IusCommune
IusCommune › Textos › Synopsis minor › Synopsis minor

Syn. min. 1.14

Ἀρχὴ τοῦ Ξ

Abrir no leitor do IusCommune →

1

pr.Τῷ ὀνόματι τοῦ ξύλου καὶ πᾶσα ὕλη ἐπιτηδεία πρὸς οἰκοδομὴν καὶ πρὸς ἀμπελῶνος βελτίωσιν περιέχεται. ὅταν γοῦν ξύλον ἑτέρου δεσπότου ὂν παρ᾽ ἄλλου κλαπὲν εἰς ἀμπελῶνα ἢ εἰς οἶκὸν ἐπὶ ἀποπληρώσει χρείας τινὸς ἐμβληθῇ, τὸ μὲν ξύλον οὐκ ἀποσπᾶται ἐκ τοῦ τόπου, εἰς ὃν ἐτέθη, ὁ δὲ ἐμβαλὼν αὐτὸ ἐνέχεται ἀποδιδόναι τοῦτο εἰς τὸ διπλάσιον. ὅταν δὲ τὸ ξύλον ἐκ τῆς ἀμπέλου ἢ τοῦ οἴκου εἰς ὃν ἐβλήθη ἀπολυθῇ, σώζεται πάλιν ἡ δεσποτεία τούτου τῷ ἔχοντι αὐτὸ πρότερον. καὶ ἡ τοιαύτη δεσποτεία καὶ ἡ δι ' αὐτῆς δύναμις τὸ᾽ ἀνακαλεῖσθαι αὐτὸ, παραστατικὴ τοῦ ξύλου καλεῖται, τουτέστιν ἰσχὺς, δι ἧς τὸ ξύλον παρίσταται εἰς τὸν πάλαι δεσπότην καὶ ὑπὸ τὴν ἐξουσίαν αὐτοῦ καθίσταται.

2

pr.Τοὺς παρὰ τοῦ νόμου καταδικαζομένους εἰς θάνατον ξίφει μόνῳ πρέπει φονεύειν, καὶ οὐχ ἑτέρῳ ὀργάνῳ ἢ φαρμάκῳ.

3

pr.Τῶν πεμπομένων αὐτῷ ξενίων ὁ ἀνθύπατος μήτε παντελῶς ἀπεχέσθω· ἀνόητον γάρ· μήτε πάντα δεχέσθω· ἄπληστον γάρ· ἀλλὰ μεμετρημένως δεχέσθω. σευῆρος γὰρ καὶ ἀντωνῖνος οὕτω περὶ τούτου ἀντέγραψαν· ἐπὶ τοῖς ξενίοις ὡς ἔχομεν γνώμης, ἄκουε. παλαιὸς γὰρ περὶ αὐτῶν φέρεται λόγος, ὡς οὔτε πάντα οὔτε πάντοτε οὔτε παρὰ πάντων χρὴ λαμβάνειν. τὸ παρὰ μηδενὸς γὰρ λαμβάνειν ἀπάνθρωπον, καὶ τὸ χύδην λαμβάνειν ἀτελέστατον, καὶ τὸ παρὰ πάντων ἄπληστον. καὶ τὸ εἰρημένον δὲ ταῖς βασιλικαῖς ἐντολαῖς, μήτε δῶρα λαμβάνειν μήτε ἀγοράζειν τοὺς ἀνθυπάτους ἢ τοὺς ἐπὶ τῶν ἄλλων ἀρχῶν, εἰ μὴ μόνα τὰ πρὸς τὴν ἐφήμερον ζωὴν συντείνοντα, εἰς τὴν τῶν ξενίων οὐκ ἀνήκει σμικρότητα, ἀλλ᾽ εἰς ἐκεῖνα, ὅσα τὴν τῶν βρωσίμων χρῆσιν ὑπερβαίνει, οἷον χρυσὸν, ἄργυρον, ἐσθῆτα καὶ ὅσα μονιμωτέραν ἔχειν τὴν κτῆσιν δύνανται. καὶ αὐτὰ δὲ τὰ ξένια οὐ δεῖ ἄμετρα εἶναι, ὥστε καὶ δῶρα δοκεῖν, ἀλλὰ σύμμετρα. διὰ τοῦτο γὰρ καὶ ὑποκοριστικῶς ξένια ὀνομάζονται.

4

pr.Ξυλαγώγια παρὰ τῷ νόμῳ καλοῦνται αἱ διὰ ξύλων ἐπαγόμεναί τισι μάστιγες.