Syn. min. 1.12
Ἀρχὴ τοῦ Μ
Abrir no leitor do IusCommune →1
pr.Μοναχὸς τοῦ μοναστηρίου ἀναχωρῶν καὶ ἰδιωτικῶς προαιρούμενος ζῆν ἀπόλλυσιν, εἴ τι εἰσήγαγεν εἰς τὸ μοναστήριον.
2
pr.Μονάζοντες πατέρες ἢ παῖδες οὐκ ἐκβάλλονται τῆς κληρονομίας δι ' αἰτίαν γενομένην πρὸ τοῦ ἀποκαρῆναι τούτους εἰς μοναχούς.
3
pr.Μοναχὸς καταλείψας τὸ ἴδιον μοναστήριον καὶ εἰς ἄλλο ἐλθὼν, ὅσα πράγματα ἔχει κατὰ τὸν καιρὸν ἐκεῖνον ὅτε καταλιμπάνει τὸ μοναστήριον, ἐν αὐτῷ ταῦτα ἀφιέναι καταναγκάζεται, καὶ οὐ δύναται μετακομίζειν εἰς τὸ μοναστήριον εἰς ὃ ' βούλεται ἀπελθεῖν. α΄. Κανὼν περὶ μαινομένου. – Ὁ μεμηνὼς καὶ ὁ ἄσωτος οὐδεμίαν ἔχει βούλησιν.
4
pr.Μονοπωλεῖον οὐδενὶ κατ᾿ οὐδένα τρόπον ἔξεστιν ἔχειν, ἀλλὰ πάντες τοῦτο πράττειν παρὰ τοῦ νόμου κωλύονται.
5
pr.Ἡ μίσθωσις ὑπὸ τὴν κατὰ συναίνεσιν ' ἀγωγὴν ἀνάγεται καὶ αὐτὴ (συναίνεσις δέ ἐστιν ἡ συμφωνία καὶ συγκατάθεσις), καὶ πάντα, ὅσα τὶς ποιῶν λαμβάνει τὸν ἐπὶ τούτοις μισθὸν, ἐπὶ μισθώσει γίνεσθαι λέγεται, καὶ ὅλον τοῦτο τὸ ἔργον μίσθωσις ὀνομάζεται.
6
pr.Μίσθωσις δέ ἐστι καὶ τὸν ἴδιον οἶκον ἢ ἀγρὸν ἐπὶ πάκτῳ πρός τινα δοῦναι· ἔοικε γὰρ καὶ τοῦτο τρόπον τινὰ τοῖς πραττομένοις ἐπὶ μισθῷ.
7
pr.Τὸ δὲ πάκτον δηλοῖ συμφωνίαν, καὶ τὸ ἀπὸ συμφωνίας παρά τινος ὀφειλόμενον πρὸς ἄλλον τινὰ καταβάλλεσθαι.
8
pr.Αἱ περὶ μισθώσεως ἢ ἐπὶ μισθώσει συμφωνίαι κρατείτωσαν.
9
pr.Παρὰ τῷ νόμῳ τὸ εἰπεῖν οὕτως· ὁ μισθώσας, τὸν διδόντα τὸν μισθὸν δηλοῖ, τὸ δὲ εἰπεῖν· ὁ μισθωσάμενος, τὸν λαμβάνοντα τὸν μισθόν. παρὰ δὲ τοῖς ἄλλοις τὸ μὲν· δ ' μισθώσας, οὐ πάνυ εὔχρηστον, τό· ὁ μισθωσάμενος δὲ τὸν τὸν μισθὸν διδόντα δηλοῖ.
10
pr.Ὁ ἐπὶ μισθῷ ἤγουν διὰ τὸν προσήκοντα μισθὸν λαβεῖν ἀναδεξάμενός τι, ἐὰν ἐξ ἀμελείας αὐτοῦ· ἢ δόλου γένηται βλάβη εἰς πρᾶγμα ὃ ἀνεδέξατο, ἀπαιτεῖται τὸ ζημιωθὲν ἱκανῶσαι τῷ δεσπότῃ τοῦ πράγματος, ἤγουν χρεωστεῖ ἀποδοῦναι τοῦτο τῷ δεσπότῃ ἀκέραιον πᾶν ὅπερ ἐζημιώθη ἐξ ἀμελείας ἢ ἐκ δόλου αὐτοῦ.
11
pr.Ὁ λαβὼν μισθὸν, ἵνα πρᾶγμα φυλάξῃ τὶ, εἰ μὴ φυλάξει, εἰς κίνδυνον ὑπάγεται κατακρίσεως. τὸν γὰρ ὑπισχνούμενόν τι φυλάσσειν ἐγκινδυνεύειν περὶ τὴν αὐτοῦ φυλακὴν ὁ νόμος παρακελεύεται, τουτέστιν ἐὰν καθὼς ὑπέσχετο μὴ φυλάξῃ, κίνδυνον καταδίκης ὑφίστασθαι, διὸ καὶ μέχρι κινδύνου ἑαυτὸν ἐμβάλλειν ὀφείλει ἐπὶ τῷ φυλάξαι ὃ ἀνεδέξατο. τοσοῦτον ἐνέχεται εἰς τὴν τοῦ παραδοθέντος αὐτῷ πράγματος φυλακὴν, ὡς καὶ αὐτὸς ἑαυτὸν ἐμβάλλειν εἰς κίνδυνον, καὶ μὴ ἄλλως ἀναίτιος εἶναι, εἰ μὴ ἀποδείξει, ὅτι διὰ τὸ παραδοθὲν πρᾶγμα καὶ ἐκινδύνευσε καὶ τὸν ἐπιβουλεύοντα ὅσον ἐδύνατο ἠμύνατο καὶ εἰς κίνδυνον ἑαυτὸν ἐνέβαλε διὰ τὴν τοῦ παραδοθέντος αὐτῷ πράγματος φυλακήν.
12
pr.Ἐὰν ὁ λαβὼν μισθὸν ποιῆσαί τι τάξῃ καὶ προθεσμίαν ἤγουν τεταγμένην ἡμέραν, καθ᾽ ἣν πληρώσῃ ὃ ἔταξε, καὶ συμφωνήσῃ τοῦτο, καὶ μετὰ ταῦτα παρέλθοι ἡ προθεσμία καὶ αὐτὸς οὐ ποιήσει ὃ συνεφώνησεν, ἐπ᾿ ἀδείας ἐστὶ τῷ δεσπότῃ ἐξωθεῖν αὐτὸν, ἀλλὰ καὶ ἐντὸς τοῦ τῆς πακτώσεως χρόνου ἄδεια ἐστὶ τῷ δεσπότῃ τὸν μισθωσάμενον ἐξωθεῖν, ἐὰν μὴ ἐμπροθέσμως καταβάλῃ τὸ μίσθωμα, ἤγουν τὸ ποσὸν ἐκεῖνο ή τὴν δουλείαν ὑπὲρ οὗ ἔλαβε τὸν μισθόν.
13
pr.Μίσθωμα παρὰ τῷ νόμῳ πάντοτε μὲν ἢ ὡς ἐπὶ τὸ πλεῖστον ὃ ὁ λαμβάνων τὸν μισθὸν συμφωνεῖ ὑπὲρ τοῦ μισθοῦ καταβαλέσθαι καὶ ἀποδοῦναι, ποτὲ δὲ καὶ ἐπ᾽ ὀλίγον καὶ αὐτὸ τὸ διδόμενον ὡς μισθός.
14
pr.Ὅστις ἀφήσει τὸ πρᾶγμα εἰς ὃ ἐμισθώθη, καὶ ὑποχωρήσει πρὸ τῆς τοῦ τεταγμένου καιροῦ συμπληρώσεως, δίδωσι τοῦ χρόνου ὅλου τὸ μίσθωμα, ἤγουν ὅσον ἀνῆκεν ἢ ὅσον ἐδόθη αὐτῷ ἢ ἑτέρῳ μετὰ τὸ ἀποδημῆσαι αὐτὸν εἰς μισθὸν ὑπὲρ τοῦ ὅλου χρόνου.
15
pr.᾿Αξιοπίστους δεῖ τοὺς μάρτυρας εἶναι.
16
pr.Γίνονται μαρτυρίαι καὶ ἐπὶ χρηματικαῖς καὶ ἐπὶ ἐγκληματικαῖς ὑποθέσεσιν. οὐ πάντες δὲ ἄνθρωποι δύνανται μαρτυρεῖν, οὐδὲ πάντες εἰς μαρτυρίαν εἰσὶν εὐπαράδεκτοι, ἀλλ᾽ ἐκεῖνοι μόνοι μαρτυροῦσιν, ὅσοι οὐ κωλύονται παρὰ τοῦ νόμου οὐδὲ ἐξκουσεύονται μαρτυρεῖν. εἰσὶ γάρ τινες μὲν κεκωλυμένοι, ὡς οἱ ἄτιμοι καὶ οἱ πένητες, ἤγουν οἱ διὰ πράξεις αἰσχρὰς καὶ πταίσματα καὶ φαῦλον βίον ἠτιμωμένοι καὶ οἱ μηδὲ μέχρι ν ' νομισμάτων περιουσίαν ἔχοντες. κωλύονται καὶ παῖδες μαρτυρεῖν κατὰ τῶν γονέων αὐτῶν, καὶ γονεῖς κατὰ παίδων· καὶ γυναῖκες, εἰ μὴ τυχὸν ἐν τοιούτῳ τόπῳ ὑπόθεσις γένηται, ἐν ᾧ οὐ δυνατὸν εἰσελθεῖν ἄνδρας, οἷον ἐν λουτρῷ γυναικείῳ ἢ ὅταν τεκοῦσα γυνὴ ἐν λοχῷ εἴη καὶ ὡς οἱ κοινοὶ λέγουσι λεχοῦσα· τότε γὰρ μόνον μαρτυροῦσι γυναῖκες, ἐν δὲ τοῖς ἄλλοις κωλύονται μαρτυρεῖν. κωλύονται καὶ δοῦλοι μαρτυρεῖν κατὰ δεσποτῶν, κωλύονται καὶ ἀνήλικες μαρτυρεῖν, καὶ αἱρετικοὶ κατὰ χριστιανῶν εἰς μαρτυρίαν οὐ παραδέχονται. καὶ οὗτοι μὲν πάντες εἰσὶν οἱ παρὰ τοῦ νόμου κεκωλυμένοι πρὸς μαρτυρίαν· ἐξκουσεύονται δὲ, ἤγουν ὡς κρείττονες καὶ ὑπερέχοντες τῶν εἰς μαρτυρίαν καλουμένων παρά τινων δεφενδεύονται καὶ οὐκ ἐῶνται εἰς μαρτυρίαν παρὰ δικαστῶν ἕλκεσθαι, ἀρχιερεῖς, ἱερεῖς, πρωτοσπαθάριοι, οἱ ἐν μεγάλαις τιμαῖς τε καὶ ἀξιώμασιν. οὗτοι γὰρ ἄκοντες μὲν ἤγουν μὴ θέλοντες οὐκ ἀναγκάζονται μαρτυρεῖν, εἰ δὲ αὐτοπροαιρέτως βούλονται, μαρτυροῦσιν ὅπερ γινώσκουσι. καὶ ὁ νόμος γὰρ τοὺς ἀναγκαζομένους μαρτυρεῖν ἢ καὶ ὀμνύναι παραδηλώσας, τοὺς ἐξκουσευομένους ἀπὸ τούτων ἐξέβαλεν.
17
pr.Οἱ μάρτυρες τῶν ἐκμαρτυρίων εἰσὶ πιστότεροι. ἐκμαρτύρια δὲ παρὰ τῷ νόμῳ καλοῦνται, ὅσα ἐπὶ μαρτυρίαις γίνονται γράμματα. τοῖς μάρτυσι γοῦν μᾶλλον ἢ τοῖς ἐκμαρτυρίοις προσέχειν δεῖ.
18
pr.᾿Απὸ ἐπαρχίας ἄλλης εἰς ἐπαρχίαν ἄλλην οὐδεὶς πρὸς μαρτυρίαν μὴ βουλόμενος ἕλκεται.
19
pr.Οἱ πλαστῶς μαρτυροῦντες, ἢ ταῖς ἰδίαις μαρτυρίαις ἐναντιούμενοι, ἢ ὑπὲρ δύο μαρτυροῦντες μερῶν ἀντιδικαζομένων ἀλλήλοις, παρὰ τῶν ἀρχόντων ὡς εἰκὸς τιμωρείσθωσαν.
20
pr.Οὐ λογίζεται πρὸς μαρτυρίαν ἀξιόπιστος εἶναι, ὅστις ὑπόνοιαν δίδωσιν ὅτι ἐκ κελεύσεως ἄλλου λέγει ὃ μαρτυρεῖ· οἷον υἱὸς, ἢ δοῦλος, ἢ μισθοεργός.
21
pr.Οὐ τῷ πλήθει τῶν μαρτύρων πρέπει πιστεύειν, ἀλλὰ τῇ αὐτῶν ὑπολήψει τε καὶ ἀκεραιότητι.
22
pr.Αγραφος μαρτυρία κατὰ ἐγγράφου μαρτυρίας ἰσχύειν οὐ δύναται.
23
pr.Ἑνὸς ἀνδρὸς μαρτυρία οὐ παραδέχεται.
24
pr.Μάρτυρας προκομίζειν καθ᾽ ἑαυτοῦ οὐδεὶς ἀναγκάζεται.
25
pr.Τῶν μαρτύρων ἐπικρατέστερα ἤγουν δυνατώτερα καὶ ἰσχυρότερα κῆνσος καὶ τὰ δημόσια ὑπομνήματα.
26
pr.Οἱ μάρτυρες ιέ ἡμέρας διὰ τὸ μαρτυρῆσαί τινα ὑπόθεσιν ἐν τῷ δικαστηρίῳ ποιήσαντες, ἐὰν μέχρι καὶ συμπληρώσεως τῶν τοιούτων ιε ἡμερῶν ὁ ἀντίδικος ὑπερθέμενος οὐκ ἔλθῃ εἰς τὸ δικαστήριον, ἵνα ἐνώπιον αὐτοῦ ἡ μαρτυρία γένηται, ἔξεστι τῷ δικαστῇ μονοπροσώπως τοὺς μάρτυρας ἐρωτᾶν καὶ δέχεσθαι τὰς μαρτυρίας αὐτῶν καὶ ἀπολύειν εἰς τοὺς ἰδίους οἴκους τοὺς μάρτυρας.
27
pr.Μνηστεία ἐστὶν ἡ τῶν μελλόντων γενέσθαι γάμων ὑπόσχεσις. τὸ γὰρ προοικονομεῖν καὶ προκατασκευάζειν τὸ μετὰ ταῦτα μέλλον γενέσθαι καὶ τὸ ἕλκειν καὶ φέρειν τινά τι πρᾶγμα πρὸς ἑαυτὸν μνηστεύεσθαι λέγουσιν· ἐμφαίνει δὲ καὶ αὐτὸ τὸ ὄνομα τῆς μνηστείας μνήμην τοῦ ἐπαγγέλματος.
28
pr.Μνηστεία καὶ ἐκ μόνης συγκαταθέσεως γενέσθαι δύναται. καὶ ἐπὶ ἀπόντων μνηστεία γίνεται, ἐὰν μόνον γινώσκωσι ταύτην οἱ ἀπόντες καὶ δέχωνται.
29
pr.Ὁ τῶν ἑπτὰ ἐτῶν ἥττων ὢν, τουτέστιν ἐλάττων καὶ κατωτέρω τῶν ζ΄ χρόνων, οὐ δύναται μνηστείαν ποιεῖν· ὁ δὲ ὑπὲρ τοὺς Ϛ΄ χρόνους καὶ ἐπάνω τούτων μνηστεύεται, διότι καὶ δύναται νοεῖν τὸ γινόμενον.
30
pr.῎Αρχων εἰς ἐκείνην τὴν ἐπαρχίαν, εἰς ἣν αὐτὸς ἄρχων ἐστὶν, οὐ μνηστεύεται.
31
pr.Οἱ μάρτυρες οἱ εἰς διαθήκην ὑπογράψαι ὀφείλοντες οὕτω καλῶς ὑπογράφουσι καὶ βεβαιοῦσι τὴν διαθήκην, ἐὰν ἐπ᾿ αὐτὸ τοῦτο το βεβαιωσαι τὴν διαθήκην παρὰ τοῦ ποιήσαντος αὐτὴν προσεκλήθησαν· ἐὰν δὲ δι᾽ ἄλλην αἰτίαν ἢ κατὰ τύχην εὑρέθησαν, οὐκ ὀφείλουσιν ὑπογράφειν ἐν τῇ διαθήκῃ, εἰ δὲ καὶ ὑπογράψουσι ταύτην, ἡ διαθήκη τὸ στέργον ἔχειν οὐ δύναται.
32
pr.Οἱ μάρτυρες ἐν ἄλλῳ μὲν καὶ ἄλλῳ δακτυλιδίῳ σφραγίζειν τὴν διαθήκην καὶ ἐν ἑνὶ δὲ πάντες καὶ τῷ αὐτῷ οὐ κωλύονται, κἂν ἴδιος αὐτῶν εἴη κἂν ἀλλότριος ὁ δακτύλιος, ἤγουν τὸ ἐπὶ τῷ δακτύλῳ φερόμενον σφραγιστήριον καὶ ὃ λέγουσιν οἱ κοινοὶ δακτυλίδιον. χωρίζεσθαι δὲ καὶ ἀνὰ μέρος σφραγίζειν ἕκαστος ἢ κατὰ ἄλλον τόπον τοῦτο ποιεῖν παρὰ τοῦ νόμου κωλύονται, καὶ ὁμοῦ πάντες καὶ ἐνώπιον τοῦ διατιθεμένου καὶ βλέποντος τούτους σφραγίζειν τὴν διαθήκην καταναγκάζονται.
33
pr.Καὶ ὁ ἀγράφως δὲ περί τινων πραγμάτων διατιθέμενος ἐπὶ τῶν αὐτῶν μαρτύρων καὶ ἐν ἑνὶ καὶ τῷ αὐτῷ καιρῷ ἀκουόντων αὐτῶν ποιεῖν ὀφείλει τὴν διαθήκην· καὶ ἐπὶ τῶν διαθηκῶν ἐν τοῖς τόποις ἐκείνοις, ἐν οἷς ἄνθρωποι οὐκ εἰσι νόμων καὶ γραμμάτων εἴδησιν ἔχοντες, ἡ συνήθεια τοῦ τόπου κρατεῖ, καὶ τὴν γενομένην ἐν αὐτοῖς διαθήκην οὐκ ἀπαιτοῦμεν κατὰ τὴν τῶν νόμων ἀκρίβειαν γίνεσθαι, ἀλλὰ ἐὰν ' μόνον κατὰ τὸ ἔθος τοῦ τόπου γέγονε, στέργεται. πολλάκις δὲ ἐπὶ διαθη κῶν ἐν τόποις ὅπου εἰσὶν ἀγράμματοι ἄνθρωποι, καὶ διαθήκας ἐγγράφους καὶ ἀγράφους παραδεχόμεθα μάρτυρας, ἢ τὰς μὲν διαθήκας ἐγγράφους, τοὺς μάρτυρας δὲ ἀγράφους, ἐὰν τυχὸν εἷς μόνος εὑρεθῇ εἰδὼς γράμματα ὁ γράψας τὴν διαθήκην, οἱ δὲ ἄλλοι μήτε γινώσκωσι γράμματα μήτε τῷ γινώσκοντι ἀνθ᾽ ἑαυτῶν ὑπογράψαι προτρέψωσιν.
34
pr.Οἱ μάρτυρες τῆς διαθήκης ἐλάττονες τῶν ἐ οὐκ ὀφείλουσιν εἶναι, ἀλλ᾽ ἢ ζ΄ ἔστωσαν ἢ τὸ ἐλάχιστον έ· σπανιώτατα δὲ καὶ ἐν τοῖς ἀπορωτάτοις τόποις καὶ τρεῖς.
35
pr.᾿Αγράμματοι μάρτυρες ἐν διαθήκῃ μυστικῶς ἤγουν κρυφίως γινομένῃ οὐ παραδέχονται, οὐδὲ διαθήκη μυστικὴ στέργεται, εἰ μὴ δι οἰκείας ὑπογραφῆς βεβαιώσουσιν αὐτὴν οἱ διαταξάμενοι. καὶ διὰ τοῦτο οὔτε γυναῖκες οὔτε ἀγράμματοι μυστικῶς διατάττονται. ἔοικεν ὁ νόμος ἐνταῦθα τῷ παλαιῷ ἔθει ἀκολουθεῖν, καθ᾽ ὃ οὐδεμιᾷ γυναικὶ ἐνδεδομένον ἦν ἐν γράμμασιν ὑπογράφειν καὶ οὓς βούλονται χάρτας δ᾽ ὑπογραφῶν βεβαιοῦν.
36
pr.Μήτηρ ὁμοῦ καὶ παῖς ἐν πλοίῳ διαπλέοντες θάλατταν ἐναυάγησαν, ἤγουν ἐκινδύνευσαν καὶ ἐπνίγησαν. ὁ ἀνὴρ τῆς γυναικὸς τῶν πραγμάτων ταύτης ἀντιποιούμενος καὶ διὰ τὸν παῖδα ζητῶν ταύτην κληρονομεῖν πρὸς τὸν πατέρα καὶ τὴν μητέρα ἢ τοὺς ἀδελφοὺς τῆς γυναικὸς διαμάχεται ἢ καὶ πρὸς ἄλλους τινὰς τοὺς ἐκ τοῦ μέρους αὐτῆς· ἀνθίσταται δὲ καὶ πρὸς τὸν ἄνδρα τὸ μέρος τῆς γυναικὸς καὶ τῶν γυναικείων πραγμάτων ὡς ἀκληρονόμητον αὐτὸν ἐκδιώκουσι. ζητοῦσιν οἱ δικασταὶ, ἐὰν ἡ μήτηρ πρὸ τοῦ παιδὸς ἢ ὁ παῖς πρὸ τῆς μητρὸς ἐτελεύτησεν· ἀκούουσιν, ὅτι ἅμα καὶ κατὰ τὸν αὐτὸν καιρὸν ἐν τῇ θαλάττῃ ἐπνίγησαν, ὡς τυχὸν ἅμα πάντων τῶν ἐν τῷ πλοίῳ διὰ τῆς τοῦ πλοίου καταστροφῆς ἐναποῤῥιφέντων τοῖς ὕδασι. τότε τοίνυν, ὅτε οὕτως ἔχει τὰ πράγματα καὶ τοιαύτη γίνεται ζήτησις, ὁ νόμος ὁρίζει, εἰ μὲν ἔφηβος ὑπῆρχεν ὁ παῖς, ἤγουν ἐὰν ἦν κατὰ τὴν ἡλικίαν τῶν ιδ΄ χρόνων ἐπέκεινα, τὴν μητέρα νομίζειν προτελευτήσασαν· ἐὰν δὲ ὁ παῖς ἔτι ἄνηβος ᾖ, ἤγουν ἐὰν ἡ ἡλικία αὐτοῦ κατωτέρω τῶν ιδ΄ χρόνων ἐστὶ, τὸν παῖδα κρίνει πρὸ τῆς μητρὸς τελευτήσαντα· καὶ ἑξῆς πρὸς τὴν τοῦ δικαίου ἀκολουθίαν ἡ ὑπόθεσις λύεται. τὴν δὲ τοιαύτην κρίσιν τὴν περὶ τοῦ παιδὸς καὶ τῆς τεκούσης αὐτὸν καὶ περὶ τοῦ ποῖος αὐτῶν πρὸ τοῦ ἄλλου τελευτήσας νομίζεται, κατὰ τὴν τοῦ νόμου διαταγὴν γενομένην κατὰ πρόληψιν ὀνομάζουσιν, ὡς οὐκ ἐξ ἄλλης τινὸς ἀποδείξεως τὴν σύστασιν ἔχουσαν, ἀλλ᾽ ἐξ ὧν προλαβὼν ὁ νόμος περὶ αὐτῆς διωρίσατο, καὶ ταῖς τῶν δικαστῶν διανοίαις τοιαύτην δόξαν ἐναποκεῖσθαι πεποίηκε, καὶ οὕτω διακεῖσθαι περὶ τὸ πρᾶγμα ὡς εἰρήκαμεν παρεσκεύασεν.
37
pr.Πράγματα μητρικὰ εἰς παῖδας περιελθόντα ὑπεξου - ΄ σίους ὑπάρχοντας τῷ πατρὶ τοσοῦτον διαφέρουσι τῷ πατρὶ, ὅσον μόνην τὴν χρῆσιν ἔχειν αὐτῶν, τὴν δεσποτείαν δὲ φυλάττειν τοῖς οἰκείοις παισίν. ὀφείλουσι δὲ οἱ πατέρες παντοιοτρόπως ἐπιμελεῖσθαι καὶ προνοεῖσθαι αὐτῶν· εἰ δὲ καὶ δεήσει χάριν τούτων καὶ παραβάλλειν εἰς δικαστήρια καὶ ὑπὲρ αὐτῶν κρίνεσθαι, καὶ οὐδὲν καταλιμπάνειν τῶν πρὸς σύστασιν συμβαλλομένων αὐτῷ 50. ἔχει δὲ μόνην τὴν χρῆσιν καὶ τοὺς ἐκ τούτων καρπούς, οὐκ ἔξεστι δὲ τοῖς πατρᾶσι τῶν τοιούτων μητρικῶν τῶν παίδων πραγμάτων ἐκποιεῖν τι ἤγουν διαπωλεῖν· εἴ τι δ᾽ ἂν ἄρα καὶ ἐκποιήσωσιν, οἱ παῖδες εἰς ἡλικίαν ἐκτελεστέραν ἐλθόντες ἀνακαλέσονται τοῦτο καὶ ὑπὸ τὴν ἑαυτῶν δεσποτείαν ἀνεμποδίστως ποιήσουσι, τὸ δὲ δοθὲν ὑπὲρ τῶν πωληθέντων πραγμάτων τίμημα πολλάκις μὲν παρὰ τῶν παίδων ἀντιστραφήσεται, πολλάκις δὲ οὐδὲ τοῦτο δοθήσεται, ἀλλ᾽ οἱ παῖδες τὸν δεδωκότα τὸ τίμημα ἀπὸ τοῦ πατρὸς ὅπερ ἔδωκε λαβεῖν παραπέμψουσιν. εἰ μὲν γὰρ εἰς οἰκείας ὁ πατὴρ χρήσεις, ἢ τὰς ὑπὲρ τῶν παίδων μὲν γενομένας ἀλλ᾽ οὐκ ἀναγκαίας, δαπανήσει τὸ τίμημα, αὐτὸς ἐνέχεται ἀποδοῦναι, καὶ οἱ παῖδες καὶ χωρὶς δόσεως τὰ οἰκεῖα ἀναλαμβάνουσι πράγματα· εἰ δὲ [εἰς] τὰς ἐπὶ τοῖς τοιούτοις παισὶ καὶ ἀναγκαίας δαπάνας κατανηλώθη τὸ τίμημα, ὀφείλουσιν οἱ παῖδες τοῦτο διδόναι καὶ οὕτως ἀνακαλεῖσθαι τὰ πράγματα.
38
pr.Ἡ μοιχευθεῖσα, κἂν μὴ βούληται, εἰς μοναστήριον εἰσάγεται, καὶ διαβιβάζει χρόνους δύο ἐκεῖ· μετὰ δὲ τὴν διετίαν ἤγουν τὴν τῶν δύο χρόνων συμπλήρωσιν, εἰ μὲν θέλει ὁ ἀνὴρ αὐτὴν, ἀκωλύτως ταύτην πάλιν ἀναλαμβάνει· εἰ δὲ μὴ, καὶ μὴ θέλουσα ἀποκείρεται καὶ πάντα τὸν χρόνον τῆς οἰκείας ζωῆς ἐν τῷ μοναστηρίῳ διάγειν καταναγκάζεται. τὸ αὐτὸ γίνεται, κἂν ὁ ἀνὴρ πρὸ τοῦ πληρωθῆναι τοὺς δύο χρόνους τελευτήσῃ.
39
pr.Εἶχε τις γυναῖκα καὶ παῖδας· ἔτι ζώσης τῆς γυναικὸς αὐτεξουσίους τοὺς παῖδας ἐποίησε· μετὰ ταῦτα τέθνηκεν ἡ γυνή· ἔξεστι τῷ πατρὶ μίαν μοῖραν ἐκ τῶν μητρικῶν πραγμάτων τῶν οἰκείων παίδων λαβεῖν, ὥστε αὐτὸς ἕως ζῇ τὴν χρῆσιν ἔχειν τοῦ πράγματος, τὴν δὲ δεσποτείαν αὐτοῦ μετὰ τὸ ἀποθανεῖν παραπέμπειν πάλιν πρὸς τοὺς υἱούς. τῶν δὲ παίδων ὄντων ὑπεξουσίων, καὶ εἰ εἰς δεύτερον γάμον ὁ πατὴρ ἔλθοι, πάντων τῶν μητρικῶν τῶν παίδων πραγμάτων τὴν χρῆσιν ἔχει. καὶ ὅρα, ὅτι τῶν μὲν παίδων ὄντων ὑπεξουσίων, πάντα τὰ μητρικὰ πράγματα πρὸς χρῆσιν ὁ πατὴρ ἔχει· αὐτεξουσίων δὲ γενομένων, ἑνὸς παιδὸς μοῖραν μόνην πρὸς χρῆσιν ἀπολαμβάνει, ἐπὶ δὲ τοῖς ἄλλοις οὐδεμίαν κέκτηται μετοχήν. εἰ δὲ μὴ ζώσης τῆς μητρὸς ἔτι, ἀλλὰ μετὰ θάνατον ταύτης ὁ πατὴρ ποιήσει τὸν υἱὸν αὐτεξούσιον, ἔξεστι τῷ πατρὶ ὡς ἂν τοῦ μὲν ἡμίσεος τῶν μητρώων πραγμάτων ἔχῃ τὴν χρῆσιν αὐτὸς, τοῦ δὲ λοιποῦ ἡμίσεος τὴν χρῆσιν ἀφίησι τῷ υἱῷ. εἰ δὲ οὐχ εἷς υἱὸς εἴη, ἀλλὰ πολλοὶ, καὶ πάντες αὐτεξούσιοι γένωνται παρὰ τοῦ πατρὸς μετὰ τὸν τῆς μητρὸς θάνατον, ὁ πατὴρ οὐκέτι τὸ ἥμισυ πρὸς χρῆσιν ἔχει, ἀλλὰ προσεπιβάλλει τοῖς παισὶ τοσοῦτον ἐκ τοῦ ἡμίσεος, ὁπόσοι ἂν εἶεν οἱ παῖδες πλείονες, ἤγουν εἰ μὲν δύο, τὸ τοῦ ἡμίσεος ἥμισυ· εἰ δὲ τρεῖς, τὸ δίμοιρον τοῦ ἡμίσεος· εἰ δὲ δ ' οἱ παῖδες εἶεν ἢ καὶ ἐπέκεινα, τότε πάλιν μίαν μόνην μοῖραν ἑνὸς τῶν παίδων λαβὼν ὁ πατὴρ πρὸς χρῆσιν τὸ μητρικὸν ἄλλο πρᾶγμα ἅπαν δίδωσι τοῖς παισὶ, εἰ μὴ οἰκειοθελῶς οἱ παῖδες παραχωρήσουσι τούτῳ ἄλλο τὶ διαπράξασθαι.
40
pr.Ὁ μισθὸν λαβὼν ὑπέρ τινος πράγματος ἢ ὑπὲρ ἐνεργείας τινὸς καὶ ἀπολειφθεὶς ἐκ τῆς συμπληρώσεως οὗ ὑπέσχετο, εἶτα πρὸ τοῦ ἀποδοῦναι τὸ λεῖπον τῆς προτέρας μισθώσεως ἀξιῶν καὶ ζητῶν μισθοῦσθαι τὸ αὐτὸ πάλιν, οὐκ ἄλλως εὐπαράδεκτος γίνεται, εἰ μὴ ἀξιοπίστους ἐγγυητὰς ἢ αὐτὸς ἀσφαλεῖς ὑποσχέσεις δοίη, ὅτι καὶ τὸ λεῖπον ἐκ τῆς πρώτης μισθώσεως ἀρκούντως ἀποπληρώσει καὶ τὴν δευτέραν πρᾶξιν ἐντελῶς καὶ ἀνελλιπῶς ἀπεργάσηται.
41
pr.Τῷ πατρὶ ἔξεστιν ἅμα φονεύειν καὶ τὴν θυγατέρα καὶ τὸν ταύτης μοιχὸν, καὶ οἷον τύχῃ πρῶτον καὶ ὕστερον· τὸν ἕνα δὲ φονεύσας, καὶ τὸν λοιπὸν ἀπολύσας, τῷ τῶν ἀνδροφόνων ἐγκλήματι ὑπόκειται. εἰ δὲ καὶ τοὺς δύο τρώσει, εἶτα ὁ μὲν εἷς καιρίαν τρωθεὶς ἀποθάνῃ, ὁ δὲ ἕτε ρος διαφυγων σωθῇ, οὐκ ἐνέχεται τῷ τῶν ἀνδροφόνων ἐγκλήματι.
42
pr.Μηνυτής λέγεται ὁ ἀρχηγὸς καὶ αἴτιος γνωρισμοῦ τινος ὑποθέσεως ἢ πράγματος, ἀγνοουμένου μὲν πρότερον, μηνυομένου δὲ ὕστερον παρ᾽ αὐτοῦ. ἀπαιτεῖται γοῦν ἐξ ἀνάγκης ὁ μηνυτὴς ἀποδεῖξαι, ἅπερ ἐποίησε.
43
pr.Μανδάτωρ δὲ καλεῖται ὁ τῷ μηνυτῇ ὑπουργήσας εἰς τὴν τοῦ πράγματος καταμήνυσιν, καὶ μεθ᾽ οὗ ὁ μηνυτὴς μηνύει περὶ τοῦ πράγματος. ὅταν γοῦν μηνύσῃ τὶς πρᾶγμα δι ἑτέρου μανδάτωρος, ἀναγκάζεται ἀποδεῖξαι τὸ μηνυθέν· εἰ δὲ μὴ, τιμωρεῖται καὶ ὁ μηνυτὴς καὶ ὁ μανδάτωρ αὐτοῦ. εἰ δὲ ὁ μανδάτωρ ἀποκρυβῇ πολλάκις καὶ οὐχ εὑρίσκεται, ἀναγκάζεται ὁ μηνυτὴς τὸν μανδάτωρα αὐτοῦ ἐμφανίζειν καὶ παριστᾶν.
44
pr.Μουλίωνες καλοῦνται παρὰ τῷ νόμῳ οἱ τὰ ζῶα ἐλαύνοντες, κυρίως δὲ οἱ μούλας, ἀπὸ τούτων δὲ καταχρηστικῶς καὶ οἱ ἕτερα ζῶα διακρατοῦντές τε καὶ ἐλαύνοντες.
45
pr.Ὁ περὶ μοιχείας νόμος ἀπὸ αὐγούστου εἰσήχθη.
46
pr.Ὁ λαβὼν ὑπὲρ μοιχείας τῆς αὐτοῦ γυναικὸς, ἤγουν ἵνα τὴν οἰκείαν γυναῖκα ἐκδώσει εἰς τὸ μοιχεύεσθαι, τῷ περὶ μοιχείας νόμῳ ἐνέχεται, καὶ ὁ τὴν ἐπὶ μοιχείᾳ φωραθεῖσαν ἤγουν εὑρεθεῖσαν καὶ κρατηθεῖσαν οὐκ ἐκβαλὼν καὶ ἀποπεμψάμενος. εἰ δὲ φωραθεῖσαν μὲν ἐπὶ μοιχείᾳ τὴν γυναῖκα οὐχ εὕρῃ, ἄλλως δὲ ἀκούων ἢ ὑπονοῶν ἀνέχεται καὶ ἐπὶ τῷ μύσει ἤγουν τῷ μιάσματι οὐκ ἀγανακτεῖ, οὐκ ἐνέχεται ὁ τοιοῦτος τῷ περὶ μοιχείας νόμῳ οὐδὲ ὡς μοιχὸς κατακρίνεται.
47
pr.Μοιχεία λέγεται μὲν καταχρηστικῶς καὶ ἡ τῆς παρθένου καὶ τῆς χήρας φθορά, κυρίως δὲ ἡ τῆς ὑπάνδρου. ἐπεὶ γοῦν καταχρηστικῶς καὶ ἡ τῆς χήρας φθορά μοιχεία καλεῖται, ἐὰν μὲν χήρας οὔσης τῆς γυναικὸς βουληθῇ τις ἔγκλημα μοιχείας κατὰ ταύτης κινῆσαι, ἐξουσίαν ἔχει ἐκλέξασθαι ὅπερ βούλεται, καὶ κατηγορῆσαι πρῶτον οὗπερ ἂν θέλῃ, ἤγουν ἢ τοῦ μοιχοῦ ἢ τῆς γυναικός. εἰ δὲ ἄλλῳ τινὶ πρὸς γάμον συναφθῇ ἡ γυνὴ καὶ ἡ ποτε χήρα ὕπανδρος γένηται, ὁ κατήγορος ἐξ ἀνάγκης πρῶτον ἀπαιτεῖται κατηγορεῖν τοῦ μοιχοῦ, εἶτα τῆς γυναικός.
48
pr.Ὁ ἐπίτροπος ἢ ὁ κουράτωρ τὴν παρ᾽ αὐτοῦ ἐπιτρο πευομένην ἢ κουρατωρευομένην, ἤγουν παρὰ τούτου ὡς ἐπιτρόπου τε καὶ κουράτωρος ἐπιτροπικῶς καὶ κουρατωρικῶς διεξαγομένην τε καὶ κυβερνωμένην, ἐὰν εἰς γυναῖκα λάβῃ πρὸ τοῦ φθάσαι αὐτὴν εἰς τὸν κέ ἐνιαυτὸν ἤγουν χρόνον, μήτε παρὰ τοῦ πατρὸς αὐτῆς μνηστευθεῖσαν αὐτῷ μήτε ἀφορισθεῖσαν ἤγουν ταχθεῖσαν εἰς γυναῖκα αὐτοῦ μήτε ἐν διαθήκῃ ὀνομασθεῖσαν τούτου γυναῖκα, οὔτε ὡς ἔννομον γάμον ποιήσας λογίζεται καὶ τῷ ἐγκλήματι τῆς μοιχείας ὑπόκειται.
49
pr.Ὁ διδοὺς μετὰ οἰκείας θελήσεως καὶ γνώσεως τῶν μελλόντων γίνεσθαι τὸν οἶκον αὐτοῦ ἐπὶ τῷ γενέσθαι ἐν ἐκείνῳ μοιχείαν ἢ φθορὰν ἄλλην ἀνδρὸς πρὸς γυναῖκα, ὡς μοιχὸς τιμωρεῖται.
50
pr.Ὅταν τὶς ἐλάττων τῶν κέ χρόνων ἐστὶν, ἤγουν κατωτέρω τῆς συμπληρώσεως τοῦ ἀριθμοῦ τῶν κέ χρόνων, οὐ δύναται ἔγκλημα κινεῖν μοιχικὸν περὶ ἀλλοτρίου γάμου, εἰ μὴ ἄρα ὁ τὸν γάμον ἔχων δικαίῳ ἐκείνου προβαλεῖται αὐτὸν ἐγκαλεῖν. τότε γὰρ καὶ ὁ τῶν κέ χρόνων ἐλάττων τὸ ἔγκλημα τῆς μοιχείας δύναται καὶ ὑπὲρ ἀλλοτρίου γάμου κινεῖν. ὑπὲρ δὲ τοῦ ἰδίου γάμου τοῦ ἐννόμως δηλονότι γεγονότος, ὁπόσων ἂν εἴη χρόνων, τὸ περὶ μοιχείας ἔγκλημα κινεῖν οὐ κωλύεται. δεῖ δὲ γινώσκειν ὅτι καὶ αὐτὸς ὁ τὸν κέ χρόνον ἀνύων, ἤγουν ὡς οἱ κοινοὶ λέγουσι περιπατῶν, ἐλάττων τῶν κέ χρόνων νομίζεται.
51
pr.Ἐστί τις πατὴρ αὐτεξούσιος ὢν, καὶ οὐχ ὑπεξούσιος. οὗτος ἔχει παῖδα ἤγουν θυγατέρα ὑπεξουσίαν. συνῆψε ταύτην ἀνδρί. ἡ δὲ μοιχείαν πρός τινα ἐπλημμέλησε, καὶ μετὰ τὸ ἀνδρὶ συναφθῆναι παρ᾽ ἑτέρου μοιχεύεται. δύναται ὁ πατὴρ καὶ τὸν μοιχὸν καὶ τὴν ὑπεξουσίαν αὐτῷ μοιχαλίδα φονεύειν, καὶ οὐδεὶς ἄλλος οὔτε μήτηρ οὔτε τῶν ἀνιόντων τὶς ἢ κατιόντων ἢ ἐκ πλαγίου, εἰ μὴ ὁ πατὴρ μόνος δύναται τοῦτο ποιεῖν. ἐὰν δὲ καὶ ὁ πατὴρ ὑπεξούσιος εὑρεθῇ, οὔτε αὐτὸς δύναται φονεύειν τὴν παῖδα, οὔτε ὁ πάππος ἤγουν ὁ πατὴρ τοῦ πατρὸς, οὗπερ ὁ τῆς παιδὸς ἤγουν τῆς θυγατρὸς πατήρ ἐστιν ὑπεξούσιος.
52
pr.Ἐνδέδοται τῷ πατρὶ πάντα μοιχὸν τῆς ἰδίας θυγατρὸς φονεύειν, πολλῷ δὲ μᾶλλον καὶ καθυβρίζειν· φονεύειν δὲ καὶ ἐν τῷ οἴκῳ, ἐν ᾧ αὐτὸς μένει, κἂν μὴ συνοικῇ αὐτῷ ἡ θυγάτηρ, καὶ ἐν τῷ οἴκῳ ἤγουν τῷ ὀσπητίῳ τοῦ γαμβροῦ, ἐὰν μόνον ἐν αὐτῷ τῷ ἔργῳ τῆς μοιχείας αὐτὸν καταλάβῃ. ἀλλαχοῦ δὲ οὐ δύναται· ὁ πατὴρ φονεύειν αὐτὸν, οὐδὲ ἐν ἰδίῳ οἴκῳ, ἐν ᾧ μὴ μένει αὐτὸς ὁ πατήρ. ὀφείλει δὲ φονεύειν ἅμα καὶ τοὺς δύο, οὐ τὸν μὲν πρότερον τὸν δὲ ὕστερον, ἤγουν οὐ τὸν ἕνα πρῶτον, τὸν δὲ ἄλλον δεύτερον. τοῦτο δὲ πρότερον καὶ ὕστερον ἐπὶ διαστήματι ἡμερῶν δεῖ νοεῖν, οὐκ ἐπὶ ὡρῶν· εἰ γὰρ ἐν ὅσῳ φονεύει τὸν μοιχὸν ὁ τῆς γυναικὸς πατὴρ, ἔφυγεν ἡ θυγάτηρ αὐτοῦ καὶ ἐγένετο ἡ φυγὴ αὐτῆς κατὰ ἀλήθειαν καὶ [μή] προσποιησαμένου τοῦ πατρὸς ἤγουν πλασαμένου καὶ οἰκειοθελῶς αὐτὴν ἀπολύσαντος, ἐν προσχήματι δὲ μόνον δείξαντος ὅτι ἄκοντος ἔφυγε, καὶ μετὰ ταῦτα ἐπιδιώξας μετά τινας ὥρας ἔφθασεν αὐτὴν καὶ ἐκράτησε καὶ ἐφόνευσεν, οὕτω κρίνεται ὡς ἅμα καὶ παραυτίκα φονεύσας, καὶ οὐχ ὕστερον μετὰ τὸν τοῦ μοιχοῦ φόνον τὸν τῆς θυγατρὸς ἐργαζόμενος. τῷ δὲ ἀνδρὶ ἐν μόνῳ τῷ οἰκείῳ οἴκῳ ἔξεστι φονεύειν, καὶ οὐ πάντα τὸν μοιχὸν, ἀλλὰ μόνον τὸν προαγωγὸν ἤγουν τὸν πρὸ τοῦ κριθῆναι εἰς τὴν τοιαύτην μοιχείαν ἄλλους πρὸς ἑτέρας μοιχείας παρακινήσαντα καὶ συνεργήσαντα αὐτοῖς καὶ συμπράξαντα, καὶ τὸν παιγνιωτικὴν τέχνην πρώην ἐπιδειξάμενον, καὶ τὸν ἐν σκηναῖς ἤγουν δημοσίοις θεάτροις ᾄδοντα ἤγουν κατὰ τοὺς κοινοὺς εἰπεῖν τραγῳδοῦντα καὶ ὀρχούμενον, καὶ τὸν ἐν δικαστηρίῳ δημοσίῳ καταδικασθέντα καὶ μὴ δυνηθέντα ἐκ τῆς καταδίκης ἀθωωθῆναι καὶ ἀποκαταστῆναι εἰς τὸ ἀνέγκλητον πάντη καὶ ἀκατηγόρητον, καὶ τὸν δοῦλον καὶ τὸν ἀπελεύθερον αὐτοῦ ἢ τῆς γυναικὸς ἢ τῶν παίδων ἢ τῶν γονέων. τῷ μὲν γὰρ πατρὶ οὐδεμία ζήλου πρόσεστιν ὑποψία οὐδέ τις ὑπόνοια, ὅτι τὴν θυγατέρα διαβαλεῖ οὐδ᾽ ὅτι δ᾽ ἄλλο τὶ ἐγερεῖ κατ᾿ αὐτῆς τὸ τῆς μοιχείας ἔγκλημα, καὶ διὰ τοῦτο ὡς ἐξ ἁπάντων τῶν τοιούτων καθαριεύοντι ἐνδέδοται καὶ ἐν πλείοσι τόποις καὶ πάντα φονεύειν μοιχόν· τῷ δὲ ἀνδρὶ ὡς ταῖς τοιαύταις περιπίπτοντι ὑπονοίαις ἑνὶ μόνῳ τόπῳ ἐνδέδοται τὸν μοιχὸν φονεύειν, καὶ οὐδὲ πάντα μοιχὸν, ἀλλὰ καθόσον καὶ τὰ πρὸ τῆς μοιχείας τὴν μοιχείαν οὐκ ἄπιστον μαρτυρεῖ, ἤγουν οὓς ἄλλαι προγενόμεναι πράξεις φαύλους καὶ κακοὺς περιστῶσι καὶ τοιούτους, ὁποίους ἂν ἐνδέχοιτο καὶ τὸ παράνομον τῆς μοιχείας ἔργον ἀναισχύντως ἐργάσασθαι. καὶ ταῦτα μὲν περὶ τῶν μοιχῶν ὁ ἀκριβέστεροι νομοθέται· ἕτεροι δὲ ἐνδιδόασι καὶ τῷ ἀνδρὶ πανταχοῦ καὶ πάντα ὃν ἂν καταλάβοι μοιχὸν ἀκωλύτως φονεύειν.
53
pr.Ὁ τὴν οἰκείαν γυναῖκα μοιχευομένην λαβὼν, καὶ τὴν μὲν γυναῖκα παρακρατῶν, τὸν δὲ μοιχὸν ἀπολύων, ὡς προαγωγός τιμωρεῖται.
54
pr.Εἰ δὲ τῆς γυναικὸς ὁ ἀνὴρ ἴδῃ ταύτην συνομιλοῦσαν ἢ καὶ προσπαίζουσαν ἑτέρῳ τινὶ, καὶ ἐπιφωνήσεται τῷ τοιούτῳ ἀνδρὶ καὶ τῇ γυναικὶ ἀλλήλων ἀπέχειν, ὕστερον δὲ πάλιν εὕρῃ τούτους τὰ αὐτὰ πράττοντας, ἔξεστι τῷ ἀνδρὶ ἔνθα ἂν ἄρα καὶ διάγωσιν, ἀμφοτέρους φονεύειν.
55
pr.Συνεστῶτος τοῦ γάμου οὐδεὶς ἄλλος παρὰ τὸν ἄνδρα τῆς γυναικὸς κατηγορεῖν αὐτῆς δύναται, εἰ μὴ πρότερον κατηγορήσει τοῦ ἀνδρὸς αὐτῆς ὡς προαγωγοῦ, ἤγουν ὡς οἱ κοινοὶ λέγουσι μαυλιστοῦ.
56
pr.Τὸ ἐπὶ μοιχείᾳ ἔγκλημα καὶ μοιχικὸν καλοῦσί τινες. δύναται δὲ τοῦτο καὶ μέχρι συμπληρώσεως έ χρόνων κινεῖσθαι, μετὰ δὲ τοὺς έ χρόνους ἐκβάλλεται διὰ παραγραφῆς, καὶ οὐ δύναται τὸ τοιοῦτον ἔγκλημα μετὰ πενταετίας κινεῖσθαι. ἀριθμοῦνται δὲ καὶ ψηφίζονται οἱ ε΄ χρόνοι ἀπὸ τοῦ χρόνου τοῦ ἁμαρτήματος ἕως τοῦ χρόνου τῆς αἰτιάσεως, ἤγουν ἀφ᾽ οὗ καιροῦ λέγεται γενέσθαι τὸ πταῖσμα τῆς γυναικὸς, ἕως τοῦ καιροῦ καθ᾽ ὃν ἐνάγει ὁ κατὰ ταύτης κινῶν. καὶ ἔξεστιν ἀφότου ἡ γυνὴ πταίσει, ἕως οὗ παρέλθωσι έ χρόνοι, ἐγκαλεῖν κατ᾿ αὐτῆς. τὴν δὲ κατηγορίαν τὴν καταλειφθεῖσαν παρὰ τοῦ ἀνδρὸς κατὰ τῆς γυναικὸς οὐδεὶς ἄλλος ἀνακινεῖν καὶ ἀνανεοῦν δύναται το.
57
pr.Ὅταν ὁ ἀνὴρ κρατήσῃ μοιχὸν, ὃν οὐκ ἔχει ἐνδεδομένον φονεύειν, ἢ καὶ ἐὰν ἐνδεδομένον ἔχῃ αὐτὸς οὐ θέλῃ φονεῦσαι αὐτὸν, δύναται ἀφότου κρατήσει αὐτὸν παρακρατεῖν μέχρις ἂν πληρωθῶσι συνημμένως ἤγουν ἡνωμένως ὧραι κ΄, καὶ διὰ μέσου τῶν τοιούτων ὡρῶν προσκαλεῖσθαι μάρτυρας καὶ εἰσάγειν, ἵνα ἴδωσι τοῦτον καὶ ἐν καιρῷ μαρτυρήσωσιν, ὅτι ἐπὶ μοιχείᾳ κατεκρατήθη. καὶ ὅσοι ἂν ἐντὸς τῶν κ ὡρῶν παραγένωνται καὶ ἴδωσι τοῦτον παρακρατούμενον, ἔχουσιν ἄδειαν ἐν καιρῷ κρίσεως μαρτυρεῖν κατ᾿ αὐτοῦ ὡς κρατηθέντος ἐπὶ μοιχείᾳ. τὸ αὐτὸ δὲ τοῦτο καὶ ὁ τῆς γυναικὸς πατὴρ ποιεῖν δύναται.
58
pr.Ὁ ἅπαξ ἁμαρτήσας εἰς γυναῖκα μοιχείαν, εἰ καὶ μετὰ ταῦτα εἰς νόμιμον δῆθεν γάμον ταύτην ἀγάγηται ἤγουν ὡς ἔννομον λάβῃ γυναῖκα, ἡ μοιχεία ἡ πρότερον γενομένη οὐ δύναται τῷ τοῦ δευτέρου γάμου προσχήματι συγκαλύπτεσθαι, οὐδὲ ἐστὶ τοῦτο γάμος ἀλλὰ μοιχεία.
59
pr.Τὸ τῆς μοιχείας ἔγκλημα οὐ πᾶσι κινεῖν τοῦτο παρακεχώρηται, ἵνα μὴ παρὰ τῶν βουλομένων ὁ γάμος χραίνηται τουτέστι μολύνηται, ἀλλὰ μόνοις τοῖς ἐγγίζουσι καὶ οἰκειοτάτοις προσώποις, ἤγουν πατρὶ, ἀδελφῷ, πάππῳ, θείῳ πρὸς πατρὸς ἢ μητρὸς, πάντων δὲ μάλιστα τῷ ἀνδρί.
60
pr.Οἱ μοιχοὶ τυπτόμενοι, τουτέστι δαιρόμενοι καὶ κουρευόμενοι, διηνεκῶς ἐξοριζέσθωσαν, τουτέστι πάντοτε εἰς ἐξορίαν εἶναι κατακρινέσθωσαν.
61
pr.Οἱ ταῖς μοναζούσαις ἐνασελγαίνοντες, ἤγουν ἀσελγῶς κατὰ σάρκα μιγνύμενοι, ὡς εἰς νύμφην χριστοῦ ὑβρίζοντες ῥινοκοπείσθωσαν μεθ᾽ ὧν συνεφθάρησαν.
62
pr.Ὁ μνηστὴν ἀλλοτρίαν φθείρων, ἤγουν γυναῖκα ἣν ἄλλος ἑαυτῷ ἐμνηστεύσατο ἤγουν λαβεῖν εἰς γυναῖκα ἐπραγματείσατο καὶ ἀῤῥαβῶνας καὶ συμφωνίας μετὰ ταύτης ἐποίησεν, εἰ μὲν προαιρέσει καὶ θελήσει αὐτῆς ἔφθειρε ταύτην, ῥινοκоπείσθω· εἰ δὲ μὴ θελούσης μηδὲ βουλομένης αὐτῆς τὴν φθορὰν μετὰ δυναστείας ἐργάσατο, καὶ τὸ τρίτον τῆς οἰκείας ὑποστάσεως ταύτῃ διδότω.
63
pr.Τὸν ἐπαγγελλόμενον ἤγουν ὑπισχνούμενον μαντικὴν γινώσκειν μηδεὶς ἐρωτάτω περί τινος.
64
pr.Ὅταν ἕτερον μὲν ἡ παράθεσις τῶν γραμμάτων εἴπῃ, ἕτερον δὲ αἱ μαρτυρίαι, τηνικαῦτα ἡμεῖς μὲν οἰόμεθα τὰ παρὰ ζώσης λεγόμενα φωνῆς καὶ μεθ᾽ ὅρκων ταῦτα ἀξιοπιστότερα τῆς γραφῆς αὐτῆς καθ᾽ ἑαυτῆς τυγχάνειν· πλὴν ἀλλ᾽ ἔστω τοῦτο τῆς τοῦ δικάζοντος ἀγχινοίας τε καὶ θεοφιλείας, τὸ τοῖς ἀληθέσι μᾶλλον ἀντὶ τῶν ὑπόπτων πιστεῦσαι.
65
pr.Κινηθέντος πολλάκις τοῦ περὶ μοιχείας ἐγκλήματος καταδικάζεται μὲν ὁ ἀνὴρ ὁ τὴν μοιχείαν ποιῆσαι κατηγορούμενος, ἡ δὲ γυνὴ ἡ κατηγορουμένη εἰς τὴν μοιχείαν δι οἰκονομίαν τινὰ οὐ καταδικάζεται. ὅταν οὖν ὁ μὲν ἀνὴρ καταδικασθῇ εἰς μοιχείαν, ἡ γυνὴ δὲ μὴ καταδικασθῇ, ἐὰν ὁ ἀνὴρ ὁ καταδικασθεὶς γήμῃ ταύτην ἤγουν εἰς ἔννομον γυναῖκα λάβη γαμετὴν, οὔτε ὁ γάμος ἔῤῥωται, τουτέστι δύναμιν ἔχει καὶ στέργεται, καὶ εἴ τις ἀπὸ τῶν δύο, ἤγουν τοῦ ἀνδρὸς καὶ τῆς γυναικός, κληρονόμον γράψῃ τὸν ἄλλον, ἡ κληρονομία δημεύεται.
66
pr.Πάντες οἱ καλούμενοι πρὸς μαρτυρίαν ἐν τῇ πρὸς βασιλέα φερομένῃ καθοσιώσει τοῦ πράγματος ἀπαιτοῦντος βασανίζονται, καὶ οἱ κατωτέρω ὄντες τῶν ιδ χρόνων καὶ οἱ ἐπέκεινα. καὶ σημείωσαι, ὅτι ἐν μόνῃ τῇ πρὸς βασιλέα καθοσιώσει οἱ ἐλάττονες τῶν ιδ΄ χρόνων βασανίζονται, ἤγουν οἱ μήπω φθάσαντες εἰς ιδ χρόνους τῆς ἡλικίας, ἐν δὲ ταῖς ὑποθέσεσι ταῖς ἄλλαις οἱ τοιοῦτοι οὐ βασανίζονται.
67
pr.Ὁ ὁμολογήσας καθ᾽ ἑαυτοῦ καθ᾽ ἑτέρου οὐ βασανίζεται.
68
pr.Οἱ εἰς μέταλλον καταδικασθέντες χωρὶς χρόνου εἰς δεκαετίαν ποιοῦσιν.
69
pr.Οἱ ἀπὸ μετάλλου ἢ μονίτης βασιλικῆς κλέπτοντες ἐξορίζονται.
70
pr.Μεῖζον μέρος τῆς ἡμέρας ἐστὶν αἱ πρῶται ἓξ ὧραι οὐ μὴν αἱ ὕστεραι.
71
pr.Τῇ προσηγορίᾳ τῶν ἐμῶν καὶ τῇ προσηγορίᾳ τῶν σῶν αἱ ἀγωγαὶ περιέχονται.
72
pr.Μένιν τὸν θεῖον τὸν ἐκ πατρὸς καὶ τὸν ἐκ μητρὸς καλοῦσι τινές.
73
pr.Ὅταν μήτηρ κληρονομήσῃ υἱὸν ἢ θυγατέρα αὐτῆς, καὶ γένηται ἡ κληρονομία οὐκ ἐκ διαθήκης, ἀλλ᾽ ἐξ ἀδιαθέτου, ἐὰν μὲν· ἡ μήτηρ εἰς δεύτερον γάμον οὐκ ἔλθῃ, τὰ μὲν ἄλλα πράγματα τοῦ παιδὸς κληρονομείτω τελείως· ὅσα δὲ ἐκ τοῦ πατρὸς αὐτοῦ τοῦ καὶ προτέρου τῆς γυναικὸς ἀνδρὸς εἰς τὸν παῖδα ἔλθῃ, μὴ κληρονομείτω αὐτὰ ἡ μήτηρ, ἀλλ᾽ ἐχέτω μόνην τὴν χρῆσιν αὐτῶν, τὰ δὲ πράγματα φυλαττέσθωσαν τοῖς ἀδελφοῖς καὶ ταῖς ἀδελφαῖς τοῦ τελευτήσαντος παιδὸς, ὅσοι εἰσὶν ἐκ τοῦ αὐτοῦ πατρὸς, ἐξ οὗ καὶ ὁ παῖς ἦν, ἤγουν τοῦ προτέρου τῆς γυναικὸς ἀνδρός.
74
pr.Ἐπὶ μὲν τῶν χρηματικῶν ὑποθέσεων, ἐὰν ἀποδημῶσιν οἱ μάρτυρες εἰς ἑτέραν ἐπαρχίαν, δέχεται ὁ δικαστὴς ἢ ὁ βασιλικὸς τοῦ τόπου καὶ ἐρωτᾷ τούτους, καὶ ἀποστέλλει τὰς μαρτυρίας αὐτῶν ἐγγράφως πρὸς τὸν τὴν δίκην δοκιμάζοντα δικαστήν. ἐπὶ δὲ τῶν ἐγκληματικῶν δεῖ τοὺς μάρτυρας αὐτοπροσώπως παρ᾿ αὐτῷ τῷ δικαστῇ τὴν μαρτυρίαν διδόναι.
75
pr.Μήτηρ τὰ μὲν τροφεῖα, ἅτινα τοῖς παισὶ παράσχοι, οὐ δύναται ἀπαιτεῖν· εἴ τι δὲ εἰς τὰ πράγματα αὐτῶν χρησίμως ἀνάλωσε, τοῦτο διὰ τῆς περὶ διοικήσεως ἀγωγῆς δύναται ἀπαιτεῖν.
76
pr.Μήτηρ ἀνήλικας παῖδας ἔχουσα καὶ ἐπιτροπεύουσα αὐτῶν, εἰ βούλεται εἰς δευτέρους γάμους ἐλθεῖν, ἐξανάγκης ὀφείλει προσκαλεῖσθαι ἄλλον τὸν μέλλοντα ἐπίτροπον τῶν παίδων γίνεσθαι, καὶ λογαριασμὸν αὐτῷ διδόναι περὶ τοῦ πράγματος τῶν παίδων, εἶτα καὶ τοὺς παῖδας καὶ τὰ πράγματα τούτων παρατιθέναι τῷ μέλλοντι ἐπιτροπεύειν τῶν παίδων, καὶ οὕτως εἰς δευτέρους γάμους εἰ θέλει ἐρχέσθω. εἰ δὲ μὴ, δύνανται οἱ παῖδες καὶ τὰ τῆς μητρὸς καὶ τὰ τοῦ λαμβάνοντος αὐτὴν ἀνδρὸς λαμβάνειν ὡς ὑποθήκην ἤγουν ἐνέχυρον ὑπὲρ τῶν οἰκείων πραγμάτων, καὶ ἔξεστι τοῖς παισὶ ποιεῖν τοῦτο ἀπ᾿ αὐτῆς τῆς ὥρας, ἀφ᾿ ἧς ἡ γυνὴ δευτέρῳ ἀνδρὶ συναφθῇ.
77
pr.Μάρτυς ἐν διαθήκῃ ὑπογράψας καὶ μὴ σφραγίσας, ἢ σφραγίσας καὶ μὴ ὑπογράψας, οὕτω λογίζεται, ὥσπερ εἰ μὴ παρῆν.
78
pr.Τὸ σμῆνος ἐκ τῶν μελισσείων μου ἱπτάμενον ἐμόν ἐστιν, ἕως ὅτε ὑπὸ τὴν θέαν μου πίπτει.
79
pr.Ἡ μικρὰ αἰτία τῇ μείζονι οὐ προκρίνει· ἡ γὰρ μείζων αἴτησις εἰς ἑαυτὴν ἕλκει τὰ ἥττονα.
80
pr.Πᾶσι τρόποις κεκώλυται μοναστηρίων ἐκδόσεις ἢ πωλήσεις ἢ ἐκποιήσεις γίνεσθαι ἐπὶ τῷ ταῦτα ἀπὸ τοῦ ἱερατικοῦ σχήματος εἰς ἰδιωτικὴν διαγωγὴν μετασχηματίζεσθαι καὶ ἐκ τῆς θειοτέρας καταστάσεως πρὸς τὴν κοινὴν μεταποιεῖσθαι καὶ μεταλλάττεσθαι.
81
pr.Μάγιστροι λέγονται οἱ μέγιστοι ἄρχοντες. ἐπεὶ δὲ οἱ ἄρχοντες προνοεῖσθαι τῶν ὑπὸ τούτους ὀφείλουσιν, ἀπὸ μεταφορᾶς τούτων οἱ πλέον τῶν ἄλλων ὀφείλοντες προνοεῖσθαι τῶν ἐπιτετραμμένων αὐτοῖς πραγμάτων μάγιστροι λέγονται. ἐκ τούτων δὲ πάλιν καὶ οἱ ὁποιασδήτινος ἐπιστήμης παιδευταὶ ἢ διδάσκαλοι.
82
pr.Μεσεγγυητής ἐστι, παρ᾽ ᾧ πολλοί τινες ἄνθρωποι παρακατάθωνται πρᾶγμα ἐπίδικον, ἢ περὶ οὗ ἀμφιβολίας καὶ κρίσεις ἔχουσιν.
83
pr.Οἱ μηνυταὶ παραστήσαντες καὶ ἀποδείξαντες ἀληθῆ τὰ παρ᾽ αὐτῶν καταμηνυθέντα, εἰ πράγματά τινα εἶεν ταῦτα ἐξ ὧν τῷ δημοσίῳ κέρδος προσγίνεται, τὴν ὀγδόην μοῖραν ἐκ τούτων αὐτοὶ λαμβάνουσιν.
84
pr.Τὰ μεταξὺ ἤγουν μέσον ἄλλων κριθέντα οὔτε ὠφέλειαν οὔτε βλάβην ἐπιφέρει τῷ μὴ παρόντι, ἀλλὰ ἀποδημοῦντι καὶ λείποντι. ὅθεν καὶ ἑνὸς τῶν κληρονόμων καταδικασθέντος πολλάκις ὁ ἄλλος κληρονόμος οὐ βλάπτεται.
85
pr.Τῷ μὴ παρόντι καθολικῶς ἐκ τῶν κριθέντων οὐ γίνεται πρόκριμα, τουτέστι βλάβη τὶς καὶ προευτρεπισμὸς κατακρίσεως.
86
pr.Μήτηρ ἔχουσα παῖδα ἐκ προτετελευτηκότος ἀνδρὸς καὶ μὴ αἰτήσασα ἐπίτροπον τῷ παιδὶ, ἐὰν μὲν ἄνηβος ὁ παῖς τελευτήσῃ, οὐ κληρονομεῖ αὐτόν· εἰ δὲ ἔφηβος, κληρονομεῖ.
87
pr.Καὶ τὰ ἀπὸ μνηστῆρος ἢ μνηστῆς κέρδη ὡς τὰ ἀπὸ τῶν γάμων κέρδη λογίζονται. καὶ ὅ, τι ἐπ᾿ ἐκείνοις, τοῦτο καὶ ἐπ᾿ αὐτοῖς γίνεται. πή΄ 105. Μαθηματικοὶ τὰς ἑαυτῶν βίβλους ἐπ᾿ ὄψεσι τῶν ἐπισκόπων καιέτωσαν· εἰ δὲ μὴ, καὶ τῆς ῥώμης καὶ πάσης πόλεως ῥωμαϊκῆς ἐξοριζέσθωσαν.
89
pr.Οὐ μαρτυρεῖ υἱὸς πατρὶ ἢ πατὴρ υἱῷ.
90
pr.Ὁ κατά τινος ἤδη μαρτυρήσας, ἐὰν προσεχῶς κινηθῇ ὑπόθεσις, κατὰ τοῦ αὐτοῦ οὐ δύναται πάλιν μαρτυρεῖν.
91
pr.Ὁ κατήγορος οἰκειακοὺς αὐτοῦ μάρτυρας οὐ δύναται παράγειν.
92
pr.Ὁ συνηγορῶν ἐν ὑποθέσει οὐ δύναται ἐν αὐτῇ μαρτυρεῖν.
93
pr.Ὁ ἐκβιβαστὴς οὐ δύναται μαρτυρεῖν. ἐστὶ δὲ ἐκβιβαστὴς ὁ παρὰ τοῦ δικαστοῦ διδόμενος ἐπὶ τῷ εἰς πέρας ἀγαγεῖν τὰ ἀποφανθέντα 112. οὗτος γοῦν ἐπὶ ταῖς μελλούσαις ἀνατίθεσθαι αὐτῷ ὑποθέσεσιν οὐ δύναται μαρτυρεῖν, ἀλλ᾽ οὐδὲ μετὰ τὴν ἐκπλήρωσιν περὶ τῶν ἀρχῆθεν ὑποθέσεων μαρτυρεῖ, [εἰ] μὴ μόνον περὶ ὧν ποιήσει ὡς ἐκβιβαστής.
94
pr.Μνηστεία ἐστὶ μνήμη καὶ ἐπαγγελία τῶν μελλόντων γάμων.·· σε. Οἱ ἀνιόντες καὶ κατιόντες οὐδὲ βουλόμενοι δύνανται μαρτυρεῖν κατ᾿ ἀλλήλων.
96
pr.Μάρτυρες ἐξεπίτηδες καὶ οὐ κατὰ πλάνην ἐναντίας μαρτυρίας λέγοντες τιμωρείσθωσαν. ἐξεπίτηδες δὲ ὁ νόμος τὸ ἐπὶ ταὐτὸ καὶ ἑκουσίᾳ τῇ γνώμῃ φησίν.
97
pr.Μεσίτης οὐ παραδέχεται εἰς μαρτυρίαν, εἰ μὴ κατὰ συναίνεσιν ἤγουν ἀρέσκειαν καὶ θέλησιν τῶν δύο μερῶν· κατὰ ἄλλον δὲ τρόπον οὐ δύναται μαρτυρεῖν. σημειωτέον δὲ, ὅτι ὁ μὲν πρότερος νόμος παντελῶς κωλύει τὸν μεσίτην παράγεσθαι μάρτυρα, ὁ δὲ δεύτερος ἐνδίδωσι μαρτυρεῖν τὸν μεσίτην, εἰ καὶ τὰ δύο μέρη συγκατατίθενται.
98
pr.Εάν τις ἀντίδικον ἔχων μέλλει παράγειν μάρτυρας, καὶ προσκαλέσηται ὁ δικαστὴς καὶ τὸν ἀντίδικον, οὗτος δὲ οὐ βουληθῇ παραγενέσθαι εἰς μαρτυρίαν, γίνεται ἡ μαρτυρία καὶ λείποντος τοῦ ἀντιδίκου, καὶ ἰσχύει ὥσπερ ἐγένετο παρόντος αὐτοῦ.
99
pr.Οἱ οἰκίας τινῶν εἰς μιτάτα λαμβάνειν μέλλοντες, εἰ μὲν στρατιῶταί εἰσιν οἱ τὰ μιτάτα λαμβάνοντες, τὸ τρίτον μέρος τοῦ ὀσπητίου λαμβάνειν ὀφείλουσιν· εἰ δὲ ἰλλούστριοι, τουτέστιν ἔνδοξοι καὶ μεγιστᾶνές τινες, τὸ ἥμισυ αὐτοῖς δίδοται, τὸ δὲ ἄλλο ὀσπήτιον ἅπαν οἱ δεσπόται εἰς οἰκείαν χρῆσιν παρακατέχουσιν. ὁ δὲ παρὰ τὴν διάταξιν ταύτην τοῖς μι τάτοις ποιῶν, ἔνδοξος μὲν καὶ ἰλλούστριος ὢν, λίτρας χρυσίου τριάκοντα ζημιοῦται· στρατιώτης δὲ, τῆς στρατείας γυμνοῦται καὶ εἰς ἰδιωτικὴν κατάγεται τύχην.
100
pr.Οἱ ὁπλοποιοὶ, ἀρχιητροὶ, γραμμάτων διδάσκαλοι, ζωγράφων παιδευταὶ τοῦ βάρους τῶν μιτάτων ἐλεύθεροι διατηρείσθωσαν.
101
pr.Περὶ στρατιώτου καὶ νοταρίου εἰ μισθοῦνται ἢ οὔ, ἐν τοῖς εἰς τὸ ν ' καὶ τὸ σ΄ στοιχεῖον εἴρηται.
102
pr.Ἔξεστιν ἤγουν ἐνδέδοται τῷ μισθώσαντι καὶ τῷ μισθωσαμένῳ, ἐντὸς χρόνου λύειν τὴν μίσθωσιν.
103
pr.Οἱ μισθωσάμενοι ἤγουν ἐπὶ μισθῷ λαβόντες πρᾶγμα, καὶ μετὰ τὴν συμπλήρωσιν τῆς μισθώσεως οὐκ ἀποδιδόντες εὐγνωμόνως τὸ πρᾶγμα, ἀλλὰ τὸν δεσπότην τοῦ πράγματος εἰς κρίσεις καὶ ὀχλήσεις εἰσάγοντες, μετὰ τὴν καταδίκην οὐ τὸ πρᾶγμα μόνον, ἀλλὰ σὺν τούτῳ καὶ τὴν τιμὴν, ὅσης τὸ πρᾶγμά ἐστιν ἄξιον, ἀποδιδόναι καταναγκάζονται, ἵνα διπλῇ αὐτὸ ζημιούμενοι παιδεύοιντο διὰ τῆς ζημίας μὴ εἶναι ἀγνώμονες
104
pr.Μανία πρὸ τῆς μνηστείας γινομένη ἐμποδίζει προβῆναι μνηστείαν· ὕστερον δὲ μετὰ τὴν μνηστείαν προβᾶσα οὐ κωλύει αὐτήν.
105
pr.Ὁ μνηστευσάμενος κόρην, εἰ μὲν ἐν μιᾷ καὶ τῇ αὐτῇ ἐπαρχίᾳ μετὰ τῆς κόρης διάγει, ἐντὸς δύο χρόνων ὀφείλει τοὺς γάμους ἀποπληροῦν· εἰ δὲ ἐν ἑτέρᾳ, ἕως τριῶν. εἰ δὲ μὴ πληρώσῃ τοὺς γάμους ἕως τοῦ ὡρισμένου καιροῦ, ἔξεστι τῇ κόρῃ ἀπολύειν τὴν μετὰ τούτου μνηστείαν καὶ ἑτέρῳ συνάπτεσθαι. εἰ δέ τις εὔλογος ἀνακύψει αἰτία, οἷον νόσος ἑνὸς τῶν τὴν μνηστείαν ποιουμένων μερῶν ἢ θάνατος γονέων ἢ ἄλλο τì τοιοῦτον, δύναται ἡ μνηστεία καὶ ἕως δ΄ χρόνων ἐκτείνεσθαι.
106
pr.Ἐὰν ὑπεξουσία τῷ πατρὶ θυγάτηρ πρὸς μνηστείαν ἐκδοθῇ τινι, καὶ μετὰ τὴν μνηστείαν αὐτεξουσία ἡ θυγάτηρ γένηται, οὐ δύναται ὁ πατὴρ τὴν μνηστείαν λύειν μετὰ τὸ γενέσθαι αὐτεξουσίαν τὴν θυγατέρα, οὐδὲ εἴ τι δέδωκεν αὐτῇ εἰς προῖκα ἀπαιτεῖν καὶ ἀναλαμβάνειν πάλιν ἐκ ταύτης
107
pr.᾿Αῤῥαβώνων ἐπὶ μνηστείᾳ δοθέντων, εἶτα τοῦ δεδωκότος τοὺς ἀῤῥαβῶνας πρὸ τῆς τῶν γάμων συμπληρώσεως τελευτήσαντος, οἱ ἀῤῥαβῶνες πρὸς τὸ μέρος τοῦ δεδωκότος παρὰ τῶν λαβόντων αὐτοὺς ἀναστρέφονται. τοῦτο δὲ γίνεται, ὅταν τὸ τελευτῆσαν πρόσωπον μὴ δώσει αἰτίαν τινὰ τοῦ κωλυθῆναι τὸν γάμον· εἰ δὲ δώσει, οἱ ἀῤῥαβῶνες οὐκ ἀναστρέφονται.
108
pr.Περὶ τῶν πρὸς μνηστὴν δωρεῶν ἐν τοῖς εἰς τὸ δ΄ στοιχεῖον εἴρηται.
109
pr.Τὰ τῇ μνηστῇ παρὰ τοῦ ἀνδρὸς δεδομένα οὐ δύνανται ἀποσπᾶν οἱ πρὸ τοῦ γενέσθαι τὴν μνηστείαν δανεισταὶ τοῦ ἀνδρὸς, εἰ μὴ πολλάκις ἐνυπόθηκα διὰ τὸ χρέος ἔχουσι ταῦτα.
110
pr.Ὁ μνηστὴρ δωρησάμενός τινα τῇ οἰκείᾳ μνηστῇ ἐτελεύτησε, φιλήματι μόνῳ πρὸς τὴν οἰκείαν μνηστὴν χρησάμενος· τὸ ἥμισυ τῆς δωρεᾶς ἡ μνηστὴ ἔχει, καὶ τὸ ἥμισυ ἀναδίδωσι τοῖς τοῦ μνηστῆρος κληρονόμοις. εἰ δὲ καὶ αὐτὴ ἡ μνηστὴ τελευτήσει, τὸ ἥμισυ πρόσεστι τῷ μέρει καὶ τοῖς κληρονόμοις αὐτῆς, καὶ τὸ ἥμισυ τῆς δωρεᾶς πρὸς τὸν μνηστῆρα ἀναστρέφεται. εἰ δὲ μηδὲ φίλημα γένηται, ἡ δωρεὰ πᾶσα ἀναστρέφε ται ἢ πρὸς τὸν μνηστῆρα, ἐὰν αὐτὸς ζῇ καὶ ἡ μνηστὴ τελευτήσῃ, ἢ πρὸς τοὺς κληρονόμους τοῦ μνηστῆρος, ἐὰν ὁ μνηστὴρ τελευτήσῃ καὶ ἡ μνηστὴ ζῇ. ἐὰν δὲ ἡ μνηστὴ δωρήσηταί τινα τῷ μνηστῆρι, εἶτα αὐτὴ ἢ ὁ μνηστὴρ τελευτήσῃ, κἄντε γένηται φίλημα κάντε μὴ γένηται, πᾶσα ἡ δωρεὰ πρὸς τὴν μνηστὴν ἢ τὸ μέρος αὐτῆς ἀναστρέφεται.
111
pr.Μνηστὴ λέγεται ἡ γυνὴ, ἣν προοικονομεῖ καὶ προπαρασκευάζει τὶς εἰς οἰκείαν γυναῖκα λαβεῖν, ἀῤῥαβῶσί τισιν ἑαυτῷ ταύτην πραγματευόμενος.
112
pr.Τὴν ἐν ἐργαστηρίῳ προενεχθεῖσαν τουτέστιν εἰς τὸ προΐστασθαι ἐργαστηρίου τεταγμένην γυναῖκα μοιχεύων τὶς, εἰ μὲν αὐτὴ κυρία τοῦ ἐργαστηρίου ἦν καὶ ἄλλους εἶχεν ὑπηρέτας καὶ ὑπουργοὺς, τῇ τοῦ μοιχοῦ τιμωρίᾳ μετὰ ταύτης ὑπόκεινται. εἰ δὲ αὐτὴ δ᾽ ἑαυτῆς ὑπηρέτει καὶ ἐδούλευεν εἰς τοὺς εἰσερχομένους ἐν τῷ ἐργαστηρίῳ αὐτῆς, οὔτε ὁ ἀνὴρ οὔτε αὐτὴ τιμωρεῖται. τῶν γὰρ εὐϋπολήπτων γυναικῶν σωφρονεῖν οἱ νόμοι προενοήσαντο, τῶν δὲ εὐτελῶν καὶ χαμηλῶν καταπεφρονήκασιν.
113
pr.Οὐκ ἔξεστι μοναχῷ, ἵνα γένηται ἐπίτροπος ἢ κουκάτωρ ἢ ἀπαιτητὴς ἢ ἐκδικητὴς ἢ ἐγγυητὴς ἢ δίκης ἐντολεὺς ἢ ἀλλοτρίων πραγμάτων ἀνάδοχος.
114
pr.Τὸν οἰκοδομεῖν καὶ κτίζειν βουλόμενον μοναστή ριον δεῖ τὸν ἐπίσκοπον προσκαλεῖσθαι ἐπὶ τῷ καταβάλλεσθαι παρ᾽ αὐτοῦ σταυροπήγιον.
115
pr.Οἱ τῶν μοναστηρίων ἡγούμενοι οὐ γίνονται κατὰ βαθμὸν, ἀλλὰ κατὰ τὴν ἐκλογὴν τῶν ἐν τῇ μονῇ μοναχῶν.
116
pr.Ὁ μονάσαι βουλόμενος, εἰ μὴ τρεῖς πληρωθῶσι χρόνοι, οὐκ ἀξιοῦται τοῦ ἁγίου σχήματος· πλὴν εἰ μὴ πάντη πρόδηλος καὶ γνώριμός ἐστιν ἡ τούτου ὑπόληψις καὶ κατάστασις.
117
pr.Οἱ μὲν παλαιότεροι νόμοι τοὺς μοναχοὺς ἐν ἑνὶ οἴκῳ οἰκεῖν καὶ καθεύδειν καὶ τρέφεσθαι κοινῶς παρακελεύονται· οἱ δὲ νεώτεροι τὸ μὲν κοινῶς τρέφεσθαι τούτους διαγορεύουσιν, οἰκεῖν δὲ καὶ καθεύδειν δὲ ἐν ἑνὶ οἴκῳ οὐκ ἀναγκάζουσιν,
118
pr.Ταῖς τῶν μονῶν θύραις ἄνδρες γηραιοί τε καὶ σώφρονες προσκαθήσθωσαν, εὐϋπόληπτοι μεμαρτυρημένοι καὶ ἀνεπιλήπτου τυγχάνοντες καταστάσεως, οἵτινες οὐδένα ἐάσουσιν εἰς τὴν μονὴν εἰσελθεῖν ἢ ἐξελθεῖν ἐξ αὐτῆς ἄνευ γνώμης τοῦ προεστῶτος.
119
pr.Κατ᾿ οὐδένα τρόπον εἰσιέναι ἄνδρας εἰς μονὴν γυναικείαν ἢ γυναῖκας εἰς ἀνδρῴαν κατὰ τοὺς πάλαι νόμους ἐνδέδοται. οὐδὲ θάπτεσθαι ἢ ἄνδρα εἰς μοναστήριον γυναικεῖον ἢ εἰς ἀνδρῷον γυναῖκα.
120
pr.Οἱ σχῆμα μοναχικὸν τολμήσαντες περιθέσθαι, ἢ τοῦτὸ ἢ ἄλλην τινὰ ἐκκλησιαστικὴν ἐμπαῖξαι κατάστασιν, σωματικὰς τιμωρίας ὑπομενέτωσαν καὶ ἐξορίᾳ παραδιδόσθωσαν.
121
pr.Ἐὰν γυνὴ μέλλῃ ταφῆναι εἰς μονὴν γυναικεῖαν, οἱ φέροντες τὴν κλίνην καὶ οἱ τὸν τάφον ὀρύττοντες κατ᾿ αὐτὸν μόνον τὸν τῆς κηδείας καιρὸν παραχωροῦνται εἰσέρχεσθαι τὴν μονὴν, εὐθὺς δὲ ἐκβάλλονται ἐκ ταύτης. αἱ μοναχαὶ δὲ οὐ δύνανται ἐπὶ τῇ ταφῇ παραγίνεσθαι, εἰ μὴ μόναι ἡ θυρωρὸς καὶ ἡ ἡγουμένη.
122
pr.Οὐδὲ ἐν τοῖς μνημοσύνοις τῶν ἐν μοναστηρίοις τεθαμμένων ἀνδρῶν ἢ γυναικῶν οἱ συγγενεῖς αὐτῶν παραχωροῦνται εἰσιέναι εἰς τὰς μονὰς, ἂν ὦσιν αἱ μὲν μοναὶ ἀνδρᾷαι καὶ οἱ ταφέντες ἄνδρες, αἱ δὲ συγγενεῖς ἐκείνων γυναῖκες, ἢ τὸ ἀνάπαλιν.
123
pr.᾿Ανδρὸς ἐν μονῇ ἀνδρῴᾳ ταφέντος κατὰ τὸν νόμον αἱ συγγενεῖς αὐτοῦ γυναῖκες οὐδὲ εἰς τὰ μνημόσυνα ἐκείνου δύνανται εἰς τὴν μονὴν εἰσελθεῖν· ὡσαύτως οὐδὲ ἄνδρες εἰς τὰς γυναικείας μονὰς εἰσέρχεσθαι, οὐδὲ ἐὰν ὦσιν ἐκεῖ τεθαμμέναι γυναῖκες αὐτῶν συγγενεῖς, καὶ μνημόσυνα τῶν τοιούτων μέλ λουσι γίνεσθαι γυναικῶν.
124
pr.Μονιτροὺς τοὺς χαράκτας καλοῦσι, μονίταν δὲ τὸν ἀρχέτυπον χαρακτῆρα, δι οὗ σφραγίζονται τὰ νομίσματα. ρκέ΄ 144. Οἱ τὴν μονίταν ἐργαζόμενοι, ἤγουν χαράσσοντες τὰ νομίσματα, νούμους ἤγουν νομίσματα ποιοῦντες ἔξωθεν ἑαυτοῖς ἢ τοὺς γενομένους κλέπτοντες οὐ κρίνονται ὡς πλαστὴν μονίταν ποιοῦντες, οὐδὲ καταδικάζονται ὡς οἱ πλάττοντες μονίταν, τουτέστιν οὐ χειροκοποῦνται, ἀλλὰ μόνον περιορίζονται.
s2
pr.Πενταετίᾳ σβέννυται τὸ ἔγκλημα τῆς μοιχείας. ἀλλὰ τοῦτο λέγομεν περὶ τῶν ἑκουσίως ἡμαρτηκότων ἤγουν περὶ τῶν εἰς ἑκοῦσαν ἡμαρτηκότων· ἐὰν γάρ τις βιασάμενός τινα γυναῖκα ἁμάρτῃ, ἀπροσδιορίστως δύναται κατηγορεῖσθαι ὡς φανερὰν βίαν ἡμαρτηκώς.
s3
pr.Ἡ δὲ ιθ ' νεαρὰ τοῦ κυροῦ λέοντος περὶ τοῦ ἐπ᾽ αὐτοφόρῳ ἁλόντος μοιχοῦ ἢ μοιχαλίδος καὶ ἀμφοτέρους ῥινοκοπεῖσθαι φησὶν, καὶ τὸν ἄνδρα ἀντὶ τῆς τοσαύτης ἀδικίας παραμυθίαν ἔχειν ἐκ τοῦ τὴν προῖκα λαμβάνειν τῆς ὀφθείσης ἀδίκου περὶ τὰ γαμικὰ δίκαια γυναικὸς, αὐτὴν δὲ ἐν μοναστηρίῳ περιορίζεσθαι ὑπὲρ ἡς παρανομίας τετόλμηκεν.
s4
pr.Νεαρὰ θ ' τοῦ κυροῦ λέοντος· πρὸς τοὺς καταλιπόντας ἀτελὲς μοναστήριον ἐκεῖνο ἡμῖν θεσπίζεται, ὡς διατυπώσεως προελθούσης τὰ ἐν ταύτῃ διωρισμένα ἔσται τῆς ἐκκλησίας· εἰ δ᾽, ὁποῖα πολλὰ φέρει τὸ ἄδηλον, πρὸ τῆς τῶν οἰκείων ἀναρπασθείη διατυπώσεως, παίδων μὲν ὑπόντων ἄχρι γ΄, τέταρτον μέρος τῆς ὑπάρξεως οἰκειώσεται ἡ μονή· ἐπέκεινα δὲ τοῦ τῶν γ ' ἀριθμοῦ προϊόντος τοῦ τῆς γονῆς πλήθους, συγκαταλέξεται τὸ μοναστήριον τοῖς παισὶ, καὶ τὰ ἶσα ἑνὶ τούτων ἑκάστῳ λήψεται ἐκ πάσης περιουσίας ἧς οὐχ ἅπτεται χρέα τοῦ τεθνηκότος· ἄπαιδος δὲ ὑπάρχοντος, ἐπὶ γονεῦσι δὲ τὸν βίον λιπόντος, διχῆ τῶν προσόντων διαιρουμένων ἡ μὲν τοῖς γονεῦσιν, ἡ δ᾽ ἑτέρα μοῖρα τῷ μοναστηρίῳ παρασχεθήσεται· εἰ δὲ ἔρημος εἴη κληρονόμων ἀνιόντων καὶ κατιόντων, τοὺς ἐκ πλαγίου δὲ εἰσιόντας ὁ κλῆρος προσίεται, αὐτοὶ μὲν, ὅσοι ἄρα καὶ ὦσι, τὸ γ ' μέρος διανεμηθήσονται, τὸ δίμοιρον δὲ προσχωρήσει τῇ ἐκκλησίᾳ.