IusCommune
IusCommune › Textos › Synopsis minor › Synopsis minor

Syn. min. 1.15

Ἀρχὴ τοῦ Ο

Abrir no leitor do IusCommune →

1

pr.Ὅταν εἴπῃ ὁ νόμος· τόδε τὸ πρᾶγμα τὸν δεῖνα ὁρᾷ, τοῦτο δηλοῖ, ὅτι τοῦτο τὸ πρᾶγμα τοῦ δεῖνός ἐστι καὶ αὐτοῦ ὀφείλει λογίζεσθαι, καὶ εἴτε ζημίαν εἴτε κέρδος ἔχει τὸ πρᾶγμα, εἰς τὸν ἄνθρωπον ἐκεῖνον ἀνάγετ ι.

2

pr.Ὁ κακῇ πίστει ξένον οἶκον κρατῶν νεμηθεὶς ἤγουν κατασχὼν, ἀποδίδωσι τῷ κυρίῳ τούτου αὐτὸν μετὰ πάντων, ὧν εἰς βελτίωσιν τοῦ οἴκου ποιήσει· τὰς δὲ ἐξόδους τὰς ἐπ᾿ αὐτῷ οὐ λαμβάνει.

3

pr.Ὁ ὅρκος δυνατώτερος ψήφου πάσης ἐστὶ, καὶ ἐπιφερόμενος διαλύει καὶ κόπτει τὰς ἀμφιβολίας τῶν ὑποθέσεων.

4

pr.Ὅστις ἐπὶ χρήμασι κατὰ βασιλέως ὀμόσει, τουτέστιν εἰς αὐτὸν τὸν βασιλέα ὀμόσει τὸν ὅρκον οὕτω τυχὸν εἰπών· μὰ τὴν σωτηρίαν τοῦ βασιλέως ἢ μὰ τὴν δούλωσιν ἣν τῷ βασιλεῖ χρεωστῶ, ὅστις γοῦν οὕτως ὀμόσει χάριν χρημάτων καὶ ψεύσεται, ῥοπάλοις τουτέστι ῥάβδοις ἐφ᾽ οἷς ἔπταισε σωφρονίζεται, ἤγουν παιδεύεται καὶ σώφρων εἶναι καὶ φρόνιμος ἀναγκάζεται.

5

pr.Ὁ ὀμόσας κατὰ τοῦ θεοῦ, τουτέστιν εἰς τὸν θεὸν, παρὰ τῶν δικαστῶν οὔτε ἐξετάζεται ἐπιπλέον οὔτε τιμωρίαν ὑπομένει τινὰ, εἰ μὴ προφανῶς ψευδόμενος ἀπελέγχοιτο, ἀλλ᾽ εἰς τὴν κρίσιν τοῦ θεοῦ παραπέμπεται· ἱκανὸς γὰρ ὁ θεὸς αὐτὸν τιμωρήσασθαι.

6

pr.Ὁ ἐκ συναρπαγῆς καὶ θερμότητος, ἀλλ᾽ οὐκ ἐκ προσκέψεως καὶ μελέτης κατὰ βασιλέως ὀμόσας, ἀξιοῦται συγγνώμης καὶ συγχωρήσεως.

7

pr.Ὁ ὅρκος ἐν ἀπορίᾳ τῶν ἀποδείξεων παρὰ τῶν δικαστῶν ἐπιφέρεται, καὶ ἐπὶ τῶν ἀγωγῶν, αἵτινες οὐκ ἔχουσι δήλην ἄλλοθεν τὴν ἀλήθειαν.

8

pr.Ὁ ἔνδικος ὅρκος συνεπιφερόμενον ἔχει καὶ ταξας τίωνα. ἐστὶ δὲ τοιοῦτον. ἐποίησε τις ἁρπαγὴν ἢ κλοπὴν ἢ ἄλλην τινὰ τοιαύτην ζημίαν εἰς ὀσπήτιον καὶ οἶκον ἄλλου τινός· ἔπειτα ὁ τὴν ζημίαν παθὼν ἀπαιτεῖ ἐκ τοῦ ποιήσαντος ταύτην εἴ τι ἀπώλεσε, καὶ καταδικάζεται ἐκεῖνος ἀποδιδόναι· ἀγνοεῖται δὲ ἡ τῶν ἀπολεσθέντων ποσότης, καὶ ἀμφιβάλλουσιν οἱ ἀντίδικοι πρὸς ἀλλήλους, καὶ ἀντιλέγουσιν, ὁ μὲν ἴσως ἀπαιτῶν πολλὰ, ὁ δὲ καὶ ὀλίγα λέγων εἶναι τὰ ἀπολεσθέντα καὶ ὀλίγα διδούς. ἀναγκάζονται γοῦν διὰ τοῦτο, τί ἐκ τῆς αἰτίας ταύτης ἀπώλεσεν ὁ ζημιωθεὶς ἐπομόσασθαι, ἵνα λάβῃ ὁπόσα ὅτι ἀπώλεσεν ἐπομόσεται καὶ ὀμνύει. καὶ ὁ τοιοῦτος ὅρκος ἔνδικος λέγεται. ἀλλ᾽ ἵνα μὴ πολλάκις τινὲς φιλοχρήματοι ὄντες κατὰ πολὺ καὶ ἐκ πάσης ἀφορμῆς κερδαίνειν σπουδάζοντες τὸ οἰκεῖον συνειδότες παραβλέπουσι, καὶ ὀμνύουσι ψευδῶς δι ἣν ἔχουσιν αἰσχροκέρδειαν, καὶ ἑαυτοῖς προξενῶσι κρῖμα καὶ ζημίαν ἑτέροις ἄδικον, κελεύει ἡ τῶν νόμων διάταξις ἐπὶ ταῖς ἀνωτέρω δηλωθείσαις ζημίαις καὶ μὴ ἁπλῶς ὀμνύειν τὸν ζημιωθέντα, ὅσα καὶ βούλεται, ἀλλ᾽ ἕνα ὁ δικαστὴς ἐρευνήσας καὶ σκοπήσας, πόση τὶς ἦν ἡ περιουσία αὐτοῦ, τάττῃ ὡρισμένην ποσότητα, καὶ λέγῃ τυχὸν, ὅτι ὁ βίος τοῦ δεῖνος εἰς τόσον ποσὸν περιΐστατο, καὶ μετὰ ταῦτα προτρέπει ὀμνύειν, ὅτι ἢ πάντα τὸν βίον ἢ τοσόνδε μέρος αὐτοῦ ἢ τοσήνδε ποσότητα ἐκ τῆς ἐπισυμβάσης ζημίας καὶ οὐκ ἐξ αἰτίας ἄλλης ἀπώλεσε. τὴν γοῦν τοιαύτην τάξιν τοῦ δικαστοῦ ὀνομάζουσι ταξατίωνα, καὶ ὁμοῦ τὰ δύο τὸν ἔνδικον ὅρκον δηλαδὴ καὶ τὴν ταξατίωνα ἔνδικον ὅρκον μετὰ ταξατίωνος προσαγορεύουσιν.

9

pr.Τὸ ὀφφίκιον τὴν ἐνέργειαν δηλοῖ καὶ τὴν ἐξουσίαν τὴν ἐπὶ τούτῳ καὶ δύναμιν.

10

pr.Ὅταν τις οἰκίαν παλαιὰν οὖσαν ἀνανεοῦν βούλοιτο, οὐκ ὀφείλει παρεξιέναι ἤγουν παρέρχεσθαι καὶ παραβαίνειν τὸ ἀρχαῖον σχῆμα, εἰ μὴ πολλάκις τοιοῦτόν τι δίκαιον ἔκ τινος τρόπου κατὰ τοῦ γείτονος κέκτηται.

11

pr.Ὁ τὸν ἴδιον οἶκον ἐμπρησμοῦ γενομένου σπουδάζων σῶσαι, καὶ διὰ τοῦτο τὸν οἶκον καταστρέφων τοῦ γείτονος, ἵνα μὴ ἐξ ἐκείνου τὸ πῦρ εἰς τὸν οἶκον αὐτοῦ διαβιβασθῇ, οὐ κρίνεται ὡς ἄδικον ζημίαν ποιῶν, οὐδὲ τῷ ἀκουϊλίῳ νόμῳ ὑπόκειται.

12

pr.Οἰκειακὸς ἢ δοῦλος ἢ υἱὸς δούλης κινῆσαι πειραθεὶς κατὰ τοῦ δεσπότου δημόσιον ἔγκλημα, χωρὶς μόνου τοῦ ἐγκλήματος τῆς καθοσιώσεως, εὐθὺς ἐν τῇ ἀρχῇ τῆς κατηγορίας σιδήρῳ τιμωρεῖται. καὶ ἀπελεύθερος κατὰ τοῦ πάτρωνος καὶ τῶν τοῦ πάτρωνος κληρονόμων δημόσιον κινῶν ἔγκλημα διὰ σιδήρου τιμωρεῖται.

13

pr.Ὁ τὴν ὀρθόδοξον πίστιν προσποιούμενος, καὶ εἶναι μὲν λέγων ὀρθόδοξος, κλέπτων δὲ τὴν ἀλήθειαν, μήτε διατιθέσθω μήτε δωρείσθω. διαδεχέσθωσαν δὲ αὐτὸν ἐξ ἀδιαθέτου μόνοι χριστιανοὶ συγγενεῖς. ἡ δὲ κατ᾿ αὐτοῦ ἀγωγὴ μὴ περιοριζέσθω χρόνῳ.

14

pr.Τοῦ πραθέντος ἢ λεγατευθέντος οἴκου ἐστὶν, ἅτινα ἢ ὡς μέρος αὐτοῦ ἐστιν ἢ δ᾽ αὐτὸν γέγονεν, ὡς τὸ τοῦ φρέατος σκέπασμα καὶ αἱ δεξαμεναὶ καὶ οἱ λουτῆρες καὶ οἱ ἡνωμένοι τοῖς ἀναβρυτοῖς σωλήνες, εἰ καὶ πόῤῥω τῆς οἰκίας ἐκτείνονται, καὶ οἱ κάναλοι. οἱ δὲ ἐν ταῖς πισκίναις ἰχθύες οὐκ εἰσὶ τοῦ οἴκου οὐδὲ τοῦ ἀγροῦ, ὥσπερ οὐδὲ τὰ λοιπὰ ζῶα.

15

pr.Οἱ οἰνέμποροι ὡς ἂν συμφωνήσωσι πιπράσκουσιν. οὐδεὶς γὰρ ἀναγκάζεται πωλεῖν ἀπαρεσκόμενος τῷ μέτρῳ ἢ τῷ τιμήματι, καὶ μάλιστα εἰ μηδὲν γίνεται παρὰ τὴν συνήθειαν τοῦ κλίματος.

16

pr.Εἰ καὶ τὰ μάλιστα ἐσθ᾽ ὅτε τὶς ἀπὸ τοῦ οἴκου και λεῖται, ὅμως οὐδεὶς ἀπὸ τοῦ οἴκου ἕλκεται.

17

pr.Ὁ ὀμόσας παρίστασθαι καὶ εὐλόγως ἀπολειφθεὶς, οὐκ ἐπιορκεῖ. ὁπότε καὶ τοὺς δικαστὰς οὐκ ἄλλως τὰς δίκας διαιρεῖν.

18

pr.Οἶκος παρ᾽ ἄλλου ἀνδρὸς εἰς ἔδαφος ἑτέρου δεσπότου κτισθεὶς τοῦ ἔχοντος τὸ ἔδαφος γίνεται, πλὴν ἕως τούτου, ἔστ᾽ ἂν οἶκος μένῃ· εἰ γὰρ καταλυθῇ καὶ χαλάσῃ, δύναται ὁ κτίσας τὸν οἶκον διεκδικεῖν καὶ ἀναλαμβάνειν τὰς ὕλας, εἰ μὴ κακῇ πίστει καὶ προφανεῖ βίᾳ τὸν οἶκον ἔκτισε. τότε γὰρ οὐκἐτι οὐδὲ περὶ τῶν ὑλῶν δύναται διαμάχεσθαι.

19

pr.Οἰκέτης ἐπὶ δημοσίᾳ αἰτίᾳ ἢ ἐπὶ ἄλλῃ τινὶ τοῦ δεσπότου κατηγορῶν, ἐν αὐτῷ τῷ φθέγγεσθαι τὴν κατηγορίαν ἀποτεμνέσθω, εἰ καὶ ἀληθεύει κατὰ τοῦ δεσπότου.

20

pr.Οὐκ εἰσὶ τῆς οἰκοσκευῆς οὐδὲ λογίζονται πρὸς τὴν τοῦ οἴκου σύστασιν συμβαλλόμενα, ὅσα πρὸς τέρψιν, ἀλλ᾽ οὐ πρὸς χρῆσιν εἰσίν.

21

pr.Ὁ ἐπιφερόμενος ὅρκος παρά τινος οὕτως ἔῤῥωται, ἐὰν γένηται καθὼς ἐπιφέρεται· εἰ δὲ ἄλλως, οὐκ ἔῤῥωται. δεῖ γὰρ τὸν ὀμνύντα οὕτω ποιεῖν τὸν ὅρκον, καθὼς ὁ δικαστὴς καὶ ὁ ἀντίδικος ἀπαιτεῖ.

22

pr.Οἱ ὅρκοι παρὰ τῶν ἀφηλίκων ἑτέροις ἐπιφερόμενοι, ἐὰν συμβῇ ἐκ τῶν ὅρκων καὶ τῆς ὑποθέσεως, εἰς ἣν ἐγένοντο οἱ ὅρκοι, βλαβῆναι τοὺς ἀφήλικας, καταλύονται καὶ τὸ πρᾶγμα ἀποκαθίσταται εἰς τὸ δίκαιον.

23

pr.Ὁδὸς πλατεῖα, πάροδος, μονοπάτιον κατὰ τοῦτο διαφέρουσιν, ὅτι ἡ μὲν πλατεῖα ὁδὸς καὶ ἐλαύνειν θρέμματα καὶ ἁμάξας καὶ ὑποζύγια τοῖς βουλομένοις διὰ ταύτης ἔρχεσθαι δίδωσι, καὶ ἐστὶ κατὰ τοὺς νόμους ἡ πλατεῖα ὁδὸς εἰς μὲν ὀρθὸν ποδῶν ή, εἰς δὲ κάμψιν ις· ἡ δὲ πάροδος ἄνθρωπον μόνον καὶ ζῶον διοδεύειν δ᾽ αὐτῆς δέχεται· τὸ δὲ μονοπάτιον πεζὸν μόνον ἄνθρωπον.

24

pr.Ὁ μηδενὸς ἐνάγοντος καὶ κινοῦντος κατ᾿ αὐτοῦ ὀμνύων οὐδὲν ἐκ τούτου ἤγουν τοῦ ὀμνύειν ἀρκεῖται.

25

pr.Ὁ ὅρκος ἢ παρὰ τοῖς δικασταῖς ἐπιτίθεται, ἢ παρὰ τοῦ ἀντιδίκου ἐπάγεται. ἀλλ᾽ ὅταν μὲν ἀμφιβολίας οὔσης ὁ δικαστὴς ἐπιθεὶς ὅρκον καταδικάσῃ τινὰ, ἐὰν μετὰ τὸν ὅρκον ὁ καταδικασθεὶς εὕρῃ δικαιώματα, καὶ θελήσῃ ἐξ ὑπαρχῆς αὖθις κινῆσαι τὴν ὑπόθεσιν, δύναται τοῦτο ποιεῖν· ὅταν δὲ ὁ ἀντίδικος ἐπαγάγῃ ὅρκον καὶ λύσῃ τὴν ὑπόθεσιν, οὐ δύναται ὁ καταδικασθεὶς μετὰ ταῦτα πάλιν κινεῖν ἄνωθεν τὴν ὑπόθεσιν, κἂν μετὰ τὸν ὅρκον τὸν ἐπαχθέντα καὶ τὴν καταδίκην ἐφευρηκὼς εἴη τινὰ δικαιώματα, ἀλλ᾽ ἀναγκάζεται στέργειν τὴν καταδίκην. τοῦτο δὲ γίνεται, διότι ὁ μὲν δικαστὴς ἐξουσίᾳ οἰκείᾳ καὶ οὐ συναινέσει καὶ ἀρεσκείᾳ τῶν κρινομένων ἐπιτίθησι τὸν ὅρκον, καὶ διὰ τοῦτο ἰσχύει ὁ καταδικασθεὶς, ἐὰν εὕρῃ ὕστερον δικαιώματα, πάλιν κινεῖν τὴν ὑπόθεσιν· ὁ δὲ ἀντίδικος συναινέσει καὶ τοῦ ἀντιδίκου ἐπάγει τὸν ὅρκον, καὶ ὁ καταδικασθεὶς ἐξ ὧν οἰκειοθελῶς συγκατέθετο, οὐκέτι δύναται κινεῖν τὰ περὶ τοῦ τοιούτου ζητήματος. δοκεῖ γὰρ αὐτὸς ἑαυτῷ ἐναντιοῦσθαι, καὶ ἀνατρέπειν, ἃ διεπράξατο.

26

pr.Ὁ ἄνηβος παραχωρῆσαι ὅρκον οὐ δύναται.

27

pr.Ανήβῳ ὅρκος οὐκ ἐπιφέρεται.

28

pr.Συνήγορος ἢ ἐκδικητὴς ὀμνύειν οὐκ ἀναγκάζεται.

29

pr.Ὁ μήτε ὀμνὺς μήτε ἀντεπάγων ἀντὶ ὁμολογοῦν τός ἐστιν.

30

pr.Ἐπήγαγεν ὁ ἐνάγων τῷ ἐναγομένῳ ὅρκον· προέτρεψεν ὁ δικαστὴς γενέσθαι τὸν ὅρκον· μετὰ δὲ τὴν προτροπὴν ὁ ἐνάγων οὐκ εἴασε πληρωθῆναι τὸν ὅρκον ὡς ἑτέρων εὑρεθεισῶν αὐτῷ ἀποδείξεων· εἶτα πάλιν ἐκ τῶν τοιούτων ἐξαπορήσας ἀποδείξεων ζητεῖ τὸν ὅρκον ἐπαγαγεῖν· οὐ δύναται ὅλως τὸν ὅρκον ἐπαγαγεῖν ἅπαξ ἀποβαλόμενος.

31

pr.Ὤμοσέ τις· παρεγράψατο τὸν ὅρκον ὁ τούτου ἀντίδικος· ἀντέθηκεν ὁ ὀμόσας πρὸς τὴν παραγραφὴν τοῦ δόλου ἀναπλοκὴν, ἤτοι ἀνάλυσιν τοῦ δοθέντος καὶ τῆς αἰτίας δ᾽ ἣν τὸν ὅρκον ὁ ἀντίδικος παραγράφεται· τοῦτο καλεῖται παραγραφή παραγραφῆς, καὶ ἐντεῦθεν ὁρίζονταί τινες τὴν ἀναπλοκὴν ἤγουν τὴν ἀνάλυσιν παραγραφὴν εἶναι παραγραφῆς.

32

pr.Ἐν ταῖς κατὰ ῥαθυμίαν συμβαινούσαις ὀφειλαῖς εἰς αὐτὸ μόνον τὸ πρᾶγμα περὶ οὗ ἡ ὑπόθεσις ἐνέχεται ὁ ἐναγόμενος, ἐν δὲ ταῖς κατὰ δόλον εἰς ὅσον ὁ ἐνάγων ὀμόσει.

33

pr.Ὅρκου ἐνδίκου παρὰ τοῦ δικαστοῦ ἐπαγομένου (μόνος γὰρ ὁ δικαστὴς δύναται τὸν ἔνδικον ὅρκον ἐπάγειν) ἔξ ` εστι τῷ δικαστῇ ἐν μέρει ἢ εἰς τὸ παντελὲς κουφίζειν τὸν ἐναγόμενον· κουφίζειν δὲ τοῦτον ἐκ μεγάλης αἰτίας ἢ ἔκ τινων εὑρεθεισῶν ὕστερον ἀποδείξεων.

34

pr.Τῇ περὶ ὅρων ζητήσει οὔτε ἡ τῆς τριετίας οὔτε ἡ τῆς δεκαετίας ἢ εἰκοσαετίας παραγραφὴ ἀντίκειται, ἀλλὰ μόνη ἡ τῶν λ ' ἐνιαυτῶν.

35

pr.Ἐπὶ τιμωρίᾳ τῇ διὰ μετάθεσιν ὅρων καὶ μετακίνησιν, εἰ μὲν νεώτερος εἴη ὁ πταίσας, εἰς χρόνον μακρότερον ἐξορίζεται· εἰ δὲ γέρων, εἰς ἥττονα. ὁ δὲ ἑτέρῳ ὑπουργήσας τύπτεται καὶ ἐπὶ διετίαν εἰς ἔργον δημόσιον πέμπεται. ὁ δὲ κατ᾿ ἄγνοιαν ἢ τυχηρῶς τοὺς ὁριαίους λίθους ἀποσυλήσας μαστιγοῦται μόνον.

36

pr.Ὁ ὅρους δόλῳ μετατιθεὶς καθ᾽ ἕκαστον ὁροθέσιον τῷ μέρει τοῦ δημοσίου ν ' ζημιοῦται νομίσματα. εἰ δὲ δοῦλος ἢ δούλη πλημμελήσουσι ταῦτα, κεφαλικῶς τιμωροῦνται, εἰ μὴ ὁ δεσπότης τὴν ὑπὲρ τούτων ποινὴν καταβάληται.

37

pr.Ὁ τὸν ὅρον τὸν ἔτι ἀμφισβητήσιμον πρὸ δίκης τελείας κατασχὼν, εἰς τὸ διπλοῦν αὐτὸν ζημιοῦται, καὶ δίδωσιν αὐτόν τε τὸν τόπον τῷ νενικηκότι καὶ ἕτερον τοσοῦτον. εἰ δὲ ἴδιος ἦν αὐτῷ ὁ τόπος, ἀρκεῖ πρὸς τιμωρίαν τὸ ἐκπεσεῖν αὐτοῦ. λη΄ 44. Ὀρφανοτρόφοι ἐπιτρόπων καὶ κουρατώρων τάξιν ἐχέτωσαν, καὶ μετὰ παῤῥησίας καὶ μεμαρτυρημένως τὰ πράγματα διοικείτωσαν τῶν ὀρφανῶν, πάντα πρὸς ὠφέλειαν τούτων παρασκευάζοντες. ἐξέστω δὲ αὐτοῖς καὶ ἐκποιεῖσθαί τινα καὶ ἢ τὸ τίμημα διασώζειν τοῖς ὀρφανοῖς ἢ ἀντεξωνεῖσθαι ἢ ἀντ᾿ ἐκείνων ἀγοράζειν ἕτερα.

s1

pr.Ὁ ἐξ ἐπιφορᾶς ἐμῆς ὀμνύμενος ὅρκος οὐκ ἀναψηλαφᾶται, εἰ καὶ προφανὴς ἐπιορκία δείκνυται.

s2

pr.Ὅτι ὁ ὅρκος λύσιν φυσικῆς ἐνοχῆς καὶ διάλυσιν μιμεῖται.

s3

pr.Κατὰ τῆς τοῦ ὅρκου παραγραφῆς ἀντιτίθεται δόλου ἀναπλοκὴ ἤτοι· ἀνάλυσις· οὐ γὰρ ἀναψηλαφᾶται ὁ ὅρκος. ἀναπλοκὴ δὲ ἤτοι ἀνάλυσίς ἐστι παραγραφὴ παραγραφῆς.