Syn. min. 1.17
Ἀρχὴ τοῦ Ρ
Abrir no leitor do IusCommune →1
pr.Ῥεμβός ἐστιν ὁ μικρὸς φυγὰς, καὶ ἐκ τοῦ ἐναντίου ὁ φυγὰς μέγας ῥεμβός· ἐστι. κυρίως δὲ ῥεμβός ἐστιν ὁ συνεχῶς ἀναιτίως πλανώμενος καὶ τοὺς καιροὺς εἰς ἀνόνητα δαπανῶν καὶ βραδέως εἰς τὸν οἶκον ἀποστρέφων.
2
pr.Τὸ ῥεπούδιον τὸ διαζύγιον δηλοῖ, διαζύγιον δὲ τὸ γράμμα τὸ ἐπὶ χωρισμῷ τῶν κατὰ τοὺς γάμους ἑνωθέντων γινόμενον.
3
pr.Ὅταν χρόνοι ἢ ί ἢ κ. ἢ λ ' ἢ πλείονες ἢ ἐλάττονες δοθῶσί τινι, ὡς ἂν ἐντὸς τούτων ποιήσῃ τὶ καὶ μετὰ τὴν συμπλήρωσιν τούτων οὐκέτι τὸ αὐτὸ ποιεῖν δύναται, τότε εἴπερ ὁ τοὺς χρόνους λαβὼν βλέπει συμπληρουμένους ἤδη καὶ πρὸς τέλος ἐρχομένους αὐτοὺς καὶ φοβεῖται, μὴ παρελθόντων τῶν χρόνων ἀπολέσῃ τὸ ἑαυτοῦ δίκαιον, ἔχει ἐπ᾿ ἀδείας προσιέναι τοῖς δικασταῖς ἢ τοῖς τοῦ δημοσίου κατάρχουσιν ἢ τῷ ἐπισκόπῳ τῆς πόλεως ἢ τοῖς ἐκκρίτοις. τῶν πολιτῶν, καὶ λέγειν τὴν αἰτίαν δ᾽ ἣν περὶ τοῦ πράγματος οὐ κινεῖ ἤγουν οὐκ ἐγκαλεῖ, καὶ παριστᾶν φανερῶς, ὅτι ἕτοιμος ἦν, ἐὰν μὴ ὑπό τινος εὐλόγου ἀφορμῆς ἐμποδισμὸν εὕρισκεν, ἐγκλητεῦσαι καὶ ἀποδεῖξαι, ὅτι ἀδικεῖται εἰς τὸ πρᾶγμα περὶ οὗ βούλεται ἐγκαλεῖν, διὰ δὲ τὴν τοιαύτην αἰτίαν τοῦτο ἀφίησιν. καὶ γίνεται τὸ τοιοῦτον ἐφ᾿ οἷς ἂν εἴπῃ παρασημείωσις, καὶ ἄρχεται πάλιν ἀπὸ τοῦ χρόνου ἐκείνου τοὺς δεδομένους ἀριθμεῖν χρόνους, καὶ ἔξεστι τούτῳ ἕως ἐκ τρίτου ποιεῖν, καὶ καλεῖται ῥῆξις τοῦ χρόνου ἤγουν τομὴ καὶ διακοπὴ διὰ τὸ μὴ ἐᾶν᾿ ἀριθμεῖσθαι τοὺς χρόνους κατὰ συνέχειαν καὶ εἰς τὴν ὡρισμένην συμπληροῦσθαι ποσότητα, ἀλλὰ κόπτειν καὶ διατέμνειν δι ' ἧς εἴπομεν προσελεύσεως, καὶ τῷ ἀριθμῷ τούτῳ διδόναι πάλιν ἄλλην ἀρχήν.
4
pr.Περὶ ῥοδίων νόμων ἐν τοῖς εἰς τὸ ν ' στοιχεῖον περὶ ναυτικῶν νόμων γραφεῖσι καθολικῶς ἐλέχθη σαφέστατα, κἀκεῖθεν τὰ περὶ τούτων μετὰ ἀκριβείας ὁ βουλόμενος γνώσεται.
5
pr.Τῆς ἀγωγῆς τὸ ὄνομα δηλοῖ τὴν παραγραφήν.
6
pr.᾿Αγρὸς λέγεται ὁ χωρὶς τῆς κώμης ἤτοι τῶν οἰκημάτων τόπος.
7
pr.᾿Αδιάθετός ἐστιν οὐ μόνον ὁ μὴ διαθέμενος, ἀλλὰ καὶ ὁ μὴ κληρονομούμενος ἐκ διαθήκης.
8
pr.Αδβαινας λέγεται ἄποικος.
9
pr.Αἰγιαλός ἐστι μέχρις οὗ τὸ μέγιστον τῆς θαλάσσης ἐκτρέχει κῦμα.
10
pr.Ακόντιον λέγεται οὐ μόνον τὸ ἀπὸ τόξου, ἀλλὰ καὶ τὸ ὁπωσοῦν βαλλόμενον.
11
pr.Τῷ ὀνόματι τῶν ἀκροδρύων πάντες οἱ καρποὶ καλοῦνται.
12
pr.Ακάρδιος καὶ ἄνυσος λέγεται ὁ μὴ ἔχων καρδίαν ἢ ὑγείαν.
13
pr.᾿Αναδοῦναι καὶ τὴν δόσιν δηλοῖ.
14
pr.Οὐ λέγεται γεννῆσαι ἡ ἀνατμηθεῖσα.
15
pr.Δοκεῖ γυνὴ υἱὸν ἔχειν ἐν τῷ τελευτᾶν, ἧς ἀνατμηθείσης ἐξῆλθε τὸ βρέφος.
16
pr.Τῇ τοῦ ἀναλογοῦντος μέρους προσηγορίᾳ ἔσθ᾽ ὅτε καὶ ἡ πᾶσα κληρονομία δηλοῦται.
17
pr.Τῇ τοῦ ἀνθρώπου προσηγορίᾳ καὶ ἀνὴρ καὶ γυνὴ δηλοῦται.
18
pr.Τῷ ῥήματι τοῦ ἀπολέσθαι καὶ τὸ σχισθὲν καὶ τὸ κλασθὲν καὶ τὸ βίᾳ ἁρπαγὲν δηλοῦται.
19
pr.Πράγματα ἀπεῖναι δοκεῖ καὶ ταῦτα, ὧν τὸ μὲν σῶμα μένει, ἡ δὲ μορφὴ ἐνήλλακται. διάτοι τοῦτο ἐὰν διεφθορότα ἀποδοθῇ ἢ μεταπλασθέντα, δοκεῖ ἀπεῖναι.
20
pr.Απεστιν ὁ μὴ παρὼν ἔνθα ἀπαιτεῖται, καὶ ὁ μὴ παρὼν ἐν τῇ περιοικίδι.
21
pr.Ἐκεῖνος ἀποκαθιστᾷ ὁ διδοὺς οὕτω τῷ ἐνάγοντι, ὡς ἔμελλεν αὐτὸ ἔχειν ἐν καιρῷ προκατάρξεως.
22
pr.᾿Αποκαθιστᾶν δοκεῖ, ὁ διδοὺς τῷ ἐνάγοντι ὅπερ ἔμελλεν ἔχειν μὴ δικασάμενος.
23
pr.Ὅτε δὲ καλεῖται ἀποκαταστῆναι κτίσμα, καὶ τὴν συμβᾶσαν ζημίαν λαμβάνει ὁ ἐνάγων· τῷ γὰρ ῥήματι τῆς ἀποκαταστάσεως ἡ χρησιμότης τοῦ ἐνάγοντος περιέχεται.
24
pr.Αποκαθιστᾶν δοκεῖ ὁ μὴ μόνον τὸ σῶμα τὸ ζητούμενον, ἀλλὰ καὶ ὅλην τοῦ σώματος αἰτίαν καὶ τύχην διδούς. πᾶσα γὰρ ἀποκατάστασις οὐ μόνον τοῦ σώματος, ἀλλὰ καὶ τοῦ δικαίου ἐστίν.
25
pr.Διαφέρει τὸ εἰπεῖν ἀποδοῦναι λόγους τοῦ ἐκδοῦναι· ὁ γὰρ κελευσθεὶς ἐκδοῦναι οὐ δίδωσι τὰ λοιπαζόμενα.
26
pr.᾿Απομειοῦται νόμου τὶ ἢ ἀποδαπανᾶται, ὅταν παντελῶς ὁ νόμος ἀναιρῇται.
27
pr.Τὸ εἰπεῖν τοὺς ἀπελευθέρους μου, οὐ δηλοῖ καὶ τοὺς τῶν ἀπελευθέρων ἐλευθέρους.
28
pr.Τὰ λεγόμενα περὶ ἄῤῥενος ὡς ἐπὶ τὸ πλεῖστον καὶ περὶ θηλείας λέγεται.
29
pr.Αστικὰ κτήματα τὰ οἰκήματα δεχόμεθα οὐ μόνον τὰ ἐν πόλεσιν ὄντα, ἀλλὰ καὶ εἰ τυχὸν σταθμοὶ εἶεν ἢ ἄλλα ἐργαστήρια ἐν ταῖς χώραις καὶ ἐν ταῖς κώμαις, ἢ ἐὰν ἐπαύλια τέρψει μόνον δουλεύοντα, ἐπειδὴ τὸ ἀστικὸν κτῆμα οὐχ ὁ τόπος ποιεῖ, ἀλλ᾽ ἡ ὕλη. ἀμέλει καὶ τοὺς κήπους, οἵτινες εἰσὶν ἐν οἰκήματι καταστάντες, λεκτέον τῇ τῶν ἀστικῶν προσηγορίᾳ περιέχεσθαι. δηλαδὴ εἰ καὶ τὸ πλέον οἱ κῆποι ἓν προσόδῳ εἰσὶν, ἀμπελικοὶ τυχὸν ἢ λαχανικοὶ ὄντες, μᾶλλον οὐκ εἰσὶν ἀστικοί.:
30
pr.Ὁ βασιλεὺς παραχωρῶν πράγματα καὶ τὰς ἀγωγὰς παραχωρεί. A
31
pr.Τῷ ὀνόματι τῆς βαλάνου πάντες οἱ καρποὶ καλοῦνται.· λβ '. Ἕτερόν ἐστι βλάβος καὶ ἕτερον ποινή. βλάβος μὲν γὰρ δίχα ποινῆς εἶναι δύναται, ποινὴ δὲ δίχα βλάβους οὐ δύνάται. ποινή ἐστιν ἁμαρτήματος ἐκδίκησις, βλάβος δὲ καὶ τὸ ἁμάρτημα λέγεταὶ καὶ ὡσανεὶ ποινῆς προπαρασκευή τις.
33
pr.Οἱ βόες τῶν βουκολίων εἰσὶ μᾶλλον ἢ τῶν ὑποζυγίων. -λδ. Τὰ τοῦ αὐτοῦ γένους ὄντα δύναται καὶ πολλὰ ὄντα ἑνικῶς ἐκφωνεῖσθαι, ὡς ὅταν λέγωμεν· πολὺς ἄνθρωπος, πολὺς ἰχθὺς ἢ ὅτε ἐμοὶ καὶ τῷ κληρονόμῳ μου ἐπερωτήσω, καὶ οἱ πολλοὶ γὰρ περιέχονται.
35
pr.Γνῶσιν νοεῖν δυνάμεθα καὶ τὴν διάγνωσιν καὶ τὴν δικαιοδοσίαν.
36
pr.Τῇ τοῦ γονέως προσηγορίᾳ πάντες οἱ ἀνιόντες ἄῤῥενες καὶ αἱ θήλειαι δηλοῦνται.
37
pr.Τῷ ὀνόματι τοῦ γραμματείου τὸ κεχρεωστημένον πρᾶγμα σημαίνεται.
38
pr.Ἡ τοῦ γραμματείου καὶ τοῦ πράγματος προσηγορία εἰς πᾶν συνάλλαγμα καὶ ἐνοχὴν ὁρᾷ.
39
pr.Τῷ ὀνόματι τῆς γυναικὸς καὶ ἡ ἔφηβος παρθένος δηλοῦται.
40
pr.Δανειστής ἐστιν ὁ ἐξ οἱασδήποτε αἰτίας χωρὶς διηνεκοῦς παραγραφῆς χρεωστούμενος. οὐ γὰρ μόνον οἱ δανείσαντες δανεισταὶ λέγονται, ἀλλὰ καὶ πάντες οἱ ἀπὸ συναλλάγματος ἢ ἁμαρτήματος χρεωστούμενοι, καὶ ἀπὸ ὀρφανικῆς ἀγωγῆς μετὰ προκάταρξιν, οὐ μὴν πρὶν ἢ προκατάρξεται. μα. Ὁμοίως δέ φησι περὶ δανειστῶν.
42
pr.Χρησίμους δὲ δαπάνας ἤρεσεν εἶναι τὰς βελτίω ποιούσας τὴν προῖκα, οὐ μὴν συγχωρούσας εἶναι αὐτὴν χείρω· ἐξ ὧν πρόσοδος τῇ γυναικὶ προσπορίζεται, οἷον ὡς ἐπὶ τῆς διδαχῆς τῶν παίδων, ὧν ἕνεκα βαρύνεσθαι τὴν γυναῖκα ἀγνοοῦσαν ἢ ἄκουσαν οὐ χρὴ, ἵνα μὴ ἀναγκασθῇ τοῦ ἀγροῦ ἢ τῶν ἀνδραπόδων στερεῖσθαι. ἐπιτερπεῖς δὲ δαπάναι εἰσὶν, αἱ τὸ εἶδος μόνον κοσμοῦσαι, οὐ μὴν καὶ τὸν καρπὸν αὔξουσαι, ὡς ἐστὶ τὰ χλοηφόρα γήδια καὶ τὰ ἀνάβρυτα ὕδατα καὶ αἱ μαρμαρώσεις καὶ αἱ λωρικατίονες καὶ αἱ ζωγραφίαι.
43
pr.Ὁ ψιλῶς ὢν ἐν φυλακῇ οὐ δοκεῖ δεδέσθαι.
44
pr.Δεσμὰ λέγεται καὶ τὰ ἰδιωτικὰ καὶ τὰ δημόσια, φυλακὴ δὲ μόνη ἡ δημοσία. - μέ. Διαμαρτύρασθαί ἐστι τὸ ἐπὶ μαρτύρων παραγγεῖλαι. - μς΄. Γινώσκειν δικαιώματά ἐστιν ἀναγινώσκειν καὶ κατατ γινώσκειν. - διαστίζειν δέ ἐστι δικαιώματα τὸ ἀντεξετάζειν τὰς λήψεις καὶ τὰς δόσεις. T:
47
pr.Τὰ δικαιώματα τῶν ἀγρῶν αὐτοὶ οἱ ἀγροί εἰσιν, τουτ ἐστιν ἡ καλλονὴ, ἡ ὑγεία καὶ τὸ μέγεθος...
48
pr.Δικαιώματά ἐστι καὶ τὰ πρὸς ἀπόδειξιν τῆς δίκης συμβαλλόμενα πρόσωπα.:
49
pr.Διαίσιον μεταξὺ ἀνδρὸς καὶ γυναικὸς γίνεσθαι λέγεται, διαζύγιον δὲ καὶ μνηστῇ πέμπεσθαι δοκεῖ, ὅπερ καὶ εἰς πρόσωπον τῆς γαμετῆς οὐκ ἀήθως πίπτει.
50
pr.Καὶ ἡ διακατοχή κληρονομία λέγεται.·· να. Τὸ διαφέρειν δηλοῖ καὶ τὰ ὄντα τῆς δεσποτείας ἡμῶν, καὶ ἅτινα νεμόμεθα ἢ ἐλπίζομεν κτᾶσθαι ἢ νέμεσθαι.
51
pr.Ἡ οὐσία τῆς πόλεως καταχρηστικῶς δημοσία εἴρηται. μόνα γὰρ ταῦτα δημόσιά ἐστι τὰ τοῦ ῥωμαίου ὄντα δήμου. ὁμοίως περὶ δημοσίων φησίν. - υγ΄. Δόλους ἐστὶν ἡ σφοδρὰ ἀμέλεια.
54
pr.Δούλων λεγατευομένων καὶ αἱ δοῦλαι κεχρεώστηνται.· νέ. Καὶ ὁ ἐν γαστρὶ ὢν δοκεῖ καταλειφθῆναι ἐν καιρῷ τελευτῆς,
56
pr.Οὐ λέγεται ἄνηβος ὁ ἐν γαστρὶ ὤν.
57
pr.Ἐγγύτερος λέγεται καὶ ὁ μόνος ὤν. νή 21. Τὸ ῥῆμα τὸ εἴη ἐνίοτε καὶ τὸν παρωχηκότα δηλοῖ, ὅπερ ἀναγκαῖόν ἐστιν ἡμῖν εἰδέναι, καὶ ὅταν κωδίκελλοι οὕτω βεβαιωθῶσιν ἐν διαθήκῃ· ὅπερ ἐν τοῖς κωδικέλλοις γραφὲν εἴη, πότερον τοῦ μέλλοντος χρόνου δήλωσις ἔσται ἢ καὶ τοῦ παρελθόντος, εἴγε προγραφέντας τοὺς κωδικέλλους καταλίπη; ἅπερ ἐκ τῆς βουλήσεως τοῦ γράψαντος ἑρμηνευτέον ἐστίν.