IusCommune
IusCommune › Textos › Synopsis minor › Synopsis minor

Syn. min. 1.18

Ἀρχὴ τοῦ Σ

Abrir no leitor do IusCommune →

1

pr.Ὁ συκοφαντήσας ἐπίσκοπον εἰς ὑπόθεσιν ἐγκληματικὴν λ ' λίτρας χρυσίου ζημιοῦται παρὰ τοῦ δημοσίου.

2

pr.Συνάλλαγμά ἐστι πᾶν ὅπερ ἐξ ἐθελουσίου τινῶν συνελεύσεως, εἴτε δύο εἴτε πολλῶν, γενέσθαι συμφωνηθῇ.

3

pr.Σύμφωνόν ἐστι δύο τινῶν ἢ καὶ περισσοτέρων ἀρέσκεια καὶ εἰς ταὐτὸ συγκατάθεσις ἐπὶ τῷ συστῆναι ἤγουν γενέσθαι ἢ διαλυθῆναί τι. εἰσὶ δὲ σύμφωνα καὶ ἴδια καὶ δημόσια· ἴδια μὲν τὰ ἐν τοῖς καθέκαστον ἀνθρώποις γινόμενα, δημόσια δὲ τὰ παρὰ ἐξουσιαστῶν καὶ ἡγεμόνων ἐθνῶν πρὸς εἰρήνην τυχὸν ἢ ἄλλο τὶ τοιοῦτον. τὸ δὲ σύμφωνον τί διαφέρει τῆς διαλύσεως ἐν τῷ περὶ διαλύσεως γέγραπται.

4

pr.Δύναται συμφωνία καὶ ἀγράφως καὶ ἐγγράφως συνίστασθαι.

5

pr.Οὐ δυνατὸν συμφωνεῖν οὕτως, ὡς ἂν ἀπὸ τῶν δύο μερῶν τῶν ποιούντων τὰς συμφωνίας τὸ μὲν μόνον τὸ κέρδος ἔχῃ, τὸς δὲ τὴν συμφωνίαν μόνην.

6

pr.Τὰ συναλλάγματα πρότερον καὶ αἱ καταλλαγαὶ διὰ πραγμάτων ἀντιδιδομένων ἐγίνοντο, καὶ οὕτως, ἤγουν καταλλαγαὶ καὶ συναλλάγματα, ὠνομάζοντο· ὕστερον δὲ καὶ ἀγορὰ καὶ πρᾶσις ἐπενοήθη εὑρεθέντων τῶν ἀργυρίων. καταλλαγὴ μέν ἐστι δόσις πράγματός τινος ἀντὶ ἄλλου πράγματος. πρᾶσις δὲ καὶ ἀγορασία ἀργυρίου δόσις ἢ καὶ χρυσίου ἀντ᾿ ἄλλου πράγματος.

7

pr.Τὰ περὶ συμβολαίου καὶ συμπρασσόντων καὶ συναλλασσόντων μεταγραφήτω ἀπὸ τῶν εἰς τὸ π΄.

8

pr.Πολλάκις διὰ κληρονομίαν ὁ συγγενὴς ἀρνεῖται τὸν ἑαυτοῦ συγγενῆ, καὶ λέγει μὴ εἶναι συγγενῆ τούτου, καὶ ἀπαιτεῖ αὐτὸν ἵνα ἀποδείξῃ πόθεν ἔχει τὴν πρὸς τοῦτον συγγένειαν. ὅταν γοῦν γένηται τοῦτο, αὐτὸς ὁ ἀρνούμενος καὶ τὴν τῆς συγγενείας ἀπαιτῶν σύστασιν ὀφείλει πρῶτος ὀμνύειν, ὡς ἀληθῶς οὐ νομίζει τὸν τοιοῦτον ἄνθρωπον συγγενῆ ἑαυτοῦ, καὶ οὕτω μετὰ τὸ ὀμόσαι ἀπαιτεῖν ἐξ ἐκείνου τὴν τῆς συγγενείας ἀπόδειξιν.

9

pr.Ἡ τῶν συμβολαίων ἀπώλεια (συμβόλαια δὲ λέγονται τὰ ἐπὶ συμφωνίαις τισὶ γινόμενα γράμματα) οὐκ ἀναιρεῖ τὰς ἀγωγὰς, ὅταν καὶ τῶν συμβολαίων χωρὶς ἀλλοτρόπως δύναται δειχθῆναι τὸ ἀληθές.

10

pr.Ἐφ᾽ οἷς ἕκαστος ποιεῖ συναλλάγμασιν, αὐτὸς ὁ ποιῶν ἐνέχεται, καὶ οὐδεὶς ἄλλος ὑπὲρ αὐτοῦ, οὔτε γαμετὴ ὑπὲρ οἰκείου ἀνδρὸς, οὔτε ἀνὴρ ὑπὲρ γυναικὸς, οὔτε πατὴρ ἢ μήτηρ ὑπὲρ υἱοῦ, εἰ μόνον εἴη ὁ υἱὸς αὐτεξούσιος, οὔτε ἀπελεύθερος ὑπὲρ πάτρωνος τουτέστιν ἐλευθερωτοῦ.

11

pr.Περὶ συναλλαγῆς σιωπηρᾶς εἰς τὸ ε΄ στοιχεῖον ἐν τοῖς περὶ ἐνεχύρων δεδήλωται.

12

pr.Ἡ συγγένεια εἰς τρία τινὰ διαιρεῖται, εἰς ἀνιόντας, κατιόντας καὶ ἐκ πλαγίου. καὶ ἀνιόντες μέν εἰσιν οἱ ἀρχηγοὶ τοῦ γένους ἐξ οὗ καταγόμεθα, οἷον πρόπαπποι, πάπποι, πατέρες καὶ ὅσοι τῆς αὐτῆς ὑπάρχουσι τάξεως· λέγονται δὲ ἀνιόντες ὡς ἄνω ἰόντες ἤγουν ἐρχόμενοι, τουτέστιν ὡς ὑπεράνω ἡμῶν τῶν ἐξ ἐκείνων γεννηθέντων ταττόμενοι. κατιόντες δὲ οἱ ἐξ ἡμῶν τὴν ἀρχὴν τοῦ γένους λαμβάνοντες καὶ κάτω ἡμῶν ἰόντες ἤγουν ἐρχόμενοι καὶ ταττόμενοι. ἐκ πλαγίου δὲ οἱ μήτε γεννήσαντες ἡμᾶς μήτε ἐξ ἡμῶν γεννηθέντες, ὄντες δὲ ἐκ τῆς αὐτῆς σειρᾶς τοῦ γένους, ἐξ ἧς ἐσμὲν καὶ ἡμεῖς, οἷον ἐξάδελφοι, θεία, ἀνεψιοί. ἐπὶ μὲν οὖν τῶν ἀνιόντων καὶ κατιόντων εἰς ἄπειρον ὁ γάμος κωλύεται, τουτέστιν εἰς ἀπέραντον καὶ ἀπλή-ρωτον, καὶ οὐδέποτε δύναται ἐπ᾿ αὐτῶν γενέσθαι συγγένεια, κἂν νόθοι εἶεν κἂν γνήσιοι κἂν φυσικοὶ κἂν θετοί· ἐπὶ δὲ τῶν ἐκ πλαγίου μέχρι τινὸς κωλυόμενος ἀπολύεται.

13

pr... Δεῖ δὲ εἰδέναι, ὅτι ὁ βαθμὸς ἀριθμεῖται κατὰ τὴν γέννησιν, μία γὰρ ἑκάστη γέννησις ἕνα βαθμὸν ἀποτελεῖ. οἷον, ὁ πατὴρ ἐγέννησε τὸν υἱὸν, ἰδοὺ βαθμὸς εἶς· ὁ αὐτὸς πατὴρ ἐγέννησε τὸν ἄλλον υἱὸν, ἰδοὺ καὶ πάλιν ἄλλος βαθμὸς, καὶ διὰ τοῦτο οἱ δύο ἀδελφοὶ τὸν δεύτερον βαθμὸν περισώζουσι. καὶ πάλιν· ὁ πατὴρ ἐγέννησε τὸν υἱὸν, ἰδοὺ βαθμὸς εἷς· ὁ υἱὸς ἐγέννησε καὶ ἄλλον υἱὸν, ἰδοὺ καὶ ἄλλος βαθμὸς, ὥστε ὁ πατὴρ μετὰ τοῦ ἐγγόνου δεύτερον συμπληροῦσι βαθμὸν, καὶ μετὰ τοῦ δισεγγόνου τὸν τρίτον, καὶ καθεξῆς ὁμοίως τῇ τῶν γεννήσεων προχωρήσει καὶ ἐπαυξήσει καὶ ἡ τῶν βαθμῶν προσθήκη λογί ξεται. ἀλλ᾽ ἐπὶ τούτων μὲν ὁ γάμος οὐδέποτε λύεται, κἂν ὅσοι ἂν ἄρα ἀποτελεσθεῖεν βαθμοί. ἐπὶ δὲ τῶν ἐκ πλαγίου οἱ δύο βαθμοὶ ἐπὶ τῶν δύο ἠρίθμηνται ἀδελφῶν· ἀδελφὸς γὰρ πρὸς ἀδελφὸν δευτέρου βαθμοῦ· καὶ ὁ ἐξ ἀδελφοῦ ἀνεψιὸς βαθμοῦ τρίτου πρὸς τὸν θεῖον αὐτοῦ· καὶ οἱ πρωτεξάδελφοι δ΄΄ πρὸς ἀλλήλους βαθμοῦ· καὶ πάλιν ὁμοίως αἱ τῶν γεννήσεων: προσθῆκαι ἀποπληροῦσι καὶ τοὺς ἀριθμοὺς τῶν βαθμῶν. εὑ ρίσκονται γοῦν δύο ἐξάδελφοι δεύτεροι ς ' πρὸς ἀλλήλους βαθμοῦ, καὶ μέχρι τούτου κωλύει ὁ νόμος τοὺς ἐκ τοῦ αὐτοῦ γένους καταγομένους γαμικὸν ποιῆσαι συνάλλαγμα. ἀπὸ δὲ τοῦ ὀγδόου βαθμοῦ, τουτέστιν ἀπὸ ἐξαδέλφων τρίτων παρὰ τοῦ νόμου ὁ γάμος λύεται, καὶ ἐπ᾿ ἀδείας ἐστὶ τοῖς βουλομένοις συνάπτεσθαι· ἐστὶ γὰρ τοῦτο πάντη ἀκώλυτον· οἱ δὲ τοῦ ἑβδόμου βαθμοῦ, οἷον ἐξάδελφος δεύτερος πρὸς παῖδα τοῦ δεντέρου ἐξαδέλφου (οὗτοι γάρ εἰσιν Ϛ΄ πρὸς ἀλλήλους βαθμοῦ), μέσον τῶν κεκωλυμένων καὶ τῶν ἀκωλύτων εἰσίν. καὶ ἐὰν ἐρωτηθῇ πρὸ τοῦ γενέσθαι, κωλύεται· ἐὰν δὲ χωρὶς ἐρωτήσεως γένηται καὶ μετὰ τὸ γενέσθαι περὶ αὐτοῦ ἐρωτήσωσιν, ἐπιτιμίοις οἱ συναφθέντες πρὸς γάμον καθυποβάλλονται, καὶ οὕτω δὲ πάλιν ἀχώριστον μένει τὸ συνοικέσιον οικέσιον 17.. καὶ ταῦτα μὲν· περὶ τῶν βαθμῶν τῶν ἐξ αἵματος, καὶ ὅτι ἕως μὲν τῶν ἓξ βαθμῶν ὁ γάμος κωλύεται, ἀπὸ δὲ τοῦ ὀγδόου καὶ εἰς τοὺς ἑξῆς πάντας ἐστὶν ἀκώλυτος· ὁ δὲ ἕβδομος μέσον τῶν κεκωλυ μένων καὶ ἀκωλύτων ἐστίν.

14

pr.Ἡ δὲ ἐξ ἀγχιστείας συγγένεια (ἀγχιστεία δὲ ἡ κοινῶς λεγομένη συμπενθερία ἐστὶν) ἕως τοῦ ἐ βαθμοῦ κωλύεται.· πέμπτος δὲ βαθμὸς ἐξ ἀγχιστείας ἐστὶν, ὅταν ἀδελφοὶ δύο πρὸς, γενεὰν ἄλλην εἰς θείαν καὶ ἀνεψιὰν ποιῆσαι βουληθῶσι συνάλλαγμα, ὥστε τὸν μὲν ἕνα τῶν ἀδελφῶν εἰς γυναῖκα τὴν θείαν λαβεῖν, τὸν ἄλλον δὲ τὴν ἀνεψιάν· καὶ ὅταν εἷς ἐξ ἄλλου καταγόμενος γένους ἐξ ἄλλης γενεᾶς ἐξαδέλφας πρώτας κατὰ πρῶτον καὶ δεύτερον γάμον βουληθῇ γυναῖκας λαβεῖν. τοῦτο δὲ τινες, ἐκβάλλοντες τὸν ἄνδρα καὶ μόνας τὰς γυναῖκας σκοποῦντες, βαθμοῦ δὲ λέγουσιν εἶναι. ὁ δὲ ς΄ ἐξ ἀγχιστείας βαθμὸς, ἐὰν ὦσιν ἐκ τοῦ ἑνὸς μέρους δύο βαθμοὶ καὶ τέσσαρες ἐκ τοῦ ἄλλου γένους, κωλύεται, καὶ κωλύεται διὰ τὸ τοὺς β ' βαθμοὺς ἰσχυρῶς πλησιάζειν καὶ πολλὴν δύναμιν ἔχειν τὴν τοῦ γένους͵ ἐγγύτητα· ἐὰν δὲ ὦσι τρεῖς καὶ τρεῖς, οὐ κωλύεται. καὶ ἐστὶ κατὰ τὸν λόγον τοῦτον ὁ ἐξ ἀγχιστείας ς ' βαθμὸς ἐν ἄλλοις μὲν κωλυόμενος, ἐν ἄλλοις δὲ ἀκώλυτος ὤν. ὁ δὲ ζ΄ ἐξ ἀγχιστείας βαθμὸς γίνεται μὲν πολλάκις ὡς τρεῖς ἔχων ἐκ τοῦ ἑνὸς γένους βαθμοὺς καὶ ἐκ τῶν τοῦ λοιποῦ γένους δ΄, καὶ ἐστὶ τότε πάντη ἀκώλυτος ὡς μὴ δυναμένων τῶν γάμων κωλύειν μήτε τῶν τριῶν μήτε τῶν δ΄ βαθμῶν· εἰ γὰρ καὶ ὁ ἕκτος, ὁπόταν ἐκ τῶν τριῶν ἀπαρτίζηται καὶ τριῶν, ἀκώλυτός ἐστιν, ὡς ἀνωτέρω δεδήλωται, ὁ ἐκ δ ' καὶ γ ' ἕβδομος πόσῳ μᾶλλον ἔσται. ἀκώλυτος; γίνεται δὲ καὶ ὡς ἐ καὶ β΄ ἐκ τῶν γενῶν ἀμφοτέρων ἔχων βαθμοὺς, καὶ δοκεῖ καὶ τότε ἀκώλυτος. γίνεται δὲ καὶ ὡς ἓξ ἔχων ἐκ τοῦ ἑνὸς καὶ ἐκ τοῦ λοιποῦ γένους ἕνα βαθμὸν, καὶ τότε διὰ τὸν ἕνα κωλύεται. γίνεται δὲ πάλιν καὶ ὅταν προμάμμη καὶ τρισεγγόνη λάβωσιν ἄνδρας ἀδελφοὺς δύο. ἡ μὲν γὰρ προμάμμη πρὸς τὴν τρισεγγόνην τὸν ἑ σώζει βαθμὸν, οἱ δὲ δύο ἀδελφοὶ β΄ πρὸς ἀλλήλους εἰσὶ βαθμοῦ, καὶ οὕτω ἐκ τῶν β΄ μερῶν ὁ ζ΄ συμπληροῦται βαθμός· ἀλλὰ καὶ τότε ὁ γάμος παρὰ τοῦ νόμου κωλύεται, διὰ τὴν κατὰ βάθος τῆς προμάμμης πρὸς τὴν τρισεγγόνην συγγένειαν, οὐχ ἧττον δὲ διὰ τὴν τῶν δύο ἀδελφῶν γνησιωτάτην ἐγγύτητα. ὡσαύτως δὲ κεκωλυμένος ἐστὶν ὁ γάμος, καὶ ὅταν εἷς ἐξ ἄλλου γένους ὑπάρχων προμάμμην καὶ τετραεγγόνην κατὰ πρῶτον τυχὸν ἢ καὶ δεύτερον γάμον βούλοιτο γυναῖκα λαβεῖν· ἕβδομος γὰρ καὶ οὗτος βαθμὸς ὡς τῆς μὲν προμάμμης πρὸς τὴν τετραεγγόνην ἐχούσης 5΄ βαθμὸν, τοῦ δὲ ἀνδρὸς πληροῦντος τὸν ἕνα βαθμὸν, ὥστε γίνεσθαι ἓξ καὶ ἕνα ἑπτά· ἀλλ᾽ ὅμως καὶ οὗτος ὁ ἕβδομος κεκώλυται διὰ τὴν κατὰ βάθος συγγένειαν. καὶ ἐστὶ τοῦτο θανμάσιον, εἰ τοῦ ἐξ αἵματος πολλάκις ζ΄ μὴ κωλυομένου βαθμοῦ ἀλλὰ μετ᾿ ἐπιτιμίων συγχωρουμένου, ὁ ἐξ ἀγχιστείας ζ΄ πολλάκις κεκώλυται. κωλύονται δὲ καί τίνες ἄλλοι γάμοι διὰ τὸ μὴ ἔχειν τὸ εὐπρεπὲς ἢ ἄλλως ὑπεμφαίνειν τὸ ἄσεμνον ὡς καὶ τὸ [κατηγορηθέντι τινὰ ὅτι μοιχεύει τὸ εὐπρεπὲς ἐν τούτοις ζητεῖν] 20. οἱ δὲ παρὰ τούτους καὶ εὐπρεπεῖς ἀκωλύτως καὶ χωρίς τινος ἐμποδισμοῦ γίνονται.

15

pr.Στέλλειν ῥεπούδιον ὁ νόμος φησὶ τὸ πέμπειν ἤγουν διδόναι τὸν ἄνδρα τῇ γυναικὶ διαζύγιον, ἢ καὶ τὴν γυναῖκα πρὸς τὸν ἄνδρα τοῦτο ποιεῖν. τὸ γὰρ ῥεπούδιον τὸ διαζύγιον δηλοῖ· διαζύγιον δὲ τὸ γράμμα τὸ ἐπὶ χωρισμῷ τῶν κατὰ γάμους ἑνωθέντων γινόμενον. ὡς ἐν βραχεῖ γοῦν εἰπεῖν τὸ στέλλειν ῥεπούδιον ταὐτόν ἐστι τῷ διαζεύγνυσθαι καὶ χωρίζεσθαι.

16

pr.Περὶ τῆς τῶν στρατιωτῶν διαθήκης, καὶ ὅσα καὶ πῶς τοῖς στρατιώταις ἔξεστι διατάττεσθαι, ἐν τοῖς εἰς τὸ δ ' στοιχεῖον εἰρήκαμεν.

17

pr.Ἡ συνεισφορὰ γίνεται οὕτως· ἐπροικοδοτήθησάν τινες παῖδες, καὶ τὴν ἀνήκουσαν αὐτοῖς κληρονομίαν λαβόντες ἢ τὴν προῖκα, ὁπόσην οἱ γονεῖς ἔδωκαν τούτοις, δεξάμενοι ἐγένοντο αὐτεξούσιοι. μετὰ ταῦτα ἐτελεύτησεν ὁ πατὴρ, ἢ μηδόλως διαθήκην ποιήσας, ἢ ποιήσας μὲν διαθήκην, αὐτῶν δὲ μὴ μνημονεύσας. οὐ δέχονται τοῦτο οἱ τοιοῦτοι παῖδες, ἀλλά θέλουσιν εἰσελθεῖν εἰς τὴν πατρικὴν κληρονομίαν μετὰ τῶν λοιπῶν ἀδελφῶν, οἷς πρότερον οἱ γονεῖς οὐκ ἔδωκάν τι, καὶ ζητοῦσι τὴν πατρικὴν οὐσίαν ἐπίσης τοῖς ἀδελφοῖς συμμερίσασθαι, καὶ κινεῖται περὶ τῆς τοιαύτης ὑποθέσεως ἀγωγή. τότε γοῦν ὁ νόμος κελεύει, ἵνα συνεισφέρωσι κἀκεῖνοι ὃ πρότερον ἐδόθη αὐτοῖς, καὶ κοινώσωσι τοῦτο τοῖς ἑτέροις πατρικοῖς πράγμασι, καὶ μετὰ ταῦτα μερισμοῦ γενομένου λάβωσι κἀκεῖνοι, εἴ τι ἀνήκει καὶ τούτοις ἐκ τῶν πραγμάτων τῶν πατρικῶν ἐπίσης μερισθέντων τοῖς ἀδελφοῖς, καὶ τοῦτο καλεῖται παρὰ τῷ νόμῳ συνεισφορά. καὶ ὅστις ἀπὸ τῶν παίδων ἢ προῖκα λάβῃ ἢ τὴν ἀνήκουσαν κληρονομίαν καὶ ἀπεκβληθῇ, οὐ δύναται ἄλλως μετὰ τῶν λοιπῶν ἀδελφῶν τῶν μὴ λαβόντων κληρονομίαν ἢ προῖκα τὴν πατρικὴν μερίζειν κληρονομίαν, εἰ μὴ τὴν ἣν εἴπομεν ποιήσει συνεισφοράν.

18

pr.Τῶν σχολαζόντων ἤγουν τῶν ἀκληρονομήτων πραγμάτων ἡ προσαγγελία τετραετίᾳ περαιοῦται, τουτέστιν ἐάν τις ἀκληρονόμητα πράγματα κατέχῃ καὶ ἐφ᾽ οἷς οὐδεμίαν ' κέκτηται μετοχὴν, καὶ ἄλλος ὁρῶν ἤγουν βλέπων τοῦτο θελήσει περὶ αὐτῶν ἀναγγεῖλαι τῷ δημοσίῳ, ἕως συμπληρώσεως χρόνων δ ' ἔξεστι τούτῳ τὴν τοιαύτην προσαγγελίαν ποιεῖν, μετὰ δὲ τὴν τῶν δ ' χρόνων συμπλήρωσιν οὐκ ἔχει ἐπ᾿ ἀδείας περὶ τῶν ἀκληρονομήτων πραγμάτων προσαγγέλλειν τῷ δημοσίῳ.

19

pr.Ἐὰν ἀποδειχθῇ τις, ὅτι ἔλαβε χρήματα, ἵνα συκοφαντήσῃ τινὰ, ἢ πάλιν ἵνα μὴ συκοφαντήσῃ ὡς ἤδη πρὸς τὸ κινῆσαι συκοφαντίαν εὐτρεπιζόμενος, ἐὰν ἓν ἀπὸ τῶν δύο τούτων ποιήσας τὶς ἐλεγχθῇ, ἀναγκάζεται ἀποδιδόναι τὰ χρήματα, ἅπερ ἔλαβεν, ἐντὸς μὲν χρόνου εἰς τὸ διπλάσιον, ἤγουν ἐὰν ἐξότου τὰ χρήματα πρὸς τοῦτον ἐδόθησαν ἕως τοῦ φανῆναι τὴν κακουργίαν αὐτοῦ μὴ παραδράμῃ χρόνος ὁλόκληρος, μετὰ δὲ τὴν τοῦ χρόνου παραδρομὴν εἰς τὸ ἁπλοῦν, τουτέστιν ἐκείνην μότην τὴν πρὸς αὐτὸν δοθεῖσαν ποσότητα.

20

pr.Δίδωσί τις πολλάκις ἑτέρῳ χρήματα, ἵνα συκοφαντήσῃ τινὰ, καὶ μετὰ ταῦτα φαίνεται ἡ τοιαύτη κακουργία, καὶ ἀπαιτοῦνται ἀπὸ τοῦ λαβόντος τὰ χρήματα· τότε οὖν ἀφαιρεῖται μὲν τὰ τοιαῦτα χρήματα ὁ δημόσιος, οὐ δίδωσι δὲ τῷ ἐξ ἀρχῆς αὐτὰ δεδωκότι, ἀλλ᾽ εἰ μὲν εὔπορός ἐστιν ὁ ἄνθρωπος ἐκεῖνος, καθ᾽ οὗ ἡ συκοφαντία ἐγένετο, δημόσια τὰ χρήματα γίνεται· εἰ δὲ ἄπορος, αὐτῷ δίδοται, κἄντε εἰς τέλος ἦλθεν ἡ συκοφαντία, κἄντε ἔκ τινος περιεκόπη ἐπισυμβάματος.

21

pr.Πάλιν δίδωσί τις ἑτέρῳ χρήματα, ἵνα μὴ ῥᾳδιουργήσῃ αὐτόν· ἐκφεύγει τὴν συκοφαντίαν· παρέρχεται καιρός· ἀποκαθίσταται ἐν ἀσφαλείᾳ ὁ τὴν συκοφαντίαν φοβούμενος, καὶ τηνικαῦτα ἐπ᾿ ἀδείας ἔχει ἀνακαλεῖσθαι τὰ ἅπερ ὑπὲρ τοῦ μὴ συκοφαντηθῆναι δέδωκε χρήματα. δαιμονίως τοῦτο τῷ νόμῳ ἐπινενόηται, ἵνα ὁ συκοφάντης κατ᾿ οὐδένα τρόπον κερδαίνῃ, οὔτε ἐὰν λάβῃ ἵνα συκοφαντήσῃ, οὔτε ἐὰν λάβῃ ἵνα μὴ συκο φαντήσῃ τινά.

22

pr.Κατηγορεῖ τις ἑτέρου τινὸς ψευδῶς, καὶ συστῆσαι τὴν διαβολὴν ἀγωνίζεται· εἷς τρόπος οὗτος συκοφαντίας ἐστίν. ἔχει τὶς εἰπεῖν κατά τινος ἀληθῶς ἐπὶ πραγμάτων ἀναγκαιοτάτων, καὶ ἅπερ, ἂν εἰσηγηθῶσι, μεγίστην βλάβην ἐμποιεῖ τῷ κοινῷ·· τὰ τοιαῦτα ἢ οὐδόλως λέγει, ἢ λέγειν ἀρξάμενος σιωπᾷ καὶ οὐκ εἰς τέλος ἄγει τούτων τὴν δήλωσιν· ἄλλος τρόπος οὗτος συκοφαντίας ἐστὶ πρὸς τὸν πρὸ τούτου εἰρημένον καινότερος, ὡς οὐκ ἐκ τοῦ λέγειν γινόμενος, ἀλλ᾽ ἐκ τοῦ κρύπτειν σιωπῇ τὰ ἐγκλήματα. ἕτερος πάλιν κατηγορίαν κατά τινος ἐνστησάμενος ἔπειτα τελέως φυγοδικεῖ· τρίτος οὗτος τρόπος συκοφαντίας ἐστί. καθόλου δὲ πᾶς συκοφάντης ὑπόκειται ταῖς τῆς συκοφαντίας ποιναῖς.

23

pr.Δεῖ δὲ γινώσκειν καὶ τοῦτο· ὁ δικαστὴς μετὰ τὸ ἐλευθερῶσαι τὸν κατηγορηθέντα παρά τινος ἀπολύει καὶ τὸν κατήγορον. καὶ ἐὰν μὲν οὕτως εἴπῃ πρὸς τὸν κατήγορον· ὅπερ εἶπας καὶ περὶ οὗ τὴν ἀγωγὴν ἐκίνησας, οὐκ ἀπέδειξας, φαίνεται ὁ δικαστὴς τοῦ κατηγόρου φειδόμενος, καὶ οὐκ ἐνέχεται οὗτος ὡς συκοφάντης ταῖς ποιναῖς τῶν συκοφαντῶν, ἀλλ᾽ ἐλεύθερός ἐστιν ἀπ᾿ αὐτῶν. εἰ δὲ ὁ δικαστὴς εἴποι πρὸς τοῦτον· ἐσυκοφάντησας, διὰ τὴν λέξιν ταύτην τήν· ἐσυκοφάντησας καταδικάζεται ὁ τοιοῦτος, καὶ ταῖς τῆς συκοφαντίας ὑποπίπτει ποιναῖς, κἂν μηδὲν εἴποι πλέον ὁ δικαστής.

24

pr.Ὁ συκοφαντήσας ἐπὶ δημοσίῳ ἐγκλήματι κατὰ τὴν διάταξιν τῶν νόμων ἀτιμίᾳ καὶ περιορισμῷ ὑποβάλλεται.

25

pr.Ὁ κινήσας ὑπόθεσιν καὶ μὴ δυνηθεὶς αὐτὴν ἀποδεῖξαι καὶ μέλλων ὡς συκοφάντης καταδικάζεσθαι, οὐκ ὠφελεῖται οὐδ᾽ ἐπιτυγχάνει ὁποιασοῦν συγχωρήσεως, οὐδ᾽ ἐὰν βασιλικὴ προσταγὴ ἐγγράφως ὑπὲρ τούτου καταπεμφθῇ, ἐὰν μὴ ἡ ὑπόθεσις, εἰς ἣν ἐλέγχεται συκοφάντης, δημοσία ᾖ καὶ οὐκ ἰδιωτική· τότε γὰρ ἡ βασιλικὴ προσταγὴ δύναται αὐτὸν ὠφελεῖν, ὡς τῶν δημοσίων πραγμάτων τῶν διεξαγόντων αὐτὰς ὑπὸ τὴν βασιλικὴν ἐξουσίαν ἀναγομένων.

26

pr.Οἱ σταθμοῖς νόθοις χρώμενοι τῇ τοῦ πλαστοῦ τιμωρίᾳ καὶ αὐτοὶ ὑπόκεινται.

27

pr.Ὁ τῇ ἰδίᾳ συντέκνῳ ἢ κατὰ γάμον μιγνύμενος ἢ λάθρα συμπλεκόμενος, τουτέστι κατὰ σάρκα μιγνύμενος ταύτῃ καὶ συμφθειρόμενος σὺν αὐτῇ, ῥινοκοπείσθω. εἰ δὲ καὶ ὑπανδρος εἴη ἡ τοιαύτη γυνὴ, καὶ ἀμφότεροι σὺν τῷ ῥινοκοπεῖσθαι τυπτέσθωσαν. ὅρα, ὅτι τὸ τῆς συντέκνου βαρύτερον ὁ νόμος παρά τινας κρίνει αἱμομιξίας· τοῦτο δὲ γίνεται διὰ τὸ μεσολαβεῖν ἐν τοῖς τοιούτοις σχέσιν πνευματικὴν, καὶ πνευματικὴν σχέσιν τῆς σωματικῆς ἰσχυροτέραν νομίζεσθαι.

28

pr.Ἡ μακρὰ συνήθεια ἀντὶ νόμου κρατεῖ, ἐν οἷς οὐ νόμος ἔγγραφος.

29

pr.Τοῦ συμφώνου παρανόμου ὄντος οὐδὲ ἐπερώτησις γενομένη κρατεῖ, οὔτε διὰ συμφώνου οὔτε δι ἐπερωτήσεως δύναται ἀναιρεθῆναι τὸ ἅπαξ γεγονὸς πρᾶγμα, οὔτε ἐκ τούτου τοῦ συμφώνου ἀγωγὴ ἢ πάκτον ἁρμόζει.

30

pr.Οἱ στρατιωτικοὶ ἄρχοντες δικάζουσιν ἤγουν κρίνουσι τοῖς στρατιώταις ἐπὶ μόνων τῶν στρατιωτικῶν αἰτιῶν, ἤγουν τῶν στρατιωτικῶν ὑποθέσεων· ἐπὶ δὲ τῶν ἄλλων ζητημάτων οἱ κατὰ τόπους τὰ τοῦ δημοσίου διενεργοῦντες ἢ ἄλλως τινῶν τόπων ἄρχοντες καὶ τοῖς στρατιώταις δικάζουσιν.

31

pr.Ὁ δ᾽ ἀπληστίαν ἐπὶ τούτῳ συνηγορῶν, ὥστε μετὰ τὴν νίκην φανερὰν τῆς δίκης μοῖραν λαβεῖν, ἐπιμένων εἰς τοῦτο, τοῦ συνηγορεῖν ἐκβαλλέσθω.

32

pr.Συνηγορεῖν ἀξιωματικοῖς ἀνδράσι διὰ δόσιν μισθοῦ ἢ ὑπόσχεσιν οὐκ ἔξεστιν. ἀλλ᾽ εἰ μὲν θέλουσιν οἱ ἀξιωματικοὶ μὴ συνηγορεῖν, ἔστω· εἰ δὲ θέλουσι συνηγορεῖν, ἐπὶ αὐξήσει. καὶ μόνῃ τῶν ἰδίων ἐπαίνων τοῦτο ποιείτωσαν καὶ λογιζέσθωσαν ὡς μισθὸν τοὺς ἐπαίνους.

33

pr.Συνήγοροι δὲ καθ᾽ ἕκαστον δικαστήριον ὑπῆρχον ἀφωρισμένοι τὸ παλαιὸν, ἵνα προσεδρευόντων αὐτῶν αἱ δίκαι μὴ παρέλκωνται, ἤγουν αἱ εἰς κρίσιν ἀγόμεναι ὑποθέσεις μὴ παραβλέπωνται ἁπλῶς οὕτω καὶ παρατρέχωσι· παρηκολούθουν δὲ τῷ ἐπάρχῳ τῶν πραιτωρίων ρν, καὶ τῷ ἐπάρχῳ τῆς πόλεως ὡσαύτως.

34

pr.Σκηνικοὶ παρὰ τῷ νόμῳ καλοῦνται οἱ ἐπὶ τῶν σκηνῶν ἤγουν τῶν ὑποκρίσεων καὶ μιμήσεων πρὸς γέλωτα καὶ παίγνιον παραγόμενοι, καὶ λέγονται σκηνικοὶ ὡς τοιαῦτά τινα ἀπρεπῆ δηλονότι καὶ ἄσεμνα ὑποκρινόμενοι καὶ μιμούμενοι.

35

pr.Μήτε μοναχὸς μήτε ἕτερός τις ἐν δημοσίῳ τόπῳ ἢ ἐν ᾧ θέα ἐπιτελεῖται σταυρὸν ἐπιβαλλέτω ἢ λείψανον ἅγιον.

36

pr.Μηδεὶς ἐν ἐδάφει ἢ μυλίτῃ λίθῳ ἢ ἐν μαρμάρῳ ἐδαφικῷ γλυφέτω ἢ γραφέτω σταυρὸν, ἀλλὰ περιαιρείσθω, τὴν βαρυτάτην τοῦ παραβαίνοντος ὑφισταμένου ποινήν.

37

pr.Ἐάν τις κατὰ δόλον ἐν θορύβῳ ζημιώσῃ, εἴσω μὲν συναπτοῦ ἐνιαυτοῦ εἰς τὸ διπλοῦν ἐνέχεται, μετὰ δὲ τὸν ἐνιαυτὸν εἰς τὸ ἁπλοῦν. θόρυβος δὲ γίνεται ἀπὸ δέκα ἀνθρώπων ἢ καὶ πλειόνων· ἡ γὰρ τῶν ἡττόνων μάχη καὶ οὐ θόρυβος λέγεται. οὐ μόνον δὲ ὁ ἐν θορύβῳ ζημιώσας ἐνέχεται, ἀλλὰ καὶ ὁ ποιήσας δόλον ἐφ᾽ ᾧ ἕτερον ζημιῶσαι, εἴτε παρῆν αὐτὸς τῷ θορύβῳ εἴτε καὶ μή.

38

pr.Καὶ οἱ βουλευσάμενοι θόρυβον ἢ στάσιν ποιῆσαι, καὶ οἱ ἔχοντες ἐνόπλους ἐλευθέρους ἢ δούλους, καὶ ὁ ἔφηβος δημοσίᾳ ξίφος ἐπιφερόμενος, καὶ οἱ ἐξ ἐφόδου ἀγροῖς ἐπιόντες καὶ ἁρπάζοντες πράγματα, τῷ περὶ βίας δημοσίας νόμῳ κατέχονται.

39

pr.Ὁ κλέψας ἀλλότριον ἅρμα τοῦ βαθμοῦ τῆς στρατείας ἐξωθεῖται.

40

pr.Ὁ τὸ χαράκωμα παρεξιὼν ἢ διὰ τοῦ τείχους εἰς τὸ κάστρον εἰσιὼν κεφαλικῶς τιμωρεῖται. ὁ δὲ τὴν τάφρον ὑπερπηδῶν ἀποστρατεύεται. εἰ δὲ μέχρι φωνῆς ἢ ψιλῆς μέμψεως ἡ στάσις ἐστὶ, τοῦ βαθμοῦ ἐκβάλλεται.

41

pr.Ὁ τραχεῖαν ἐξερεθίζων στρατιωτῶν στάσιν κεφαλικῶς τιμωρεῖται.

42

pr.Ὁ τῷ περὶ μοιχείας ἐγκλήματι ἢ ἑτέρῳ δημοσίῳ καταδικασθεὶς οὐ δύναται στρατιώτης εἶναι.

43

pr.Ὁ ἀπόφυγος γενόμενος ἐν καιρῷ πολέμου κεφαλικῶς τιμωρεῖται, ὁ δὲ ἐν εἰρήνῃ, ἱππεὺς μὲν ὢν ἐναλλάττει τὸν βαθμὸν, πεζὸς δὲ γενόμενος ἐκβάλλεται τῆς στρατείας.

44

pr.Πᾶσα δὲ προπέτεια κατὰ τοῦ δουκὸς ἢ ἄρχοντος τοῦ στρατιώτου κεφαλικὴν ἐπάγει τιμωρίαν.

45

pr.Ὁ στρατιώτης, ἔνθα στρατεύεται, οὐκ ἀγοράζει χωρίον, εἰ μὴ πατρῷον παρὰ τοῦ δημοσίου.

46

pr.Ὅτι ἐὰν εἰδήσει δεσπότου στρατεύσηται δοῦλος, ἀπόλλυσιν ὁ δεσπότης καὶ τὴν ἐπὶ τῷ δούλῳ δεσποτείαν καὶ πατρωνικὸν δίκαιον· εἰ δὲ καὶ ἀξίας ἐπέβη ὁ δοῦλος, τὰ αὐτὰ προβαίνει.

47

pr.Καὶ ὅτι ὁ υἱὸς τοῦ τελευτῶντος στρατιώτου ὁ μείζων ὑπεισέρχεται εἰς τὸν τόπον τοῦ πατρὸς αὐτοῦ καὶ τὰς αὐτὰς ἀννόνας λαμβάνει.

48

pr.- Οἱ τὰς δημοσίας ἱλαρίας τουτέστι τὰ κοινῶς λεγόμενα συγχαρίκια εἴτε οὖν χαρμόσυνα ἐπιφερόμενοι μηδὲν παντελῶς παρὰ τῶν ἐπαρχεωτῶν λαμβανέτωσαν.

49

pr.Στατοῦτο παρὰ τῷ νόμῳ πολλάκις τὸ ὡρισμένον καὶ τεταγμένον μέτρον τῶν κληρικῶν.

50

pr.Στρίκτους ἀγωγὴ ἡ περὶ δανείου ἀγωγὴ λέγεται, κυριώτερον δὲ, ὅταν ἐν ταὐτῷ καὶ περὶ κεφαλαίου καὶ περὶ τόκου ἡ κίνησις τῆς ὑποθέσεως γίνεται, τῶν δύο τούτων ζητουμένων ὁμοῦ. δεῖ δὲ εἰδέναι, ὅτι ἐν ταῖς τοιαύταις διπλαῖς ἀγωγαῖς, ἐὰν ὁ κριτὴς περὶ τῆς μιᾶς ἀποφῄνηται, περὶ τῆς ἑτέρας δὲ μηδὲν εἴπῃ, οὐδὲν βλάπτεται ἐκ τῆς ἀποφάσεως ὁ περὶ τῆς ἄλλης κινεῖν βουλόμενος, ἀλλ᾽ ἔξεστιν αὐτῷ κινεῖν τὴν ἄλλην ὑπόθεσιν καὶ δικαιοῦσθαι, εἰς ὃ δίκαιον κέκτηται.

51

pr.Σύμφωνόν ἐστι δύο τινῶν πρὸς ἀλλήλους περί τινος πράγματος συγκατάθεσις καὶ ὑπόσχεσις.

52

pr.Συμπαίζειν τὸν κατηγοροῦντα τῷ κατηγορουμένῳ λέγεται τὸ ἐνδιδόναι καὶ συγχωρεῖν αὐτῷ τὰ κατηγορήματα, καὶ οἷον ἑκόντα ὑποχαλᾶν τε καὶ ὑπεξίστασθαι· ἀσυμπαίκτως δὲ πάλιν τὸ ἐναντίως διακεῖσθαι αὐτόν.

53

pr.Ὁ γινόμενος προδότης ἰδίας κατηγορίας ἐπὶ ποιναλίῳ ἐγκλήματι ὑπομένει τὴν τιμωρίαν, ἣν ἔμελλεν ὁ ἐναγόμενος ὑποστῆναι.

54

pr.Συνήγορος χρηματικὴν δίκην προδιδοὺς σφοδρῶς τιμωρεῖται, καὶ ὁ ποικίλως κατηγορῶν, καὶ ὁ τὴν ἰδίαν ὑπόθε σιν προδιδοὺς καὶ τῷ ἀντιδίκῳ συναγωνιζόμενος. τινὲς δὲ ποικίλως κατηγορεῖν τὸν τὴν ἰδίαν ὑπόθεσιν προδιδόντα φασίν.

55

pr.Σῖτον τῷ στρατοπέδῳ πεμφθέντα οὐδεὶς ἀγοράζειν δύναται. ὁ δὲ ἀγοράσας, εἰ μὲν σεμνὸς καὶ ἔνδοξος εἴη, δημεύεται· εἰ δὲ εὐτελὴς, κεφαλικῶς τιμωρεῖται. τὸ αὐτὸ γίνεται καὶ εἴ τις σίδηρον καὶ ὅπλα, εἴτε ἐργασμένα εἴτε ἀνέργαστα, βαρβάροις διαπωλήσῃ, εἴτε ἐν τοῖς οἰκείοις μένουσι τόποις, εἴτε ἐν τῇ τῶν ῥωμαίων χώρᾳ διὰ πρεσβείαν ἢ δι ἄλλον τινὰ τρόπον παραγενομένοις.

56

pr.Ἡ διὰ τῆς θέσεως ἤγουν τῆς θετῆς σχέσεως προσγινομένη συγγένεια ἀπόλλυται τῇ αὐτεξουσιότητι. καὶ ἡ ἐπὶ τῇ τοιαύτῃ συγγενείᾳ κληρονομία καὶ αὐτὴ συναπόλλυται.

57

pr.Οἱ σύνδεσμοι πολλάκις καινοπρεπέστεροι παρὰ τῷ νόμῳ τίθενται, καὶ διὰ τοῦτο εὑρίσκονται πολλάκις οἱ διαζευκτικοὶ ἀντὶ συμπλεκτικῶν καὶ οἱ συμπλεκτικοὶ ἀντὶ διαζευκτικῶν. καλοῦνται δὲ οἱ διαζευκτικοὶ οἱ ἀντὶ τῶν συμπλεκτικῶν λαμβανόμενοι ὑποδιαζευκτικοί. εὕρηταί γουν πολλάκις κείμενον οὕτω τόδε ἢ τόδε, νοούμενον δὲ ἀντὶ τοῦ „τόδε καὶ τόδε· καὶ πάλιν „τὸ καὶ τὸ δηλοῦν τὸ τὸ ἢ τὸ, ὡς εἶναι ἐν τούτοις μὲν τὸ „καὶ ἀντὶ τοῦ „ἢ, ἐκεῖσε δὲ ταὐναντίον τὸ „ἢ ἀντὶ τοῦ „καί. δεῖ δὲ ἐν τοῖς τοιούτοις προσέχειν καὶ σκοπεῖν ἀκριβῶς τὸν ἀναγινώσκοντα, ἵνα μὴ τῇ τῶν συνδέσμων ἐναλλαγῇ ἐξαπατηθῇ.

58

pr.Στρατιώτης οὐ δύναται γενέσθαι οὔτε μισθωτὸς, οὔτε ἐγγυητὴς οὔτε διοικητὴς μισθωτοῦ. νθ΄ 66. Οἱ συνήγοροι τῶν ἁγίων προκειμένων εὐαγγελίων ὡς τοῦ θεοῦ αὐτοὺς ἐφορῶντος οὕτω συνηγορείτωσαν στ.

s1

pr.Κανὼν περὶ συμβαινόντων. Τὰ σπανίως συμβαίνοντα οὐκ εὐχερῶς ἐν τοῖς πραττομένοις συναλλάγμασι καταλογιζόμεθα.

s2

pr.Ἕτερος περὶ συμβουλῆς. Ἡ ἄδολος συμβουλή οὐκ ἐνοχοποιεῖ· ἐπὶ δὲ τῆς κατὰ δόλον ἁρμόζει ἡ περὶ δόλου.

s3

pr.Ἕτερος περὶ σιωπῶντος. Ὁ σιωπῶν οὐ ' δοκεῖ ὁμολογεῖν. ἀλλ᾽ ὅμως οὐκ ἀρνεῖται.

s4

pr.Ἕτερος περὶ συνάλλαγμάτων. – Τὰ διὰ τὸ ἀνελεῖν ἀμφισβήτησιν ἐντιθέμενα τοῖς συναλλάγμασιν οὐκ ἀναιρεῖ τὸ κοινὸν νόμιμον.

s5

pr.Ἕτερος περὶ συνηθείας. – Δυσχερῶς μὲν, ὅμως τοῦ δικαίου ἀπαιτοῦντος ἐναλλάσσομεν τὴν συνήθειαν.

s6

pr.Ἕτερος περὶ συμφώνων. Ἀπὸ ἰδιωτικοῦ συμφώνου τὸ νόμιμον οὐκ ἐναλλάσσεται, εἰ καὶ τὰ μάλιστα καταρχὰς αἱ ἀγωγαὶ ἀπὸ συμφώνου ἐναλλάσσονται τῷ αὐτῷ δικαίῳ ἢ διὰ [παρα] γραφῆς.

s7

pr.Ἕτερος. Οὐδεὶς συμφωνῶν ἢ ἐπερωτῶν ἀσφάλειαν ἑτέρῳ περιποιεῖ. Omnino mutandum in συνάφεια. Att. XIX (). Β΄ ἀποτελε σθῶσι. ΑΒ ἐπερωτήσεως. A in margine haec notat: Ωρίσθη δὲ ἐπὶ λουκᾶ πατριάρχου μηδὲ τοῦ τοιούτου γάμον συνίστασθαι βαθμοῦ, ἀλλ᾽ [?] ἐρωτώμενον μὲν κωλύεσθαι, προβαίνοντα δὲ διασπᾶσθαι, καὶ τοὺς πράξαντας ἀφορίζεσθαι, καὶ τὸν ἱερολογήσαντα ἱερέα, εἰ μὴ ἀγνοίᾳ ἐκλάπῃ, και θαιρεῖσθαι. ἐπεκύρωσε δὲ τὴν συνοδικὴν ταύτην πρᾶξιν καὶ θέσπισμα τοῦ ἐν βασιλεῦσιν ἀοιδίμου μανουὴλ τοῦ πορφυρογεννήτου. Brevius E sic: Ἰστέον ὅτι ὕστερον ἐκωλύθη παντελῶς ὁ τοιοῦτος βαθμὸς ὑπὸ τοῦ πατριάρInclusa B habet satis corrupta: in A lacuna est unius lineae. ὄντων τῆς γαμικῆς συναφείας λείπονται οἱ τρεῖς, ἐκ τριγενείας λέγω, ἐκ τοῦ ἁγίου βαπτίσματος, καὶ ἐξ υἱοθεσίας. συνάπτομεν οὖν τοὺς ἐκ τριγενείας ἀπὸ δ΄ βαθμοῦ καὶ ἐπέκεινα· εἰ καὶ ὁ νόμος δύο μόνα ῥητῶς ἀπαγορεύει, τὸ μὴ λαβεῖν τινα τήν ποτε γυναῖκα τοῦ προγονοῦ αὐτοῦ ἢ τὴν μητρυιὰν τὸν ἄνδρα τῆς ποτε προγονῆς αὐτῆς, τἄλλα παρασιωπήσας, λήψεταί τις ἄρα τὴν γυναικαδέλφην τοῦ γυναικαδέλφου αὐτοῦ· δ΄ γάρ εἰσιν οὗτοι πρὸς ἀλλήλους βαθμοῦ ἐν γ ' γένεσι θεωρούμενοι. Ἐπὶ δὲ τῆς ἐκ τοῦ ἁγίου βαπτίσματος καὶ τῆς ἐξ υἱοθεσίας συγγενείας τὸν αὐτὸν ζητητέον βαθμὸν, ὃν καὶ ἐπὶ τῆς ἐξ αἵματος, διὰ τὸ λέγειν τὸν νγ΄ κανόνα τῆς ἐν τρούλῳ ἁγίας συνόδου μείζονα εἶναι τὴν πνευματικὴν οἰκειότητα τῆς τῶν σωμάτων συναφείας· εἰ καὶ ὁ νόμος μέχρι γ΄ μόνων ἢ καὶ δ΄ βαθμῶν ταύτην κεκώλυκεν, ἤγουν τὸ μὴ λαβεῖν τινα ἢ τὸν υἱὸν αὐτοῦ τὴν μητέρα ἢ τὴν ἀδελφὴν τοῦ ὑπ αὐτοῦ ἀναδεχθέντος ἢ υἱοθετηθέντος. Ἰστέον δὲ ὡς ἄλλως ἐπὶ τούτων ἢ ἐπὶ τῶν ἐξ αἵματος οἱ βαθμοὶ καταριθμοῦνται. οἷον ὁ μὲν ἀναδεξάμενός τινα ἢ υἱοθετήσας πρὸς μὲν αὐτὸν, ὃν ἀνεδέξατο ἢ υἱοθέτησε, α΄ βαθμοῦ ἐστι· πρὸς δὲ τὸν πατέρα ἢ τὴν μητέρα αὐτοῦ β΄, πρὸς δὲ τοὺς αὐταδέλφους αὐτοῦ γ΄, οἱ δὲ υἱοὶ αὐτοῦ πρὸς μὲν τὸν ἀναδεχθέντα ἢ υἱοθετηθέντα β΄ βαθμοῦ εἰσι διὰ τὸ ὡς ἀδελφὸν αὐτὸν ἔχειν, πρὸς δὲ τοὺς αὐταδέλφους αὐτοῦ δ΄. Ἡ δὲ ἀδελφοποϊία ὡς μὴ γεγονὸς λογίζεται.

s8

pr.Νεαρὰ τοῦ κυροῦ μανουὴλ τοῦ βασιλέως. – Θεσπίζομεν, μὴ ἐξεῖναι τοῖς στρατιώταις τὰ ἐξ ὧν αἱ στρατεῖαι ὑπηρετοῦνται κτήματα διαπωλεῖν, συντηρεῖσθαι δὲ εἰς ἑκάστην στρατείαν, ἱππέων μὲν ἀκίνητον κτῆσιν δ ' λιτρῶν ὕπαρξιν ἀριθμεῖσθαι κελεύομεν, πλωΐμων δὲ λιτρῶν β΄. μηδὲ ἄλλως κυριεύεσθαι τὰ στρατιωτικὰ τοῖς ταῦτα οἱῳδήποτε τρόπῳ χρωμένοις, εἰ μὴ ὁ τῆς μ'ετίας ἀνεπιφώνητος διαῤῥεύσει χρόνος. σχεδὸν γὰρ τοῖς κακῇ πίστει νεμομένοις ἠρίθμει τούτους καὶ πάλαι ἡ συνήθεια· πλὴν ὅσον οἱ μὲν ἐκ συναλλάγματος νεμηθέντες τὴν τῶν καρπῶν ζημίαν διέφυγον, οἱ δὲ κακῇ πίστει νεμόμενοι καὶ καρποὺς καὶ προσόδους καὶ πᾶσαν βλάβην κατετίθεντο, ὃ καὶ ἐν ἡμῖν ἀρέσκει.

s9

pr.Εἴ τις στρατιώτην ἐν παροίκου λόγῳ εὑρεθείη κατέχων, εἰ μὲν αὐτὸς ἐκεῖνος καὶ τὰ ἐξ ὧν ἡ στρατεία ὑπηρετεῖται ἁρπάσας κτήματα ἔχει, [λς΄] χρυσοῦ νομίσματα ποινῆς ἕνεκεν ἀποτίσει, ἐξ ὧν ὁ στρατιώτης μὲν τὰ ἥμισυ λήψεται πρὸς ἐπανάληψιν τῆς ἀποκαταστάσεως αὐτοῦ, τὰ δὲ ἥμισυ λήψεται πρὸς ἐπανάληψιν ὁ δημόσιος ἧς χάριν ἐστερήθη δουλείας. εἰ δ᾽ οὐχ ἁρπάσας ἀλλ᾽ ἀγοράσας εὑρεθῇ τὰ στρατιωτικά, πρὸς μὲν τὸν δημόσιον [κδ΄] χρυσίου νομίσματα καταθήσει, πρὸς δὲ τὸν στρατιώτην ἀγωγὴν ὑπὲρ τοῦ τιμήματος οὐχ ἕξει. εἰ δὲ ἑτέρων αὐτοὺς ἐξελασάντων ἐκ τῶν οἰκείων ἄλλοι τούτους κατοικτείραντες ἐδέξαντο εἴτε παροικεῖν εἴτε θητεύειν, ἀνεύθυνοι ἔστωσαν· ὅσοι δὲ στρατιώτας ἱκανοὺς εἰς ἰδίας ὑπηρεσίας κατετόλμησαν ἔχειν τῶν φοσσάτων τούτους ἀποστερήσαντες, εἰς ἕκαστον ἐν ἑκάστῳ χρόνῳ ἓξ νομίσματα ὁ ἐξκουσσεύσας εἰσπραχθήσεται, καὶ ταῦτα ὁ δημόσιος οἰκειώσεται, εἰ μήπω ἀπὸ στρατηγῶν ἢ τῶν ἄλλων ἀρχόντων τούτους ἔτυχον δεδεγμένοι, καὶ οὗτοι ἐκ τῶν ἀποτεταγμένων εἰς ὑπηρεσίαν τοῦ στρατηγοῦ ἢ τῶν ἄλλων ἀρχόντων καθειστήκεισαν. εἰ γὰρ ἐκ τῶν ἔξωθεν καὶ τῆς κοινότητός εἰσιν, οὐκ ἀθωωθήσεται ὁ τούτους ἔχων, εἰ καὶ δεικνύειν ἑτοίμως ἔχει παρὰ τοῦ στρατηγοῦ ἢ ἄρχοντος ἐπιτραπῆναι κεχρῆσθαι αὐτῷ.

s10

pr.Ἕτερος. - Ἐάν τινες μερίδας τινὰς ἀπὸ στρατιωτικῶν κατέχωσι τόπων, εἰ μὴ καλῇ πίστει τουτέστιν ἀγορᾶς ἢ δωρεᾶς ἢ - ἀνταλλαγῆς ἢ ἐκλήψεως τρόπῳ ταύτας ἐκτήσαντο καὶ οὐδεμίαν ἀπὸ τοῦ χρόνου βοήθειαν ἔχουσιν ἐκ τῶν τοιούτων, τοὺς μὲν τόπους μόνους ἀφαιρεῖσθαι καὶ τοῖς ἐγκαλοῦσι στρατιώταις ἀναργύρως ἀποδιδόναι, ζημίαν δὲ μηδεμίαν τῷ κατασχόντι ἐπιφέρειν. εἰ δὲ ἐξ ἁρπαγῆς στρατιωτικοῦ τινες δεσπόζουσι τόπου, καὶ τὴν ζημίαν τῷ καθαρπάσαντι ἐπιφέρεσθαι.