IusCommune
IusCommune › Textos › Synopsis minor › Synopsis minor

Syn. min. 1.11

Ἀρχὴ τοῦ Λ

Abrir no leitor do IusCommune →

1

pr.Ὁ ταράσσων τὰς ἁγίας λειτουργίας καὶ τὰς λιτὰς κωλύων μὴ γίνεσθαι κεφαλικῶς τιμωρεῖται.

2

pr.Λεγάτον ἅπαν πρᾶγμά ἐστιν, ὅταν τελευτῶν τις καταλείψῃ τινὶ, οὐ κατὰ λόγον κληρονομίας ἀφεὶς τοῦτο, ἀλλ᾽ εἰς δήλωσιν ἀγάπης, καὶ ἵνα ὁ λαμβάνων αὐτὸ ἀνάμνησιν ἔχῃ τοῦ τελευτήσαντος.

3

pr.Ἐὰν δὲ τις ἀπαιτῶν λεγάτον οὔτε διαθήκην προκομίζειν ἰσχύῃ οὔτε προβάλλεσθαι μάρτυρας, ἀλλὰ βούλεται δι ὅρκου βεβαιώσαι ὃ λέγει, ὁ δικαστὴς οὐκ ἐπιτρέπει τὸ πᾶν εἰς τὸν ὅρκον οὔτε ἀπὸ μόνου τούτου δικαιοῖ τὸν ὀμόσαντα, ἀλλὰ παραχωρεῖ μὲν γενέσθαι τὸν ὅρκον, ἔπειτα δὲ ἀναψηλαφᾷ καὶ ζητεῖ, ἐὰν ὁ ὀμόσας ἀληθῶς ὤμοσε· κἂν εὕρῃ ψευδῶς τὸν τοιοῦτον ἐπομοσάμενον, καταδικάζει καὶ ἀποπέμπει αὐτὸν, εἰ δὲ καὶ ὅπερ ἐζήτει ἔλαβε, καὶ τοῦτο ἐξ αὐτοῦ ἀφαιρεῖται, καὶ ἐκ τῆς ἐπιορκίας οὐδὲν κερδαίνειν παραχωρεῖ, ἵνα μὴ δύο ἅμα παράλογα καὶ ἄτοπα γίνωνταὶ, ἐπιορκία καὶ ἀδικία. ἐπὶ τούτου γοῦν καὶ τῶν ἄλλων τῶν ὁμοίων αὐτῷ ἀναψηλαφᾶσθαι τὸν ὅρκον ὁ νόμος παρακελεύεται.

4

pr.Ὅστις ἔχει ἐξουσίαν διαθήκην ποιεῖν καὶ [οὐ] διὰ τύχην ἢ ἡλικίαν ἢ ἑτέραν αἰτίαν εἰς τοῦτο παρὰ τοῦ νόμου κωλύεται, οὗτος ἔχει ἐπ᾿ ἀδείας καὶ λεγάτα καταλιμπάνειν οἷς βούλεται.

5

pr.Γίνεται δὲ τὸ λεγάτον ἢ ἁπλῶς, ὅταν οὐκ ἔχῃ διαστολὴν, οἷον τῷ δεῖνι τόδε δοθήτω· ἢ ὑπὸ αἵρεσιν, ἤγουν μετὰ αἰτίας καὶ προσδιορισμοῦ τινος καὶ διαστολῆς, οἷον τῷ δεῖνι ἐὰν ποιήσῃ τόδε τόδε δοθήτω. καὶ λέγεται τοῦτο οὐχ ἁπλῶς λεγάτον, ἀλλ᾽ ὑπὸ αἵρεσιν. τὴν δὲ αἵρεσιν ταύτην πότε ἀναγκάζεται φυλάττειν ὁ λεγατάριος καὶ πότε οὐκ ἀναγκάζεται, ἐν τῷ περὶ κληρονομίας εἰρήκαμεν.

6

pr.. Λεγάτον ἐστὶ δωρεὰ ἐν διαθήκῃ καταλειφθεῖσα ἢ κατὰ ἄλλους κληρονομίας μείωσις.

7

pr.Ὁ λεγάτα ταῖς θυγατράσι διδοὺς οὐ δοκεῖ διὰ τῶν θυγατέρων καὶ τοὺς υἱοὺς συμπαραδηλοῦν, οὐδὲ ἐν τῷ λέγειν ἢ γράφειν τῶν θυγατέρων τὸ ὄνομα σημαίνειν καὶ τοὺς υἱούς· ἀλλὰ τουναντίον διὰ τοῦ ὀνόματος τῶν υἱῶν καὶ αἱ θυγατέρες δηλοῦνται, καὶ ὁ εἰπών· τοῖς ἐμοῖς υἱοῖς ἀφίημι τόδε, καὶ τὰς θυγατέρας κἂν οὐκ εἶπε δηλοῖ, καὶ ἁπλῶς πάντας τοὺς παῖδας οὓς ἔχει οὐ μόνον ἐπὶ λεγάτων ἀλλὰ καὶ ἐπὶ οἱουδήτινος πράγματος. τὸ γὰρ προτιμότερον ὄνομα τό· υἱὸς συμπεριλαμβάνει καὶ τὸ τῶν θυγατέρων ὡς ἔλαττον, τὸ δὲ τῶν θυγατέρων ὡς ἀτιμότερον ὂν οὐ δύναται σημαίνειν τὸ τῶν υἱῶν· οὐδὲ γὰρ ἂν τὸ κρεῖττον ὑπὸ τοῦ χείρονος περιέχοιτο, οὐδὲ τὸ ἄῤῥεν τῇ προσηγορίᾳ δηλοῖτο τοῦ θήλεος.

8

pr.Τὰ ὑπὸ αἵρεσιν λεγάτα, ἃ καὶ αἱρετικὰ παρά τινων λέγονται, τότε χρεωστοῦνται, ὅταν ὁ λεγατάριος πληρώσῃ τὴν αἵρεσιν· πρὸ δὲ τοῦ πληρωθῆναι τὴν αἵρεσιν οὔτε ζητοῦνται οὔτε δίδονται, οὔτε οἱ κατέχοντες αὐτὰ ἀπαιτοῦνται ὡς οὔπω κεχρεωστημένα γενόμενα.

9

pr.Λεγατάριος ἢ κληρονόμος ὑπὸ αἵρεσιν ὢν, ἐὰν ὁ τὸ λεγάτον ἢ τὴν κληρονομίαν καταλείψας αὐτῷ πολλὰς αἱρέσεις γράψῃ διαζευκτικῶς, οἷον τῷ δεῖνι ἐὰν ποιήσῃ τόδε ἢ τόδε ἢ τόδε δίδωμι τοῦτο, καὶ μίαν μόνην ὁποίαν ἄρα καὶ τύχῃ ποιήσας αἵρεσιν λαμβάνει τὸ λεγάτον ἢ τὴν κληρονομίαν αὐτοῦ.

10

pr.Αφῆκε τις καθ ' οἱονδήτινα τρόπον πρᾶγμά τινι. συνέβη μετὰ ταῦτα καὶ ἀπέθανεν ὁ ἀνὴρ, πρὸς ὃν ἀποδοθῆναι τὸ πρᾶγμα ἔμελλε καὶ ᾧ τὴν τελείαν δεσποτείαν ὁ τελευτήσας ἀνέθετο, ζῇ δὲ ἔτι ὁ μέλλων διακομίζειν καὶ ἀποδιδόναι αὐτό. τὸ τοιοῦτον πρᾶγμα κερδαίνει ὅστις ἔφθασε καὶ ἔλαβε τοῦτο, ἵνα φυλάξῃ καὶ μετακομίσῃ πρὸς ἕτερον, καὶ οὐ δύναται τὸ μέρος τοῦ μέλλοντος λαμβάνειν τὸ πρᾶγμα ἀνακαλεῖσθαι αὐτὸ, εἰ μὴ πολλάκις ὁ πρῶτος τοῦ πράγματος κύριος, ὅστις καὶ ἀφῆκε τοῦτο, ἄλλο τὶ ῥητῶς περὶ αὐτοῦ διατάξοιτο.

11

pr.Λιμιτάριος ἀγρός ἐστιν ὁ κρατηθεὶς ὑπὸ πολεμίων ἀνδρῶν. καλοῦνται δὲ καὶ λιμιταναῖοι ἀγροί.

12

pr.Λῃσταὶ λογίζονται καὶ ὅσοι δυνάμενοι κρατῆσαι λῃστὰς ἀπολύσουσι, λαβόντες ἐπὶ τῷ ἀπολύσαι αὐτοὺς ἢ χρήματα ἢ μέρος τῶν λῃστευθέντων ἤγουν ἀφ᾽ ὧν ληστεύσαντες ἔλαβον, καὶ τιμωροῦνται ὡς λησταί.

13

pr.Ὅταν ἁμαρτήσας τὶς λέγῃ, ὅτι οὐκ ἐποίησεν ἀφ᾽ ἑαυτοῦ, ἀλλ᾽ ἕτερος ἐνετείλατο τούτῳ ποιῆσαι τὸ πρᾶγμα ἐκεῖνο δι ὃ κρίνεται, αὐτὸς μὲν οὐκ ἀπολύεται, κατέχεται δὲ μετ᾿ αὐτοῦ καὶ ὁ ἐντειλάμενος. τοῦτο δὲ γίνεται, ὅταν ὁ πράξας τὸ πταῖσμα φρονήσεως εἴη τελείας καὶ καταστάσεως· ὅταν δὲ ἀτελοῦς ἡλικίας ὑπάρχῃ ἢ ἄλλως σῶα φρονεῖν μὴ δύνηται, ὁ ἐν τειλάμενος πᾶσαν τὴν καταδίκην ὑφίσταται. λέγεται δὲ ἐντειλάμενος ὁ προτρέψας καὶ παρακινήσας εἰς τὸ ποιῆσαι αὐτό.

14

pr.Ἔξεστι λεγατεύειν μέχρι τοῦ ὀκταουγγίου· τὸ γὰρ τετραούγγιον τῷ γεγραμμένῳ κληρονόμῳ φυλάττεται.

15

pr.Τῆς τῶν ιβ΄ ποσότητος εἶναι πάντα τὸν βίον ὁ νόμος παρακελεύεται, καὶ ἑκάστου τὴν πᾶσαν περιουσίαν εἰς ιβ΄ περιίστησιν. τὰ ιβ΄ γοῦν ποσοῦνται ἐκ τοῦ τρὶς τέσσαρα· τρὶς γὰρ τέσσαρα ιβ΄· ἐπεὶ γοῦν ἀεὶ τὸ τρίτον τῷ κληρονόμῳ φυλάττεται, τὸ δὲ δίμοιρον ἐπ᾿ ἐξουσίας τοῦ δεσπότου κεῖται ποιεῖν ἐπ᾿ αὐτῷ ὅπερ βούλεται, φησὶν ὁ νόμος, ὅτι ἔξεστι λεγατεύειν μέχρι τοῦ ὀκταουγγίου ἤγουν τὴν τοῦ διμοίρου ποσότητα. τὸ γὰρ τετραούγγιον ἤγουν τὸ τρίτον τῷ κληρονόμῳ φυλάττεται.

16

pr.Ὁ τοκετὸς τῆς λεγατευθείσης δούλης πρὸ τῆς προχωρήσεως τῷ κληρονόμῳ ἁρμόζει, καὶ λογίζεται αὐτῷ εἰς τὸ φαλκίδιον καὶ τοὺς καρποὺς αὐτοῦ.

17

pr.Οἱ λεγατάριοι λαμβάνοντες ὤφειλον ἐγγύας διδόναι περὶ τοῦ περιττῶς ὡς εἰκὸς αὐτοῖς διδομένου. εἰ καὶ τὰ μάλιστα γὰρ ὑπόκεινται ἀναλήψει, ἀλλ᾽ οὖν δέος ἐστὶ μήποτε ἀπορήσωσιν ἐλπιζομένων ἁρμόζειν τῶν αἱρετικῶν λεγάτων ἢ τῶν ἐν τῇ ὀρφανικῇ ὑποκαταστάσει.

18

pr.Ὅτε ἀμφιβάλλεται, εἰ ἔχει χώραν ὁ φαλκίδιος, δίδωσιν ὁ λεγατάριος ἐγγύας τῷ κληρονόμῳ περὶ τοῦ περιττοῦ καὶ ὅτι δόλον οὐ ποιεῖ. ἀδιάφορον δὲ, εἴτε ἐν τῇ αὐθεντικῇ εἴτε ἐν τῇ ὀρφανικῇ ἐλεγατεύθη· εἷς γὰρ ἐξ ἀμφοτέρων παρακρατεῖται φαλκίδιος. καὶ ἐὰν μὴ λάβωσι τὴν ἀσφάλειαν οἱ ἐπίτροποι, ἐνέχονται τῇ κατὰ τῶν ἐπιτρόπων ἀγωγῇ τοῖς ὑποκαταστάτοις. ἔσθ᾽ ὅτε καὶ τῷ ἀνήβῳ ἡ τοιαύτη ἐπερώτησις βεβαιοῦται, ἐὰν ζῶντος αὐτοῦ ἁρμόσῃ φαλκίδιος.

19

pr.Ὅτε τῶν λεγάτων τὰ μὲν εἰσιν αἱρέσεως χωρὶς, τὰ δὲ ὑπὸ αἵρεσιν, ὁλόκληρα δίδοται τὰ χωρὶς αἱρέσεως παρεχομένης τῆς περὶ τοῦ περιττοῦ ἀσφαλείας. ἀναγκαῖον δὲ ἐστιν αὐτὴν δίδοσθαι· καὶ γὰρ δύναται τὸ περιττὸν ἀναλαμβάνεσθαι, ὅμως συμβαίνει ἀπορῆσαι τὸν λαβόντα. ἔχει δὲ χώραν καὶ ἐπὶ τῶν θανάτου αἰτίᾳ δωρεῶν ἡ τοιαύτη ἀσφάλεια. ἐστὶν ὅτε καὶ τὸ πᾶν ἀνατρέπει· τυχὸν γὰρ μεγάλου χρέους μετὰ ταῦτα φανέντος ἢ αἱρετικῶν ἐλευθεριῶν ἁρμοσασῶν· μετὰ γὰρ ὑπεξαίρεσιν τῶν τιμῶν αὐτῶν τὰ λεγάτα δίδονται.

20

pr.Ἡ διάταξις κελεύει μὴ μόνον ἐν ταῖς ἐγκληματικαῖς δίκαις, ἀλλὰ καὶ ἐν ταῖς χρηματικαῖς ἕκαστον ἀναγκάζεσθαι μαρτυρεῖν ἅπερ ἐπίσταται μεθ᾽ ὅκρου δόσεως, ἢ ὀμνύειν ὡς οὐκ ἐπίσταται, ὑπεξῃρημένων τῶν προσώπων τῶν ἀπὸ νόμου κωλυομένων μαρτυρεῖν, καὶ τῶν ἰλλουστρίων καὶ τῶν ὑπερβεβηκότων αὐτοὺς, εἰ μήγε θεῖος γένηται τύπος. καὶ εἰ μὲν ἐνδημοῦσιν ἐν τῇ βασιλίδι πόλει, δι ' οἰκείας φωνῆς μαρτυρεῖν· εἰ δὲ ἀπολιμπάνονται, στέλλεσθαι τοὺς τῶν μερῶν ἐντολέας, ἐφ᾽ ᾧ καταθέσθαι ἅπερ ἐπίστανται, ἢ ἐπομόσασθαι ἅπερ ἀγνοοῦσι, δηλονότι καὶ ἐπὶ τῆς ἐν ὑπομνήμασι μαρτυρίας τῶν αὐτῶν προσώπων ὑπεξῃρημένων. πάσας δὲ τὰς ἐπὶ τούτων διαλαλιὰς καὶ τὰς παραγωγὰς ἀζημίους εἶναι τοῖς μάρτυσιν.

21

pr.Ὁ προάγων μάρτυρας ἔν τινι δίκῃ, ἐὰν ὕστερον ἐν ἑτέρᾳ δίκῃ κατ᾿ αὐτοῦ οἱ τοιοῦτοι μάρτυρες προφέροιντο, μὴ ἐχέτω ἐξουσίαν παραιτήσασθαι αὐτοὺς τυχὸν ὡς εὐτελεῖς ἤ τι τοιοῦτον. εἰ μέντοιγε δείκνυσιν ἐν τῷ μεταξὺ ἤ ἔχθραν γενομένην αὐτῷ δεκτὴν τοῖς νόμοις καὶ ποιοῦσαν ὑπόπτους τοὺς μάρτυρας, ἢ πολλάκις ἐλεγχθῇ φανερῶς ἐπὶ λημμάτων χρημά των ἢ ὑποσχέσει γενομένην τὴν μαρτυρίαν, ἐξέστω αὐτῷ παραιτήσασθαι τοὺς μάρτυρας. εἰ δὲ καὶ δύναται ψευδῆ τὰ παρ᾿ αὐτῶν λεγόμενα δεῖξαι, καὶ τοῦτο ποιείτῳ· τοῦτο γὰρ μόνον εἶπεν ἡ διάταξις, μὴ δύνασθαι αὐτοὺς παραιτεῖσθαι, οὐ μὴν ἵνα καὶ πάντως πιστεύωμεν τῇ τούτων φωνῇ.

22

pr.Οἱ ἐγγράφως ὁμολογήσαντες χρεωστεῖν οὐκ εὐχερῶς ἀκούονται λέγοντες, ἢ ὅλον τὸ χρέος ἢ μέρος αὐτοῦ καταβεβληκέναι ἀγράφως ἐπὶ μάρτυσιν. ἐὰν οὖν μὴ ἐ μάρτυρες ἀξιόπιστοι πάρεισιν ἐν τῇ ἀγράφῳ καταβολῇ καὶ ἐνωμότως κατάθωνται, ὡς παρόντων αὐτῶν κατεβλήθη τὸ χρέος ἢ κατάθεσις καταβολῆς παρὰ τοῦ δανειστοῦ γέγονεν, οὐκ ἄλλος τίς ἐστιν εὐπρόσδεκτος καταβολὴν ἄγραφον γεγονέναι λέγων. εἰδότες οὖν ἅπαντες τοῦ λόγου τὴν δύναμιν μὴ ἄλλως τὸ πᾶν χρέος καταβαλλέτωσαν ἢ μέρος αὐτοῦ, εἰ μὴ ἔγγραφος αὐτοῖς ἀπόδειξις γένηται, ἢ ἐ μάρτυρες ἀξιόπιστοι μὴ εὐτελεῖς πάρεισι τῇ και ταβολῇ ἢ τῇ καταθέσει. ἢ εἰ γέγονε μὲν ἀπόδειξις ἔγγραφος, κατὰ δὲ τυχηρὰν περίστασιν ἢ ἐμπρησμὸν τυχὸν ἢ ναυάγιον ἢ ἄλλως πως ἀπώλετο.

23

pr.Τὰ ἐν τῇ ἀτελεῖ διαθήκῃ καταλειφθέντα λεγάτα τότε ὀφείλουσιν ἐκπληροῦσθαι, ὅτε ἐξ ἀδιαθέτου τὰ ἐν τῇ διαθήκῃ παρά τινων γένωνται. ἐστὶ δὲ τοῦτο τοιοῦτον· ἀτελής διαθήκη οὐ στέργεται· οἱ ἐξ ἀδιαθέτου δὲ κληρονόμοι καὶ ἀπὸ τῆς ἀτελοῦς διαθήκης κληρονομοῦσιν, οὐ διὰ τὴν διαθήκην, ἀλλὰ διὰ τὸ φυσικῶς πρὸς αὐτοὺς δίκαιον· ὅταν οὖν οἱ ἐξ ἀδιαθέτου κληρονομοῦντες τὰ ἐν τῇ ἀτελεῖ διαθήκη παραφυλάξωσι, καὶ τὰ λεγάτα ἀποδιδόναι καταναγκάζονται· ἐπεὶ γὰρ εἰς τἄλλα τὴν διαθήκην οὐκ ἀθετοῦσιν, οὐ δύνανται οὐδ᾽ ἐν τοῖς λεγάτοις αὐτὴν ἀθετεῖν

24

pr.Τὸ λεγατευθὲν χρυσίον ὡς ἂν δ᾽ αὐτοῦ ἀγορασθῇ δοῦλός τις ἑτέρου δεσπότου ὢν καὶ ἐλευθερωθῇ, πωλουμένου μὲν τοῦ δούλου ἀνάγκη ἐστὶ δίδοσθαι τὸ χρυσίον καὶ ἀγοράζε σθαι καὶ ἐλευθεροῦσθαι αὐτόν· μὴ πωλουμένου δὲ, κληρονομεῖ αὐτὸς ὁ ὡς λεγάτον τοῦτον λαβών.

25

pr.Ἐὰν ἐν λεγάτοις οἱ μὲν συνεζευγμένοι ὦσιν, οἱ δὲ διεζευγμένοι, οἱ συνεζευγμένοι ἓν ἐπέχουσι πρόσωπον, κἂν ὅσοι ἄρα καὶ εἶεν.

26

pr.Ἔγραψέ τις διαθήκην καὶ ἀφῆκεν ἐν ταύτῃ τινὶ λεγάτον ἀγρὸν, δηλώσας κατ᾿ ὄνομα τὸν ἀγρὸν καὶ εἰπὼν ἐγγράφως· τὸν δεῖνά μου ἀγρὸν ἢ τυχὸν οἶκον ἢ ἀμπέλιον· ἔπειτα μετὰ τὸ γενέσθαι τὴν διαθήκην προσέθηκεν ὁ διαθέμενος καὶ ἄλλο τὶ τῷ λεγατευθέντι ἀγρῷ, ἢ ἀφείλετό τι ἐξ αὐτοῦ· καὶ ἡ αὔξησις καὶ ἡ μείωσις τὸν λεγατάριον ὁρᾷ.

27

pr.Ἐὰν πολλοὺς ἔχων πέτρους λεγατεύσω σοι, καὶ μὴ δηλώσω ποῖον, εἰς τὸν κληρονόμον μού ἐστιν ἐκλέξασθαι οἷον θέλει ἀπὸ τῶν πέτρων καὶ δοῦναί σοι, καὶ οὐ δύνασαι σὺ αἰτεῖν ἕτερον, ἀλλ᾽ ἀναγκάζῃ λαβεῖν τὸν παρὰ τοῦ κληρονόμου διδόμενον.

28

pr.Ἐν διαφόροις διαθήκαις τοῦ αὐτοῦ πράγματος λεγατευθέντος τινὶ δύναται ὁ λεγατάριος ἀπὸ μὲν τῆς μιᾶς διαθήκης τὸ πρᾶγμα λαβεῖν, ἀπὸ δὲ τῆς ἑτέρας τὸ αὐτοῦ τίμημα. δὶς δὲ ἢ τρὶς καὶ τὸ πρᾶγμα καὶ τὸ τίμημα λαμβάνειν οὐ δύναται.

29

pr.Δούλου ἁπλῶς λεγατευθέντος οὔτε ὁ κάλλιστος οὔτε ὁ χείριστος δίδοται, ἀλλ᾽ ὁ μέσος.

30

pr.Τὸν λεγατευθέντα δοῦλον μὴ παραδοθέντα τῷ λεγαταρίῳ, ἀλλὰ φυγόντα ἢ ἄλλως μακρὰν ἀποδημήσαντα, ὁ κληφονόμος ἰδίοις δαπανήμασιν ἀναζητεῖν αὐτὸν ἀναγκάζεται, καὶ ἄγειν καὶ κομίζειν καὶ διδόναι τῷ λεγαταρίῳ.

31

pr.Καρποὺς, ζῶα, ὑπηρεσίας, συνεισφορὰς παντοίας τοῖς λεγαταρίοις ἀποδίδωσιν ὁ κληρονόμος, οὐχ οἷους οὐδὲ ὅσους αὐτὸς ἔλαβεν, ἀλλ᾽ οἵους καὶ ὅσους δυνατὸν εἶχον λαβεῖν οἱ λεγατάριοι παρὰ τοῦ κληρονόμου ἐπὶ τῇ ἀπολήψει αὐτῶν μὴ ἐμποδιζόμενοι· εἰ δὲ ἐξ αἰτίας ἑαυτῶν οὐκ ἔλαβον ταῦτα οἱ λεγατάριοι, ὁ κληρονόμος ἐπ᾿ αὐτοῖς οὐδ᾽ ὅλως ἐνέχεται.

32

pr.Ἡ διαφορὰ πᾶσα τοῦ ὑποκειμένου κεφαλαίου ἀπὸ τοῦ ὅλου καὶ τοῦ μέρους ἐστὶ, καὶ ἔοικεν ὁ νομοθέτης τὸν κατὰ μέρος ἀνανεούμενον οἶκον τὸν παλαιὸν εἶναι βούλεσθαι καὶ σώζεσθαι τὸ ἐπὶ τούτῳ ταχθέν τ.

33

pr.Ἐλεγατεύθη οἶκός τινι, μετὰ ταῦτα κατεβλήθη ὁ οἶκος ὅλος ὁμοῦ, καὶ ἐγένετο ἕτερος ἢ παρὰ τοῦ λεγατεύσαντος τὸν οἶκον τυχὸν ἐπιζήσαντος ἢ παρὰ τοῦ κληρονόμου αὐτοῦ· ἔσβεσται τὸ λεγάτον καὶ οὐκέτι ἔῤῥωται. εἰ δὲ κατὰ μικρὸν καὶ κατὰ μέρος ὁ οἶκος ἀνανεωθῇ, σώζεται τὸ λεγάτον, κἂν οὐδὲν τῆς προτέρας ὕλης ἀπολειφθῇ.

34

pr.᾿Ανθρώπου μὲν εἰς λεγάτον καταλειφθέντος, ἔξεστι τῷ κληρονόμῳ εἰ βούλεται διδόναι τῷ λεγαταρίῳ τὴν τοῦ ἀνθρώπου τιμὴν καὶ ἔχειν αὐτόν· ἄλλου δὲ σκεύους καὶ εἴδους καταλειφθέντος οὐκ ἔξεστιν, ἀλλ᾽ ἀναγκάζεται αὐτὸ τὸ καταλειφθὲν τῷ λεγαταρίῳ διδόναι.

35

pr.Τοῦ λεγατευθέντος δούλου φυγόντος ἔτι ζῶντος τοῦ διαθεμένου, ὁ λεγατάφιος, ᾧτινι ὁ φυγὼν δοῦλος ἀφείθη λεγάτον, ἀλλ᾽ οὐχ ὁ κληρονόμος ἀναζητεῖν αὐτὸν ἀναγκάζεται.

36

pr.Κληρονόμος κλέπτην δοῦλον τῷ λεγαταρίῳ ἐν εἰδήσει ἤγουν μετὰ γνώσεως, τουτέστι γινώσκων αὐτὸν κλέπτην εἶναι, διδοὺς τὴν παρὰ τοῦ κλέπτου δούλου γενομένην ζημίαν ἀποκαθιστᾶν ἤγουν ἀναπληροῦν ἀναγκάζεται. πολλάκις δὲ τὸν μὲν κλέπτην δοῦλον ἀντὶ τῆς ζημίας κατέχει λεγατάριος, ἕτερον δὲ πάλιν δοῦλον ἀντὶ τοῦ καταλειφθέντος αὐτοῦ ἀπὸ τοῦ κληρονόμου λαβεῖν ἀπαιτεῖ.

37

pr.Πράγματα ὑποκείμενα, ἤγουν ἐπὶ χρέει τεθειμένα παρὰ δανεισταῖς ὡς ἐνέχυρα, λεγατευθέντα τισὶν ὁ κληρορόμος ἀναῤῥύεται τὸ χρέος ἀποδιδοὺς, καὶ τοῖς λεγαταρίοις αὐτὰ ἀποδίδωσιν. εἰ δὲ πολλάκις διὰ τὸ χρέος καὶ πωληθῶσι παρὰ τοῦ δανειστοῦ, ἀγοράζει καὶ ἀποδίδωσιν.

38

pr.Ἐν ἐπιστολῇ καὶ ἐν οἱῳδήποτε λιβέλλῳ καὶ ἀγράφως καὶ νεύματι λεγάτον καταλιμπάνεται.

39

pr.Τὰ τῷ δούλῳ λεγατευθέντα τῷ δεσπότῃ ἀνήκει καὶ αὐτῷ προσπορίζεται.

40

pr.Δούλῳ δὲ ἀπὸ ἰδίου δεσπότου οὐκ ἀφίεται λεγάτον εἰ μὴ αὐτῷ ἐλευθερία ἐπιχορηγηθῇ. κἂν ἀφεθῇ, οὐ δίδοται, εἰ μὴ πολλάκις ὕστερον ἐλευθερωθῇ.

41

pr.Ἐγράφη πρός τινα ἐπιστολὴ δηλοῦσα, ὅτι κατελείφθη αὐτῷ λεγάτον τόδε τί· ἀνοίγεται μετὰ θάνατον τοῦ διαθεμένου ἡ τοιαύτη ἐπιστολή· εὑρίσκεται τὸ ἐν ταύτῃ δηλούμενον· ἔῤῥωται τὸ λεγάτον, κἂν μὴ πρὸς τὸν κληρονόμον, ἀλλὰ πρὸς αὐτὸν τὸν τὸ λεγάτον λαμβάνειν μέλλοντα γέγραπται.

42

pr.Τελευτήσαντος τοῦ λεγατευθέντος βοὸς οὐ δίδοται τῷ λεγαταρίῳ οὔτε τὸ κρέας οὔτε ἡ βύρσα ἤγουν τὸ δέρμα· τελευτήσας γὰρ οὐκέτι ἐστὶ βοῦς· ἔτι δὲ ζῶντα καὶ τελευτῶντα τὸν βοῦν δύναται ἀπαιτεῖν καὶ λαμβάνειν ὁ λεγατάριος.

43

pr.Τεθρίππου λεγατευθέντος, καὶ τοῦ ἑνὸς ἵππου τελευτήσαντος, οὐ δίδοται τὸ λοιπόν: οὐκέτι γάρ ἐστι τέθριππον. δηλοῖ δὲ τέθριππον τὸ ἅρμα τὸ ἐκ δ ' ἵππων συγκείμε νον. εἰ δὲ ζῶν ὁ διαθέμενος ἀναπληρώσει τὸ τέθριππον, δίδοται τῷ λεγαταρίῳ· τέθριππον γάρ ἐστιν.

44

pr.Ἐὰν βιβλία λεγατευθῶσιν ρ ' ἢ πλείονα ἢ ἐλάττονα, οὐχὶ βιβλία τόσα ἀλλὰ τεύχη τουτέστι κομμάτια ἀριθμοῦνται εἰς τὴν ἀπόδοσιν, ὥστε μὴ δύνασθαι τὸν τὰ λεγάτα ἀποδιδόντα ἐν ἑνὶ τεύχει πολλὰ τυχὸν βιβλία ἐντὸς περιέχοντι τὸν ἀριθμὸν τῶν βιβλίων λογίζεσθαι, ἀλλ᾽ ἓν τεῦχος ἡγεῖσθαι αὐτὰ, καὶ τὰ καταλειφθέντα τεύχη ἀποδιδόναι ἀλλ᾽ οὐ βιβλία.

45

pr.Εἶχέ τις ἀγροὺς δύο καὶ βόας ἐν τῷ ἑνὶ μὲν ἀγρῷ μένοντας, ἐν τῷ λοιπῷ δὲ ἐργαζομένους. τελευτῶν ὁ κύριος τῶν ἀγρῶν ἀφῆκε λεγάτα τοὺς τοιούτους ἀγροὺς, τινὶ μὲν τὸν ἕνα, ἄλλῳ δὲ τὸν ἕτερον· τοὺς δὲ βόας οὐκ ἀφῆκέ τινι. λαμβάνει καὶ τούτους ὁ καὶ τὸν ἀγρὸν λαβὼν ἐν ᾧ εἰργάζοντο, ἐπεὶ καὶ εἰς τοῦτον, ἀλλ᾽ οὐκ εἰς ἐκεῖνον συμβάλλονται. οὐ γὰρ ἕπονται κατὰ νόμον τῷ ἀγρῷ, ἐν ᾧ ἔμενον, ἀλλὰ τῷ ἑτέρῳ, ἐν ᾧ ἔκαμνον.

46

pr.᾿Αγροῦ λεγατευθέντος μετὰ τοῦ οἰκείου ἐξοπλισμοῦ, εἶτα τοῦ ἀγροῦ ἐκποιηθέντος ἤγουν διαπραθέντος καὶ πωληθέντος, οὐδὲ τὸν ἐξοπλισμὸν δύναται ὁ λεγατάριος ἀπαιτεῖν. ὡσαύτως καὶ δούλου μετὰ τοῦ οἰκείου πεκουλίου λεγατευθέντος, εἶτα ἐλευθερωθέντος ἢ ἐκποιηθέντος ἤγουν πωληθέντος ἢ ἀποθανόντος τοῦ δούλου, οὐδὲ τὸ πεκούλιον αὐτοῦ λαμβάνει ὁ λεγατάριος. καθολικῶς γὰρ ὁ νόμος φησίν· αἱ προσθῆκαι συναναιροῦνται τοῖς πρωτοτύποις.

47

pr.Τῷ λεγάτῳ τοῦ οἴκου ἡ οἰκοσκευὴ οὐχ ἕπεται, οὐδὲ λαμβάνει ᾧ ἂν ὁ οἶκος εἰς λεγάτον καταλειφθῇ καὶ τὰ ἐν τῷ οἴκῳ εὑρισκόμενα, εἰ μὴ τοῦτο ῥητῶς δηλωθῇ. ὡσαύτως οὐδὲ τῷ λεγάτῳ τοῦ ἀγροῦ ὁ τοῦ ἀγροῦ ἐξοπλισμὸς ἕπεται.

48

pr.Ταῖς ἐν τοῖς λεγάτοις καταλιμπανομέναις διατροφαῖς καὶ ἡ τροφὴ καὶ ἡ ἐσθὴς καὶ ἡ οἴκησις περιέχεται.

49

pr.Ἥβη ἐπὶ τῶν ἐν λεγάτοις καταλιμπανομένων διατροφῶν ἕως τοῦ ιη΄ χρόνου ἐπὶ τῶν ἀῤῥένων ὁρίζεται, καὶ ἕως τοῦ ιδ ἐπὶ τῶν θηλειῶν· καὶ ἐὰν ὁ διαθέμενος εἴπῃ τρέφεσθαι τὸν ἄνηβον, ἕως ἔφηβος γένηται, ἕως ιη΄ χρόνων τὸν ἄνδρα καὶ ἕως ιδ΄ τὴν γυναῖκα, τουτέστιν ἕως ὁ ἀνὴρ ιη΄ χρόνων γένηται καὶ ἡ γυνὴ ιδ, τρέφεσθαι αὐτοὺς πρέπει ἐκ τῶν πραγμάτων τοῦ διαθεμένου. καὶ ὅρα πῶς ἐνταῦθα διὰ φιλανθρωπίαν ἐπὶ πλέον τὸν χρόνον τῶν ἐφήβων ὁ νόμος ὥρισεν, ἵνα ὡς ἄνηβοι ἔτι ὄντες οἱ ὀφείλοντες διατρέφεσθαι εἰς περισσότερον καιρὸν ἐπαπολαύωσι τῶν διατροφῶν. εἰ δὲ ἀπροσδιορίστως εἴπῃ ὁ διαθέμενος, διατρέφεσθαι ἐκ τῶν αὐτοῦ πραγμάτων τινὰς, καὶ οὐ δηλώσει ἕως πόσου καιροῦ, δεῖ τοὺς τοιούτους ἕως οὗ ζῶσιν ἀπολαμβάνειν ἐκ τῶν τοῦ διατιθεμένου πραγμάτων τὰς διατροφάς.

50

pr.Οὔτε χρυσοῦ λεγατευομένου τὰ κεχρυσωμένα μόνον, οὔτε ἀργύρου τὰ ἠργυρωμένα μόνον ἐμπεριέχεται. εἰ δέ τι εἴη ὁλόχρυσον ἢ ὁλοάργυρον, πρὸς τὸν σκοπὸν τοῦ διαθεμένου κρίνεται.

51

pr.Τῶν πρὸς χρῆσιν λεγατευομένων τὰ ἐν συνεχεῖ χρήσει δηλοῦται, ἀλλ᾽ οὐ τὰ ἅπαξ καὶ σπανίως εἰς χρῆσιν ἐρχόμενα, καὶ τὰ ἅπερ αὐτὸς ὁ διατιθέμενος εἰς χρῆσιν ἔχει, οὐ τὰ ἄλλοις παρ᾿ αὐτοῦ εἰς χρῆσιν διδόμενα.

52

pr.Ἐὰν ἐν διαθήκῃ ἐκ πολλῶν δούλων εἷς ἐλευθερωθῇ, καὶ μὴ δηλωθῇ τὸ ποῖος, οὐδεὶς ἐλευθεροῦται.

53

pr.Ἐὰν τὸ λεγατευθέν τινι ἄλλῳ μετὰ ταῦτα ὁ διαθέμενος δωρήσηται τοῦτο, σβέννυται τὸ λεγάτον.

54

pr.Ἡ πλαστὴ ἀπαρίθμησις οὐδέποτε βλάπτει τὰ λεγάτα. ὅθεν καὶ εἴ τις λεγατεύων εἴπῃ· δίδωμι τῷ δεῖνι τοσάδε νομίσματα ἃ χρεωστῶ αὐτῷ, κἂν μὴ χρεωστῇ, ἀλλὰ ψευδῶς εἶπεν, ἔῤῥωται τὸ λεγάτον το.

55

pr.Ὁσάκις ἀμφιβάλλεται φράσις ἐν ἀγωγαῖς ἢ παραγραφαῖς, τὴν πρὸς σύστασιν τοῦ ὑποκειμένου δέχεσθαι χρὴ, οὐ τὴν πρὸς ἀναίρεσιν.

56

pr.Ἐάν τις ἔχῃ ἀμπελῶνα καὶ λεγατεύσῃ τινὶ τὸν ἐξ αὐτοῦ γενησόμενον οἶνον, τοσόνδε προσθεὶς ῥητὸν καὶ τὸ τοῦ οἴνου ποσὸν, ἔπειτα δὲ ὁ ἀμπελῶν οὐ ποιήσῃ τόσον οἶνον, ὅσον ὁ διαθέμενος εἴπῃ, ἀλλ᾽ ὀλιγότερον, ὁ λεγατάριος οὐκ ἔχει ἄδειαν ἐξ ὁλοκλήρου ζητεῖν τὴν λεγατευθεῖσαν αὐτῷ τοῦ οἴνου ποσότητα, ἀλλ᾽ ἀναγκάζεται ἀρκεσθῆναι εἰς ὅσον ὁ ἀμπελὼν, ἐξ οὗ ἐτάχθη τὸν οἶνον λαβεῖν, κατὰ τὸν χρόνον ἐκεῖνον ἐκαρποφόρησεν.

57

pr.Εἶχε τις δοῦλον, ὃν οὐκ ἠδύνατο ἐλευθερῶσαι, ἀλλ᾽ ἐξ ἀνάγκης ἁπάσης ἦν πρὸς τὸν οἰκεῖον κληρονόμον παραπέμψαι τὴν δουλείαν αὐτοῦ· ἔπειτα διατιθέμενος ἀφῆκεν αὐτὸν ἑτέρῳ, οὐ τῷ κληρονόμῳ, προσθεὶς ἵνα ἐλευθερώσῃ τὸν δοῦλον ὁ τοῦτον λαβών· ὁ νόμος ὁρίζει, ἵνα ὁ τὸν δοῦλον λαβὼν εἰς λεγάτον μὴ καταναγκάζεται ἐλευθερῶσαι αὐτὸν, ἀλλὰ λαμβάνῃ μὲν αὐτὸν ὡς λεγάτον, ἔχῃ δὲ καὶ χρῆται αὐτῷ ὡς βούλεται. καὶ τὸ μὲν, τουτέστι τὸ λαμβάνειν τὸν δοῦλον τὸν λεγατάριον, γίνεται, ἵνα μὴ πάντη ἡ τοῦ διαθεμένου βούλησις καὶ διάταξις ἄκυρος παροραθείη καὶ ἄπρακτος· τὸ δὲ, ἤγουν τὸ μὴ ἐλευθερωθῆναι τὸν δοῦλον, ἐπάγεται, ἵνα μὴ τὸ κατὰ πανουργίαν πεπραγμένον ἰσχύσῃ περιγενέσθαι τῆς ἀδολιεύτου ἁπλότητος, μηδὲ ὁ διαθέμενος δυνηθῇ τῷ οἰκείῳ δούλῳ ἀλλοτρίῳ ὄντι διὰ τῆς ἐλευθερίας πλέον χαρίσασθαι ἢ τῷ κληρονόμῳ, ᾧ φυσικῶς ὤφειλε μᾶλλον προστίθεσθαι.

58

pr.Εἶχε τις ἀγρὸν, καὶ παρ᾽ αὐτοῦ τούτου τοῦ ἔχοντος τὸν ἀγρὸν ἠξιώθη ἄλλος ἤγουν ἄξιος ἐκρίθη ὡς λεγατάριος λαβεῖν τὸν ἀγρὸν ὅλον, πλὴν οὕτως, ἐὰν δώσει διὰ τὴν τοῦ ἀγροῦ κτῆσιν νομίσματα ί. ὁ δὲ μὴ δυνάμενος τὰ ἱ ἀποδοῦναι νομίσματα, ζητεῖ δοῦναι τὰ ἑ καὶ λαβεῖν τὸ ἥμισυ τοῦ ἀγροῦ. ὁ νόμος ὁρίζει, μὴ εἰσακούεσθαι τούτου τὴν ζήτησιν, ἀλλὰ καθ᾽ ὁλοκληρίαν τοῦ ἀγροῦ στερεῖσθαι αὐτόν.

59

pr.Αφείθη λεγάτον, ἵνα δοθῇ τινι, ὅταν τοσῶνδε χρόνων γένηται· ἐγένετο εἰς τὴν τοιαύτην ἡλικίαν, καὶ τὸ λεγάτον οὐκ ἀπήτησεν οὐδὲ ἔλαβεν, ἢ ἀπήτησε μὲν, λαβεῖν δὲ οὐκ ἔφθασε, καὶ ἐτελεύτησε μὴ λαβών· ὁ νόμος ὁρίζει, ἵνα λογίζηται τὸ λεγάτον τοῦ ταχθέντος αὐτὸ λαβεῖν καὶ παραπέμπηται ἀνεμποδίστως πρὸς τοὺς κληρονόμους καὶ διαδόχους αὐτοῦ.

60

pr.Λεγάτα χωρὶς χρόνου καταλειφθέντα αὐτίκα ὀφείλουσιν ἀποδίδοσθαι.

61

pr.Ὁ κληρονόμος ἀπαιτεῖται πρὸς τοὺς λεγαταρίους διδόναι περὶ τῶν λεγάτων ἀσφάλειαν.

62

pr.Ὁ λεγατάριος ἅπαξ ἐγγυητὰς δεξάμενος περὶ τῆς τῶν λεγατευθέντων αὐτῷ ἀποδόσεως οὐ δύναται αὐτοὺς παραιτεῖσθαι καὶ ζητεῖν ἄλλους.

63

pr.Μετὰ τὸ τοὺς λεγαταρίους εἰς κρίσιν ἀναδραμεῖν ἐὰν ἓξ παρέλθωσι μῆνες συναπτῶς ἤγουν ἡνωμένως ἐξ ἐκείνου τοῦ καιροῦ ἀριθμούμενοι, καὶ οὐ δώσει ὁ κληρονόμος περὶ τῶν λεγάτων ἀσφάλειαν εἰς αὐτοὺς, οἱ λεγατάριοι καρποῦνται τὰ τοῦ κληρονόμου πράγματα καὶ νέμονται ταῦτα, ἕως οὗ τὰ λεγάτα πρὸς τούτους ἀποδοθῇ. τοῦτο γίνεται καὶ ἐπὶ παντὸς, ὅστις χρεωστεῖ ἵνα τὶ πρᾶγμα ἀποκαταστήσῃ καὶ ἀποδώσει πρὸς ἄλλους.· δύνανται γὰρ ἐκεῖνοι, οἷς ἀνήκει τὰ πράγματα, ἐὰν οὐ διδῷται πρὸς αὐτοὺς παρὰ τῶν κατεχόντων τὰ ἀνήκοντα τούτοις ἀσφάλεια, παρελθόντων μηνῶν ἓξ τὰ πράγματα ἐκείνων ἀντὶ τῶν ἰδίων τουτέστι τῶν ἀνηκόντων αὐτοῖς καρποῦσθαι καὶ νέμεσθαι. τοῦτο δὲ τοιοῦτον ἐστίν· οὐ μόνον ὁ κληρονόμος ὀφείλει τοῖς λεγαταρίοις ἀποκαθιστᾶν τὰ λεγάτα, ἀλλὰ καὶ ἄλλοι τινὲς, οἳ το κατέχουσι πράγματα ἀνήκοντα ἑτέροις καὶ ὀφείλοντα ἀποκαταστῆναι αὐτοῖς. ἀπαιτεῖται γοῦν καὶ ὁ κληρονόμος καὶ οἱ ἄλλοι οἱ κατέχοντες πράγματα ἀνήκοντα ἄλλοις διδόναι πρὸς τοὺς κυρίως δεσπότας τῶν πραγμάτων ἀσφάλειαν, ὡς ἀποδώσουσιν αὐτοῖς ταῦτα κατὰ τὸν καιρὸν τὸν προσήκοντα. καὶ εἰ μὲν δώσουσιν ἀσφάλειαν, θαῤῥοῦσιν οἱ κύριοι τῶν πραγμάτων ἐπὶ τῇ ἀσφαλείᾳ τούτων καὶ ἡσυχάζουσιν· εἰ δὲ οὐκ ἐξασφαλίσονται, παρελθόντων μηνῶν ἓξ λαμβάνουσιν οἱ δεσπόται τῶν πραγμάτων τὰ προσόντα τούτοις καὶ νέμονται, ἕως οὗ τὰ ἴδια ἀποδοθῶσιν αὐτοῖς. τοῦτο δὲ γίνεται, κἂν μέγα κἂν μικρὸν εἴη τὸ λεγατευθέν.

64

pr.Ὁ κατὰ τῆς διαθήκης κινῶν καὶ τῶν λεγάτων ἐκπίπτει καὶ πάντων τῶν ἀπὸ γνώμης τοῦ τελευτήσαντος, εἰ μὴ τοιοῦτος πολλάκις εἴη, ὁποῖος καὶ ἐξ ἀδιαθέτου κληρονομεῖν αὐτὸν δύναται.

65

pr.Ἐπαφῆκέ τις εἰς λεγάτον τινὶ ναῦν, εἶτα ταύτην κατὰ μέρος καὶ μέρος καινίζων ἀνενεώσατο πᾶσαν, μόνην τὴν τρόπιν καταλείψας τὴν παλαιάν. ἡ τοιαύτη ναῦς κατὰ τὴν τῶν νόμων διάταξιν ἤγουν ἡ ἀνακαινισθεῖσα ἐκείνῳ δίδοσθαι εἰς λεγάτον ἐξ ἀνάγκης ὀφείλει, ᾧτινι κατελείφθη λεγάτον οὖσα παλαιά.

66

pr.Τῶν λειτουργιῶν, ἤγουν τῶν δημοσιακῶν ὑπηρεσιῶν τε καὶ δουλειῶν, αἱ μὲν εἰς πρόσωπα τίθενται καὶ καλοῦνται προσωπικαὶ, ὡς ὅταν τὶς δ᾽ ἑαυτὸν ἀγγαρείαν ἢ ἑτέραν τινὰ δουλείαν τῷ δημοσίῳ ἀποδιδῷ· αἱ δὲ εἰς κτήσεις τινὰς καὶ οὐσίας καὶ καλοῦνται οὐσιακαί. εἰσὶ δὲ αὗται μὲν, αἱ οὐσιάκαὶ δηλονότι, καὶ μονιμότεραι· αἱ δὲ προσωπικαὶ εὐχερέστερον ἐναλλάττονται. τῇ γὰρ τοῦ προσώπου μεταδόσει ἢ τελείᾳ λήψει καὶ αὐταὶ συναπόλλυνται.

67

pr.Οὐ δυνατὸν ἀπαργυρίζεσθαι λειτουργίαν, τουτἐστιν ἀντὶ τῆς λειτουργίας καὶ τοῦ ἐργάζεσθαι ταύτην διδόναι χρήματα· ὡς ὅταν τὶς διὰ τὴν ἐπικειμένην αὐτῷ δημοσιακὴν δουλείαν πειρᾶται χρήματα ἀντὶ ταύτης διδόναι καὶ ἀπολύεσθαι. τοῦτο δὲ γίνεται, ὅταν σωματικήὴ, ἀλλ᾽ οὐ χρηματικὴ λειτουργία τινὶ ἐπίκειται. οὐ γὰρ δοκεῖ ἀπαργυρίζεσθαι λειτουργίαν ὁ τὴν χρηματικὴν λειτουργίαν διὰ χρημάτων καταβαλλόμενος, ἀλλ᾽ ὁ τὴν σωματικὴν πληροῦν διὰ χρημάτων πειρώμενος.

68

pr.Εἰς λειτουργίας χρηματικὰς μετὰ τῶν ἀνδρῶν πολλάκις καὶ γυναῖκες ἕλκονται.

69

pr.Οἱ τῶν ἐπισκόπων κληρικοὶ ἀπὸ μὲν τῶν προσωπικῶν λειτουργιῶν ἐξκουσεύονται, ἀπὸ δὲ τῶν κτηματικῶν οὐκ ἐξκουσεύονται. ο΄ 87. Τῷ λειτουργίαν ἔχοντι ἤγουν δημοσιακὴν ὑπηρεσίαν ἐπικλᾶται τουτέστιν ἐπιτίθεται καὶ τιμὴ, δηλονότι ἐνέργεια· τῷ δὲ τιμὴν ἔχοντι οὐκ ἐπικλᾶται λειτουργία. δεῖ γὰρ τὸν ἐνεργοῦντα ἐκτὸς εἶναι λειτουργιῶν, τὸν δὲ λειτουργοῦντα οὐκ ἀνάγκη χωρὶς ἐνεργείας διαφυλάττεσθαι.