IusCommune
IusCommune › Textos › Synopsis minor › Synopsis minor

Syn. min. 1.16

Ἀρχὴ τοῦ Π

Abrir no leitor do IusCommune →

1

pr.Αρμόζουσιν ἐν τούτοις τοῖς εἰς τὸ γράμμα τὸ π΄ ταττομένοις καὶ τὰ περὶ προσώπων, ὅσα καὶ ἐν τῷ α΄ στοιχείῳ ὡς περὶ ἀνθρώπων διαλαμβάνοντα εἴρηται, καὶ ὅσα περὶ τῶν ἐξ ἐννόμων γάμων γεννωμένων παίδων καὶ περὶ τῶν τέκνων τῶν ἐκ πορνείας καὶ ὅσα περὶ ἐναλλαγῆς τῆς τῶν προσώπων ἐλέχθησαν καταστάσεως.

2

pr.Περὶ πραγμάτων καὶ διαιρέσεως αὐτῶν καὶ ποιότητος πραγμάτων. τὰ μὲν εἰσι θείου δικαίου, τὰ δὲ ἀνθρωπίνου, ἤγουν τὰ μὲν λογίζονται θεῖα κατὰ τὸ δίκαιον, τὰ δὲ ἀνθρώπινα, καὶ τὰ μὲν ὡς θεῖα, τὰ δὲ ὡς ἀνθρώπινα κρίνονκαὶ τὰ μὲν τοῦ θείου δικαίου δεσποτείαν παρά τινος ται. τῶν ἀνθρώπων οὐκ ἔχουσιν, ὡς ἱερὰ καὶ μνημεῖα καὶ τείχη καὶ πόρται· τὰ δὲ ἀνθρώπινα ἢ δημόσιά εἰσιν ἢ ἰδιωτικά. καὶ τὰ μὲν δημόσια οὐδενός εἰσιν, οἷον θέατρα, στάδια καὶ ὅσα τοιαῦτα· τὰ δὲ ἰδιωτικὰ ἑνὸς ἑκάστου τῶν ἐχόντων εἰσὶν, οἷον οἶκοι, δοῦλοι, χρυσὸς, ἄργυρος, ἐσθὴς, καὶ τὰ ὅμοια, ἃ καὶ κοινῷ ὀνόματι καθέκαστον ὀνομάζονται, διὰ τὸ ἑνὸς ἑκάστου τῶν ἐχόντων τυγχάνειν ὡς εἴπομεν. τούτων τῶν καθέκαστόν εἰσι καὶ αἱ ἀγωγαὶ, οἷον αἱ δίκαι καὶ αἱ δουλεῖαι. δουλείας δὲ ὁ νόμος καλεῖ τὰς ἐπί τινι συμφωνίας ἢ ἑτεροίας ἐπὶ ξένοις πράγμασι δικαιώσεις, ὡς ὅταν ἢ χρόνῳ ἢ συμβιβάσει ἢ καταλλαγῇ ταχθῇ τις δίκαιον ἔχειν εἰς ἀλλότριον πρᾶγμα, εἰς ὃ κατὰ ἄλλον τρόπον οὐκ ἂν ἐδικαιώθη ποτέ. περὶ δὲ τούτου τοῦ τῆς δουλείας ἐν τοῖς τοῦ δ΄ στοιχείου πλατύτερον καὶ σαφέστερον ἐδηλώθη.

3

pr.Τὰ τείχη τῶν πόλεων ἤγουν τῶν κάστρων θείου δικαίου εἰσὶ, καὶ τιμωροῦνται οἱ πταίοντες εἰς αὐτὰ, ὥσπερ καὶ οἱ σφάλλοντες εἰς θεῖα πράγματα. θεῖα δέ φαμεν τὰ τῷ θεῷ ἀνακείμενα.

4

pr.Πρεσβύτερος ἢ διάκονος εἰς ὑπόθεσιν χρηματικὴν ψευδομαρτυρῶν ἔτη τρία τῆς ἱερουργίας χωρίζεται· εἰς δὲ ἐγκληματικὴν, τῆς ἀξίας στερούμενος τιμωρεῖται.

5

pr.Πρόσφυγες, τουτέστιν οἱ προσφυγόντες τῇ ἐκκλησίᾳ, μέχρι τῶν ὅρων αὐτῆς τῶν πρὸ τῆς δημοσίας ἀγορᾶς τὸ ἀσφαλὲς ἔχουσιν.

6

pr.Ὁ ἐξωθῶν καὶ ἐκβάλλων τινὰ προσφυγόντα τῇ ἐκκλησίᾳ ὡς ἱερόσυλος τιμωρεῖται.

7

pr.Τὸ περιγραφῆναι παρὰ τῷ νόμῳ τὸ περὶ τὰ ἴδια δίκαια βλαβῆναι σημαίνει, καὶ ἡ περιγραφὴ τὴν βλάβην δηλοῖ.

8

pr.Πρόστιμον ἔνθα νόμος ἀκυροῖ τι, τουτέστιν ἀνατρέπει καὶ ἀθετεῖ, οὐδ᾽ ὁπωσοῦν ἀπαιτεῖται.

9

pr.Ὁ εἰς παραθήκην πρᾶγμα λαβὼν ἀπὸ μὲν δόλου ἐνέχεται, τουτέστιν ἐὰν ποιήσῃ δόλον εἰς ὃ παρέλαβε, τῇ κρίσει ὑπόκειται· ἀπὸ ἀμελείας δὲ οὐκ ἐνέχεται, ἤγουν ἐὰν ἀμελήσῃ τοῦ παραδοθέντος αὐτῷ, οὐ κρίνεται. τὸ δὲ· ἐὰν ἀμελήσῃ, οὕτω πρέπει νοεῖν, ἐὰν τυχὸν οὐ ποιήσηται πρόνοιαν, ἵνα ἀνανεώσῃ τὸ παραδοθὲν αὐτῷ ἢ ἄλλως περιποιήσηται, ἐὰν παλαιούμενον καὶ ἀφανιζόμενον βλέπῃ· εἰς ταῦτα γὰρ ἐνέχεται. ἐὰν δὲ εἰς φυλακὴν τοῦ παραδοθέντος πράγματος ὁ λαβὼν ἀμελήσῃ, καὶ ἐκ τῆς τοιαύτης ἀμελείας ἐνέχεται.

10

pr.Τισὶ δοκεῖ τὴν παραθήκην ἐπὶ μόνων κινητῶν καὶ αὐτοκινήτων γίνεσθαι.

11

pr.Ὁ παραθήκην λαβὼν ἀπὸ δόλου καὶ ἀμελείας μεγάλης ἐνέχεται.

12

pr.Ὁ τῶν εἰς παραθήκην αὐτῷ δοθέντων μὴ ἐπιμελούμενος, ὥσπερ τῶν οἰκείων ἐπιμελεῖται, δόλον ποιεῖ.

13

pr.Παραθήκης ἀπαιτουμένης καὶ οἱ καρποὶ καὶ οἱ τοκετοὶ καὶ πάντα τὰ διαφέροντα ἀπαιτοῦνται.

14

pr.Παραθήκης πρὸς δοῦλόν τινος δεδομένης, εἰ μετὰ ταῦτα ὁ δοῦλος ἐλευθερωθῇ, οὐ γίνεται πρὸς τὸν δοῦλον ἡ τῆς παραθήκης ἀπαίτησις, οὐδ᾽ ἀναγκάζεται αὐτὸς λόγον διδόναι εἴ τι ἐπὶ ταύτῃ σφάλμα συμβῇ· ἀλλ᾽ ὁ τοῦ δούλου δεσπότης. τὰ γὰρ ἁμαρτήματα τῇ κεφαλῇ ἕπεται.

15

pr.Παραγραφὴ περὶ κεκριμένων καλεῖται, ὅταν ἐγκαλοῦντός τινος περὶ ὧν ἔφθασε γενέσθαι κρίσις ὁ ἀντίδικος ὡς κριθεὶς αὐτὸν παραγράφηται, καὶ ἀξιοῦ μὴ κρίνεσθαι πάλιν περὶ ὧν προεκρίθη. αὕτη ἡ περὶ κεκριμένων παραγραφὴ οὐκ ἔχει χώραν, ὅταν τὶς ἀλλότρια διεκδικῇ πράγματα καὶ παρὰ γνώμην αὐτοῦ κριθῇ, ἔπειτα ὁ δεσπότης θελήσῃ πάλιν ἐξ ἀρχῆς κριθῆναι· τότε γὰρ τὰ πρότερον κριθέντα οὐδὲν ἰσχύει, ἀλλ᾽ ἐξ ὑπαρχῆς κρίνεται ἡ ὑπόθεσις. ὁ δὲ τὸν ἡττηθέντα ἤγουν νικηθέντα ἐπί τινι πράγματι διαδεχόμενος ἐκβάλλεται τῇ τῶν κεκριμένων παραγραφῇ, καὶ οὐκ ἰσχύει αὐτὸς πάλιν πρὸς τὸν νικήσαντα τὸν πρὸ αὐτοῦ διαμάχεσθαι.

16

pr.Ἡ πρᾶσις καὶ ἀγράφως καὶ ἐγγράφως γίνεται. ἔχει δὲ τὸ τέλειον ἡ μὲν ἔγγραφος ἅμα τῷ τὸ συμβόλαιον τελεσθῆναι, τουτέστιν ἅμα τῷ πληρωθῆναι τὸ γράμμα τὸ ἐπὶ τῇ συμφωνίᾳ γινόμενον· ἡ δὲ ἄγραφος ἅμα τῷ ταχθῆναι καὶ δοθῆναι τὸ τίμημα.

17

pr.Συμβολὴ λέγεται ἀνθρώπων τινῶν συνέλευσις καὶ εἰς πρᾶξιν ὁποίαν ἂν εἴποι τὶς συγκατάθεσις· ὅθεν καὶ ἀπὸ ταύτης τὸ ἐπὶ συστάσει καὶ ἐπικυρώσει αὐτῆς γινόμενον γράμμα συμβόλαιον ὀνομάζεται.

18

pr.Οἱ συναλλάττοντες ἔχουσιν ἄδειαν περιγράφειν ἀλλήλους, ἤγουν εἷς τὸν ἄλλον βλάπτειν καὶ ζημιοῦν, ἕως καὶ ἡμίσεος τοῦ τιμήματος, οὗπέρ ἐστι τὸ πρᾶγμα ὃ συναλλάσσουσιν ἄξιον. ὁ δὲ ἐπέκεινα τοῦ ἡμίσεος περιγράφων, ἤγουν τὸν μετ᾿ αὐτοῦ συναλλάσσοντα ζημιῶν, ἢ ἀντιστρέφει τὸ περισσότερον τοῦ ἡμίσεος ἢ ὅλη ἡ πρᾶσις καταλύεται καὶ ἀνατρέπεται.

19

pr.Τὸ πραθὲν πρᾶγμα πολλάκις μετὰ τὴν πρᾶσιν εὑρίσκεται πάθος ἢ αἰτίαν ἔχον τινὰ, καὶ ἐὰν μὲν ὁ πωλήσας αὐτὸ ἐπαινέσῃ καὶ εἴπῃ· ὅτι ἐστὶν ἀπαθὲς, ἔπειτα ἤγουν μετὰ ταῦτα φανῇ τὸ πάθος ὃ ἔχει, ἐντὸς ἑξαμήνου πρὸς τὸν πωλήσαντα ἀντιστρέφεται, μετὰ δὲ τὴν τοῦ ἑξαμήνου συμπλήρωσιν οὐκ ἀντιστρέφεται, ἀλλὰ ἀπὸ τῆς ἀρχῆς τούτου τῆς πωλήσεως ἕως συμπληρώσεως χρόνου ἑνὸς δύναται ὁ ἀγοράσας τὸ ζῶον ἐλαττοῦν τὴν ποσότητα τῆς τιμῆς, καὶ ὀλίγον μὲν ἀπὸ τῆς τιμῆς τῷ πωλήσαντι ἀφιέναι, τὸ δὲ λοιπὸν ζητεῖν ἐξ αὐτοῦ καὶ κινεῖν τὴν περὶ τούτου ὑπόθεσιν, ἣν λέγουσι καὶ ἀγωγὴν μειοῦσαν ἤγουν ἐλαττοῦσαν τὸ τίμημα. εἰ δὲ ὁ πράτης οὐκ ἐπαινέσει τὸ παρ᾽ ἐκείνου πωλούμενον, ἕως δύο μηνῶν τὸ πραθὲν παρὰ τοῦ ἀγοραστοῦ πρὸς τὸν πωλήσαντα ἀντιστρέφεται, μετὰ δὲ τοὺς δύο μῆνας ἡ τιμὴ ἐλαττοῦται ὡς ἀνωτέρω δεδήλωται. τοῦτο διὰ φιλανθρωπίαν ἐπινοήθη τῷ νόμῳ, ἵνα ὁ πράτης εἰδὼς καὶ ἄκων καταναγκάζηται προλέγειν τῷ ἀγοράζοντι τὰ τοῦ πωλουμένου πάθη καὶ αἴτια.

20

pr.Τὸ πραθὲν πρᾶγμα ἐὰν μετὰ τὴν πρᾶσιν ἐκνικηθῇ, τουτέστιν ἐὰν ἄλλος τὶς δυνηθῇ ὡς οἰκεῖον τοῦτο ἐκ τοῦ ἀγο ράσαντος δικαίως ἀνακαλέσασθαι, ὁ πωλήσας ἢ ἁπλοῦν ἢ διπλοῦν ἀπαιτεῖται τὸ τίμημα· διπλοῦν μὲν, ἐὰν μετὰ δεφενσίωνος αὐτὸ διεπώλησεν, ἤγουν ἐὰν ἐν τῷ πωλεῖν ὑπέσχετο τῷ ἀγοραστῇ δεφενδεύειν ἐκ πάσης ὑποθέσεως τὸ πωλούμενον· ἁπλοῦν δὲ τὸ τίμημα ἀποδίδωσιν, ὅταν πωλήσῃ χωρὶς δεφενσίωνος. - κα΄. Παραγραφὴ παρὰ τοῖς νόμοις καλεῖται, ὅταν ὁ ἐναγόμενος ὁμολογῇ μὲν ὅπερ ὁ ἐνάγων ἐγκαλῇ κατ᾿ αὐτοῦ, ἀντιτίθησι δὲ ἕτερόν τι, δι οὗ ἀνεύθυνον ἑαυτὸν παριστᾷ ὡς ποιήσαντα ὅπερ ἐφ᾽ οἷς ἐγκαλεῖται ποιῆσαι ἔπρεπεν· οἷον ἐὰν ὁμολογῶν χρεωστῆσαι προστίθησιν, ὅτι καὶ τὸ χρέος ἀπέδωκεν, ἤγουν ἐὰν τὸ λαβεῖν παρακαταθήκην οὐδόλως ἀρνούμενος λέγῃ, ὅτι καὶ ἀπέδωκε ταύτην, καὶ ὅσα ἄλλα τούτοις ὅμοια. παραγραφαὶ δὲ λέγονται ταῦτα, διότι κἂν δοκῇ ὁ ἐναγόμενος ἐν τούτοις τὴν κατηγορίαν ὁμολογεῖν, ἀλλὰ δύναται διὰ ταύτης τῆς ὁμολογίας τὸν ἐναντίον ἀποδιώκειν εὐλόγως καὶ παραγράφεσθαι.

22

pr.Πολλάκις δύο τινὲς μάχονται περί τινος πράγματος, καὶ ὁ μὲν κινεῖ τὴν ὑπόθεσιν καὶ ἐνάγει ζητῶν τὸ πρᾶγμα ὡς ἴδιον ἑαυτοῦ, ὁ δὲ ἀπολογεῖσθαι πρὸς τοῦτον καταναγκάζεται. ὅταν γοῦν γένηται τοῦτο, ἐὰν ὁ ἐνάγων οὐ δύναται ἀποδεῖξαι· τὸ πρᾶγμα ἴδιον ἑαυτοῦ, ὁ ἀντίδικος τούτου νικᾷ καὶ χωρὶς ἀποδείξεώς τινος. θαυμάσιον τοῦτο, ὅτι καὶ δυνάμεως ἄνευ ἰσχύει τὶς καταβαλεῖν τὸν ἀντίδικον ἤγουν τὸν ἀντίπαλον.

23

pr.Ὅταν τοῦ ἐνάγοντος κινήσαντος τὴν ὑπόθεσιν ὁ ἐναγόμενος ποιήσῃ παραγραφήν, τότε πρέπει μὲν ἵνα εὐθὺς ἐν τῇ ἀρχῇ τῆς κρίσεως ἡ τοιαύτη παραγραφή παρὰ τοῦ ἐναγομένου ἀντιτεθῇ τῷ ἐνάγοντι, ἡ δὲ ἐξέτασις τῆς παραγραφῆς ὕστερον γίνεται μετὰ τὰς ἀποδείξεις, ἅσπερ ἂν ὁ ἐνάγων ποιήσηται. εἰ γὰρ μὴ αὐτὸς ὁ ἐνάγων ἰσχυρῶς ἀποδείξει ὃ λέγει, οὐ δεῖ τὴν παραγραφὴν ἐξετάζεσθαι, ἀλλὰ καὶ χωρὶς ἐξετάσεως ὁ ἐναγόμενος ἐν τοῖς τοιούτοις νικᾷ.

24

pr.Ἡ τῶν πραγμάτων ἀλήθεια ἰσχυροτέρα τῶν ἐγγράφων ἐστὶ, διὸ καὶ ταύτῃ μᾶλλον ἢ τοῖς ἐγγράφοις προσέχειν δεῖ.

25

pr.Προῖξ, ἐὰν ἀδιατίμητος ᾖ, τοσαύτην ἐπιμέλειαν ὀφείλει ἔχειν παρὰ τοῦ λαβόντος αὐτὴν ἀνδρὸς, ὅσην καὶ εἰς τὰ ἴδια πράγματα ἔχει ὁ τοιοῦτος ἀνήρ.

26

pr.Ὅταν ὁ ἀνὴρ τελευτήσας τοῦ γάμου συνισταμένου καὶ μὴ γενομένης λύσεως ἢ διαζυγίου, ὅπερ ἐστὶ χωρισμοῦ, καταλείψῃ τινὰ κληρονόμον, ἄδειαν ἔχει ἡ γυνὴ ἀπαιτεῖν τὴν προῖκα καὶ μὴ ἀφιέναι τὸν κληρονόμον τὶ ἐξ αὐτῆς παρυποκρατεῖν.

27

pr.Ὅταν ὁ πατὴρ προικίσῃ τὴν ἑαυτοῦ θυγατέρα καὶ δώσει αὐτῇ τοσήνδε τινὰ ποσότητα, καὶ μετὰ ταῦτα ἢ τελευτήσαντος τοῦ ἀνδρὸς αὐτῆς ἢ διαζυγίου ἤγουν χωρισμοῦ γενομένου θελήσει ἡ θυγάτηρ εἰς δεύτερον γάμον ἐλθεῖν, οὐ δύναται ὁ πατὴρ ἐλαττῶσαι τὴν προτέραν προῖκα καὶ δοῦναι τῇ θυγατρὶ ὀλιγότερα παρὸ εἰς τὴν προτέραν προῖκα δέδωκε ταύτῃ.

28

pr.Ὅταν δύο προικῶν ἀπαίτησις γίνεται, πρώτης δηλαδὴ καὶ δευτέρας, ὅσα μὲν ἐκ τῶν εἰς προῖκα δοθέντων αὐτὰ τὰ εἴδη καὶ αὐτὰ τὰ πράγματα σώζεται, εἰς τὸ μέρος ὅπερ τὴν προῖκα δέδωκεν ἀντιστρέφεται· ἐν ὅσοις δὲ οὐκ ἔνι δυνατὸν διακρῖναι ποίας ἂν εἶεν ἀπὸ τῶν δύο προικῶν, προτιμᾶται ἡ πρώτη, καὶ πρέπει ἵνα πρῶτον αὕτη ἱκανωθῇ καὶ μετ᾿ αὐτὴν ἡ δευτέρα. κθ΄ 31. Τό· ἡ προῖξ ἡ διατετιμημένη τῷ ἀνδρὶ ἐγκινδυνεύεται, τοῦτο δηλοῖ, ὅτι ὁ κίνδυνος τῆς διατετιμημένης προικὸς εἰς τὸν ἄνδρα ἀνάγεται, καὶ ἀποδιδόναι ταύτην ἐνέχεται καὶ αὐτὸς ὀφείλει ὑπὲρ ταύτης ἀπολογεῖσθαι, κἂν εἴ τι ἄρα καὶ γένηται, ἤγουν κἂν τυχὸν τὰ ζῶα ψοφήσωσι, κἂν ἡ ἐσθὴς τουτέστι τὸ ῥοῦχον κατατριβῇ παρὰ τῆς γυναικὸς καὶ παλαιωθῇ. ὁ ἀνὴρ γὰρ καὶ τούτων τὴν ἀποτίμησιν δίδωσιν, καὶ πρὸς αὐτὸν καὶ ἡ αὔξησις καὶ ἡ ἐλάττωσις τῆς διατετιμημένης προικὸς ἀνάγεται. εἰ δὲ ἡ προῖξ ἀδιατίμητος εἴη, καὶ ἡ αὔξησις καὶ ἡ ἐλάττωσις ταύτης τὴν γυναῖκα ὁρᾷ, τουτέστιν ταύτῃ ἀνήκει καὶ εἰς αὐτὴν ἀνατίθεται.

29

pr.Ἡ προῖξ πολλάκις νικᾷ καὶ αὐτὸν τὸν δημόσιον. ὅταν γὰρ πρότερον μὲν χρεωστῇται προῖς καὶ προγενεστέρα τῶν δημοσίων χρεῶν ἐστιν, ὕστερον δὲ τῷ χρεωστοῦντι τὴν προῖκα καὶ χρέος ἐπέλθοι δημόσιον, νικᾷ ἡ προῖξ, καὶ πρῶτον αὐτῇ ἀποδίδοται, εἶτα τὰ χρέη ἀπαιτοῦνται τοῦ δημοσίου. ὅταν δὲ προλάβῃ τὸ δημόσιον χρέος, νικᾷται ἡ προῖξ, καὶ πρῶτον ἀπαιτεῖται τὸ χρέος τοῦ δημοσίου, ὕστερον δὲ καὶ μετὰ τοῦτο τῆς προικός. καὶ ἁπλῶς εἰπεῖν ἐν τούτοις τὸ προγενέστερον τοῦ ἄλλου προτιμᾶται εἰς τὴν ἀπόδοσιν. καὶ τοῦτο μὲν ἐπ᾿ αὐτῆς γίνεται τῆς προικὸς, τὰ δὲ γαμικὰ κέρδη τὸ δημόσιον χρέος νικᾷ, κἂν ὕστερα ὦσι τούτου κἂν πρότερα, καὶ πρῶτον ἀποδίδοται τοῦτο, εἶτα ἐκεῖνα.

31

pr.Κατὰ πρόληψιν τόδε τὶ γενέσθαι λέγεται, ὅπερ ἢ ὁ νόμος προλαβὼν διωρίσατο καὶ τοιαύτην τινὰ κεκτῆσθαι δόξαν περὶ αὐτὸ τοὺς ἀκροατὰς παρεσκεύασεν, ἢ ἡ φύσις αὐτὴ καὶ ἡ διάνοια τῶν πολλῶν οἰκειοθελῶς προλαβοῦσα εἰς τοῦτο καταπεπεισμένη ἐστὶ καὶ οὕτως ἔχειν αὐτὸ δοξάζει καὶ χωρὶς ἀποδείξεως.

32

pr.Ἠγάγετό τις γυναῖκα, ἤγουν εἰς γάμον ἔννομον ἔλαβε· συνεφωνήθη τούτῳ δοθῆναι προῖξ· οὐκ ἐδόθη ἡ προῖξ, ἀλλὰ μένει ἡ συμφωνία ἀπλήρωτος· τυχὸν δὲ καὶ αὐτὸς ὁ τὴν προῖκα μέλλων λαμβάνειν οὐκ ἔλαβε μὲν· αὐτὴν, ἐχειρογράφησε δὲ λαβεῖν· δύναται ὁ τοιοῦτος καὶ μετὰ τὴν τοιαύτην χειρογραφίαν εἴσω δεκαετίας τὴν συμφωνηθεῖσαν ἀπαιτεῖν προῖκα, μετὰ δὲ τὴν δεκαετίαν, ἤγουν μετὰ τὸ πληρωθῆναι ί χρόνους τελείους, οὐ δύναται τὴν προῖκα ζητεῖν.

33

pr.Πάλιν ἕτερός τις μὴ λαβὼν προῖκα ὡμολόγησεν ἐγγράφως, ὅτι ἔλαβεν· ἔγραψε δὲ καὶ κατ᾿ εἶδος τὰ πράγματα τῆς προικὸς, τόδε τυχὸν καὶ τόδε καὶ τοσῆσδε ἢ τοσῆσδε ποσότητος ἀξιούμενον· ὁ τοιοῦτος οὐδὲ μετ᾿ ὀλίγον πάνυ καιρὸν, μῆνα τυχὸν ἢ ἑξάμηνον ἢ χρόνον, ἢ ὀλιγότερον καιρὸν τούτων ἢ περισσότερον, δύναται τὴν προῖκα ἀπαιτεῖν, οὐδὲ τὴν τῆς ἀναργυρίας εἰσάγειν παραγραφήν 37. τί δέ ἐστιν ἀναργυρία ἐν τοῖς εἰς τὸ α΄ στοιχεῖον εἴπομεν.

34

pr.Πάλιν οὐκ ἐδόθη τινὶ προῖξ· ὡμολόγησεν ἐκεῖνος τυχὸν, ὅτι ἐδόθη ἡ προῖξ πρὸς αὐτόν· ἐγγράφως τὴν τοιαύτην ὁμολογίαν ἐποίησε· συνῴκησε τῇ γυναικὶ χρόνους β΄· ἐτελεύτησεν ὁ ἀνήρ· κληρονόμους ἀφῆκε· μετὰ ταῦτα τὸ μέρος τῆς γυναικὸς τὴν προῖκα ἀπὸ τῶν τοῦ ἀνδρὸς κληρονόμων αἰτεῖ· οἱ κληρονόμοι οὐκ ἀποδιδόασι ταύτην, καὶ λέγουσιν ὅτι ὁ ἀνὴρ, εἰ καὶ τὴν προῖκα λαβεῖν ἔγραψεν, ἀλλ᾽ οὐκ ἔλαβεν· ἢ πάλιν γνήσιοι παῖδες καταλειφθέντες τοῦ τελευτήσαντος καὶ κληρονομοῦντες αὐτὸν συναινούσης καὶ τῆς τούτων μητρὸς, ἤγουν συνευδοκούσης καὶ συνεπιτρεπούσης αὐτοῖς, ἀπαιτοῦσι τὴν προῖκα τῆς μητρὸς τούτων, ἣν ὁ πατὴρ αὐτῶν ἔγραψε μὲν λαβεῖν, οὐκ ἔλαβε δέ. ὅταν γοῦν ἐκ τῶν δύο τούτων ἓν γένηται, καὶ οἱ κληρονόμοι ἢ ἀπαιτοῦσι τὴν προῖκα ἢ ἀπαιτοῦνται ἀποδοῦναι αὐτὴν, εἰ μὲν μετὰ τὸ παρελθεῖν χρόνον ἕνα, ἐξότου ὁ ἀνὴρ ἐτελεύτησε, κινήσουσι περὶ τῆς προικὸς καὶ εἴπωσι καὶ φανερὸν καὶ δῆλον ποιήσουσιν, ὅτι ὁ ἀνὴρ τὴν προῖκα οὐκ ἔλαβεν, εἰσάγουσι τὴν τῆς ἀναργυρίας παραγραφὴν, καὶ νικῶσι τὴν δίκὴν καὶ τοὺς ἀντιδίκους καταδικάζουσιν· εἰ δὲ χρόνος εἷς παρέλθοι ὁλόκληρος, καὶ αὐτοὶ περὶ τούτου μηδεμίαν ποιήσουσι κίνησιν, οὐκέτι δύνανται τὴν ἀναργυρίαν εἰσάγειν, ἀλλ᾽ ἐκπίπτουσι τοῦ δικαίου καὶ ἢ ἀποδοῦναι τὴν προῖκα παρὰ τοῦ μέρους τῆς γυναικὸς ἀναγκάζονται, ἐὰν ὦσιν ἀλλοῖοι τοῦ ἀνδρὸς κληρονόμοι καὶ οὐχ υἱοὶ, ἢ αὐτοὶ υἱοὶ ἐὰν ὦσι τοῦ τελευτήσαντος καὶ βούλωνται ζητεῖν τὴν προῖκα καὶ συνευδοκοῦσαν τὴν μητέρα εἰς τὴν τῆς προικὸς ἀπαίτησιν ἔχουσιν, ὡς ἀδίκως λέγοντες παρὰ τῶν δικαστῶν ἀποπεμπόμενοι 38. τοῦτο ἡ διαφορὰ τοῦ χρόνου ποιεῖ, καὶ οὐκ εἰς ἄλλην αἰτίαν ἀλλ᾽ εἰς τὸν χρόνον ἀνάγεται.

35

pr.Τοῖς παισὶ πρώτοις καὶ ἐκ διαθήκης ἁρμόζει ἡ κατ᾿ αὐτῆς ἐναντίωσις, καὶ ἐξ ἀδιαθέτου ἡ τοῦ δικαίου τοῦ ἀγράφου καὶ φυσικῶς εἰσαγομένου ἀπαίτησις. ἐστὶ δὲ τοῦτο τοιοῦτον. ἔταξεν ὁ νόμος αἰτίας, δι ἃς ἐπ᾿ ἀδείας ἐστί τισιν ἐναντιοῦσθαι τῇ διαθήκῃ καὶ ἐναντιοῦσθαι ἐξ αὐτῆς τῆς διαθήκης, ἐὰν οὕτως ἔχῃ φέρε εἰπεῖν, ἢ τόδε τὶ γράφῃ ἢ μὴ διαλαμβάνῃ τόδε τί· ἐκ τούτων τοίνυν τῶν αἰτιῶν, δι ἃς ἔξεστιν ἐναντιοῦσθαι τῇ διαθήκῃ ἐκ τῆς διαθήκης, εἰσί τινες ἁρμόζουσαι τοῖς τοῦ διατιθεμένου παισὶν, εἰσὶ καὶ ἄλλαι τισὶν ἑτέροις ἀνήκουσαι· ἀλλὰ πάντων τῶν ἐχόντων ἐναντιοῦσθαι τῇ διαθήκῃ προτιμότεροι οἱ παῖδές εἰσι, καὶ αὐτοὶ πρὸ τῶν ἄλλων δύνανἐκ τῆς διαθήκης ἐναντιοῦσθαι τῇ διαθήκῃ, καὶ τούτοις ται πρώτοις ἁρμόζει ἡ ἐκ διαθήκης κατ᾿ αὐτῆς ἐναντίωσις. πάλιν εἰσί τινες ἐξ ἀδιαθέτου εἰς κληρονομίαν τινὸς δικαιούμενοι, εἰσὶ καὶ οἱ παῖδες τοῦτο τὸ προνόμιον ἔχοντες· πάντων οὐκοῦν καὶ τούτων εἰσὶ προτιμότεροι οἱ παῖδες, καὶ τοῖς παισὶ πρώτοις καὶ ἡ ἐξ ἀδιαθέτου δικαίωσις ἀποδίδοται. τινὲς δὲ τὸ ἐκ τῆς διαθήκης ἀντὶ τοῦ ἐκ τοῦ γενέσθαι τὴν διαθήκην ἐνόησαν, ὡς οὐκ ὄντος ἄλλως δυνατοῦ ἐναντιοῦσθαι τῇ διαθήκῃ, εἰ μὴ γένηται διαθήκη, καὶ οὕτω τὸ ἐκ τῆς διαθήκης ἐναντιοῦσθαι τῇ διαθήκῃ ἐφερμηνεύουσιν.

36

pr.Τὸ μηδενὸς ὂν τοῦ προλαβόντος γίνεται.

37

pr.Πάντα τὰ χερσαῖα καὶ θαλάττια καὶ ἀέρια, ἤγουν τὰ ἐν τῇ χέρσῳ καὶ τὰ ἐν τῇ θαλάσσῃ καὶ ποταμοῖς καὶ τὰ ἐν ἀέρι πεττάμενα, κατὰ τὸν φυσικὸν νόμον πάντων εἰσὶ, καὶ διὰ τοῦτο τῶν προλαμβανόντων καὶ κατεχόντων αὐτὰ ἢ δι᾽ ἄγρας, ὅπερ ἐστὶ κυνήγιον, ἢ δ᾽ ἄλλου τρόπου τινὸς ἕκαστον τούτων ἴδιον γίνεται, ἐὰν μὴ ὁ τόπος, ἐν ᾧ εἰσὶν, ὡρισμένως ἀποδοθῇ τινι δεσπότῃ καὶ ὑπὸ ἐξουσίαν ταχθῇ τινος.

38

pr.Τῶν παραγραφῶν αἱ μέν εἰσι διηνεκεῖς, αἱ δὲ πρόσκαιροι. καὶ πρόσκαιρος μὲν λέγεται παραγραφή, ὅταν ὁ ἐναγόμενος περί τινος πράγματος οὐχὶ τελείαν ἀποβολὴν ποιήσηται τούτου οὐδὲ ἐκτὸς τῆς ἐπ᾿ αὐτοῦ ἐνοχῆς ἑαυτὸν ἀποκαταστήσῃ, ἀλλὰ μόνην ἀναβολὴν τοῦ καιροῦ ποιήσηται καὶ ὑπέρθεσιν· οἷον ἐὰν ἀπαιτούμενος τὸ πρᾶγμα τὸν φεβρουάριον μῆνα δείξῃ, ὅτι οὐχὶ κατὰ τὸν φεβρουάριον ἀλλὰ κατὰ τὸν ἐπερχόμενον αὔγουστον ὀφείλει ἀποδοῦναι αὐτό. διηνεκὴς δὲ παραγραφὴ λέγεται, ὅταν ὁ ἐναγόμενος περί τινος πράγματος ἐντελεστάτην ἀπολογίαν ποιήσηται, καὶ δείξῃ, ὅτι οὐδόλως ὀφείλει ἐπὶ τούτῳ ἐνέχεσθαι.

39

pr.Ἐν ταῖς προσκαίροις παραγραφαῖς συντεταγμένον ἐστὶ καὶ τοῦτο τὸ κεφάλαιον· ζητεῖ τις πρᾶγμα ἀπὸ τοῦ κατέχοντος τοῦτο, οὐχ ὡς ἑαυτῷ ὀφεῖλον ἀποδοθῆναι, ἀλλ᾽ ὡς οἰκεῖον ἑτέρου καὶ ἵνα παραφυλάσσῃ τὸ πρᾶγμα ἐπὶ τὸ ἀποδοθῆναι αὐτό 45. ὁ δὲ ἀπαιτούμενος τοῦτο ὁμολογῶν καὶ ἔχειν τὸ πρᾶγμα καὶ ἔνοχος εἶναι περὶ τὴν τούτου ἀπόδοσιν ἀναβάλλεται ἀποδοῦναι αὐτὸ, καὶ λέγει ὑπερτίθεσθαι τὴν ἀπόδοσιν ἔστ᾽ ἂν ὁ κύριος τοῦ πράγματος παραγένηται.

40

pr.Παραγραφὴ λέγεται καὶ ὅταν ἓν τῶν ἀντικρινομένων μερῶν εἴπῃ καὶ πρὸ τῆς ἐφεστώσης κρίσεως παρ᾽ ἑτέρῳ δικαστῇ κριθῆναί τε καὶ ἀθωωθῆναι· καὶ ἀπαιτεῖται ὁ τὴν τοιαύτην εἰσάγων παραγραφὴν ἀποδεικνύειν αὐτήν.

41

pr.Αἱ παραγραφαὶ παρὰ τῶν ἐναγομένων προσώπων γίνονται· οἱ ἐνάγοντες γὰρ ἢ οὐδόλως ἢ δυσκόλως δύνανται εἰσάγειν παραγραφήν. ὅταν δὲ τοῦ ἐναγομένου ποιοῦντος παραγραφὴν ὁ ἐνάγων· πάλιν ποιῇ ἐπὶ ταύτην ἑτέραν παραγραφὴν, τότε παραγραφὴ καὶ ἀντιπαραγραφὴ τὸ γινόμενον ὀνομάζεται. ἐστὶ δὲ τοῦτο τοιοῦτον· ἐνάγει τὶς κατά τινος περὶ πράγματος καὶ ἀπαιτεῖ τὸ πρᾶγμα ἐξ ἐκείνου λαβεῖν· ὁ δὲ διενίσταται καὶ λέγει ἐπὶ τῷ πράγματι μὴ ἐνέχεσθαι, καὶ ποιεῖ εἰς τοῦτο παραγραφὴν, λέγων τυχὸν ὡς, ὅπερ ἀπαιτεῖς ἐξ ἐμοῦ, οὐκ ὀφείλω ἀλλ᾽ ἀποδέδωκα, ἢ οὐκ ὀφείλω ἀλλὰ τὸ σύμφωνον - ὃ ἐμφανίζεις ὡς παρ᾿ ἐμοῦ γεγονὸς δόλῳ ἢ βίᾳ ἐγένετο· ἀντιτίθησί γουν ὁ ἐνάγων πρὸς τοὺς λόγους αὐτοῦ, ὅτι οὐκ ἀποδέδωκας, ἢ ὅτι καθαρῶς τὸ σύμφωνον γέγονε, καὶ οὐ μετὰ δόλου ἢ βίας ὡς λέγεις σύ· καὶ ἐστὶ τοῦτο ἀντιπαραγραφὴ πρὸς τὴν προτέραν γινομένην παραγραφὴν, καὶ ἀπαιτεῖται ἕκαστος ὃ λέγει ἀποδεικνύειν, καὶ οὕτω διὰ τῶν ἀποδείξεων αὐτῶν ἡ ὑπόθεσις λύεται. καὶ τοιοῦτο μέν ἐστιν ἡ παραγραφή, τοιοῦτο δὲ καὶ ἡ πρὸς ταύτην ἀντιπαραγραφή.

42

pr.Περιγραφὴ δὲ καὶ περιγράφειν καὶ περιγράφεσθαι λέγεται μὲν τότε, ὅταν δύο προσώπων ποιούντων πρὸς ἀλλήλους συνάλλαγμα εἷς τὸν ἕτερον ἀπατήσῃ καὶ ζημιώσῃ ἐπιτηδείως μετά τινος δολιότητος.

43

pr.Οἱ πρεσβευταὶ, ἤγουν οἱ λεγόμενοι παρὰ τοῖς κοινοῖς ἀποκρισιάριοι, ἱεροὶ νομίζονται εἶναι, καὶ τὴν ἐλευθερίαν ὀφείλουσιν ἔχειν παρ᾽ οἷς πρεσβεύουσιν, εἰ καὶ πόλεμος εἴη τυχὸν μεταξὺ τούτων καὶ τῶν ἀνδρῶν παρ᾽ ὧν ἀπεστάλησαν.

44

pr.Οἱ μὲν ἕτεροι παιδεύταὶ, ἤγουν οἱ τῶν μαθημάτων διδάσκαλοι καὶ τῶν ἐλευθερίων καὶ ἀνεπιλήπτων τεχνῶν, οἷον ἰατροὶ, γραμματικοὶ, γεωμέτραι καὶ ῥήτορες, ὑπὲρ ὧν διδάσκουσι σπουδασμάτων λαμβάνουσι τὸ ἀνῆκον παρὰ τοῦ ἄρχοντος. οἱ ἐξορκίζοντες δὲ καὶ ἐπικαλοῦντες, ἤγουν οἱ ταῖς γοητείαις καὶ ταῖς ἐπῳδαῖς χρώμενοι, οὔτε συναριθμοῦνται τοῖς ἰατροῖς, εἰ καὶ δοκοῦσί τινας ἐκ τῆς αὐτῶν μεταχειρίσεως ὠφε λεῖν, οὔτε λαμβάνουσί τι. οὐ γὰρ κρίνονται ὡς τεχνῖται, ἀλλ᾽ ὡς κακοτεχνίαν ἢ ματαιοτεχνίαν ἐπιτηδεύοντες.

45

pr.Οἱ δὲ φιλόσοφοι τάττονται μὲν πρὸ πάντων τῶν παιδευτῶν διὰ τὴν τῆς σοφίας ὑπεροχὴν, ἀλλ᾽ ὅμως οὐ λαμβάνουσί τι, διότι χρημάτων καταφρονεῖν ὀφείλουσι. καὶ παρὰ τῷ νόμῳ οὕτω ῥητῶς· τὸ μὲν γὰρ χρῆμά ἐστιν ἱερὸν, καταφρονεῖν δὲ χρημάτων ὀφείλουσι. καὶ οἱ ἐξηγηταὶ δὲ τῶν νόμων τοῖς παιδευταῖς τῶν μαθημάτων συντάττονται, οὐκ ὀφείλουσι δὲ οὐδὲ οὗτοι ὑπὲρ τῆς τῶν νόμων σπουδῆς χρήματα εἰς μισθοὺς ἀπαιτεῖν. εἴτι δὲ ἐν ἀρχῇ δοθῇ πρὸς αὐτοὺς, τοῦτο λαμβάνειν παρά τινος οὐ κωλύονται, καὶ ἐστὶ τὸ μὲν ἄλλους τούτοις διδόναι καὶ τὸ λαμβάνειν αὐτοὺς ἀνεύθυνον, τὸ δὲ ἀπαιτεῖν οὐκ ἀνεύθυνον, ὥσπερ εἰσὶ καὶ ἄλλα τινὰ διδόμενα μὲν εὐπρεπῶς, οὐκ εὐπρεπῶς δὲ ἀπαιτούμενα. διὰ τοῦτο οὐδὲ κρίσις περὶ χρημάτων ἐστὶ τοῖς τῶν νόμων ἐξηγηταῖς, οὐδὲ δικάζει τὶς τούτοις ἐπὶ μισθῷ.

46

pr.Τὰ προξενητικὰ ἢ οὐδόλως ἀπαιτοῦνται, ἢ πάνυ μετρίως, τουτέστιν ἐπὶ βραχεῖαν καὶ ὀλίγην ποσότητα. ἐπὶ δὲ τῶν γάμων εἰ μὲν γένηται συμφωνία περὶ αὐτῶν, τουτέστι τῶν προξενητικῶν, ἡ συμφωνία κρατεῖ, καὶ ἀπαιτεῖται τοσοῦτον, ὁπόσον συνεφωνήθη, ἐὰν μὴ πάνυ εἴη ὑπέρογκον, τουτέστιν ἐὰν μὴ εἰς πολλὰ πολλὴν ποσότητα περιΐσταται. τότε γὰρ ἡ συμπεφωνημένη ποσότης εἰς βραχύτερον μετριάζεται, τουτέστιν ἐλαττοῦται καὶ εἰς ποσότητα ὀλιγοτέραν συστέλλεται.

47

pr.Αδειαν ἔχουσι πάντες τοὺς προσαιτοῦντας ἀνερευνᾶν, καὶ ἐὰν εὕρωσι τούτους ὑγιεῖς καὶ νεάζοντας, προσάγειν καὶ ἐμφανίζειν τῷ δημοσίῳ, ὥστε αὐτοὺς εἰς δουλείας τὰς προσηκούσας καὶ δικαίας ἐκδίδοσθαι, καὶ μὴ ἀργοὺς διατρίβειν καὶ δίχα τῆς πρεπούσης ἐργασίας περιπολεῖν.

48

pr.Ὁ περισσοπρακτήσας, ἢ περισσὸν καὶ ὑπὲρ τὸ τεταγμένον ἀπαιτήσας ἀπό τινος, ἀναγκάζεται τῷ περισσοπρακτηθέντι ἤγουν τῷ τὸ περισσὸν ἀπαιτηθέντι ἀποδιδόναι εἰς τὸ διπλάσιον τὸ περισσοπρακτηθέν. εἰ δὲ οὐχ ἅπαξ μόνον, ἀλλὰ καὶ δὲς καὶ τρὶς εὑρεθῇ περισσοπρακτῶν, καὶ οὐδὲ μετ᾿ ἐπιφώνησιν τοῦ οὕτω ποιεῖν ἀποστῇ, κεφαλικῶς τιμωρεῖται.

49

pr.Προτιμὰς ὁ νόμος τὰς ποινὰς πολλάκις καλεῖ.

50

pr.Ἐν τῷ παλαίειν ἢ ἄλλως πῶς ἐν θεάτρῳ διαγωνίζεσθαι ὁ τὸν ἀντίπαλον τραυματίσας ἢ καὶ τυχὸν ἀνελὼν, εἰ μόνον μὴ ἐκ προμελετήσεώς τινος ποιήσει τοῦτο καὶ δολιότητος, οὐδεμιᾷ ἐνέχεται ἀγωγῇ. ὁ δὲ μετὰ τὸ ἡττηθῆναι, ἤγουν νικηθῆναι ὑπ᾿ αὐτοῦ τὸν ἀντίπαλον, τραυματίζων αὐτὸν ἢ κατὰ ἄλλον τρόπον βλάπτων ἐνέχεται. πολλάκις δὲ οἱ τοιοῦτοι καὶ τῷ ἀκουϊλίῳ νόμῳ ὑπάγονται.

51

pr.Ποινάλιοι λέγονται ἀγωγαὶ, ἐξ ὧν ὑποπίπτειν ποιναῖς οἱ καταδικαζόμενοι κινδυνεύουσιν. ὅταν γοῦν κινηθῇ κατά τινος ποινάλιος ἀγωγὴ, ἔπειτα μὴ λαβούσης πέρας τῆς δίκης τελευτήσει αὐτὸς καὶ ἀφήσει κληρονόμους γνησίους, ἐνέχονται οἱ κληρονόμοι αὐτοῦ ἀπολογεῖσθαι ὑπὲρ τῶν τοιούτων ἀγωγῶν· ὅταν δὲ οὐδόλως ἐν τῇ ζωῇ τοῦ κληρονομουμένου κινηθῶσιν αἱ ποινάλιοι ἀγωγαὶ, μετὰ θάνατον τούτου οὐκ ἔχει τὶς ἄδειαν κατὰ τῶν κληρονόμων αὐτοῦ ποιναλίους κινεῖν ἀγωγάς.

52

pr.Ὁ πλαστοῖς μέτροις χρώμενος ἤγουν ὁ μέτρα παράγων ἕτερα παρὰ τὰ διατεταγμένα εἰς τὸ κοινὸν, ὑπὸ τῶν τοῦ δημοσίου ἀρχόντων ἐξορίᾳ δικάζεται ἤτοι καταδικάζεται.

53

pr.Ὁ ποιήσας πλαστῶς κέλευσίν τινος ἄρχοντος καὶ διὰ ταύτης διασείσας τινὰ, εἰ μὲν μέχρι τοῦ διασεισμοῦ ἀρκεσθῇ καὶ οὐδὲν πλέον ποιήσει τῷ παρὰ τούτου ἐνοχλουμένῳ, ἀναδίδωσιν ἤγουν ἀντιστρέφει, ὅπερ ἐξ αὐτοῦ ἔλαβε, καὶ διὰ λόγου ἢ μετρίων πληγῶν σωφρονίζεται. εἰ δὲ καὶ ἐπιπλέον ἐπεκτανθείη ἡ παρὰ τούτου ἐπίθεσις, καὶ εἰς καταδίκην τυχὸν ἢ ἐγκλημα ὑπάγει τινὰ διὰ τῆς τοιαύτης πλαστῆς κελεύσεως, τῷ τῶν συκοφαντῶν νόμῳ καὶ αὐτὸς καθυπόκειται καὶ ὡς ποιήσας συκοφαντίαν εὐθύνεται.

54

pr.Οἱ περίεργοι λέγονται καὶ κακότροποι· τὸ δὲ τῶν περιέργων ἔγκλημα τοιοῦτόν ἐστι· θέλει τὶς πολλάκις δανείσασθαι, δίδωσιν ὡς ὑποθήκην ἢ καὶ ἐνέχυρον οἰκεῖον πρᾶγμα τῷ δανειστῇ, μετὰ ταῦτα πρὸς ἄλλον δανειστὴν καὶ αὐτὸν τὸ αὐτὸ πρᾶγμα δίδωσιν ἢ ὑποτίθησιν ἢ ἀνταλλάττει ἢ διαπωλεῖ. καὶ τοῦτο περιεργία παρὰ τῷ νόμῳ καλεῖται, καὶ ὁ ποιήσας περιεργίαν τοιαύτην, ἐὰν μὲν ἰδιώτης ᾖ, τὴν εἰς μέταλλον τιμωρίαν ἔχει ποινὴν, ἐὰν δὲ ἔντιμος, τὴν πρόσκαιρον ἐξορίαν. πρόσκαιρος δὲ ἐξορία καλεῖται ἡ γενομένη ἐπὶ ὡρισμένῳ καιρῷ. ἐαν δὲ ὁ τοιοῦτος περίεργος ἑτοίμως ἔχῃ τὰ χρέη πᾶσιν ἀποδιδόναι τοῖς δανεισταῖς, ἀπαλλάττεται τοῦ ἐγκλήματος, ἤγουν ἐκ τῆς κατηγορίας τῆς διὰ τὴν περιεργίαν ἐλευθεροῦται.

55

pr.Περίεργοι οἱ λεγόμενοι καὶ κακότροποι οὔτε ποιναλίαις καταδίκαις ἐνέχονται, ἤγουν ταῖς ποινὰς ἐχούσαις ἐπαγομένας, οὔτε χρηματικαῖς, ἤγουν ταῖς χρημάτων ζημίαις ὑποκειμέναις, οὔτε ἀτιμοποιοῖς οὔτε τισὶ τῶν ἐπί τινι τούτων ἀγωγῶν ὑποβάλλεται, ἀλλὰ ἐκστραορδιναρίαν ἐπεξέλευσιν ἔχει.

56

pr.Δεῖ δὲ εἰδέναι, ὅτι ποινὴ παρὰ τῷ νόμῳ πολλάκις καὶ ἡ ἐπὶ τῷ γεγονότι πλημμελήματι ἑτεροία ἐπεξέλευσις, καὶ ἡ ζημιοῦσά τι κατὰ λόγον προστίμου καὶ ἡ εἰς τὸ διπλοῦν κατὰ τὸν ἀκουΐλιον νόμον ἀπαιτοῦσα, καὶ κατὰ τὰ σημαινόμενα τῆς ποινῆς καὶ αἱ ἀπὸ τῆς ποινῆς ὀνομαζόμεναι ποινάλιαι καταδίκαι καὶ ἀγωγαί· ἐξστραορδιναρία δὲ ἐπεξέλευσις καὶ ἡ εἰς ἐξορίαν ἐπάγουσα καὶ ἡ ἐξ ἀποφάσεως τοῦ δικαστοῦ χωρὶς ἀντιλογίας τινός.

57

pr.Ὁ παρθένῳ κόρῃ μιγνύμενος, ἐκείνης μὲν θελήσει καὶ προαιρέσει, τῶν γονέων δὲ τῆς κόρης μὴ γινωσκόντων ἃ ἡ θυγάτηρ τούτων ποιεῖ, ὕστερον φαινομένης τῆς πράξεως, εἰ μὲν ὁ ἀνὴρ καὶ ἡ κόρη καὶ οἱ γονεῖς ἀμφοτέρων συναινοῦσι γάμον γενέσθαι, γινέσθω· εἰ δὲ ἓν μέρος τῶν γονέων ἑκατέρου προσώπου, ἤγουν τῶν δύο δηλαδὴ τοῦ ἀνδρὸς καὶ τῆς γυναικὸς, οὐ θελήσει γενέσθαι τὸν γάμον, εἰ μὲν εὔπορός ἐστιν ὁ ἀνὴρ καὶ πλοῦτον ἱκανὸν καὶ χρήματα ἔχει, διδότω τῇ παρ᾽ αὐτοῦ φθαρείσῃ κόρῃ λίτραν χρυσίου μίαν· εἰ δὲ πτωχὸς ὑπάρχει καὶ ἐνδεὴς, τὸ ἥμισυ τῆς περιουσίας αὐτοῦ τῇ κόρῃ διδόσθω. εἰ δὲ παντελῶς ἄπορος ὁ τοιοῦτός ἐστι, τυπτόμενος καὶ κουρευόμενος ἐξοριζέσθω.

58

pr.Ὁ πορνεύων, εἰ μὲν ἔχει γυναῖκα, διὰ ιβ΄ ἀλλακτῶν, τουτέστι δαρμῶν ἢ παρὰ τοῖς κοινοῖς λεγομένων μαγκλαβίων, σωφρονιζέσθω· εἰ δὲ μὴ ἔχει γυναῖκα, διὰ ς΄ ἀλλακτῶν. εἰ δὲ καὶ γυναῖκα ἔχει καὶ τῇ ἰδίᾳ μίγνυται δούλῃ, ἐπιπλέον τυπτόμενος σωφρονιζέσθω, καὶ ὁ κατὰ τόπους ἄρχων τὴν δούλην ἐκ τοῦ τοιούτου δεσπότου λαμβάνων εἰς ἄλλην ἐπαρχίαν αὐτὴν πιπρασκέτω, τουτέστι πωλείτω, καὶ τὸ τίμημα ταύτης διδότω τῷ δημοσίῳ.

59

pr.Ὁ πορνεύων εἰς ἀλλοτρίαν δούλην, ἐὰν μὲν εὔπορος ᾖ ἤγουν πλούσιος, διδότω τῷ δεσπότῃ τῆς δούλης νομίσματα λς· εἰ δὲ εὐτελὴς καὶ ἄπορος εἴη, τυπτέσθω, καὶ ἀπὸ τοῦ βίου αὐτοῦ διδότω κατὰ ἀναλογίαν πρὸς τὰ λς ' νομίσματα καθὼς εὐπορεῖ το.

60

pr.Ὁ δύο γυναῖκας πειραθεὶς ἔχειν ὑπόκειται τῷ τῆς μοιχείας ἐγκλήματι. ἐὰν δὲ ἡ ὕστερον συναφθεῖσα αὐτῷ οὐ γινώσκῃ, ὅτι ἑτέραν γυναῖκα νόμιμον ἔχει ὁ ἀνὴρ ὁ ταύτην λαβὼν, συγγνώμης ἀξιωθήσεται καὶ οὔτε μοιχείᾳ οὔτω ἄλλῳ τινὶ κατηγορηθήσεται.

61

pr.Τῷ περὶ πλαστογραφίας ὑπόκειται νόμῳ καὶ ὁ ποιήσας πλαστὰ ἐκμαρτύρια, ἤγουν γράμματα πλάσας παρά τινων ὡς δῆθεν μαρτύρων πεπιστωμένα, καὶ ὁ πλάσας διαθή κην τινὰ ἢ ἐκδεδωκὼς ἢ ὑποβαλὼν εἰς ἀνάγνωσιν (ὑποβαλεῖν δὲ διαθήκην ἐστὶ τὸ διά τινος ἑτέρου προσώπου μετὰ ῥᾳδιουργίας καὶ δολιότητος οἰκονομῆσαι διαθήκην ἐμφανισθῆναι)· καὶ ὁ χρήματα λαβὼν καὶ συμφωνήσας συνθεῖναι κατηγορίαν κατὰ ἀνευθύνων ἤγουν ἀθώων ἀνθρώπων ἢ μαρτυρίαν ψευδῆ· καὶ ὁ ἐν χάρτῃ τινὶ ἢ ξέσας τὸ γεγραμμένον ἢ τὸ μὴ γεγραμμένον προσθείς· καὶ ὁ ἀνοίξας τὴν τοῦ ζῶντος διαθήκην (πολλάκις γάρ τινες ποιοῦσι διαθήκην καὶ ἔτι ζῶντες)· καὶ ὁ τὰ δικαιώματα τὰ παρακαταθέντα αὐτῷ, ἤγουν πρὸς φυλακὴν δοθέντα παρά τινος, τῷ ἀντιδίκῳ προδούς. ἁπλῶς δὲ πάντες οἱ τῇ πλαστογραφίᾳ καὶ τῷ ταύτης ἐγκλήματι ἐνεχόμενοι τιμωρίαν ἔχουσι περιορισμὸν καὶ τελείαν δήμευσιν. εἰ δὲ καὶ δοῦλος εἴη ὁ εὑρεθεὶς τὴν πλαστογραφίαν ποιῶν, ἐσχάτῃ τιμωρίᾳ ὑπόκειται, τουτέστι τῇ διὰ ξίφους κεφαλικῇ.

62

pr.Πατριάρχης ἐστὶν εἰκὼν χριστοῦ ἔμψυχος δι ἔργων καὶ λόγων ἐν ἑαυτῇ χαρακτηρίζουσα τὴν ἀλήθειαν.

63

pr.Σκοπὸς τῷ πατριάρχῃ, πρῶτον μὲν, οὓς ἐκ θεοῦ παρέλαβεν, εὐσεβείᾳ καὶ σεμνότητι βίου διαφυλάξαι, ἔπειτα δὲ, καὶ πάντας τοὺς αἱρετικοὺς κατὰ τὸ δυνατὸν αὐτῷ πρὸς τὴν ὀρθοδοξίαν καὶ τὴν ἕνωσιν τῆς ἐκκλησίας ἐπιστρέψαι (αἱρετικοὶ δὲ τοῖς νόμοις καὶ τοῖς κανόσι καλοῦνται οἱ τῇ καθολικῇ μὴ κοινωνοῦντες ἐκκλησίᾳ), ἔτι δὲ καὶ τοὺς ἀπίστους διὰ τῆς λαμπρᾶς καὶ περιφανεστάτης καὶ θαυμασίας αὐτοῦ πράξεως ἐκπλήττων μιμητὰς ποιῆσαι τῆς πίστεως.

64

pr.Τέλος τῷ πατριάρχῃ ἡ τῶν καταπεπιστευμένων αὐτῷ ψυχῶν σωτηρία, καὶ τὸ ζῆν μὲν χριστῷ, ἐσταυρῶσθαι δὲ τῷ κόσμῳ.

65

pr.Ἴδια πατριάρχου τὸ εἶναι διδακτικὸν, τὸ πρὸς πάντας ὑψηλούς τε καὶ ταπεινοὺς ἀστενοχωρήτως ἐξισοῦσθαι, καὶ πρᾶον μὲν εἶναι πρὸς ἅπαντας τοὺς ἐντυγχάνοντας κὰν ταῖς διδασκαλίαις, ἐλεγκτικὸν δὲ πρὸς τοὺς ἀπειθοῦντας, ὑπὲρ δὲ τῆς ἀληθείας καὶ τῆς συντηρήσεως τοῦ δικαίου καὶ τῆς εὐσεβείας λαλεῖν ἐνώπιον βασιλέως καὶ μὴ αἰσχύνεσθαι.

66

pr.Τῆς πολιτείας ἐκ μερῶν καὶ μορίων ἀναλόγως τῷ ἀνθρώπῳ συνισταμένης, τὰ μέγιστα καὶ ἀναγκαιότατα μέρη βασιλεύς ἐστι καὶ πατριάρχης. διὸ καὶ ἡ κατὰ ψυχῶν καὶ σωμάτων τῶν ὑπηκόων εἰρήνη καὶ εὐδαιμονία βασιλείας ἐστὶ καὶ ἀρχιεροσύνης ἐν πάσῃ ὁμοφροσύνῃ καὶ συμφωνίᾳ.

67

pr.Πλαστόν ἐστι καὶ τὸ μιμήσασθαι χειρόγραφον ἑτέρου (χειρόγραφον δέ ἐστι γράμμα ἄλλου δι οἰκείων ἐκείνου ' χειρῶν γραφέν)· καὶ τὸ διαῤῥῆξαι καὶ τὸ μεταγράψαι καὶ τὸ ξέσαι χειρόγραφον ἄλλου πλαστόν ἐστιν.

68

pr.Ὑπόκειται τῷ πλαστῷ καὶ ὁ διὰ πλαστοῦ συνθήματος τῷ δρόμῳ χρησάμενος, τουτέστιν ὁ διὰ πεπλασμένου σημείου τινὸς καὶ τεκμηρίου, ἤγουν συμβόλου καὶ ὡς οἱ κοινοί λέγουσι σημαδίου, διανύσας τὸν δρόμον· καὶ ὁ σφραγίδα πλαστὴν ποιῶν ἢ γλύφων· καὶ ὁ προχρονίζων το τὴν ἡμέραν τῷ συμβολαίῳ μονομερῶς, τουτέστιν ὁ πρὸ τῆς τεταγμένης ἡμέρας, καὶ ἣν ὡρισμένην ἔχει μετὰ ἄλλου τινὸς εἰς τὸ ποιῆσαι συμβόλαιον, προλαμβάνων καὶ μονομερῶς χωρὶς τοῦ συμφωνήσαντος μετ᾿ αὐτοῦ ποιῶν τὸ συμβόλαιον.

69

pr.Ὁ ἐν ὑπομνήμασιν ἢ λιβέλλοις ἤγουν ἐγγράφοις κατηγορίαις ἢ ἑτέραις ἐγγράφοις ἐκθέσεσι συναρπάζων ἄρχοντα ἐπί τισιν ὑποθέσεσι, καὶ ὁ ἐν δεήσει, ἣν αὐτὸς ποιεῖ δηλαδὴ, μὴ λέγων τὸ ἀληθὲς, καὶ τῷ πλαστῷ ὑπόκειται, καὶ ἐὰν γένηται τούτῳ ἀντιγραφή, ἤγουν πρὸς τὴν δέησιν καὶ τὴν ὑπόμνησιν αὐτοῦ ἐπίλυσις ἔγγραφος, ἐξ αὐτῆς οὐδὲν ὠφελεῖται. ὑπόκειται τῷ πλαστῷ καὶ ἡ ὑποβάλλουσα παιδίον ἀλλότριον ὡς οἰκεῖον.

70

pr.Ὁ πλαστὴν εἰπὼν διαθήκην καὶ ἡττηθεὶς, οὐδὲν ὅλως ἐκ ταύτης κερδαίνειν δύναται.

71

pr.Ὁ πλαστὸν ποιήσας, εἶτα λέγων, ὅτι οὐ χρῆται αὐτῷ εἰς βοήθειαν, καὶ τῇ ἐξ αὐτοῦ βοηθείᾳ ἀπαγορεύων, οὐδὲ συγγινώσκεται ἤγουν συγγνωμονεῖται καὶ συγχωρεῖται.

72

pr.Ὁ πλαστὸν προκομίζων, εὑρὼν τοῦτο γεγονὸς ἐξ᾽ ἄλλου καὶ εἰς περιουσίαν κείμενον ἄλλου, καὶ λέγων μηδὲ χρῆσθαι αὐτῷ εἰς βοήθειαν, συγγινώσκεται καὶ οὐχ ὑπάγεται ταῖς τιμωρίαις, αἷς οἱ τὰ πλαστὰ ποιοῦντες ὑπόκεινται.

73

pr.Ἡ περὶ τοῦ πλαστοῦ ἀγωγὴ καὶ χρηματικῶς κινεῖται καὶ ἐγκληματικῶς, καὶ ὁ κινῶν ταύτην ἐπιλογὴν ἔχει, τουτέστιν δύναται καὶ ἐνδεδομένον ἐστὶν αὐτῷ ἐκλέξασθαι, ὅπως ἂν θέλῃ κινῆσαι τὴν περὶ τοῦ πλαστοῦ, καὶ ἢ χρηματικῶς ἢ ἐγκληματικῶς διεκλέξαι αὐτό.

74

pr.Προτείνεται πολλάκις συμβόλαιον, τουτέστιν ἔγγραφον σύμφωνον, καὶ προτείνεται τοῦτο παρά τινος εἰς οἰκείαν αὐτοῦ βοήθειαν· ἄλλος δὲ πάλιν λέγει τοῦτο πλαστὸν, καὶ ἀντιπίπτων ἀθετεῖν πειρᾶται καὶ ἀποβάλλεσθαι. ὅταν οὖν γένηται τοῦτο, πρότερον δεῖ ζητεῖν τὰς ἀποδείξεις τὰς εἰς σύστασιν ἀφορώσας τοῦ συμβολαίου παρὰ τοῦ προκομίζοντος τὸ συμβόλαιον, καὶ μετὰ ταύτας καταναγκάζειν τὸν πλαστὸν αὐτὸ λέγοντα ἀποδεῖξαι τοῦτο, ὃ λέγει, καὶ παραστῆσαι, ὅτι πλαστόν ἐστι τὸ συμβόλαιον.

75

pr.Πολλοὶ τοσαύτην ὑπομονὴν καὶ δυσκληρότητα ἤγουν καρτερίαν καὶ σκληροψυχίαν πρὸς τὰς ἐπαγομένας βασάνους ἔχουσιν, ὥστε περιφρονεῖν ταύτας καὶ μηδεμίαν ἐκφωνεῖν διὰ ταύτας ἀλήθειαν. ἄλλοι δὲ πάλιν τοσοῦτον τὰς βασάνους φοβοῦνται καὶ εἰσὶν ἀκαρτέρητοι, ὥστε καὶ ψεύδεσθαι προαιρεῖσθαι ἢ θέλειν ὑπομεῖναι βασάνους παντοιοτρόπους. καὶ διὰ τοῦτο πρέπει τὸν δικαστὴν οὔτε πιστεύειν οὔτε ἀπιστεῖν πάντοτε ταῖς τῶν βασανιζομένων συγκαταθέσεσιν ἢ ἀρνήσεσιν, οὐδὲ ἐὰν ἐχθροὶ πολλάκις ὦσι τῶν ἀνθρώπων ἐκείνων, καθ᾽ ὧν εἰπεῖν βασανίζονται, καὶ καθ᾽ ὧν ἢ λέγουσιν εὐχερῶς ἢ μηδὲ μετὰ βίας καὶ ἀνάγκης λέγουσιν.

76

pr.Ὁ πλαστὴν μονίταν ποιῶν μετὰ τῶν ὑπουργησάντων αὐτῷ χειροκοπείσθω. ὁ δὲ δεσπότης τοῦ ἀγροῦ ἢ τοῦ οἴκου, ἐν ᾧ ταῦτα γέγονεν, εἰ φανείη συνειδὼς τῷ γενομένῳ, περιορισμῷ καὶ δημεύσει τῆς ὅλης οὐσίας ὑποβληθήσεται· εἰ δὲ ἀγνοεῖ, ἡ οἰκία ἢ ὁ ἀγρὸς δημενέσθω· εἰ δὲ ἐξ ἀρχῆς μὲν ἀγνοεῖ, ὕστερον δὲ γνωρίσας καταμηνύσει, παντελῶς διατηρεῖται ἀζήμιος. μονίτα δὲ καλεῖται τὸ ἀρχέτυπον σφραγιστήριον ἢ βουλλωτήριον, μεθ᾽ οὗ ὁ τῶν νομισμάτων τύπος διαχαράττεται.

77

pr.Τῶν ποινῶν αἱ μὲν θάνατον ἐπάγουσιν, αἱ δὲ δουλείαν, αἱ δὲ πολιτείας ἔκπτωσιν, αἱ δὲ ἐξορίαν, αἱ δὲ σωφρονισμὸν εἰς σῶμα, ἤγουν πληγὰς καὶ δαρμοὺς, ἢ δεσμούς, ἢ ζημίαν σὺν ἀτιμίᾳ, ἢ στέρησιν ἀξίας τινὸς, ἢ πράγματος κώλυσιν.

78

pr.Ποινὴ μετάλλου ἐστὶ τὸ καταδικασθῆναί τινα ἄσβεστον ποιεῖν ἢ θεῖον ἤγουν τεάφιον ὀρύττειν.

79

pr.Αἱ πληγαὶ, ἤγουν οἱ κοινῶς λεγόμενοι δαρμοί, μείζονές εἰσιν, ἤγουν μεγαλώτεραι καὶ βαρύτεραι τῆς χρηματικῆς καταδίκης, τουτέστι τῆς διὰ χρημάτων ζημίας.

80

pr.Τῶν περιοριζομένων τὰ πράγματα τῷ δημοσίῳ διαφέρουσι, τῶν δὲ ἐξορίστων ὑπὸ τὴν δεσποτείαν αὐτῶν μένουσιν.

81

pr.Ὁ μὲν περιορισμός τόπους καθείργει, ἡ δὲ ἐξορία τόπου εἴργει.

82

pr.Τὰ μετὰ τὴν καταδίκην ἐπικτώμενα, εἰ μὲν εἰς ἐξορίαν ὁ δημευθεὶς κατεδικάσθη, τοῖς γραφεῖσιν ὑπ᾽ αὐτοῦ κληρονόμοις ἢ τοῖς ἐξ ἀδιαθέτου ἁρμόζει· ὁ γὰρ εἰς νῆσον ἐξορισθεὶς ἔχει τοῦ διατίθεσθαι ἄδειαν, ὡς καὶ τὰ λοιπὰ δίκαια. εἰ δὲ περιορισμὸς γένηται, ἐπειδὴ τὴν πολιτείαν ἀπολύων οὐ δύναται κληρονόμους ἔχειν, καὶ τὰ ἐπικτηθέντα ὁ δημόσιος λαμβάνει.

83

pr.Ὁ πάτρων τοῦ ἀπελευθέρου κατηγορῶν εἰς κεφαλικὸν ἔγκλημα, ἐκπίπτει τῆς ἐναντιώσεως τῆς κατὰ τῆς διαθήκης τοῦ τοιούτου ἀπελευθέρου, καὶ κληρονομεῖν ἐξ ἀδιαθέτου τοῦτον οὐ δύναται.

84

pr.Ὧιτινι τὸ πλέον ἔξεστι, καὶ τὸ ἧττον ἔξεστιν.

85

pr.Ὅταν δοθῇ τινι προθεσμία, ἤγουν ἡμέρα τεταγμένη ἵνα μέχρις αὐτῆς παραγένηται, ἐὰν λίπῃ τυχὸν ἢ ἐὰν ἀποσταλῇ καὶ μέλλῃ πάλιν ὑποστραφῆναι, εἰς τὴν ὁδὸν ἑκάστῃ ἡμέρᾳ κ΄ ψηφίζονται μίλια.

86

pr.Προθεσμία δίδοται οὕτως· εἰ μὲν ἐν αὐτῇ τῇ ἐπαρχίᾳ, καθ᾽ ἣν ἡ κρίσις γίνεται, ἔχει τὰ πράγματὰ ὁ τὴν προθεσμίαν λαμβάνων, οὐ πλέον τῶν τριῶν μηνῶν δίδοται αὐτῷ προθεσμία, ἀλλ᾽ ἀναγκάζεται ἕως συμπληρώσεως μηνῶν γ ' ποιῆσαι τὸ πρᾶγμα ἐκεῖνο, ὑπὲρ οὗ τὴν προθεσμίαν ἔλαβεν, οἷον μάρτυρας παραγαγεῖν ἢ προκομίσαι δικαίωμα ἢ ἄλλο τὶ τοιοῦτον. εἰ δὲ ἐν ἑτέρᾳ ἐπαρχίᾳ, δίδοται προθεσμία οὐ πλέον τῶν 5΄ μηνῶν. εἰ δὲ πολλάκις διὰ θαλάττης μέλλει ὁδεῦσαι ὁ τὴν προθεσμίαν λαμβάνων, ἵνα ποιήσῃ τὸ πρᾶγμα εἰς ὃ ἐδόθη αὐτῷ ἡ προθεσμία, μέχρι καὶ ἐννέα μηνῶν ἡ προθεσμία ἐπεκτείνεται. ἐπέκεινα δὲ τῶν θ΄ μηνῶν οὐ δίδοται.· πζ΄. Εἴ τις διὰ τὴν πολλὴν πενίαν καὶ τῆς ἐνδείας τῆς τροφῆς ἕνεκεν τὸν υἱὸν ἢ τὴν θυγατέρα πωλήσῃ, ἔῤῥωται ἡ πρᾶσις. ἐπὶ τούτου δὲ μόνον ἔρρωται, ἐφ᾽ ᾧ τὸν ἀγοράσαντα μὴ ἄλλως ἀναγκάζεσθαι ἀποδοῦναι ταῦτα τὰ πρόσωπα, ἐὰν μὴ ἢ τὸ τίμημα λάβῃ ὅσου εἰσὶν ἄξια νῦν, ἢ ἀνδράποδον αὐτοῖς ὅμοιον. ἐξέστω γὰρ αὐτῷ τῷ πεπρακότι ἢ τῷ πραθέντι ἢ εἴ τινι δήποτε ἑτέρῳ εἰς τὴν ἰδίαν εὐγένειαν ἐπαναλαβεῖν αὐτὸν, μόνον ἐὰν ἢ τὸ τίμημα προσφέρῃ, ὅσον ἰσχύει νῦν ὁ πραθεὶς, ἢ ἀνδράποδον ὑπὲρ τούτου παράσχη.

88

pr.Συνεφώνησά σοι τόσους κεράμους ποιῆσαί μοι τοῦ νομίσματος. εἰ μὲν σή ἐστιν ἡ ὕλη, ἐξ ἧς γίνονται, πρᾶσίς ἐστιν: εἰ δὲ ἐγὼ δέδωκα αὐτὴν, μίσθωσίς ἐστιν. ἐπὶ μὲν γὰρ τῆς πράσεως ἡ δεσποτεία τῆς ὕλης ἀμείβεται, ἐπὶ δὲ τῆς μισθώσεως τοῦ αὐτοῦ μένει.

89

pr.Ἡ κατὰ δωρεάν πρᾶσις ἀνυπόστατός ἐστιν.

90

pr.Ἐάν τις ὡς νεώνητον πωλήσῃ τὸν ἤδη δουλεύσαντα, ὑπόκειται τῇ ἀναστροφῇ. σπεύδουσι γὰρ οἱ ἄνθρωποι τοὺς νεωνήτους λαμβάνειν ὡς δυναμένους διδάσκεσθαι καὶ πρὸς τοὺς οἰκείους μεταποιεῖσθαι τρόπους.

91

pr.Ἐὰν παρ᾿ ἐμοῦ κλέψῃ ὁ δοῦλός μου, οὐκ ἐστὶν ἀναγκαῖον ἐν τῇ πράσει τοῦτο προλέγειν, οὔτε ἐκ τούτου ἁρμόζει ἡ ἀναστροφή. εἰ δὲ εἶπον αὐτὸν μὴ εἶναι κλέπτην, ἐνέχομαι.

92

pr.Ἐὰν πωλήσῃ τὶς φυγάδα δοῦλον μὴ ἀγνοήσας αὐτὸν φυγάδα εἶναι, κατέχεται εἰς τὴν τιμὴν καὶ εἰς τὴν ἔξωθεν γεν νομένην βλάβην.· ςγ '. Ἐάν τις τὸ ἴδιον πρᾶγμα ἐλαχίστου τιμήματος πωλήσῃ, δύναται τὸ τίμημα ἀναδιδοὺς λαμβάνειν τὸ ἴδιον πρᾶ-γμα. ἐλάχιστον δὲ τίμημά ἐστι τὸ μηδὲ εἰς ἡμίσειαν διατί μησιν ἀναφερόμενον ἤγουν σῶζον. ἐὰν δὲ ὁ ἀγοραστὴς ἐπιλέξηται τὸ λεῖπον τῷ δικαίῳ τιμήματι δοῦναι, ἤγουν ἐκλέξηται καὶ συγκατατεθῇ καὶ προκρίνῃ, δεῖ ἔχειν αὐτὸν τὸ πεπράμένον πρᾶγμα.

93

pr.Πρόπαππος λέγεται ὁ τοῦ πάππου πατὴρ, ὃν ἐπίπαππον καλοῦσί τινες.

94

pr.Πιγνερατικία ἐνοχὴ ἡ περὶ τῶν ἐνεχύρων ἐστίν,

95

pr.Ὁ διδοὺς παρακαταθήκην εἴπερ βούλεται τελείαν ἔχειν ἀσφάλειαν, λαμβανέτω μὲν καὶ γράμμα ἐκ τοῦ ἀνθρώπου ἐκείνου, πρὸς ὃν τὴν παρακαταθήκην διδόναι βούλεται· μὴ ἀρκείσθω δὲ μόνῳ τῷ γράμματι, ἀλλὰ καὶ μάρτυρας προσκαλείσθω σεμνοὺς καὶ ἀξιοπίστους.

97

pr.Οἱ παῖδες τῶν παρανόμων πατέρων, οἷον τῶν ἀθεμίτους γάμους ποιούντων ἢ ἄλλο τὶ τοιοῦτο τολμώντων, ἀναγκάζονται καὶ κατακρινομένους τοὺς πατέρας αὐτῶν διατρέφειν τε καὶ οἰκονομεῖν. εἰ γὰρ καὶ παράνομοι οἱ πατέρες εἰσὶν, ἀλλ᾽ ὅμως πατέρες μένουσιν.

98

pr.Ὁ παῖς τὸν πατέρα τρέφειν καταναγκάζεται, οὐ μὴν καὶ χρέος διδόναι ὑπὲρ αὐτοῦ.

99

pr.Οἱ παῖδες εἰς τὸν πατέρα ἢ τὴν μητέρα πταίοντές τι, εἰς τὴν δημοσίαν εὐσέβειαν λέγονται σφάλλεσθαι, καὶ οὕτω παρὰ τοῦ νόμου καλοῦνται εἰς τὴν δημοσίαν εὐσέβειαν ἁμαρτάνοντες.

100

pr.Παῖς τοὺς γονεῖς εἰπὼν γόητας, ἀνάξιος εἶναι στραστείας κρίνεται.· ρα΄. Τὰ ὡς μέρὸς ὅλῳ σώματι προστιθέμενα εἴκει αὐτῷ, ὡς ἀνδριάντι ποὺς ἢ χεὶρ ἢ σκύφῳ πυθμήν. τοῦτο δὲ τοιοῦτόν ἐστιν· εἶχέ τις εἶδος καὶ πρᾶγμά τι, καὶ λείπεται τὸ τοιοῦτο πρᾶγμά τινος ὀλίγου πρὸς τελειότητα· προστίθησιν ἄλλος τὸ λεῖπον καὶ ἀναπληροῖ τὸ εἶδος ὁλόκληρον· μετὰ ταῦτα τυχὸν γίνεται ζήτησις, τίνος ἔσται τὸ ἐξ ἀρχῆς εἶδος, καὶ τίνος το προστεθὲν τούτῳ εἰς ἀναπλήρωσιν· καὶ κελεύει ὁ νόμος τοῦ τὸ πλέον ἔχοντος εἶναι καὶ τὸ ἔλαττον. καὶ τοῦτό ἐστι τὸ εἴ-κειν τὰ μέρη τοῖς ὅλοις, τουτέστιν ὑποτάσσεσθαι καὶ ὑπὸ τὸν αὐτὸν δεσπότην, ὑφ᾽ ὅν εἰσι κἀκεῖνα, καὶ ταῦτα γίνεσθαι.

102

pr.Ὁ πένθιμος καιρὸς εἰς χρόνον ὁλόκληρον παρὰ τοῦ νόμου ὁρίζεται, καὶ ἕως τῆς αὐτοῦ συμπληρώσεως τῷ πενθεῖν ὀφείλοντι μέρει συνάλλαγμα ποιεῖν γαμικὸν οὐκ ἔξεστιν111.

103

pr.Οὐ δύνανται οὔτε πατέρες πρὸς μητρυιὰς οὔτε μητέρες πρὸς πατρῳοὺς ἢ ζῶντες ἢ μετὰ θάνατον φιλοτιμεῖσθαι ἐκ τῶν πραγμάτων τῶν τοῖς παισὶν αὐτῶν διαφερόντων, εἰ μὴ τόσον μόνον, ὁπόσον ἀνήκει εἰς μερίδα ἑνὶ παιδί. τοῦτο γὰρ μόνον ἔξεστιν αὐτῷ δωρεῖσθαι, ἐπέκεινα δὲ οὐκ ἔξεστιν. ἐστὶ δὲ μερὶς ἑκάστῳ παιδὶ κατὰ μὲν τοὺς παλαιοτέρους νόμους τῆς πατρικῆς ἢ μητρικῆς οὐσίας τὸ τέταρτον, κατὰ δὲ τοὺς νεωτέρους τὸ τρίτον αὐτῆς ἢ τὸ ἥμισυ.

104

pr.Προσωπικὴ διαδοχὴ λέγεται ἡ κληρονομία ἡ κατὰ πρόσωπον ἤγουν μίαν ἑκάστην κεφαλὴν ἐπίσης ἢ ἄλλως πως ἀναλόγως μεριζομένη. τὴν αὐτὴν δὲ πολλάκις τινὲς καὶ ἰν κάπιτα λέγουσιν.

105

pr.Δεῖ πόλιν ἑκάστην τὴν ἰδίαν τέρψιν ἔχειν, καὶ μὴ μετακομίζεσθαι τὰ τῆς ἑτέρας εἰς ἑτέραν, μήτε ἄψυχα μήτε ἔμψυχα.

106

pr.Περιοριζόμενοι, μεταλλιζόμενοι, ξίφεσιν ἢ θηρίοις ὑποβληθῆναι καταδικαζόμενοι οὔτε πρὸ τοῦ παθεῖν ταῦτα οὔτε μετὰ τὸ παθεῖν δύνανται διατίθεσθαι.

107

pr.Προικιμαῖον δοῦλον ἐλευθεροῦν δύναται ὁ ἀνὴρ, ἐὰν μόνον μὴ ἄπορος ᾖ μηδὲ χρεωστῇ πρός τινας δανειστάς.

108

pr.Τότε εἰς τὸ περιελθὸν ὁ κληρονόμος ἐνέχεται, ἤγουν εἰς τὸ φθάσαν εἰς αὐτὸν, καὶ οὐκ εἰς ὅλην τὴν τῷ ἁμαρτήματι ἀνήκουσαν ποινὴν, ὅτε οὐκ ἐξ οἰκείου δόλου, ἀλλ᾽ ἐκ τοῦ δόλου τοῦ τελευτήσαντος ἐνάγεται.

109

pr.Πατὴρ ἐξορισθεὶς καὶ τὴν κατὰ τῶν παίδων ἐξουσίαν ἀφαιρεθεὶς καὶ στερηθεὶς ταύτης, καὶ ἀποκαταστὰς καὶ ἐκ τῆς ἐξορίας ἀνακληθεὶς, τὴν κατὰ τῶν παίδων ἐξουσίαν ἀναλαμβάνειν οὐ δύναται. οὐδὲ ἀναγκάζονται οἱ παῖδες προσπορίζειν αὐτῷ, οὐδὲ τὰ μητρικὰ αὐτῶν πράγματα εἰς χρῆσιν διδόναι τῷ τοιούτῳ πατρί.

110

pr.Ἡ παραγγελία κωλύει τὸν παραγγελλόμενον, καὶ οὐ δύναται ὁ τὴν παραγγελίαν δεχόμενος ποιῆσαί τι μετὰ τὴν παραγγελίαν, εἰ μὴ πρότερον ζητήσει καὶ λάβῃ ἀπόλυσιν ἐπὶ τοῖς ἔργοις, ἐφ᾽ οἷς παρηγγέλθη. ὅταν δὲ ἡ ὑπέρθεσις ἤγουν ἡ τοῦ ἔργου ἀναβολὴ κίνδυνον ἐπιφέρῃ, τότε ἡ παραγγελία οὐ στέργεται, ἀλλ᾽ ὁ παραγγελλόμενος μηδὲν τῆς παραγγελίας φροντίσας τὸ οἰκεῖον ἔργον ἀποπληροῖ. πρόσχες, ὅτι οὐχ ἁπλῶς εἶπεν ὁ νομοθέτης ζημίαν ἀλλὰ κίνδυνον ἐπιφέρειν 119. δῆλον γὰρ ὅτι εἰ μὲν ζημίαν τινὰ μετρίαν ἡ ὑπέρθεσις ἤγουν ἀναβολή καὶ περιεργία τῆς πράξεως προξενεῖ, ἀναγκάζεται ὁ παραγγελλόμενος τὴν παραγγελίαν φυλάττειν· εἰ δὲ ἐπιπλέον βλάπτει, ὥστε καὶ κίνδυνον ἐπάγειν, τὴν παραγγελίαν ἀθετεῖν καὶ τὸ ἔργον πληροῦν. ἡ δὲ λέξις αὐτὴ τῆς παραγγελίας δηλοῖ παρὰ τῷ νόμῳ τὴν ἐπιφώνησιν, ἥτις γίνεται, ὅταν ἄρξηταί τις ποιεῖν τι, καὶ βούληται ἄλλος κωλύσαι αὐτὸν, καὶ ἐπιφωνήσηται αὐτῷ μὴ ποιῆσαι τὸ ἔργον, ἀλλὰ ἀφεῖναι αὐτὸ, ἕως οὗ τυχὸν κινηθῇ ἡ περὶ τούτου ζήτησις καὶ γένηται τὸ δίκαιον. ἔχει δὲ ἐξ ἀνάγκης ὁ παραγγελλόμενος, κάντε δικαίως κἄντε ἀδίκως γένηται ἡ παραγγελία, μόνον ἐὰν μὴ κίνδυνον ἐπιφέρῃ, στέργειν τὴν παραγγελίαν καὶ μὴ καταφρονεῖν ταύτης, μηδὲ ἐγχειρεῖν εἰς τὸ ἔργον, ἀφ᾽ οὗ παρηγγέλθη ἀπέχεσθαι.

111

pr.Εἶχε τις οἶκον, ἐβούλετο ἐπὶ τούτῳ ἢ πλησίον τούτου κτίσαι ἕτερόν τι, παρηγγέλθη ἀπέχεσθαι καὶ μὴ κτίζειν, μετὰ τὴν παραγγελίαν τὸν οἶκον πρὸς ἄλλον ἐπώλησεν, ὁ ἀγοράσας τὸν οἶκον ἔκτισεν, εἶτα κινεῖται ἡ τῆς παραγγελίας ἀθέτησις· ὁ νόμος ὁρίζει, ὡς εἰ μὲν ὁ ἀγοραστὴς ἐν εἰδήσει τῆς παραγγελίας ἐγένετο καὶ οὕτως ἀθετήσας αὐτὴν ἔκτισεν, αὐτὸς ἐνέχεται· εἰ δὲ μὴ γινώσκων ἔκτισεν, ὁ πωλήσας τὸν οἶκον ἐνέχεται. οὐ γὰρ προσώπῳ, ἀλλὰ πράγματι γίνεται ἡ παραγγελία. ὅθεν κατά τινας ὁ ἀγοραστὴς τοῦ οἴκου παντοιοτρόπως εἰς τὴν παραγγελίαν ἐνέχεται, κἄντε ἔφθασε γνῶναι κάντε οὐκ ἔγνω.

112

pr.Οἱ πραγματευταὶ ὀφείλουσιν ὑπὲρ τῶν πραγμα τειῶν, ὧν εἰς βαρβάρους ποιοῦσι, μὴ διδόναι χρυσίον, ἀλλὰ δι ἑτέρων ἀνταλλάττειν εἰδῶν. τὸν γὰρ χρυσὸν οὐ διδόναι πρέπει τοῖς βαρβάροις, ἀλλὰ τουναντίον καὶ ἀφαιρεῖσθαι ἐξ αὐτῶν. ὁ δὲ μὴ ποιῶν τοῦτο πραγματευτής, ἀλλὰ χρυσὸν εἰς τοὺς βαρβάρους ἀποκομίζων, κολάζεται, καὶ ὁ ἄρχων ὁ γινώσκων πραγματευτὴν ποιήσαντα τοῦτο καὶ μὴ τιμωρήσας τὸν πραγματευτὴν, αὐτὸς κολάζεται καὶ ἐκβάλλεται τῆς ἀρχῆς.· ριγ΄. Παραθήκης ἀπαιτουμένης καὶ καρποὶ καὶ τοκετοὶ καὶ πᾶν τὸ διαφέρον ἀπαιτεῖται.

114

pr.Πατρωὸς τὸν πρόγονον ἐξ ἀδιαθέτου οὐ κληρονομεῖ.

115

pr.Οἱ πατέρες καὶ εἰς δευτέρους γάμους ἐρχόμενοι τῶν μητρικῶν πραγμάτων καὶ τῶν παίδων ἀνεμποδίστως τὴν χρῆσιν ἔχουσιν.

116

pr.Τὰ πεκούλια τετραχῶς· ἀπροσπόριστα, παγανικὰ, κανστρέσια καὶ ὡσανεὶ κανστρέσια. καὶ ἀπροσπόριστα μὲν εἰσὶν, ὅσα ἐκ μητρικῆς κληρονομίας καὶ πάππων καὶ προπάππων καὶ ἄλλων συγγενῶν μητρόθεν, καὶ τούτων τὴν μὲν χρῆσιν ἔχει ὁ πατὴρ, τὴν δὲ δεσποτείαν οἱ παῖδες. τούτοις όμοια καὶ τὰ ἀπὸ φιλοτιμίας τυχὸν καὶ καμάτων ἰδίων κτώ μενα τοῖς παισὶ, καὶ ἀπὸ γαμικῆς αἰτίας, ἐν οἷς οὐκ ἐστὶ τῷ παιδὶ ἐν ὑπεξουσιότητι ἄδεια διατίθεσθαι, ἀλλ᾽ οὐδὲ τῷ πατρὶ προτελευτῶντι. τὴν γὰρ χρῆσιν τούτων ἔχει ὁ πατὴρ τὴν δὲ δεσποτείαν οἱ παῖδες. τὰ δὲ παγανικὰ εἰσὶν, ἃ καὶ προσπορίζονται, ὅσα ἐξ αἰτιῶν καὶ πραγμάτων τοῦ πατρὸς προσέλθῃ τῷ παιδί. ἅπαντα γὰρ ταῦτα τοῦ πατρός εἰσιν· ἔχει δὲ τού των καὶ τὴν χρῆσιν καὶ τὴν δεσποτείαν ὁ πατὴρ, καὶ οὐδ᾽ ἐπὶ τούτοις ἄδεια τῷ υἱῷ διατίθεσθαι, ἀλλὰ καὶ τῷ πατρὶ προτε λευτῶντι. καὶ ζήτει βι. λέ τί. κα καὶ βι. κθ΄ τῶν διγέστων τί. α καὶ βι. λθ ' τῶν βασιλικῶν τί. α΄ κεφ. ἔσχατον. τὰ δὲ κανστρέσιά εἰσι τὰ ἰδιόκτητα, οἷον τὰ πρωτοκέστρων ἤτοι σιδήρου καὶ ὅπλων περιελθόντα τῷ παιδὶ, ὧν ἡ χρῆσις καὶ ἡ δεσποτεία τῷ παιδὶ ἁρμόζει, καὶ ἄδεια ἐπὶ τούτοις τῷ παιδὶ διατίθεσθαι καὶ ἐν ὑπεξουσιότητι ὄντι. τὰ ὡσανεὶ κανστρέσια τὰ ἀπὸ δωρεᾶς βασιλικῆς ἢ δεσποινῶν· καὶ οὐδὲ τούτων τὴν χρῆσιν ἢ τὴν δεσποτείαν ἔχει ὁ πατήρ· καὶ τὰ ἀπὸ κληρονο μίας ἀδελφῶν καὶ ἀδελφῆς καὶ τὰ ἀπὸ ἀρχῆς, οἷον ἀννόνας, καὶ τὰ ἀπὸ συνεδρίας καὶ τὰ διδόμενα προστάξει βασιλικῇ σιτηρέσια ἀπὸ τοῦ δημοσίου· καὶ ἄδεια τῷ ὑπεξουσίῳ καὶ ἐν τοῖς τοιούτοις διατίθεσθαι.·· ριζ. Οἱ πρέσβεις τῶν ἀλλογενῶν ἐθνῶν, ὅσα μὲν ἀπὸ ἑτέρων ἐθνῶν εἰς τὴν ῥωμαίων φέρουσι γῆν, τελωνοῦνται, τουτἐστιν ἀπαιτοῦνται καταβάλλειν τὸ ἀνῆκον τέλος ὑπὲρ᾽ αὐτῶν· ὅσα δὲ ἀπὸ τῆς τῶν ῥωμαίων γῆς εἰς ἄλλας ἄγουσι χώρας, ἀτελώνητα ἔχουσιν οὐδὲν τέλος ὑπὲρ αὐτῶν καταβάλλοντες.

118

pr.Πατήρ κουράτωρα τοῖς ἑαυτοῦ παισὶ καταλιμπάνειν οὐ δύναται. Το ριθ ' 133. Πιστικὸς λέγεται πᾶς ᾧ ἐμπιστεύονταί τίνα πράγματα καὶ διὰ τοῦτο καὶ τὸν κριθέντα ἀξιόπιστον εἰς φυλακὴν πλοίου πιστικὸν λέγουσι τῆς νηός. -Τρκ. 135. Τὰ πρόδηλον ἑρμηνείαν ἔχοντα οὐ δεῖ μεταποιεῖν.

s1

pr.Κανὼν περὶ ποινῶν. Σχεδὸν ἐν πάσαις ταῖς ποιναλίαις ἀγωγαῖς καὶ τῇ ἡλικίᾳ καὶ τῇ ἀγνοίᾳ συντρέχομεν.

s2

pr.Ἕτερος. — Αἱ ποινάλιαι ἀγωγαὶ προκαταρχθεῖσαι παραπέμπονται κατὰ τῶν κληρονόμων. Ἐν τοῖς ἀμφιβόλοις ὑπὲρ

s3

pr.Ἕτερος περὶ προικός. τῆς προικὸς ἀποκρινόμεθα.

s4

pr.Ἕτερος περὶ προνομίων. - Τὰ προσώποις ὑπάρχοντα προνόμια σβέννυνται αὐτοῖς, τὰ δὲ προσόντα ταῖς ἀγωγαῖς πρὸς πάντας μετέρχονται. Τὰ τοῖς πράγμασι διδόμενα προνόμια, οὐ

s5

pr.Ἕτερος. μὴν τοῖς προσώποις, καὶ εἰς κληρονόμους διαβαίνει.

s6

pr.Ἕτερος περὶ παρακολουθημάτων. - Τῆς πρωτοτύπου αἰτίας μὴ ἐῤῥωμένης οὐδὲ τὰ παρακολουθήματα ὡς ἐπίπαν ἔβρωται.

s7

pr.Ὁ τεχθεὶς νεκρὸς οὔτε γεννᾶσθαι δοκεῖ οὔτε παῖς λέγεται.

s8

pr.Ἕτερος περὶ πειθαρχούντων. — Οὐ δοκεῖ θέλειν ὁ πειθαρχῶν πατρὶ καὶ δεσπότη.

s9

pr.Πιστικὸς λέγεται, ᾧ ἐμπιστεύονταί τινα πράγματα, καὶ διὰ τοῦτο καὶ τὸν κριθέντα ἀξιόπιστον εἰς φυλακὴν πλοίου πιστικὸν λέγουσι τῆς νηός.

s10

pr.Ὁ ἀνὴρ, οὐχ ἡ κόρη, ἀπαιτεῖ τὴν προῖκα ἀπὸ παντὸς ἐπαγγειλαμένου τοῦ γάμου συνεστῶτος, καὶ οὗτος παραλαμβάνει ταύ την ἐγγύας οὐκ ἀπαιτούμενος. ἐγγυητὴς γὰρ οὐ δίδοται ἐπὶ τῇ γυναικείᾳ προικὶ, εἰ μὴ πρὸ τοῦ γενέσθαι τὴν μνηστείαν τοῦτο συνεφωνήθη.

s11

pr.Ἐπὶ ὑποσχέσει προικὸς καὶ ἀπὸ ψιλοῦ ῥήματος ἢ συμφωνίας ἐνέχεταί τις.

s12

pr.Ἀπὸ ψιλῆς ἐπαγγελίας χρεωστεῖ ὁ πατὴρ προῖκα.

s13

pr.Τὴν προῖκα ἡ ἀρίθμησις, οὐχ ἡ γραφὴ τοῦ προικιμαίου συμφώνου ποιεῖ. margine haec habet: Ὁ ἀνὴρ διατετιμημένην προῖκα λαβὼν τὴν διατίμησιν πιστεύεται ἔχειν ἐν προικὶ, καὶ οὐχὶ τὰ πράγματα· ὅθεν διαλυομένου τοῦ γάμου δύναται μὴ τὰ πράγματα αὐτὰ, ἀλλὰ τὴν διατίμησιν αὐτῶν ἀποδι-

s14

pr.Περὶ πλησιότητος. Ὅτι τῷ μὲν ἀτελεῖ ἤτοι ἀφήλικι τετραμηνιαῖος μετὰ τὴν διαμαρτυρίαν τοῦ] δικαστοῦ τρέχει καιρὸς, ἵν᾽ ἐντὸς τούτου τὸ παρ᾽ ἑτέρου διδόμενον καταθέμενος τίμημα προτιμηθῇ· τῷ δὲ τελείῳ τριακονθήμερον μόνον· εἰσὶ δ᾽ οἳ καὶ τεσσαρακονθήμερόν φασιν.