε. Μηδεὶς ἐν κωνσταντινουπόλει ἐν δυσὶν ἐκκλησίαις κληρούσθω· αἰσχροκέρδεια γάρ. ἀλλαχοῦ δὲ τοῦτο γινέσθω διὰ τὴν τῶν ἀνθρώπων ἔνδειαν.
s37
pr.Τῶν ἀποστόλων ιε΄, τῆς δ΄. ε΄, τῆς ἐν ἀντιοχείᾳ Κληρικὸς τῆς οἰκείας ἐκστὰς καὶ ἐπ᾿ ἀλλοτρίας οἰκῶν ὡς ὁ γ '. λαϊκὸς μενέτω, καὶ μάλιστα εἰ παρὰ τοῦ ἐπισκόπου καλούμενος οὐχ ὑπήκουσε.
s38
pr.Τῶν ἀποστόλων ις '. Καὶ ὁ τοῦτον ἐν γνώσει κατέχων ἐπίσκοπος ἀφοριζέσθω. Κληρικὸς ἐγγύας διδοὺς καθαι-
s39
pr.Τῶν αὐτῶν κ΄. ρείσθω.
s40
pr.Τῶν αὐτῶν κς΄. – Αναγνῶσται μόνον καὶ ψαλταὶ καὶ μετὰ τὸ κεκληρῶσθαι γαμείτωσαν.