Syn. min. 1.13
Ἀρχὴ τοῦ Ν
Abrir no leitor do IusCommune →1
pr.Ὅτι κατὰ τοὺς πάλαι χρόνους οὔτε μοναρχίαι ἦσαν βασιλικαὶ, ἀλλὰ δ᾽ ὑπάτων τὰ τῶν ῥωμαίων διηυθύνοντο πράγματα· προεβάλλοντο γὰρ καθ'᾽ ἕκαστον χρόνον ὕπατοι δύο, καὶ ἀνεδέχοντος πάντα τὰ στρατιωτικὰ καὶ πολιτικά· οὔτε νόμοι. καὶ ἵνα σαφέστερον καὶ συντομώτερον εἴπομεν, ἀκμὴν οὔτε βαλελαίου καὶ ἀνατολίου καὶ ἰσιδώρου συνάψας, ἕτερον δωδεκάδελτον, ταὐτὸν δ᾽ εἰπεῖν δωδεκάβιβλον, καὶ αὐτὸς ἀπεπλήρωσε. τινὲς δὲ τοὺς λεχθέντας κώδικας εἶναι μέν φασι καὶ πρὸ τοῦ ἰουστινιανοῦ, πλὴν ἀλλὰ συγκεχυμένους καὶ διεσπαρμένους, παρ᾽ αὐτοῦ δὲ ἐπισυναχθῆναι καὶ τεθῆναι εἰς τὸ δωδεκάβιβλον ἢ μᾶλλον δωδεκάδελτον.
6
pr.Ὁ αὐτὸς καὶ τὰ ἰνστιτοῦτα, τουτέστι τὴν τῶν νόμων εἰσαγωγὴν, ὡς πρῶτα στοιχεῖα τοῖς τοὺς νόμους παιδευομένοις, ἐξέδοτο.
7
pr.Ὁ αὐτὸς καὶ νεαρὰς ἐν ἰδιάζοντι βιβλίῳ συνέταξεν. εἰσὶ δὲ νεαραὶ αἱ παρὰ τῶν κατὰ καιροὺς βασιλέων νέαι διατάξεις πρὸς τὰς ἀνακυπτούσας ὑποθέσεις γινόμεναι.
8
pr.Ὑπηρέτει δὲ τῷ ἰουστινιανῷ εἰς ἃς εἴπομεν νεαρὰς ὁ τριβουνιανὸς ἐκεῖνος, ὃν καὶ εἰς φύσεως δεξιότητα, καὶ εἰς φιλοχρηματίαν δαιμόνιον περιᾴδουσιν. ὅστις ἐν τῷ συγγράφειν τὰς νεαρὰς παρὰ τῶν ἐχόντων ὑποθέσεις δεχόμενος χρήματα, τὰ μὲν πρὸς τὸ θέλημα τῶν διδόντων ἐνήλλαττε, τὰ δὲ ἀσαφῆ καὶ δυσνόητα καὶ πρὸς ἐννοίας ῥέποντα διπλὰς ἐσχεδίαζεν, ὡς ἂν οἱ ἀναγινώσκοντες ἐμπίπτωσιν εἰς διχόνοιαν.
9
pr.Τελευταῖον δὲ καὶ ὕστερος πάντων λέων ὁ σοφὸς ὁ ἐν βασιλεῦσιν ἀοίδιμος τὰ δίγεστα καὶ τοὺς κώδικας καὶ τῶν ἰνστιτούτων πολλὰ καὶ τὰς νεαρὰς αὐτὰς εἰς ἓν πάντα συναγαγὼν, καὶ ὁμοῦ τὴν τοιαύτην πραγματείαν ἐν βιβλίοις συμπληρώσας ξ΄, τὴν λεγομένην ἑξηκοντάβιβλον τελείως ἀπήρτισεν, ἣν καὶ εἰς τεύχη ἓξ διεμέρισε, τεῦχος ὀνομάσας ἕκαστον τῶν μειζόνων τμημάτων, ὃ καὶ πολλῶν βιβλίων ἐστὶ περιεκτικόν. καὶ μετὰ τοῦτον πολλοὶ τῶν βασιλέων καθολικοὺς μὲν οὐκ ἐξέθεντο νόμους, νεαρὰς δὲ καὶ προστάξεις ἀλλοίας καὶ χρυσοβούλλους λόγους, εἰς ἃ δέον ἡγήσαντο, πεποιήκασιν.
10
pr.Ὁ νόμος ἢ φυσικός ἐστιν ἢ ἐθνικὸς ἢ πολιτικός. καὶ φυσικὸς μὲν νόμος, ᾧτινι κατὰ φύσιν χρῶνται πάντα τὰ ζῶα, καὶ τὰ λογικὰ καὶ τὰ ἄλογα, οἷον τὸ τὰς μητέρας στέργειν τὰ γεννώμενα ἐξ αὐτῶν, καὶ ὅσα τοιαῦτα. θ '. Βασιλείου τοῦ μεγάλου περὶ τετάρτου γάμου. περὶ δὲ τῶν διγάμων καὶ τριγάμων ἀπὸ τοῦ συνοδικοῦ τόμου τὰ περὶ αὐτῶν δογματισθέντα ἀπαραποιήτως γράφεται, καὶ πρόσχες
11
pr.Ἐθνικὸς νόμος ἐστὶν, ᾧτινι ἔθνος ἓν ἢ καὶ ἔθνη χρῶνταί τινα. οἷον τὸ μὴ μίγνυσθαι ταῖς μητρᾶσι παρὰ σκύθαις καὶ ἕλλησι, καὶ τὸ ἐναντίον τὸ μίγνυσθαι ταύταις παρὰ τοῖς πέρσαις.
12
pr.Πολιτικὸς δὲ νόμος ἐστὶν, ᾧτινι μία μόνη κέχρηται πόλις διὰ τὸ συμφέρειν αὐτῇ, ἄλλη δὲ, εἰ χρήσασθαι βουληθῇ, ἐπιζήμιον ἔσται ταύτῃ καὶ βλάβης πρόξενον. ὡς εἴ τις ἐν πόλει ὢν, ἥτις σῖτον ἀφ᾽ ἑαυτῆς οὐ δύναται γεωργεῖν, νομοθετήσῃ ἐλευθέρους εἶναι καὶ μηδὲν διδόναι τῷ δημοσίῳ τοὺς βουλομένους ἀγοράζειν καὶ πωλεῖν σῖτον. τοῦτο γὰρ τῇ μὲν πόλει ἐκείνῃ ἴσως συμφέρει διὰ τὸ μὴ ἔχειν σῖτον ταύτην ἀφ᾿ ἑαυτῆς, ταῖς δὲ ἑτέραις πόλεσιν, αἵτινες εὔφοροι εἰς σϊτόν εἰσιν, ἀσύμφορον ἔσται πάντως καὶ οὐδὲν ὄφελος, ἀλλὰ μᾶλλον καὶ ζημίαν αὐταῖς προξενοῦν.
13
pr.Ἡ νομὴ φυσική ἐστι κατοχή, καὶ προηγεῖται τῆς δεσποτείας καὶ ἡ δεσποτεία ἐξ αὐτῆς ἔλαβε τὴν ἀρχήν. ὅτι δὲ ἡ νομὴ πρώτη παρὰ τὴν δεσποτείαν ἐστὶ καὶ ὅτι τὸ δεσπόζειν τινὸς ἐκ τῆς νομῆς γίνεται, δῆλον ἐντεῦθεν· ὅσα ἐκ τοῦ πολέμου λαμβάνομεν, ὅσα ἐν τῇ χέρσῳ εὑρίσκομεν, ὅσους τόπους ἀοικήτους οἰκήσομεν, ὅσας νήσους παρὰ μηδενὸς δεσποζομένας κατάσχωμεν, ὅσα τοιαῦτά τινα ποιήσομεν, τὸν πρώτως δραξάμενον τῆς νομῆς τῶν πραγμάτων, ὧν νεμηθῇ, δεσπότην ἡγούμεθα.
14
pr.Ἡ νομὴ γίνεται μὲν πολλάκις καὶ κατὰ μίσθωσιν, καὶ καλεῖται μισθωτικὴ ἡ τοιαύτη νομή. γίνεται δὲ καὶ κατὰ δεσποτείαν τελείαν, καὶ λέγεται τότε κατὰ ψυχὴν καὶ ψυχῇ νο μὴ, καὶ ὁ νεμόμενος τὸ πρᾶγμα ψυχῇ νεμόμενος. καὶ ὁ μὲν ψυχῇ νεμόμενος πολλάκις διὰ πολυχρονίου νομῆς γίνεται δεσπότης τοῦ πράγματος, ὁ δὲ μισθωτικῶς νεμόμενος οὐδέποτε διὰ πολυχρονίου νομῆς δύναται δεσπόσαι τοῦ πράγματος. ιε. Τὰ ναυτικὰ πάντα καὶ ὅσα κατὰ θάλασσαν κρίνεται, ῥοδίῳ τέμνονται νόμῳ καὶ κατὰ τοὺς ῥοδίους δικάζονται νόμους, ὅταν μὴ ἄλλος νόμος ἐναντιούμενος τοῖς τῶν ῥοδίων νόμοις εὑρίσκηται. εἰσὶ γὰρ οἱ τῶν ῥοδίων νόμοι τῶν ἄλλων ναυτικῶν νόμων παλαιγενέστεροι, καὶ ἔχουσιν εἰς τὰ πλείω και λῶς καὶ ἐν τοῖς περισσοτέροις τυγχάνουσιν ἀνεπίληπτοι. ἐπεὶ δὲ ὕστερόν τινες τῶν ἀνθρώπων τισὶ ῥοδίοις νόμοις πρὸς και κουργίαν ἐχρήσαντο, καὶ αὐτὴ δὲ ἡ τῶν πραγμάτων μεταβολὴ ἀπήτησεν ἐξ ἀνάγκης νέους νόμους τεθῆναι, ἀναπληροῦντας τὸ λεῖπον τοῖς νόμοις τοῖς παλαιοῖς καὶ μεταποιοῦντας ἐκείνους πρὸς τὸ κοσμιώτερον καὶ σεμνότερον, καὶ μέντοι καὶ τοιοῦτοι νόμοι παρὰ βασιλέων ἀγαπώντων τὸ δίκαιον ἐξετέθησαν. ὅπου μὲν οὐχ εὑρίσκεται νέος νόμος παλαιῷ νόμῳ τῶν ῥοδίων ἀντιταττόμενος, κατὰ τοὺς ῥοδίους νόμους τὰ ναυτικὰ ζητήματα κρίνεται· ὅπου δὲ ἕτεροι νόμοι ἐναντιοῦνται αὐτοῖς, ἀργοῦσιν οἱ τῶν ῥοδίων νόμοι καὶ οἱ ἄλλοι τὸ κράτος ἔχουσιν.
16
pr.Ναῦται χωρὶς κυβερνήτου πλέειν τολμήσαντες καὶ οἱ μετ᾿ αὐτῶν ἐπιβάται τοῖς ναύταις ὁμοίως δίχα κυβερνήτου κατὰ θάλατταν, πλέοντες, ἐὰν τὸ πλοῖον ναυαγήσῃ, τουτέστι κινδύνῳ περιπέσῃ τινὶ ἢ καὶ εἰς τελείαν καταντήσῃ ἀπώλειαν, καὶ οἱ ἐπιβάται καὶ οἱ ναῦται ἐνάγονται, οἱ μὲν ἐπιβάται ὡς τῆς σωτηρίας ἑαυτῶν ἀμελήσαντες, οἱ δὲ ναῦται ὡς καὶ τῆς ἑαυτῶν καὶ τῆς τῶν ἐπιβατῶν προμηθείας καταφρονήσαντες καὶ μὴ κυβερνήτην μεθ᾽ ἑαυτῶν ἐπαγόμενοι. τινὲς δὲ τοὺς ναύτας ἐν τούτοις ὡς ἀθώους τῆς ἐνοχῆς ἀπολύοντες λέγουσι μόνους τοὺς ἐπιβάτας ἐνέχεσθαι.
17
pr.Ναύκληρος ὁ βαρβάρους κατασκευάζειν διδάσκων ναῦς, ἤγουν ὁ πλοῖα ποιεῖν ἔθνεσιν ἀλλογενέσιν ὑποδεικνὺς, κεφαλικαῖς τιμωρίαις ὑπόκειται, ὡς τοῖς τῶν ῥωμαίων ἐχθροῖς διδοὺς ὅπλα καὶ ἰσχυροὺς ἐκείνους κατὰ τούτων ἀπεργαζόμενος.
18
pr.Ναῦς, τουτέστι καράβιον ἢ ἕτερον πλοῖον, ἐὰν προσκρούσῃ ἑτέρᾳ νηϊ καὶ βυθίσῃ αὐτὴν, εἰ μὲν πολλὴ βία τοῦ ἀνέμου ἐστὶ καὶ φαίνεται ἀπὸ τούτου, ὅτι οὔτε ἀπὸ κακίας οὔτε ἀπὸ ἀμελείας τοῦ κυβερνήτου καὶ τῶν ναυτῶν τῶν ἐν τῇ σωζομένῃ νηϊ ἡ ἀπολλυμένη ναῦς ἐβυθίσθη, οὔτε οἱ ναῦται οὔτε οἱ κυβερνῆται ἐνάγονται. ἐὰν δὲ ἡ τοῦ ἀνέμου βία μὴ εἴη πολλὴ καὶ δυναμένη εἰς αἰτίαν λογισθῆναι τῆς ἀπωλείας τῆς ἑτέρας νηὸς, καὶ ὁ κυβερνήτης καὶ ὁ πρωρεὺς καὶ οἱ ναῦται ἐνάγονται.
19
pr.Τὸ ἐκ νηὸς ναυαγίῳ περιπεσούσης ἁρπάζειν ὅμοιόν ἐστι τῷ ἐξ οἰκίας ἐμπρησθείσης ἁρπάζειν, ἤγουν ὀσπητίου καυθέντος, ἢ τῷ ἀφαιρεῖσθαί τι ἐξ οἰκίας ἐκ σεισμοῦ συμπεσούσης, καὶ ὁ τοιοῦτόν τι πράττειν τολμῶν ἐντὸς μὲν ἐνιαυτοῦ ἤγουν συμπληρώσεως χρόνου ἑνὸς ἐνέχεται ἀποδοῦναι ὃ ἥρπασεν εἰς τὸ τετραπλοῦν, μετὰ δὲ τὴν χρόνου συμπλήρωσιν ἁπλοῦν τὸ ἁρπασθὲν ἀποδίδωσιν.
20
pr.Ὁ κόψας σχοίνιον εἰς ὃ ἐδέδετο ναῦς, ἐὰν ἐκ τούτου κινδυνεύσῃ ἡ ναῦς ἢ τι τῶν ὄντων ἐν τῇ νηῒ πραγμάτων ἀπόλλυται, ἀναγκάζεται διδόναι εἰς τὸ διπλάσιον ἢ ὅλην τὴν ναῦν καὶ τὰ ἐν αὐτῇ ἢ τὸ πρᾶγμα ὅπερ ἐκ τῆς τοιαύτης νηὸς ἀπώλετο.
21
pr.Πολλῶν ἐν ταὐτῷ καιρῷ εἰς ἓν πλοῖον εὑρισκομένων καὶ ἑκάστου πρᾶγμα ἔχοντος ἴδιον, ἐὰν γένηται κίνδυνος καὶ ἐκβληθῶσι καὶ ῥιφῶσιν ἔξω ἐν τῇ θαλάσσῃ τῶν ἐν τῇ νηϊ πραγμάτων τινὰ, εἶτα περισωθῇ ἐκ τοῦ κινδύνου ἡ ναῦς, καὶ ὁ μὲν τῶν ἐν αὐτῇ πλέον εὑρεθῇ σῶον ἔχων ὅπερ εἰσήγαγεν εἰς τὴν ναῦν, ὁ δὲ ζημιωθεὶς καὶ ἀπολέσας ὃ ἐπεφέρετο, διὰ τὸ ὡς εἴρηται ἀποῤῥιφῆναι τοῦτο ἐν τῇ θαλάττῃ, γίνεται συνεισφορὰ παρὰ τῶν ἐχόντων τὰ οἰκεῖα πράγματα, καὶ ἀναπληροῦται τοῖς ζημιωθεῖσιν ὁπόσον ἐζημιώθησαν, ἐπεὶ τὴν τοιαύτην ζημίαν διὰ τὴν κοινὴν ἁπάντων τῶν ἐν τῷ πλοίῳ σωτηρίαν ὑπέμειναν. καὶ πᾶν ἁπλῶς εἴ τι διὰ τὴν κοινὴν ἁπάντων σωτηρίαν ἐκβληθῇ ἐκ τῆς νηὸς καὶ ἀπολεσθῇ, συνεισφέρουσι πάντες οἱ ἐν τῷ πλοίῳ καὶ ἀποπληροῦσιν αὐτό.
22
pr.Ἐναυάγησε τις ἐν τῇ θαλάττῃ, ἐξέβαλεν ὅπερ εἶχε καὶ ἔῤῥιψεν εἰς τὴν θάλασσαν. οὐ γίνεται τὸ τοιοῦτον πρᾶγμα διὰ τὸ ῥιφῆναι ἐν τῇ θαλάσσῃ ἀδέσποτον, ἀλλὰ μένει καὶ πάλιν ὑπὸ τὴν δεσποτείαν τοῦ πρότερον αὐτὸ ἔχοντος. καὶ ἐὰν ἐκβληθῇ ἐκ τῆς θαλάττης εἰς τὴν ξηρὰν, δύναται ὁ δεσπότης ἀνακαλεῖσθαι αὐτό. εἰ δὲ πολλάκις τὶς φθάσας πρὸ τοῦ δεσπότου τὸ τοιοῦτον πρᾶγμα ἐκτήσατο, εἰ μὲν χωρὶς κινδύνου ἔλαβε τοῦτο, ἄδεια τῷ δεσπότῃ ἐστὶν ἀνακαλεῖσθαι τὸ πρᾶγμα, ἀποδιδόντι τὸ ἀνῆκον τῷ ὑπὲρ αὐτοῦ κωπιάσαντι, ἢ καὶ τὸ τῆς δοθείσης ὑπὲρ τοῦ πράγματος τῆς ἀγορᾶς τίμημα καταβάλλοντι. εἰ δ᾽ ἵνα κτήσηται τὸ πρᾶγμα, ἑαυτὸν εἰς κίνδυνον ἔβαλεν ὁ κτησάμενος, τότε δεσπότης τούτου κυρίως γίνεται, ὡς τῆς ἑαυτοῦ σωτηρίας τὴν τοῦ πράγματος δεσποτείαν ἀνταλλαξάμενος, καὶ ὁ πρότερον τοῦ πράγματος δεσπότης τῆς δεσποτείας ἐκβάλλεται.
23
pr.Ἐν τοῖς νόμοις (διάφοροι δὲ οἱ νόμοι) εἰσί τινες καὶ περὶ ζημίας διαλαμβάνοντες, καὶ τῶν περὶ ζημίας νόμων ὁ ἀκουΐλιος νόμος ἐστὶν ἁπάντων ἐπικρατέστερος. παρακελεύεται δὲ οὗτος καὶ περὶ τῶν ἄλλων μὲν ζημιῶν, ἐξαιρέτως δὲ περὶ τῶν ἀποδιδομένων εἰς τὸ διπλάσιον. καὶ διὰ τούτου ὅταν ζημίαν παρ᾽ ἄλλου τινὸς ὑπομείνας τὶς δύναται κατὰ τοῦ ζημιώσαντος ἐγκαλεῖν καὶ ἀπαιτεῖν τὸ ζημιωθὲν αὐτοῦ πρᾶγμα εἰς τὸ διπλάσιον, τότε κατὰ τὸν ἀκουΐλιον νόμον κινεῖσθαι τὴν ὑπόθεσιν λέγουσιν, ὡς εἴ τις εἴπῃ κατὰ τὴν εἰς τὸ διπλάσιον διεκδίκησιν. καλεῖται δὲ ἀκουΐλιος.
24
pr.Ἐνάγεται δὲ τούτῳ τῷ νόμῳ καὶ ὁ φονεύσας δοῦλον ἀλλότριον καὶ ὁ ζῶον κτείνας ἀγεληδὸν ἰθυνόμενον. τὰ γὰρ ἄγρια οὔτε τινὸς δεσπότου εἰσὶν, οὔτε ὑπὸ κρίσιν τοὺς κτείναντας αὐτὰ ποιεῖν δύνανται.
25
pr.Νοξάλιαι λέγονται ἀγωγαὶ, ὅσαι ἐκ τῶν πταισμάτων τῶν δούλων εἰς τοὺς δεσπότας ἀνάγονται. ὅτε γὰρ δοῦλος ποιήσῃ τὶ εἰς βλάβην ἀφορῶν ἑτέρου τινὸς, εἰ μὲν κατὰ γνώμην τοῦ δεσπότου ἁμάρτῃ, ὁ δεσπότης εἰς τὸ πᾶν τῆς δίκης ἐνέχεται. εἰ δὲ παρὰ γνώμην τοῦ δεσπότου τοῦτο ποιήσῃ, ἔξεστι τῷ δεσπότῃ ἢ ἐκδιδόναι τὸν δοῦλον καὶ ἐκφεύγειν τῆς δίκης τὴν ἀποτίμησιν ἢ εἰς τὴν παρὰ τοῦ δούλου γενομένην ζημίαν ἑτέρῳ ἐνέχεσθαι καὶ ἀποδιδόναι ταύτην εἰς τὸ διπλάσιον ἢ τὸ μετριώτερον καὶ ἁπλήν. δίκης δὲ ἀποτίμησιν καλοῦσί τινες τὴν ἐκ τῆς κρίσεως καταδίκην καὶ τιμωρίαν.
26
pr.Ὅταν ἧς ἔχουσι νομῆς παῖδες ἢ ἀπελεύθεροι ἐκβληθῶσι βιαίως ἤγουν μετὰ δυναστείας καὶ βίας παρὰ τοῦ οἰκείου πατρὸς ἢ τοῦ πάτρωνος, ἵνα μὲν ἀναλάβωσι τὴν νομὴν αὐτῶν ἣν εἶχον καὶ πρότερον, ἔχωσιν ἐπαδείαν κινεῖν. τὴν δὲ περὶ βίας ἀγωγὴν οὐ δύνανται κινεῖν οὔτε παῖδες κατὰ τοῦ πατρὸς οὔτε κατὰ τοῦ πάτρωνος ἀπελεύθεροι. εἰ δὲ καὶ μήτηρ ἔχουσα παῖδα μετὰ θάνατον τοῦ πατρὸς, ἐξ οὗ τὸν τοιοῦτον παῖδα ἀπέτεκε, καὶ ἄλλον τινὰ ὑποβάλλῃ ἤγουν ξένον καὶ ἀλλότριον ὄντα παρεισαγάγῃ, εἴτε ἐν τῇ διαθήκῃ τοῦ ἀνδρὸς παρεγγράψασα εἴτε κατ᾿ ἄλλον τινὰ τρόπον ποιήσασα ἐπὶ τῇ πατρικῇ τοῦ παιδὸς ταύτῃ κληρονομίᾳ· εἰ γοῦν ἡ μήτηρ ὑποβολιμαϊόν τινα συγκληρονόμον ἐργάσασθαι τῷ παιδί βουληθῇ, ὁ παῖς μὲν κατὰ τούτου τοῦ ὑποβολιμαίου κινεῖ καὶ συγκληρονόμον ἔχειν αὐτὸν ἀποβάλλεται, κατὰ δὲ τῆς μητρὸς περὶ πλαστογραφίας κινεῖν οὐ δύναται. περὶ δὲ ἀννόνας καὶ ἐπιβούλων καὶ γυνὴ καὶ ἄτιμος καὶ στρατιώτης καὶ δοῦλος κινεῖν οὐ κεκώλυνται.
27
pr.Νόμος ἰούλιος ἁρμόζει μὲν καὶ κατὰ πολλῶν ἄλλων, ἁρμόζει δὲ καὶ κατὰ τῶν ἐπιβούλων. μᾶλλον δὲ τοῦ ἰουλίου νόμου εἰς πολλὰ κεφάλαια τεμνομένου, καὶ ἑκάστου τῶν κεφαλαίων ἰουλίου νόμου ὀνομαζομένου, ἕν τι τῶν τοιούτων κεφαλαίων καὶ τὸ κατὰ τῶν ἐπιβούλων διαλαμβάνον ἐστίν.
28
pr.Τὰ περὶ τοῦ τῶν ἐπιβούλων νόμου διαλαμβάνοντα δύο κεφάλαια ἐν τοῖς εἰς τὸ ἑ στοιχεῖον προγέγραπται. ἐκεῖσε γὰρ καὶ μᾶλλον ἁρμόζει.
29
pr.Οἱ τὰ νομίσματα ξέοντες ἢ χαράττοντες ἢ παρακόπτοντες χειροκοπείσθωσαν. τῇ αὐτῇ δὲ τιμωρίᾳ ὑπόκεινται καὶ οἱ νοθεύοντες ἤγουν μολύνοντες ταῦτα, καὶ οἱ χείρονα ὕλην τούτοις προσμιγνῦντες ἤγουν ἐμβάλλοντες.
30
pr.Οὐδένα χρὴ ἤγουν πρέπει ἐξαιτεῖν παρὰ βασιλέως ἐκτυποῦν νούμους, ἤγουν χαράττειν νουμία ἤγουν νομίσματα. καὶ ὁ τούτου τυχὼν μὴ μόνον τὸν καρπὸν ἀπολλύτω τῆς ἰδίας αἰτήσεως, ἀλλὰ καὶ τιμωρείσθω ὡς παραχαράκτης.
31
pr.Νεαρὰς διατάξεις ἐξέθεντο μὲν καὶ ἄλλοι πολλοὶ βασιλεῖς, ἐξέθετο δὲ καὶ ὁ σοφώτατος κῦρις λέων. καὶ ἐγένοντο καὶ παρ᾿ αὐτοῦ πολλαὶ νεαραὶ, οὐκ ἐκράτησαν δὲ, εἰ μὴ μόνον αἵτινες ἐγράφησαν εἰς ὑποθέσεις, περὶ ὧν ἄλλοι παλαι ότεροι νόμοι οὐ διελάμβανον, καὶ ὅσαι ἐγένοντο εἰς ἀναπλήρωσιν ἐκείνων, ὧν αἱ παρὰ τοῦ ἰουστινιανοῦ νεαραὶ παρέλιπον, καὶ οὐκ εἶπον περὶ τούτων ἐντελῶς καὶ σαφῶς. αὗται γὰρ μόναι ἀπὸ τῶν νεαρῶν τοῦ κυροῦ λέοντος τοῦ σοφοῦ ἔχουσι τὸ κῦρος καὶ στέργονται, αἱ δὲ ἄλλαι πᾶσαι ἠπράκτησαν.
32
pr.Δεῖ γινώσκειν, ὅτι πρὸ τοῦ κυροῦ λέοντος τοῦ σοφοῦ ἐγένοντο πολλάκις γάμοι καὶ χωρὶς ἱερολογίας, ὡς λέγουσί τινες, αὐτὸς δὲ ὁ σοφὸς κῦρις λέων διὰ νεαρᾶς αὐτοῦ προσταγῆς ὥρισεν, ἵνα μὴ γένηταί ποτε γάμος χωρὶς ἱερολογίας, καὶ ἔκτοτε τοῦτο κρατεῖ.
33
pr.Τούτου ἐστὶ νεαρὰ καὶ τὸ περὶ τῶν κτιζόντων ἐν τόποις ἀγρωτικοῖς, ἵνα ὁ κτίζων πλησίον τόπου γυμνοῦ καὶ μηδὲν ἔχοντος οἰκοδόμημα ἢ ἕτερόν τι, εἰ μὲν πολὺς ὁ διαμέσος τόπος ἐστὶ καὶ οὐκ ἔνι στενοχωρία τὶς, ἀποφεύγῃ δύο τόξου βολάς· εἰ δὲ στενοχωρία ἐστὶ, ἵνα ἐξ ἀνάγκης ἀποφύγῃ μίαν τόξου βολήν.
34
pr.Τούτου ἐστὶ νεαρὰς καὶ τὸ περὶ τοῦ τυφλώσαντός τινα, ἵνα δηλαδὴ ὁ τυφλώσας τινὰ καὶ ζημιώσας αὐτὸν ἐν τοῖς ὀφθαλμοῖς, εἰ μὲν ἕνα ὀφθαλμὸν ἀπολέσῃ ὁ τυφλωθεὶς, καὶ αὐτὸς τὸν ἕνα ζημιωθῇ ὀφθαλμόν· εἰ δὲ πολλάκις καὶ τοὺς δύο ὀφθαλμοὺς τυφλωθῇ, ἵνα καὶ οὕτως ὁ τυφλώσας τὸν ἕνα ζημιωθῇ ὀφθαλμὸν, ἀντὶ δὲ τοῦ καταλιμπανομένου αὐτῷ ὀφθαλμοῦ δ ' ἵνα ἀπαίρηται τὸ δίμοιρον τῆς οὐσίας αὐτοῦ, καὶ διδῷται τῷ τυφλωθέντι εἰς παραμυθίαν αὐτοῦ.
35
pr.Τούτου ἐστὶ καὶ τὸ βαπτίζειν καὶ ἐν ταῖς κατ οἶκον ἐκκλησίαις.
36
pr.Τούτου ἐστὶ καὶ περὶ τῶν ἐποχῶν διάφορα νομοθετήματα, ἐν οἷς ἐστὶ καὶ τοῦτο· ἵνα ὁ νεμηθεὶς ἀλλότριον πρόθυρον δι ἐποχῆς ἢ ἐπὶ ἱ χρόνους τοῦ δεσπότου παρόντος, ἢ ἀπόντος τοῦ δεσπότου ἐπὶ χρόνους κ΄, μὴ διώκηται καὶ ἀπὸ τοῦ τοιούτου προθύρου ἐκβάλληται. πλὴν καὶ ὁ πρότερος τοῦ προθύρου δεσπότης λαμβάνει ὑπὲρ τοῦ προθύρου τὸ ἐπιλαγχάνον αὐτῷ τοπιατικὸν, ὃ καὶ κέρδος προθύριον ὀνομάζεται, ὡς ὑπὲρ τοῦ προθύρου διδόμενον.
37
pr.Οὗτος ἐνομοθέτησεν, ὁπότε μέλλει νέα ἐποχὴ στῆναι, πόσον ὀφείλει ἀπέχειν ἀπὸ τῆς παλαιᾶς, καὶ ἐτυπώθη εἶναι τὸ μέσον τῶν δύο ἐποχῶν διάστημα ὀργυιὰς τριακοσίας ἑξήκοντα πέντε.
38
pr.Οὗτος ἐνομοθέτησεν, ἵνα ὅταν τὶς εἰς οἰκεῖον τόπον στῆσαι βούληται ἐποχὴν, εἴτε πρόθυρον ὁ τόπος ἐστὶν εἴτε καὶ ἀλλοῖος τόπος ἐστὶ, καὶ οὐκ ἐστιν ἱκανὸς ὁ τόπος εἰς τὸ στῆσαι ἐπ᾿ αὐτῷ ἐποχὴν, ἐστὶ δὲ ἄλλος ἄνθρωπος πλησιάζων αὐτῷ καὶ ἔχει τόπον ἐπιτήδειον εἰς ἐποχὴν, καὶ ἔνι δυνατὸν ἵνα ἐφαπλώσῃ καὶ ποιήσῃ τὴν ἐποχὴν ἐν τῷ ἰδίῳ τόπῳ καὶ τῷ τόπῳ τοῦ πλησίον αὐτῷ, ἔχῃ ἐπαδείαν ὁ θέλων στῆσαι την ἐποχὴν καὶ μὴ βουλομένου τοῦ πλησιάζοντος αὐτῷ λαμβάνειν ἀπὸ τοῦ τόπου τοσοῦτον ὅσον ἀρκεῖ εἰς τὴν ἐποχὴν, καὶ ἵστησι τὴν ἐποχὴν καὶ μὴ θέλοντος αὐτοῦ. πλὴν ἵνα διδῷ καὶ πρὸς τὸν πλησιάζοντα αὐτῷ, ἀφ᾽ οὗ ἔλαβε τὸν τόπον, τὸ ἀνῆκον κέρδος ὑπὲρ τοῦ τόπου αὐτοῦ. ἀποδίδωσι δὲ καὶ τὴν αἰτίαν τῆς τοιαύτης νομοθεσίας λέγων, ὅτι φιλάνθρωπον τὸ καὶ ἄκοντά τινα εὐεργετεῖν. ἐνταῦθα δὲ πολλῷ μείζων ἡ φιλανθρωπία, ὅπου γε μὴ μόνον ἄκων ἤγουν καὶ μὴ θέλων εὐεργε τεῖται ὁ μὴ δυνάμενος ἐν αἰσθήσει τῆς εὐεργεσίας γενέσθαι, ἀλλὰ καὶ ὁ παραλόγως μέλλων αὐτοῦ στερηθῆναι οὐχ ὑπομένει τὴν στέρησιν. δηλοῖ δὲ ἄκοντα μὲν εὐεργετούμενον τὸν ἔχοντα τὸν τόπον τὸν εἰς τὴν ἐποχὴν λαμβανόμενον· εὐεργετεῖται γὰρ λαμβάνων τὸ κέρδος τὸ ἐκ τῆς ἐποχῆς· μέλλοντα στερηθῆναι τῆς εὐεργεσίας καὶ μὴ στερούμενον τὸν ἱστῶντα τὴν ἐποχὴν, ὅστις εἰ μὴ ἐδράττετο τοῦ τόπου, ἔμελλε στερηθῆναι τῆς ἐποχῆς καὶ τοῦ κέρδους τοῦ ἐξ αὐτῆς, ἐν κατοχῇ δὲ τοῦ τόπου διὰ τοῦ νόμου γινόμενος, κερδαίνει τὴν ἐποχὴν καὶ τὰ ἐξ αὐτῆς.
39
pr.Τούτου νεαρά νομοθεσία ἐστὶ καὶ ἵνα τελευτῶντες ἤγουν ἀποθνήσκοντες μοναχοὶ διατίθενται εἰς τὰ πράγματα αὐτῶν ἐκεῖνα, ὁπόσα οὐκ ἔφθασαν προσκυρῶσαι εἰς τὸ μοναστήριον ἐν τῷ εἰσέρχεσθαι ἐν αὐτῷ. καὶ ταῦτα πάντα ἐκ τῶν τοῦ κυροῦ λέοντος νεαρῶν κρατοῦσι καὶ πολιτεύονται.
40
pr.Ὁ δὲ κῦρις ῥωμανὸς ὁ γέρων ἐνομοθέτησεν, ἵνα οἱ δυνατοὶ κοσμικοὶ καὶ οἱ ἐκκλησιαστικοὶ καὶ οἱ ἔχοντες ἀρχὰς ἤγουν ἐξουσίας καὶ οἱ προσῳκειωμένοι αὐτῇ, ἔτι δὲ καὶ οἱ μοναστηρίων τινῶν καθηγούμενοι, μὴ δύνανται ἐπικτᾶσθαι ἐκ νέου, ἤγουν λαμβάνειν καὶ ἀγοράζειν ἢ δι ἄλλου τρόπου ποιεῖν οἰκείους, τόπους ἐπικοίνους εἰς χωρία τε καὶ ἀγρούς. ἀλλ᾽ εἰ καὶ ποιήσωσι μετὰ τὴν ἐκείνου νομοθεσίαν, ἵνα ἐκδιώκονται ἀναργύρως, μηδὲ ἐμπονημάτων ἔχοντες λόγον, ἤγουν μηδὲ ἐφ᾽ οἷς ἐκωπίασαν ἢ ἐπόνησαν καὶ ἐξωδίασαν εἰς αὐτὰ ἔχοντες ἄδειαν ζητεῖν τι. καὶ εἰ μὲν βούλονται οἱ ἐκποιησάμενοι ἤγουν πωλήσαντες ταῦτα χωρῖται, ἵνα ἀναλάβωσι ταῦτα. εἰ δὲ οὐκ εἰσὶν οὗτοι ἢ ὄντες λαβεῖν οὐκ ἐθέλουσι τοὺς τόπους οὓς διεπώλησαν, ἵνα πρὸς τοὺς συγκληρονόμους καὶ τοὺς συνεποίκους καὶ συγχωρίτας αὐτῶν ἐπανέρχονται. εἰ δὲ χωρίτου βουλομένου μονάσαι ἢ καὶ μονάσαντος προσκυρωθῇ τι χωριτικὸν εἰς μοναστήριον, τότε ἡ μὲν δικαία τιμὴ τοῦ κτήματος ἵνα διδῷται εἰς τὸ μοναστήριον παρὰ τῶν συγχωριτῶν τοῦ δεδωκότος αὐτὸ εἰς τὸ μοναστήριον, τὸ δὲ κτῆμα μένῃ παρὰ τοῖς χωρίταις.
41
pr.Οὗτος ἐνομοθέτησε καὶ ὅτε κινηθῇ περὶ προτιμήσεως δικαστήριον, ἵνα πρῶτοι καλῶνται οἱ ἀναμὶξ συγγενεῖς, εἶτα οἱ αὐτῶν κοινωνοὶ, καὶ μετὰ τούτους οἱ μόνον ἀναμεμιγ μένοι κἂν ξένοι τυγχάνοιεν, ἔπειτα οἱ συμπαρακείμενοι ὁμοτελεῖς, εἶτα οἱ ἔν τινι μέρει συναπτῶς ἡνωμένοι. ὁμοτελεῖς δὲ εἶπε τοὺς ὑπὸ τὸν αὐτὸν ἀνατεταγμένον ἀναγραφομένους, κατὰ πρόφασιν δὲ καὶ προγάμου δωρεᾶς ἢ ἁπλῆς ἢ θανάτου αἰτίᾳ δωρεᾶς, ἐκ διαθήκης ἢ ἀνταλλαγῆς ἢ διαλύσεως ἄδειαν δέδωκε τὴν ἐκποίησιν ἤγουν τὴν πώλησιν γίνεσθαι, καὶ μὴ κινεῖσθαι προτίμησιν. εἰ δὲ ὑπολαμβάνει τὶς ἀδικεῖσθαι ἐν τῷ προσποίησιν μὲν εἶναι εἰς τι τούτων ἐν τῷ φανερῷ, λαθραίως δὲ πρᾶσιν ἢ μίσθωσιν γίνεσθαι, δι᾽ ὅρκου τοῖς συναλλάττουσιν ἐπαγομένου φησὶ λύεσθαι τὸ ἀμφίβολον.
42
pr.Σημείωσαι ἐκ τῆς τοιαύτης τοῦ κυροῦ ῥωμανοῦ τοῦ γέροντος νεαρᾶς, ὅτι εἰς τὰς ἐκποιήσεις ἤγουν πωλή σεις τῶν τόπων δ ' εἰσὶν οἱ προτιμώμενοι τῶν ἄλλων εἰς τὸ ἀγοράζειν αὐτούς· πρῶτοι οἱ ἀναμὶξ καὶ συγγενεῖς, ἤγουν ἡνωμένοι εἰς τὴν δεσποτείαν τοῦ τόπου, καὶ συγγενεῖς ἀλλήλων τε καὶ τῶν τοῦ τόπου κυρίων· μετ᾿ αὐτῶν οἱ κοινωνοὶ τούτων· ἔπειτα οἱ ἡνωμένοι ἐπὶ τῇ τοῦ τόπου δεσποτείᾳ, κἂν ξένοι ὦσιν· ἔπειτα οἱ συμπαρακείμενοι ὁμοτελεῖς ἤγουν οἱ ὑφ᾽ ἕνα δεσπότην ὑπάρχοντες καὶ τῷ αὐτῷ καὶ ἑνὶ τοὺς φόρους καὶ τὰ τέλη καταβαλλόμενοι ἤγουν ἀποδιδόντες. καὶ οὗτοι μὲν οἱ τέσσαρες τῶν λοιπῶν εἰσὶ προτιμότεροι, μετὰ τούτους δὲ εἰσιν οἱ νῦν λεγόμενοι παρὰ τοῖς κοινοῖς πλησιασταὶ, οὓς ὁ νόμος ἔν τινι μέρει συναπτῶς ἡνωμένους φησίν. - σημείωσαι δὲ καὶ ὅτι εἰς προῖκα, εἰς προγαμιαίαν δωρεὰν, εἰς δωρεὰν ἢ ἁπλὴν ἢ ἐπὶ θανάτου αἰτίᾳ, εἰς τὰ ἐκ διαθήκης γινόμενα, εἰς τὰ ἐξ ἀνταλλαγῆς οὐ γίνεται προτίμησις. εἰ δὲ πολλάκις ὑπονοεῖ τις δολίως τούτων γίνεσθαί τι, κρυφίως δὲ εἰς πρᾶσιν ἢ ἐπὶ μισθῷ δίδοσθαι, δι ὅρκου ἐπαγομένου τοῖς συναλλάττουσι λύεται τὸ ἀμφίβολον.
43
pr.Ἡ δὲ νεαρὰ τοῦ παλαιοῦ πορφυρογεννήτου κυροῦ κωνσταντίνου περὶ στρατιωτῶν μάλιστα γέγονεν, ἵνα μένωσι τὰ στρατιωτοτόπια ἀνεκποίητα, ὅσα δηλονότι τῇ ὡρισμένῃ παρ᾽ ἐκείνου διατιμήσει περιέχονται. καὶ γὰρ εἰς ἑκάστην στρατείαν ἱππέων μὲν δ ' λιτρῶν συντηρεῖσθαι ὕπαρξιν· τὴν αὐτὴν δὲ διατίμησιν ἔχειν καὶ εἰς τὰς ἐπὶ τοῦ στόλου τεταγμένας τοῦ τε αἰγαίου πελάγους, τῆς σάμου, τῶν κυβιραιωτῶν ο· ταῖς δὲ βασιλικοπλωΐμοις καὶ ταῖς λοιπαῖς δέδωκεν ἀνὰ λιτρῶν δύο. ἔχειν δὲ καὶ ἑκάστην ἀνεκποίητον, εἴ τι εἰς ἑκάστην στρατείαν εἶναι κατὰ τὴν ῥηθεῖσαν διατίμησιν διωρίσατο. τὰ δὲ ἐπέκεινα δύνασθαι ἐκποιεῖσθαι τοὺς στρατιώτας, εἰ μὴ ῥητῶς οἱ τόποι τοῖς στρατιωτικοῖς ἀναγράφονται κώδιξιν. εἰ δὲ οἱ ἐξωνήτορες ἀναδέχονται τὰς στρατείας, ἐπικεῖσθαι ταύτας αὐτοῖς μετὰ τοῦ πράγματος. εἰ δὲ μὴ ὁλόκληρον στρατείαν ἔχοι τὶς, ἀλλὰ μέρος τυχὸν τέταρτον ἢ ἥμισυ, κατὰ ἀναλογίαν τοῦ μέρους τυποῦσθαι καὶ τὴν εὐπορίαν καὶ τὴν ποσότητα τῆς διατιμήσεως. μὴ ἄλλως δὲ κυριεύεσθαι στρατιωτικὰ τοῖς παρανόμως κτωμένοις, εἰ μὴ διὰ μόνης μ'ετίας.
44
pr.Τοῦ τοιούτου κυροῦ κωνσταντίνου τοῦ πορφυ ρογεννήτου καὶ ἑτέρα εὑρίσκεται νεαρὰ περὶ φονευόντων καὶ τῇ τοῦ θεοῦ μεγάλῃ ἐκκλησίᾳ προσφευγόντων ἐκτεθειμένη, ἥτις παρακελεύεται, ἵνα ὁ ἑκουσίως φόνον ποιήσας κατά τινα αὐτόματον ὀργὴν καὶ θερμότητα καὶ μετὰ ταῦτα τῇ τοῦ θεοῦ μεγάλῃ ἐκκλησίᾳ προσφυγών, μετὰ τὴν ἐκκλησιαστικὴν ἐπιτίμησιν ἐκπίπτει καὶ τῆς περιουσίας αὐτοῦ, καὶ εἰ μὲν ἔχει ὁ τοιοῦτος γυναῖκα, ἵνα λαμβάνῃ αὕτη τήν τε προῖκα ἐξ ὁλοκλήρου καὶ πάντα τὰ οἰκεῖα κέρδη· εἰ δὲ πολλάκις ἔχει ὁ τὸν φόνον ποιήσας καὶ παῖδας, τότε τὴν μὲν προῖκα λαμβάνει ἡ γυνὴ, τὰ δὲ γαμικὰ κέρδη οὐ δίδοται τῇ γυναικὶ, ἀλλὰ ἔχει μόνην τὴν χρῆσιν τούτων, αὐτὰ δὲ τὰ πράγματα φυλάττεται τοῖς παισὶ, καὶ δίδοται αὐτοῖς εἰς κληρονομίαν καὶ τὸ τρίτον τῆς τοῦ ἀνδρὸς περιουσίας, τὸ δὲ λοιπὸν τρίτον δίδοται τῷ· μέρει τοῦ φονευθέντος ἤγουν τῇ γυναικὶ τούτου καὶ τοῖς παισὶν εἰς παρηγορίαν αὐτῶν, τὸ δὲ ἄλλο τρίτον δίδοται εἰς μοναστήριον, εἰς ὃ ὁ φονεὺς ἐὰν θέλῃ μονάσαι βουληθῇ εἰσελθεῖν. πολλάκις γὰρ ὁ φονεὺς ἢ αὐτοπροαιρέτως ἢ ἐκ τῆς βίας τῶν κανονιζόντων αὐτὸν ἐκκλησιαστικῶν ἀνθρώπων καταναγκάζεται μονάσαι καὶ εἰς μοναστήριον εἰσελθεῖν, καὶ δίδοται τὸ τρίτον τῆς περιουσίας αὐτοῦ εἰς τὸ μοναστήριον. εἰ δὲ ὁ φονευθεὶς γυναῖκα μὲν ἔχοι, παῖδας δὲ οὐκ ἔχοι, τότε ἡ γυνὴ καὶ τὴν προῖκα καὶ τὰ γαμικὰ κέρδη λαμβάνουσα ἐκ τῆς τοῦ φονευθέντος περιουσίας ἔχει καὶ τὸ τρίτον τῆς περιουσίας τοῦ φονέως· πλὴν οὐ μόνὴ αὐτὴ τὸ τρίτον κερδαίνει, ἀλλὰ μετὰ τῶν ἀνιόντων μερίζει αὐτὰ, καὶ ἐπαίρει κατὰ ἀναλογίαν καὶ αὐτὴ ὅσον ἐπιλαγχάνει ταύτῃ. εἰ δὲ ἡ γυνὴ τοῦ φονευθέντος προτελευτήσει, καὶ μόνοι οἱ παῖδες ἀπολειφθεῖεν, προτιμῶνται οἱ παῖδες παρὰ τοὺς ἀνιόντας καὶ λαμβάνουσιν αὐτοὶ τὸ τρίτον τῆς τοῦ φονεύσαντος περιουσίας, εἰ μήτε γυνὴ μήτε παῖδες μήτε ἀνιόντες τοῦ φονευθέντος εὑρίσκονται, οἱ λοιποὶ γνησιώτεροι αὐτοῦ συγγενεῖς τὸ τρίτον τῆς τοῦ φονεύσαντος περιουσίας κληρονομοῦσιν. εἰ μέντοι ὁ φονεύσας μὴ βουληθῇ μονάσαι, οὐ τὸ τρίτον, ἀλλὰ τὸ δίμοιρον τῆς περιουσίας αὐτοῦ τῷ τοῦ φονευθέντος δίδοται μέρει, αὐτὸς δὲ ἄτιμός ἐστιν ἀεὶ τουτέστι πάντοτε, καὶ οὐδέποτε ἀρχήν τινα στρατιωτικὴν ἢ πολιτικὴν ἀναδέχεται, ἀλλὰ καὶ ἐξορίαν διηνεκῆ καὶ ἀειφυγίαν καταδικάζεται. εἰ δὲ καὶ μετὰ προμελετήσεως καὶ προσκέψεως τὸν φόνον ἐργάσεται, τότε κἂν καὶ μὴ θέλῃ, ἄκων γίνεσθαι μοναχὸς ἀναγκάζεται. οἱ τόποι δὲ τῆς στρατείας ἤγουν αἱ ὑπὲρ τοῦ στρατεύειν οἰκονομίαι πρὸς τοὺς κληρονόμους αὐτοῦ παραπέμπονται. εἰ δὲ μὴ ἔχει ὁ φονεὺς κληρονόμους, ἕτεροι τοὺς τῆς στρατείας τόπους λαμβάνοντες εἰς τὴν στρατείαν ὑπηρετοῦσιν.
45
pr.Νόμος ἐστὶ τέχνη τοῦ καλοῦ, κοινὸν παράγγελμα, φρονίμων ἀνδρῶν δόγμα, ἑκουσίων τε καὶ ἀκουσίων ἁμαρτημάτων σωφρονισμὸς ἤτοι ἐπιστροφή, πόλεως συνθήκη κοινή. ἐστὶ δὲ καὶ θεῖον εὕρημα. παράγγελμα τοῦ νόμου τὸ κοσμίως ζῆν, ἄλλον μὴ βλάπτειν, ἑκάστῳ τὸ ἴδιον ἀπονέμειν. σοφία δὲ νόμου τὸ εἰδέναι τὰ θεῖα καὶ ἀνθρώπινα πράγματα, τὸ δίκαιον καὶ τὸ ἄδικον. εἰδέναι δὲ νόμους ἐστὶν οὐ τὸ γινώσκειν τὰ ῥήματα ἀλλὰ τὴν δύναμιν αὐτῶν.
46
pr.Φιλαγάθως δεῖ τοὺς νόμους ἑρμηνεύειν τ.
47
pr.Ἐν ἴσῃ αἰτίᾳ κρείττων ἐστὶν ὁ νεμόμενος.
48
pr.Τὰ νόμῳ κτώμενα, ἤγουν γινόμενα καὶ συνιστάμενα, ἐναντίῳ νόμῳ ἀναιρεῖται τ·
49
pr.Οἱ νεμόμενοι εὐθαλῆ χωρία καὶ τὰ ἄπορα ἀναδεχέσθωσαν. εἰ δὲ μὴ, καὶ τὰ εὐθαλῆ εἰς τοὺς δεσπότας ἀφιέτωσαν, ἵνα πάντα παρὰ τῶν κτητόρων κατέχωνται.
50
pr.Νόμος οὐδεὶς δύναται βεβαιοῦν τὸ τῇ φύσει τῶν πραγμάτων κεκωλυμένον.
51
pr.Τὰ νόμῳ συνιστάμενα ἐναντίῳ νόμῳ ἀναιρεῖται.
52
pr.Ἐπὶ μὲν τῶν ἄλλων πραγμάτων οὐκ ἀναγκάζεται ὁ τὸ πρᾶγμα νεμόμενος δεικνύειν πόθεν ἔσχε τὴν ἀρχὴν τῆς νομῆς, οὐδὲ βιάζει εἰς τὴν τοιαύτην ἀπόδειξιν τοῦτον ὁ τὸ πρᾶγμα ἀνακαλούμενος· ὅταν δέ τις ἀνακαλεῖταί τι ὡς κατὰ κληρονομίαν διαφέρον αὐτῷ, ἐπ᾿ ἀδείας ἔχει ἀπαιτεῖν τὸν νεμόμενον, ἵνα δείξῃ τίνι τρόπῳ ἐνεμήθη αὐτό.
53
pr.Νοτάριον ἐμισθώσατό τις, καὶ ἔταξεν ἵνα δώσει αὐτῷ τοσόνδε μισθὸν ἕως τόσου καιροῦ· μετὰ ταῦτα παρέμει νεν ὁ νοτάριος διὰ τὴν τοῦ μισθοῦ ὑπόσχεσιν. ὁ δὲ τὸν μισθὸν δοῦναι ἐπαγγειλάμενος τέθνηκε πρὸ τῆς τοῦ καιροῦ συμπληρώσεως, καὶ ὁ νοτάριος προσεκαρτέρησεν ἕως οὗ ὁ καιρὸς ὃν συνεφώνησε πληρωθῇ. ὁ νόμος ὁρίζει τῷ νοταρίῳ σῶον καὶ ὁλόκληρον ἀποδοθῆναι τὸν μισθὸν ἐκ τῶν πραγμάτων τοῦ τελευτήσαντος, εἰ μόνον μὴ παρ᾽ ἄλλου τινὸς ὁ νοτάριος ἐντὸς τοῦ τοσούτου καιροῦ μισθὸν ἐδέξατο ἕτερον. νδ΄ 83. Ναύκληρος ἐὰν ὑποδέξηταί τι, ἐνέχεται ἵνα ἀποκαταστήσει καὶ ἀποδώσει αὐτό. εἰ δὲ θέλει μὴ δέξασθαι καταρχὰς, οὐδεὶς δύναται καταναγκάσαι τοῦτον, ἵνα δέξηταί τι.
55
pr.Ναυφύλακας ὁ νόμος φησὶ τοὺς τεταγμένους ἐπὶ τῷ φυλάσσειν τὰς ναῦς ἤγουν τὰ καράβια.
56
pr.Οἱ ναύκληροι ἀπὸ τῶν συναλλαγμάτων τῶν ναυτῶν οὐκ ἐνέχονται, ἀπὸ δὲ τῶν ἁμαρτημάτων αὐτῶν ἐνέχονται.
57
pr.Ὁ προστησάμενος τὸν πιστικὸν τοῦ πλοίου, ἤγουν ὁ προβαλλόμενος καὶ ποιήσας αὐτὸν πιστικὸν, ἐνέχεται εἰς ἃ πταίσει ὁ πιστικός.
58
pr.Ὅταν ναύκληρος γένηται παρὰ γυναικὸς, εἰς πάντα, ὅσα πταίσει, αὐτὸς ἐνέχεται καὶ οὐχ ἡ γυνή.
59
pr.Ἠγόρασέ τις πλοῖον μετὰ τῆς αὐτοῦ ἐξαρτήσεως, ἣν καὶ ἐξαρτίαν ὁ νόμος φησίν. οὐ δικαιοῦται ἐκ τῆς τοιαύτης συμβιβάσεως καὶ τὴν ἐν τῷ πλοίῳ σκάφην ἤγουν τὴν κοινῶς λεγομένην βάλκαν καὶ κουντελάδα λαβεῖν· οὐ γὰρ συναριθμεῖται καὶ αὕτη εἰς τὴν τοῦ πλοίου ἐξάρτησιν.
60
pr.Ἔξεστι ναύταις, κυνηγοῖς, στρατι ΄ταις εἰς βίαν ἐμπεσοῦσι καὶ μὴ δυναμένοις ἄλλως ἀπολυθῆναι, ἑτέραν νηὸς ἀγκύρας ἐκτεμεῖν διὰ τὴν οἰκείαν σωτηρίαν ἢ ἄλλων κυνηγῶν ἔργα καταλύσαι. χωρὶς δὲ βίας ὁ τοιόνδε τὶ ποιήσας ἐνέχεται, καὶ ἀναγκάζεται τὴν ζημίαν ἐξ ὁμολογίας μὲν εἰς ἁπλοῦν ἀποδιδόναι, ἐξ ἀρνήσεως δὲ εἰς τὸ διπλοῦν.
61
pr.Κινδύνου ἔν τινι γενομένου καὶ συνεισφορᾶς τελουμένης τὰ μὲν ἀπολεσθέντα πράγματα ἀποτιμῶνται πρὸς ὃ ἠγοράσθησαν, τὰ δὲ σωθέντα πρὸς ὃ δύνανται δοθῆναι. τοῦτο δὲ γίνεται, ἵνα ἡ ζημία ἐπ᾿ ὀλίγον συσταλῇ, τὸ δὲ κέρδος ἐπὶ πλέον ἐπεκτανθῇ. καὶ οὕτω λυσιτελήσει καὶ τοῖς ἀποβαλοῦσι καὶ τοῖς ἔχουσι τὰ οἰκεῖα πράγματα.
62
pr.Ἰστέον δὲ ὅτι συνεισφορὰ ἐν τῷ πλοίῳ οὕτω γίνεται· ἔπλει ναῦς. ἦσαν ἄνθρωποι πολλοὶ οἰκεῖα ἔχοντες πράγματα. ἐπῆλθε κλύδων. ἐκινδύνευσεν ἡ ναῦς. ἀπώλοντο ἃ ἐῤῥίφησάν τινα ἀπὸ τῶν ἐν τῇ νηῒ πραγμάτων, τινὰ διεσώθησαν. μετὰ ταῦτα διορίζεται ὁ νόμος, ἵνα τὰ σωθέντα πράγματα πάντες οἱ ὄντες ἐν τῇ νηϊ κατὰ ἀναλογίαν ὧν εἶχον διαμερίσωνται, καὶ καλεῖται τὸ τοιοῦτον συνεισφορά. ἐστὶ δὲ καὶ ἄλλη συνεισφορὰ ἐπὶ προικὶ γινομένη, καὶ εἴπομεν ἀλλαχοῦ περὶ ταύτης. εἰς δὲ τὴν εἰς τὸ πλοῖον συνεισφορὰν καὶ αὐτὸ τὸ πλοῖον εἰσάγεται. ἐκβάλλεται δὲ, ἐάν τις ἐλευθέρα κεφαλὴ εὑρεθείη ἐν τῇ νηϊ· ἐλευθέρα δὲ κεφαλὴ λέγεται πᾶς ἄνθρωπος μηδεμίαν πραγματείαν ἐπαγόμενος. ἐκβάλλεται δὲ καὶ ἡ σιταρκεία· σιταρκείαν δὲ ἐνταῦθα τὴν ἑκάστου διατροφήν φησι, καὶ ὅσα ἐπὶ τῷ οὐ πραγματεύσασθαι ἀλλ᾽ εἰς οἰκείαν ζωὴν ἔχει τίς. ταῦτα γὰρ μόνα οὐκ εἰσάγονται εἰς τὴν συνεισφορὰν, τὰ δὲ ἄλλα πάντα, καὶ αὐτὸ τὸ πλοῖον ὡς προεῤῥήθη εἰσάγεται εἰς τὴν συνεισφοράν. ὅτε τοίνυν συνεισφορὰ ἐν πλοίῳ γίνεσθαι μέλλει, τὰ μὲν ἀπολεσθέντα πράγματα τιμῶνται πρὸς ὃ ἠγοράσθησαν, τὰ δὲ σωθέντα πρὸς ὃ δύνανται δοθῆναι.
63
pr.Δεῖ εἰδέναι, ὅτι εἰ μέν ἐστι σωζόμενον τὸ πλοῖον καὶ οὐκ ἀπώληται ἀπὸ τοῦ κινδύνου, συνεισφορὰ γίνεται.· ἐὰν δὲ ἀπώληται τὸ πλοῖον, οὐ γίνεται συνεισφοράὰ, ἀλλ᾽ ἔχει ἕκα` στος εἴ τι ἠδυνήθη σῶα ἐκ τοῦ οἰκείου πράγματος.
64
pr.Διὰ τὴν τοῦ πλοίου σωτηρίαν τμηθέντος ἤγουν κοπέντος τοῦ ἱστοῦ τουτέστι τοῦ καταρτίου συνεισφορὰ τῶν ἐν τῷ πλοίῳ φόρτων γίνεται.
65
pr.Νέας ἐξαρτίας παρὰ τοῦ ναυκλήρου ἀγορασθείσης συνεισφορὰ οὐ γίνεται.
66
pr.Ναύτης πλήξας τινὰ καὶ κήλην αὐτῷ ποιήσας ἢ τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐκβαλὼν, ἀποδίδωσι τὰ τῆς ἰατρείας δαπανήματα, καὶ ἀντὶ μὲν τοῦ ὀφθαλμοῦ ζημιοῦται ὑπέρπυρα ιβ΄, ἀντὶ δὲ τῆς κήλης ὑπέρπυρα ί '.
67
pr.Ἐάν τις ἐμποδίσῃ πλοίῳ καὶ συμβῇ ζημίαν τινὰ παθεῖν τοὺς ἐν τῷ πλοίῳ ἢ πειραταῖς τουτέστι ληστείᾳ καὶ τῷ κοινῶς λεγομένῳ κούρσῳ περιπεσεῖν ἢ ἐμπρησμῷ ἢ ἄλλῳ τοιούτῳ τινὶ, τὰς ζημίας ἀποδίδωσιν ὁ ποιήσας τὸν ἐμποδισμόν.
68
pr.Ὅταν διὰ βίαν ῥίπτωνται ἐκ πλοίου πράγματα καὶ ἄλλοι τινὲς διασώζουσι ταῦτα, εἰ μὲν ἀπὸ τῆς θαλάσσης καὶ ὅσον ἡ΄ οὐργιῶν ἐκβάλῃ καὶ διασώζῃ ταῦτα, τὸ ἥμισυ λαμβάνει· ἐὰν δὲ ἀπὸ τῆς ξηρᾶς ἢ ἀπὸ τῆς θαλάσσης ὅσον πῆχυν, τὸ δέκατον λαμβάνει ὁ σώζων.
69
pr.Τρεῖς τρόποι εἰσὶ, δι οὗ πέμπεταί τις εἰς νομήν· λεγατάριος ἐπὶ φυλακῇ λεγάτων, γυνὴ κατὰ γαστρὸς ἔχουσα, καὶ ᾧτινι χρεωστεῖταί τι διὰ τὸ χρέος. τοῖς δὲ γ΄ τούτοις τρόποις πρόσεστι καὶ ἕτερος, ὁ διὰ μέλλουσαν ζημίαν εἰς νομὴν ἐκπέμπων τινά.
70
pr.᾿Ανήβου χρεωστοῦντος καὶ μὴ ἐκδικουμένου, ᾧ χρεωστεῖ ὁ ἄνηβος, εἰς νομὴν πέμπεται. ἐκδικουμένου δὲ τοῦ ἀνήβου, ἀργεῖ ἡ νομή.
71
pr.Ὁ νόμος διαιρεῖται εἰς δύο, εἰς δημόσιον καὶ εἰς ἰδιωτικόν
72
pr.Τοὺς νόμους ἀπὸ τῶν ὡς ἐπὶ τὸ πολὺ συμβαινόντων, οὐκ ἀπὸ τῶν σπανίων δεῖ εἰσάγεσθαι.
73
pr.᾿Αρετὴ νόμου τὸ κελεύειν, τὸ κωλύειν, τὸ ἐπιτρέπειν, τὸ τιμωρεῖσθαι. καὶ κελεύειν μέν ἐστι, τὸ προστάσσειν τόδε τὶ ποιεῖν. κωλύειν δὲ, τὸ ἀπείργειν ἀπό τινος. ἐπιτρέπειν δὲ, τὸ μήτε κωλύειν μήτε προτρέπειν. τιμωρεῖσθαι, τὸ ἀναγκαίως ἀπείργειν ἀπό τινος.
74
pr.Τὰ περὶ ὧν οὐ κεῖται νόμος, ἐκ τῶν ὁμοίων τέμνεσθαι καὶ λύεσθαι δεῖ.
75
pr.Εἰδέναι ἤγουν γινώσκειν νόμους ἐστὶν οὐ τὸ γινώσκειν τὰ ῥήματα, ἀλλὰ τὴν δύναμιν αὐτῶν.
76
pr.Περὶ ὧν νόμος οὐ κεῖται, τῷ ἔθει χρώμεθα. εἰ δὲ μὴ ἔθος ἐστὶν ἀπὸ τῶν μᾶλλον ἐξομοιουμένων καὶ πλησιαζόντων διευλυτοῦμεν τὸ ἀμφίβολον. εἰ δὲ μὴ τοῦτο εὑρίσκεται, τῷ τῆς ῥώμης νομίμῳ χρώμεθα.
77
pr.Ἡ παλαιὰ συνήθεια ἀντὶ νόμου φυλάττεται.
78
pr.Ἡ τοῦ νόμου θέσις διπλὴ, ἢ ἔγγραφος ἢ ἄγραφος, καὶ ἡ ἀναίρεσις ὡσαύτως διπλὴ, ἢ ἄγραφος ἢ ἔγγραφος. ἄγραφος δὲ ἀναίρεσις νόμου ἡ ἀχρησία ἐστίν.
79
pr.Τότε κεχρήμεθα τῇ συνηθείᾳ, ὅτε δοκιμασθεῖσα ἐν δικαστηρίῳ ἐβεβαιώθη.
80
pr.Ἐν τῇ τῶν νόμων ἑρμηνείᾳ τῇ συνηθείᾳ δεῖ προσέχειν τῆς πόλεως.
81
pr.Τὸν λογισμὸν καὶ τὸν νόμον ἡ τῆς συνηθείας καὶ τῆς χρήσεως αὐθεντία νικᾶν οὐ δύναται. πβ΄ 119. Πᾶς νόμος ἀπὸ συνηθείας ἢ ἀνάγκης ἢ συναινέσεως.
s2
pr.Πρῶτος δὲ ἄππιος κλαύδιος μετὰ ἑτέρων ἀνδρῶν ἐκλεκτῶν δέκα τὸν ἀριθμὸν συναγαγών, εἴ τι νόμιμον ἦν παρὰ ῥωμαίοις ἢ ἀγράφως φερόμενον, ἢ ἐγγράφως μὲν, ἀσυντάκτως δὲ καὶ σποράδην κείμενον (ἦσαν γὰρ καὶ τινα ἀτάκτως καὶ οὐκ ἐν ὡρισμένοις τεθειμένα βιβλίοις), μετακομίσας καὶ ἀπὸ τῶν ἀθηνῶν τοὺς νόμους τοῦ δράκοντος καὶ τοῦ σόλωνος καὶ ἀπὸ ἄλλων ἄλλους τινὰς, καὶ ἐκ πάντων ἐκλογὴν ποιησάμενος, τὸ δωδεκάδελτον, ταὐτὸν δ᾽ εἰπεῖν δωδεκάβιβλον, ἀπετέλεσεν.
s3
pr.Εἶτα ἐλθόντες ἄνδρες σοφοὶ, ὧν ἦρχε γάϊος, νομοθεσίας ἑτέρας καὶ διαιρέσεις τῶν ἀγωγῶν προστεθείκασι. καὶ μετὰ τούτους διάφοροι βασιλεῖς διατάξεις ὡς συμφέρον ἐνόμι ζον διετάξαντο.
s4
pr.Ὕστερον δὲ ὁ βασιλεὺς ἰουστινιανὸς τὰς πολλὰς ἐκθέσεις τῶν νόμων ἐν ν ' βιβλίοις διὰ σοφῶν ἀνδρῶν σπουδαίως συνήγαγεν, ἃ καὶ δίγεστα ἤτοι πανδέκτην, ὡς πάντων δεκτικὰ τῶν νόμων, ἐκάλεσεν.
s5
pr.Οὗτος ὁ ἰουστινιανὸς δηλαδὴ καὶ τοὺς τρεῖς ἐξέθετο κώδικας, τόν τε γρηγοριανὸν, τὸν ἑρμογενειανὸν καὶ τὸν θεοδοσιανὸν, καὶ τοὺς τοιούτους κώδικας τοῖς νόμοις τοῖς διὰ θαΤὰ νόμῳ συνιστάμενα ἐναντίῳ νόμῳ ἀναια΄. Κανών. ρεῖται. β΄. Ἕτερος. - Τὰ παρὰ κανόνας νόμου λεχθέντα οὐχ ἕλκεται εἰς ὑπόδειγμα. γ '. Ἕτερος περὶ νομῆς. - Οὐκ ἐστὶ κακῇ πίστει νομεὺς ὁ δεδωκὼς τίμημα.
s6
pr.Ὁ κατὰ κέλευσιν ἀρχοντικὴν ἀγοράσας καλῇ πίστει νομεύς ἐστιν. ἐ. Ἐν ἴσῃ αὐτίᾳ κρείσσων ἐστὶν ὁ νεμόμενος.
s7
pr.Ὁ δόλῳ παυσάμενος νέμεσθαι ὡς νεμόμενος καταδικάζεται.
s8
pr.Ἐκ τῶν ἱερῶν κανόνων. Ὅτι πρὸ τῆς ἑορτῆς τῶν ἁγίων ἀποστόλων, τῆς γεννήσεως τοῦ χριστοῦ, τῆς μεταμορφώσεως τοῦ χριστοῦ καὶ τῆς κοιμήσεως τῆς ἁγίας θεοτόκου ἐξ ἀνάγκης ἑπταήμεροι προηγοῦνται νηστεῖαι. εἰ δέ τις καὶ πλέον τῶν ζ ' ἡμερῶν κατὰ τὰς ἑορτὰς τούτων ἢ ἑκοντὶ ἢ ἀπὸ κτητορικοῦ τυπικοῦ συνωθούμενος νηστεύσει, οὐ καταισχυνθήσεται.
s9
pr.Τῆς ἐν λαοδικείᾳ κανὼν ιζ '. Ἐν ταῖς συνάξεσι μεταξὺ τῶν ψαλμῶν ἀναγνώσεις γινέσθωσαν. τούτοις. ἔχει γὰρ οὕτως· τέταρτον γάμον μηδενὶ τολμᾶσθαι, ἀλλ᾽ εἶναι καὶ ἀπόβλητον παντελῶς, καὶ εἴ τις ἐπὶ τοιοῦτον ἐλθεῖν προθυμηθῇ συνοικέσιον, πάσης ἔστω ἀπεστερημένος τάξεως ἐκκλησιαστικῆς, καὶ αὐτῆς τῆς πρὸς τὸν ἅγιον ναὸν εἰσόδου ἀνάξιος, μέχρις ἂν ἐπιμένῃ τῷ συνοικεσίῳ. τοῦτο γὰρ καὶ τοῖς πρὸ ἡμῶν ἔδοξε θείοις πατρᾶσι, καὶ ἡμεῖς δὲ τὴν γνώμην αὐτῶν ἐκδηλοτέραν ποιοῦντες ὡς ἀλλότριον αὐτὸν τῆς χριστιανικῆς πολιτείας ἀποκηρύττομεν. ἐπὶ δὲ τριγάμων τοῦτο παραφυλάττεσθαι διορίζομεν, ὥστε εἴ τις πρὸς μ ' ἔτος ἀναβεβηκὼς, καὶ μήτε τὴν φύσιν αἰδούμενος μήτε τῆς ὀφειλομένης χριστιανοῖς εὐκόσμου ζωῆς φροντίδα ποιούμενος, πρὸς τρίτον ἑαυτὸν ἐπιῤῥίπτει γάμον, τοῦτον μετὰ πάσης ἀκριβείας καὶ παρατηρήσεως εως μέχρι μέχ πενταετίας ἀμέτοχον εἶναι τῆς τοῦ ἁ ἁγιασμοῦ μεταλήψεως, καὶ ς, καὶ μηδαμῶς ἐπ᾿ αὐτῷ συντέμνεσθαι τὸν χρόνον. ὃς γὰρ μετὰ μ ' ἔτος τὸ ῥύπασμα ἐν τῇ τοῦ χριστοῦ ἐκκλησία εἶναί τε καὶ λέγεσθαι ἠγάπησε, τίνα παρέξει πληροφορίαν τῆς περὶ τὸν βίον αὐτοῦ σπουδῆς, δι᾽ ἣν ὁ χρόνος τῆς μεταλήψεως τῶν ἁγιασμάτων αὐτῷ συντμηθήσεται; ἀλλὰ καὶ μετὰ τὸ ἀξιωθῆναι τῆς ἀχράντου μεταλήψεως οὐκ ἔσται συγκεχωρημένον αὐτῷ, ἐν ἄλλῳ καιρῷ τῇ μεταλήψει προσιέναι, ἀλλ᾽ ἢ ἐν μόνῃ τῇ σωτηρίῳ τοῦ χριστοῦ καὶ θεοῦ ἡμῶν ἀναστάσει, διὰ τὴν ἐκ τῆς προηγουμένης ἐγκρατείας τῶν νηστειῶν ὅσον δυνατὸν ἀνακάθαρσιν. ταῦτα δέ φαμεν, ὅταν μὴ τέκνα παρῇ ἐκ τῶν προτέρων γάμων μετὰ τὸ μ ' ἔτος τρίτην ἄγεσθαι προῃρημένοις γυναῖκα. ἐπεὶ ἐὰν τέκνα παρῇ, ἀσυγχώρητος αὐτοῖς ἡ τριγαμία. λίαν γάρ ἐστιν ἄδικον, τὸ μὲν χαρίζεσθαι τῇ ἐξώρῳ ἐπιθυμία, τοῖς δὲ παισὶ τῶν προτέρων γάμων μὴ προνοεῖσθαι τὸ ἀσφαλὲς καὶ ἄλυπον καὶ ἀτάραχον, καὶ ὅσα οἶδε τὸ ἀνθρώπινον καταλαμβάνειν ἐκ τῆς πολυσπόρου τεκνώσεως. καὶ εἴ τις δὲ τριακονταετὴς καὶ τέκνα ἔχων ἐκ τῶν προλαβόντων γάμων τρίτῃ γυναικὶ συνάπτοιτο, καὶ οὗτος ἀσυγχωρήτως μέχρι δ ' ἔτους τῆς κοινωνίας τῶν ἁγιασμάτων ἀμέτοχος ἔσται, διότι δῆλός ἐστιν οὐκ ἐξ ἑνὸς ἑτέρου ἀλλ᾽ ἢ ὑπὸ ἀκρασίας κινούμενος καὶ τοῦ δοῦλος εἶναι τῆς σαρκικῆς ἐπιθυμίας ἐπὶ τὸν τοιοῦτον γάμον ἐλθεῖν. καὶ μετὰ τὸ τυχεῖν δὲ τῆς μεταλήψεως τῶν θείων μυστηρίων τρὶς τοῦ ἐνιαυτοῦ μόνον ἀξιωθήσεται τῆς μεταλήψεως, ἅπαξ μὲν ἐν τῇ σωτηρίῳ τοῦ χριστοῦ καὶ θεοῦ ἡμῶν ἀναστάσει, δεύτερον δὲ ἐν τῇ κοιμήσει τῆς ἀχράντου δεσποίνης ἡμῶν θεοτόκου, καὶ τρίτον ἐν τῇ γενεθλίᾳ ἡμέρα χριστοῦ τοῦ θεοῦ ἡμῶν, διὰ τὸ ἐν ταῖς αὐταῖς ἑορταῖς προηγεῖσθαι νηστείαν καὶ τὸ ἐκ ταύτης ὄφελος. εἰ δὲ παῖδες μὴ παρῶσιν, ἐπειδὴ τὸ τῆς τεκνογονίας ἐπιθυμεῖν οὐκ ἀσύγγνωστον, τὸ τηνικαῦτα συγγνώμης ἀξιωθήσεται ὁ τοιοῦτος γάμος, καὶ μόνῳ τῷ ἐξ ἀρχῆς καὶ μέχρι τοῦ νῦν κρατήσαντι ἐπιτιμίῳ θεραπευθήσεται. ταῦτα μὲν καὶ περὶ τοῦ τριγάμου. οὐ μὴν δὲ τὸν δεύτερον, οὐδὲ τὸν πρῶτον ἐκτὸς ἀσφαλείας ἐῶμεν, ἀλλὰ κἀκείνους ὁρίζομεν οὕτως συνίστασθαι, ὥστε μηδεμίαν αἰτίαν πονηρὰν ἔχειν, ἢ ἐξ ἁρπαγῆς ἢ ἐκ προηγησαμένης λαθραίου φθορᾶς, ἀλλὰ νομίμως καὶ καθαρεύοντας τῶν τοιούτων μολυσμάτων καὶ πορνικῆς ἀκαθαρσίας. εἴ τις οὖν τῶν εἰρημένων καταφρονήσας πρὸς γαμικὴν ὁμι λίαν πρώτην ἢ δευτέραν ἔλθῃ, τοῦτον ἡ τοῦ χριστοῦ ἐκκλησία, ἡ καθαρὰ καὶ μηδένα σπῖλον ἔχουσα, τοῖς σωτηρίοις ὑποβαλοῦσα ἑτασμοῖς, μὴ πρὶν εἰς μετάληψιν τῶν θείων παραδέξηται μυστηρίων, ἢ τὸν ὡρισμένον αὐτοῖς ἐπὶ τῇ πορνεία χρόνον ἀκριβῶς ἐκπληρῶσαι, εἰ μὴ ἄρα ἡ τοῦ βίου κατεπείγει ἀναγκαῖα ἀναχώρησις, τουτἐστι μέχρις ἂν τὸ ζ᾽ ἐκπληρωθῇ ἔτος. ὁ δὲ τολμῶν ἱερεὺς παρὰ τὸν διατετυπωμένον ὅρον μεταλήψεως θείας τινὰ τούτων ἀξιῶσαι, περὶ τὸν ἴδιον κινδυνεύσῃ βαθμὸν, τοῦ ἀξιωθέντος παρὰ τοὺς θείους κανόνας τῆς θείας κοινωνίας πάλιν εἰς τὸ ἀκοινώτητον περιϊσταμένου μέχρι τῆς συμπληρώσεως τοῦ ζ ' ἔτους. ejus subjiciunt ex litera E capp. 53. 54. Α καὶ γάρ. C προσμ. τούτοις omissis his: ἤγ. ἐμβάλλ. Att. XXXV (). Verba ἤγ. πρ. desunt Syn. N, ex Bas. LIII,, 3. Legerim σῶσαι. Syn. 1. 1. ex