IusCommune
IusCommune › Textos › Synopsis minor › Synopsis minor

Syn. min. 1.19

Ἀρχὴ τοῦ Τ

Abrir no leitor do IusCommune →

1

pr.Τελευτῶν τις ἄδειαν ἔχει ταῖς ἁγίαις ἐκκλησίαις καταλιμπάνειν τὰ ἑαυτοῦ, καὶ ξενῶνα καὶ νοσοκομεῖον καὶ μοναστήριον καὶ ναὸν προστάττειν δ᾽ αὐτῶν κτίζεσθαι ἤγουν δ᾽ ὧν ἀφῆκε πραγμάτων.

2

pr.Τὰ τυχηρὰ πάντα, εἰ μὴ ἄλλως περὶ τούτων συμφωνηθῇ, κατὰ φύσιν τὸν δεσπότην τούτων ὁρᾷ.

3

pr.Ὅταν τὶς πρᾶγμα πωλήσῃ, καὶ ὁ ἀγοραστὴς τὸ πρᾶ-γμα λαβὼν οὐκ εὐθέως καταβάλῃ τὸ τίμημα ἀλλ᾽ ἀργήσῃ καὶ διαβιβάσῃ καιρόν τινα, τότε παρὰ τοῦ τὸ πρᾶγμα πωλήσαντος καὶ τόκος ἀπαιτεῖται σὺν τῷ τιμήματι. τὴν δὲ τοιούτου τόκου ποσότητα ὁ δικαστὴς ὁρίζει πρὸς τὴν ἀργίαν καὶ τὴν διάβασιν τοῦ καιροῦ καὶ τοῦ πραθέντος πράγματος τὴν ποιότητα, καὶ καλοῦσι τοῦτό τινες τόκον ἐξ ὑπερθέσεως. ἡ ὑπέρθεσις δὲ δηλοῖ τὴν ἀργίαν καὶ τὴν ὑπερημερίαν· καὶ τὴν ἀγωγὴν ταύτην ἀριθμοῦσι ταῖς ἐπὶ καλῇ πίστει λεγομέναις γίνεσθαι ἀγωγαῖς· καὶ τὸ ἐπ᾿ ἀδείας εἶναι τῷ δικαστῇ τὸν τόκον ὁρίζειν ὁπόσος ἔσται, ὀφφικίῳ τοῦ δικάζοντος τὸν τόκον ὁρίζεσθαι λέγουσιν.

4

pr.Τόκος τόκου οὐκ ἀπαιτεῖται, ἀλλ᾽ οὐδὲ τόκος ἀνεπερώτητος, τουτέστι περὶ οὗ ἐν τῇ ἀρχῇ τῆς ὑποθέσεως μὴ γέγονεν ἐπερώτησις ἢ συμφωνίας.

5

pr.Τῶν τόκων τὸ κεφάλαιον διπλασιαζόντων τὸ χρέος παύεται.

6

pr.Οἱ μὲν ἰλλούστριοι, ἤγουν οἱ ἔνδοξοι καὶ μέγιστοι ἀξιωματικοὶ οἱ ἐν ταῖς ἀνωτέρω εὑρισκόμενοι τάξεσιν, ὑπὲρ μιᾶς λίτρας ἀπαιτεῖν ὀφείλουσι τόκον νομίσματα τέσσαρα· εἰ βούλονται δὲ, καὶ ἔλαττον τούτων· τῶν δὲ δ νομισμάτων ἀπαιτῆσαι πλέον τούτοις οὐκ ἔξεστι. καὶ τοῦτο μὲν ἐπὶ τοῖς τοιούτοις προσώποις εἰς τόκον ἐπὶ τῇ λίτρᾳ ὁ νόμος ὥρισε, τοῖς ἐμπόροις δὲ ἤγουν τοῖς πραγματευταῖς καὶ τοῖς τὰ τοιαῦτα μετερχομένοις, ὡς τύχης οὖσιν ἀφανεστέρας καὶ τὴν ζωὴν ἐκ τῶν τοιούτων ἔχουσιν ἀφορμῶν, ἐπ᾿ ἀδείας ἐστὶν ἄχρι νομισμάτων ή΄ διμοίρου ἑκατοστῆς τόκον ἀπαιτεῖν ἐπὶ τῇ λίτρᾳ. σημαίνει γὰρ ἡ ἑκατοστὴ τὴν εἰς δώδεκά τινα περιϊσταμένην ποσότητα, ὡς εἶναι τὸ δίμοιρον ταύτης ή΄· ἑκατοστὴ δὲ τὰ ιβ΄ λέγονται, διότι ἐν τοῖς ἀνέκαθεν χρόνοις ἐπὶ τοῖς ρ ' πράγμασι ιβ ' πρὸς τὸ κοινὸν ἐξ αὐτῶν οἱ ἔχοντες κατεβάλλοντο. οἱ δὲ ἄλλοι πάντες νομίσματα ἓξ τόκον ἐπὶ τῇ λίτρα λαμβανέτωσαν. πάντες δὲ οἱ πρὸς ἐκκλησίας καὶ ναοὺς καὶ θείους οἴκους δανείζοντες ὑπὲρ λίτρας τόκον γ΄ μόνα νομίσματα ἀπαιτείτωσαν· οἱ δὲ ναύταις καὶ τοῖς πλέουσιν ἐν τῇ θαλάττῃ δανείζοντες, ἐπεὶ αὐτοὶ δοκοῦσιν οἱ δανεισταὶ τὸν ἐκ τῆς θαλάττης ἀναδέχεσθαι κίνδυνον, τοῖς δανεισταῖς ἐπ᾿ ἀδείας ἐστὶ μέχρι καὶ ιβ ' νομισμάτων ἀπαιτεῖν τόκον ἐπὶ τῇ λίτρᾳ τοῖς ἀξιωματικοῖς ὡς πλουσίοις καὶ διὰ τὴν ὑπεροχὴν τοῦ μεγαλείου τούτων καὶ τῆς τιμῆς, καὶ ὅτι οὗτοι καὶ φιλάνθρωποι ὀφείλουσιν εἶναι καὶ τοῖς ἄλλοις πρὸς πᾶν ἔργον ἀγαθὸν προκεῖσθαι παράδειγμα, ὀλίγον ὁ νόμος ἀπαιτεῖν τὸν τόκον ἐνέδωκε. τοῖς πραγματευομένοις δὲ ὡς ἐκ τῶν τοιούτων ἀφορμῶν ποριζομένοις τὸ ζῆν εἰς περισσότερον πάντων ηὔξησε. τοὺς ἄλλους δὲ ὥσπερ μέσους τῶν ἀξιωματικῶν καὶ πραγματευτῶν ἔταξεν. εἰς δὲ τὰ ναυτικὰ δάνεια ἐπέκεινα πάντων καὶ αὐτῶν τῶν πραγματευτῶν, δ᾽ ἣν αἰτίαν φθάσαντες εἴπομεν· τῶν δὲ πρὸς ἐκκλησίας καὶ σεπτοὺς ἄλλους οἴκους δανείων τὸν τόκον ἠλάττωσε δι εὐσέβειαν καὶ τὴν εἰς θεὸν ἀναφερομένην τιμήν.

7

pr.Τελώνης λέγεται ὁ διδοὺς δημόσιον τέλος ἢ ἀπαιτῶν. λέγεται δὲ πάλιν ἀπὸ τούτου τελώνης καὶ πᾶς ὁ πρᾶγμά τι παρὰ τοῦ δημοσίου μισθούμενος.

8

pr.Οὐδεὶς ἄκων τέλος μισθοῦται ἤγουν οὐδεὶς ἀναγκά ζεται μὴ βουλόμενος τέλους ἀπαίτησιν ἀναδέξασθαι καὶ λαβεῖν μισθὸν ὑπὲρ τοῦ τόκου τῆς ἀπαιτήσεως, οὐδὲ ἔχουσιν ἄδειαν οἱ τὰ τοῦ δημοσίου διενεργοῦντες βιάζεσθαι καὶ ἕλκειν τινὰ μὴ θέλοντα, ἵνα ἀναδέξηται δημόσιον τέλος καὶ λάβῃ τὸν ἐπὶ τούτῳ μισθόν.

9

pr.Οἱ ἐπὶ τῆς ἐκμισθώσεως τῶν τελῶν μεγάλως κερδαίνοντες, ἐὰν οὐχ εὑρίσκωνται ἄλλοι οἱ ἐπὶ τῷ αὐτῷ μισθῷ μισθώσασθαι βουλόμενοι ταῦτα, ἀναγκάζονται αὐτοὶ καταδέχεσθαι. τοῦτο δὲ τοιοῦτόν ἐστιν. ἔλαβόν τινες μισθὸν ἐπὶ τῷ ποιῆσαι τόδε τὶ ἢ τέλος τυχὸν δημόσιον ἀναδέξασθαι ἢ καὶ ἄλλο τὶ διαπράξασθαι· ἐνήργησαν ἐκείνην τὴν πρᾶξιν· ἐκέρδισαν οὐχ ἁπλῶς ἀλλὰ μεγάλως, τουτέστι κατὰ πολύ· ἐπλήρωσαν τὸν τῆς μισθώσεως χρόνον· ἐπέθεντο τὴν ἐνέργειαν· ἐνήλλαξεν ὁ καιρὸς πολλάκις τὰ πράγματα· οὐχ εὑρίσκονται ἄλλοι, ἵνα ἐπὶ τῷ αὐτῷ μισθῷ τὴν ἐνέργειαν ἀναδέξωνται, διότι ὁρῶσιν ὡς οὐ μόνον οὐδὲν κερδίσουσιν, καθὼς οἱ πρὸ τούτων ἐκέρδισαν, ἀλλὰ τοὐναντίον καὶ τὰ μεγάλα ζημιωθήσονται· τότε γοῦν ἀναγκάζονται ἐκεῖνοι, οἱ τοσοῦτον ἐκ τῆς μισθώσεως ὡς προελέχθη κερδίσαντες, καὶ πάλιν ἐπὶ τῷ αὐτῷ μισθῷ τὴν ἐνέργειαν ἀναδέξασθαι. καὶ οἱ ἐπὶ τῶν δημοσίων τεταγμένοι πραγμάτων, ὅταν ἐκδώσωσί τισι δημοσιακὴν ἐνέργειαν ἐπὶ μισθῷ, καὶ γνωρίσωσιν ἐκείνους πάνυ πολλὰ ἐκ τῆς αὐτοῖς ἀνατεθείσης δουλείας κερδίσαντας, εἶτα μετὰ τὸ πληρωθῆναι τὸν χρόνον τῆς ἐνεργείας διὰ τὴν τοῦ καιροῦ καὶ τῶν πραγμάτων μεταβολὴν οὐχ εὑρίσκουσιν ἄλλους ἐπὶ τῷ αὐτῷ μισθῷ τὴν ἐνέργειαν ἀναδέξασθαι, ἔχουσιν ἐπ᾿ ἀδείας ἕλκειν τοὺς πρώτους, κἂν καὶ μὴ θέλωσιν, εἰς τὴν τῆς ἐνεργείας ἀναδοχήν.

10

pr.Τὸ κλεπτοτελωνηθὲν δημεύεται τουτέστι δημοσιεύεται. κλεπτοτελωνηθέν δὲ λέγεται τὸ πρᾶγμα ὅπερ τελωνηθέν, ἤγουν ὑπὲρ δημοσίου τέλους ἀπαιτηθὲν, δολίως ἀφαιρεθῇ καὶ κλαπῇ. καὶ πάλιν κλεπτοτελωνηθὲν λέγεται, ὅπερ ἀφέληταί τις κλέψας καὶ ἀπατήσας τινὰ ὡς τὰ τοῦ δημοσίου ἀπαιτῶν τέλη, καὶ ὡς αὐτὸ τὸ πρᾶγμα ἀποδοθῆναι ὀφεῖλον ὑπὲρ τοῦ τέλους τοῦ δημοσίου. ὁ γὰρ τοιοῦτος κατ᾿ ἀμφότερα κλέπτει, καὶ ὡς ἀπαιτῶν τὸ μὴ ὀφεῖλον ἀπαιτηθῆναι καὶ ὡς πράττων ὅπερ οὐκ ἐτάχθη ποιεῖν. οὐκοῦν ὁπόταν τὶς τεταγμένος ἀπαιτεῖν τὰ τοῦ δημοσίου ἀπαιτήσῃ τὶ καὶ παρυποκλέψῃ καὶ μὴ ἀποδώσῃ τῷ δημοσίῳ, τὸ τοιοῦτον πρᾶγμα ὡς κλεπτοτελωνηθὲν καὶ κρατηθὲν ἀπὸ τοῦ δημοσίου τέλους δημοσιεύεται. καὶ ὁπόταν μηδὲ τεταγμένος ὅλως εἰς δημοσίαν ἐνέργειαν μηδὲ πρᾶγμα δημοσίῳ τέλει ἀνῆκον ἀπαιτήσῃ τινὰς μὴ εἰδότας καὶ λάβῃ σὺν δολιότητι, καὶ τότε ὡς κλεπτοτελωνηθὲν τοῦτο δημοσιεύεται.

11

pr.Τὴν οὐσίαν τοῦ τυραννήσαντος οὐκ ἔχει τὶς ἄδειαν ἐξαιτεῖσθαι διὰ τὰς ἐντεῦθεν ἀναφαινομένας ὑποψίας. χωρὶς δὲ αἰτίας εἴ τι ταύτης παρὰ τοῦ βασιλέως χορηγηθείη τινὶ, ἀκωλύτως κατέχει αὐτό.

12

pr.Ὅταν ζῶον τετράποδον ἑτέρου δεσπότου ὂν ποιήσῃ ζημίαν εἰς πρᾶγμα, ὅπερ ἕτερος κέκτηται, καὶ κινήσῃ ὁ τὴν τοιαύτην ὑπομείνας ζημίαν ἀγωγὴν κατὰ τοῦ δεσπότου τοῦ ζώου, ἔξεστι τῷ ἔχοντι τὸ τὴν ζημίαν ποιῆσαν ζῶον ἢ ἐκδιδόναι τὸ ζῶον ἢ τὴν παρ᾽ αὐτοῦ γενομένην ζημίαν ἀποδιδόναι.

13

pr.Γίνεται ζημία παρὰ ζώου πολλάκις οὐ διὰ τὴν φύσιν αὐτοῦ, ἀλλὰ διὰ τὴν θέσιν τοῦ τόπου ἢ τὴν τοῦ μουλίωνος ἀπειρίαν (μουλίωνὰ δὲ καλοῦσι τὸν τὸ ζῶον ἐλαύνοντα)· πολλάκις γὰρ ὁ μουλίων, ὁ ἀνηλάτης φέρε εἰπεῖν, ἢ ὁ ἐλαύνων τὰς βοῦς βάρος πολὺ ἐπιθεὶς τῷ ζώῳ, ἢ εἰς τόπον διαβιβάσας ἀνεπιτήδειον, ἢ ἀπείρως καὶ κακῶς ἐλαύνων αὐτὸ, αἴτιος τοῦ τὸ ζῶον συμπεσεῖν γίνεται καὶ ζημίαν ποιῆσαί τινι, ἢ τῷ δεσπότῃ τοῦ ζώου ἢ καὶ ἄλλῳ ξένῳ ἀνθρώπῳ. καὶ εἰ μὲν διὰ τὴν θέσιν τοῦ τόπου ἡ σύμπτωσις τοῦ ζώου καὶ ἡ ἐκ ταύτης ζημία γίνεται, οὔτε ὁ μουλίων ἤγουν ὁ τὸ ζῶον ἐλαύνων, οὔτε ὁ τοῦ ζώου δεσπότης ἐνέχεται, οὐδὲ ἀποδίδωσι τὰ συντριβέντα ἢ ἀπολεσθέντα ἐκ τῆς τοῦ ζώου συμπτώσεως, ὑέλλους τυχὸν ἐκεῖσε παρευρημένους ἢ σκεύη κεράμεια· ὅταν δὲ ἐκ τῆς τοῦ ἐλαύνοντος ἀπειρίας ἢ δολιότητος ἡ πτῶσις τοῦ ζώου καὶ ἡ ἐκ ταύτης ζημία γένηται, ὁ τὸ ζῶον ἐλαύνων ἐνέχεται. καὶ τότε εἰ μὲν ἑκὼν οὗτος τὸ ἑαυτοῦ πταῖσμα ὁμολογεῖ, τὸ ἀπολεσθὲν ἁπλοῦν ἀποδίδωσιν· εἰ δὲ ἀρνήσηται πρῶτον, εἶτα ἀπελεγχθῇ, τὸ ζημιωθὲν ἀπαιτεῖται εἰς τὸ διπλάσιον.

14

pr.Ἐὰν ἐν τόπῳ δημοσίας παρόδου ἔχωσί τινες συνήθειαν ἵστασθαι, καί τις τῶν εἰς τὰς οἰκίας καταμενόντων τῇ παρόδῳ τῶν πλησιαζουσῶν χύσῃ ἢ δίψῃ τὶ, καὶ γένηται ζημία εἰς τοὺς ἱσταμένους ἐν τῇ παρόδῳ, οἱ τὴν οἰκίαν οἰκοῦντες ἀπαιτοῦνται τὴν ζημίαν εἰς τὸ διπλάσιον. ὁ ἀναγινώσκων ὀφείλει ἐν τούτοις σκοπεῖν τὸ κατὰ συνήθειαν· τοῦτο γὰρ πᾶσαν τὴν ἰσχὺν ἔχει. εἰ δὲ αὐτὸ ἐκβληθῇ, οὐδεμία ἐπὶ τῇ ὑποθέσει ταύτῃ γίνεται ἀγωγή.

15

pr.Τὸ τῆς τυμβωρυχίας ἔγκλημα τοῖς ἀτιμοποιοῖς ἤγουν τοῖς ἐπιφέρουσιν ἀτιμίαν συντάττεται.

16

pr.Ἐάν τις ἀπὸ τοῦ τάφου ἀφέληται οἱανδήτινα ὕλην, κ ' λίτρας χρυσίῳ τῷ δημοσίῳ διδότω· εἰ δὲ μὴ εὔπορος ᾖ, εἰς τὸ σῶμα αὐτοῦ διὰ πληγῶν τιμωρείσθω.

17

pr.Πολλάκις τινὲς ἀφαιροῦνται ἀπὸ τῶν τάφων τινὰ, πολλάκις δὲ καὶ ἀπὸ τῆς σοροῦ (σορὸς δὲ ἐνταῦθα καλεῖται τὸ ἐπάνω τοῦ τάφου πρὸς φυλακὴν ἢ καλλωπισμὸν ἐποικοδομούμενον)· πάλιν πολλάκις ἀφαιροῦνταί τινες ἀπὸ τῶν κιόνων ἢ τῶν τοίχων τῶν βασταζόντων τὸν οἶκον, οὗ ἔνδον ὁ τάφος ἐστίν. ὅστις γοῦν ἔκ τινος τῶν τοιούτων ἀφέληταί τι, τῷ τῆς ἱεροσυλίας ἐγκλήματι καθυπόκειται.

18

pr.Αλλος δὲ νόμος φησίν· οἱ τυμβωρυχοῦντες καὶ γυμνοῦντες τὰ τῶν τεθνεώτων σώματα, εἰ μὲν μεθ᾽ ὅπλων τοῦτο ποιήσουσι, κεφαλικῶς τιμωροῦνται· εἰ δὲ χωρὶς ὅπλων, τῇ εἰς μέταλλον τιμωρίᾳ ὑπόκεινται. ὥστε κατὰ τῶν τυμβωρύχων παρὰ τοῦ νόμου τρεῖς ἀποφάσεις ἐκφέρονται· ἡ ζημία καὶ πληγαῖς τοὺς τυμβωρύχους καθυποβάλλουσα (τυμβώρυχοι δὲ εἰσιν οἱ τοὺς τύμβους ἤτοι τοὺς τάφους ὀρύττοντες), ἡ τῷ τῆς ἱεροσυλίας αὐτοὺς ἐγκλήματι καθυποβάλλουσα, καὶ ἡ κεφαλικῶς τιμωροῦσα ἢ εἰς μέταλλον κατακρίνουσα. τοιαῦται δὲ αἱ ἀποφάσεις κατὰ τῶν τυμβωρύχων εἰσὶν, ὅτι καὶ οἱ τάφοι ἐν διαφόροις τόποις καὶ κατὰ καιροὺς διαφόρους γίνονται, καὶ οἱ ὀρύττοντες τούτους ἄλλης καὶ ἄλλης γνώμης εἰσὶ καὶ τύχης καὶ καταστάσεως, καὶ χρὴ τὸν δικαστὴν ταῦτα πάντα σκοποῦντα ἁρμοδίαν καὶ πρόσφορον πρὸς τὰ πράγματα ποιεῖν τὴν ἀπόφασιν.

19

pr.Ἐάν τις ὡς ἐπὶ τυραννίδι ἐλεγχθεὶς τιμωρίαν ἤγουν δήμευσιν ὑποστῇ, οἱ μὲν ἔχοντες αὐτοῦ πράγματα καὶ διάγοντες ἐν τῇ βασιλίδι πόλει ἐντὸς β΄ μηνῶν ὀφείλουσιν αὐτὰ προσαγγεῖλαι, οἱ δὲ μὴ διάγοντες ἐν τῇ βασιλίδι πόλει εἴσω· μηνῶν ὀκτώ. εἰ δὲ μὴ τοῦτο ποιήσουσι, τὸ τετραπλάσιον μετὰ τῶν πραγμάτων παρέχουσι 24. πραγμάτων ἐκείνων, οἵτινες διὰ φόβον θανάτου ἢ τιμωρίαν ὑπὸ τῶν ἀντιδίκων αὐτῶν ὑπεφθάρησαν.

20

pr.Τὸ τίς καὶ ἄῤῥενας καὶ θηλείας δηλοῖ.

21

pr.Τριῶν ὄντων κριτῶν, ἐὰν ὁ εἷς λίπῃ, οὐκ ἔχουσιν ἄδειαν οἱ δύο κρίνειν χωρὶς καὶ τοῦ ἑνός· ἐὰν δὲ καὶ οἱ τρεῖς ὦσι καὶ κρίνωσιν ἅμα, διαφωνῶσι δὲ πρὸς ἀλλήλους, ἤγουν οὐ συμφώνους καὶ ὁμοίως ἐχούσας τὰς ἀποφάσεις ποιῶσιν, ἀλλ᾽ οἱ μὲν δύο τόδε τὶ λέγωσιν, ὁ δὲ εἷς ἄλλο τὶ κρίνει, παρὸ δοκεῖ τοῖς δυσὶ, νικῶσιν οἱ δύο καὶ γίνεται τὸ δοκοῦν αὐτοῖς. τοῦτο φαίνεται μὲν καινὸν, ὅτι ἀπόντος ἤγουν λείποντος τοῦ ἑνὸς μὴ δυνάμενοι κρίνειν οἱ δύο, παρόντος δὲ καὶ ἐνδημοῦντος ἰσχυρότεροι γίνονται· οὐκ ἐστὶ δὲ καινόν. ἀλλὰ τὸ μὲν μὴ κρίνειν, ὅταν ὁ εἷς λίπῃ, τοὺς ἄλλους δύο, εὐταξίας ἐστὶ καὶ εὐπρεπείας φυλακτικόν· τὸ δὲ παρόντος καὶ αὐτοῦ δυνατωτέρους εὑρίσκεσθαι τοὺς λοιποὺς, τὸ δίκαιον σώζει καὶ ἀποπληροῖ τὸ τῇ φύσει τῶν πραγμάτων ἀκολουθοῦν. κατὰ δὲ τὸν παρὰ τοῖς νέοις κρατήσαντα νόμον γίνεται τοῦτο· ὅταν οἱ κριταὶ ἀλλοίας καὶ ἀλλοίας καὶ διαφόρους ποιῶσι τὰς ἀποφάσεις, τότε εἷς ἕκαστος αὐτῶν ποιεῖ ἐγγράφως τὴν ἰδίαν ἀπόφασιν, καὶ σκοποῦσιν ἄλλοι αὐτὰς καὶ τὴν φαινομένην εὐλογωτέραν καὶ δικαιοτέραν στέργουσι. διορίζεται δὲ ὁ παρὰ τοῖς νέοις κρατῶν νόμος, ἵνα οἱ τὰς ἀποφάσεις τῶν κριτῶν σκοποῦντες μὴ ἀποβλέπωσι πρὸς τὸ πλῆθος μηδὲ λογίζωνται τὸ τίνες εἰσὶ πλείονες ἤγουν περισσότεροι, ἀλλὰ τίνες πρὸς τὴν ἀλήθειαν καὶ τὸ δίκαιον μᾶλλον νεύουσιν.

22

pr.Τινὲς εἰς ὅσον εὐποροῦσι καὶ μόνον καταδικάζονται, καὶ οὐ καταναγκάζονται εἰς πλέον, οὐδὲ βιάζονται ἵνα δώσωσι περισσότερον παρὸ δύνανται· οἷον γονεὺς, πάτρων, πατρώνισσα, καὶ παῖδες αὐτῶν καὶ γονεῖς, καὶ ἀνὴρ περὶ προικὸς ἐναγόμενος καὶ κοινωνοί. δεῖ δὲ γινώσκειν, ὅτι ὁ ἀνὴρ καὶ ὁ κοινωνὸς οὕτως οὐδὲν ὑπὲρ ὃ δύνανται ἀναγκάζονται καταβαλέσθαι, ἐὰν ἡ κοινωνία καὶ ὁ γάμος συνιστάμενα εἶεν καὶ μὴ διαλυθῶσιν. εἰ δὲ ὁ γάμος ἢ ἡ κοινωνία διαλυθῇ, καὶ εἰς ὃ οὐ δύνανται ἀναγκάζονται.

23

pr.Τιθὴ ἡ τοῦ πατρὸς μήτηρ καὶ τῆς μητρὸς, ἢ καὶ μάμμη καὶ μαῖα· τιθὴς ἡ θεῖα, ἥ τε ἐκ τοῦ πατρὸς καὶ ἐκ τῆς μητρός.

24

pr.Τέμνειν ἐστὶν οὐ μόνον τὸ τελέως καὶ ὁλοκλήρως κόπτειν, ἀλλὰ καὶ τὸ μετρίως πλῆξαι ἐπὶ τῷ τεμεῖν.

25

pr.Τελευτήσαντος τοῦ ἀνδρὸς ἀναγκάζεται ἡ γυνὴ τὸ ἐλάχιστον ἤγουν τὸ ὀλιγότερον χρόνον ἕνα χωρὶς ἀνδρὸς καρτερεῖν. εἰ δὲ πρὸ τοῦ συμπληρωθῆναι τὸν χρόνον εἰς γάμους ἔλθῃ δευτέρους, τιμωρίαις παρὰ τῷ νόμῳ διαφόροις ὑπόκειται· βραχυτέραις μὲν, εἰ οὐκ ἔχει παῖδας ἐκ τοῦ προτέρου ἀνδρὸς, μείζοσι δὲ τουτέστι μεγαλωτέραις, εἰ καὶ παῖδας ἔχει.

26

pr.Τελευτήσαντος τοῦ ἀνδρὸς καὶ τῆς γυναικὸς εἰς γάμους ἐρχομένης δευτέρους δύνανται οἱ ἐκ τοῦ προτέρου ἀνδρὸς παῖδες εὐθὺς τῶν πατρικῶν αὐτῶν πραγμάτων κύριοι γίνεσθαι, καὶ τὴν μητέρα ἀπὸ τούτων ἐκβάλλειν· ὡσαύτως καὶ ἐπὶ τοῦ ἀνδρός.

27

pr.Ἐὰν τυφλὸς ἀγράφως διατίθεται παρόντων ζ΄ ἢ ε΄ μαρτύρων καὶ ταβουλαρίου, προλεγέτωσαν ἐφ᾽ ᾧ διαθέσθαι συνεκαλέσατο αὐτοὺς, καὶ οὕτως ἐκφωνείτω τὸ ὄνομα τὰ σημεῖα καὶ τὰ ἀξιώματα τῶν κληρονόμων, καὶ ἐκ πόσου μέρους αὐτοὺς γράφει, καὶ τί βούλεται ἕκαστον λαβεῖν. κή΄ 35. ᾿Απαγορεύομεν δὲ τοῖς ὁσιωτάτοις ἐπισκόποις καὶ πρεσβυτέροις καὶ διακόνοις καὶ ὑποδιακόνοις καὶ ἀναγνώσταις καὶ παντὶ ἄλλῳ οἱῳδήποτε εὐαγοῦς πράγματος προεστῶτι ταυλίζειν ἢ τῶν τὰ τοιαῦτα παιζόντων κοινωνοὺς ἢ θεωρητὰς γίνεσθαι.

29

pr.Καὶ πᾶς ἕτερος παρὰ γνώμην τοῦ διαθεμένου εἰς τάφον κληρονομιαῖον εἰσάγων, ἐνέχεται ταύτῃ τῇ ἀγωγῇ. δύναται γὰρ ὁ τελευτήσας καὶ τελείως καὶ τίνας τῶν κληρονόμων εἰσαγαγεῖν κωλύσαι.

30

pr.Ἐὰν οἰκέτης τάφον καταλύσῃ, εἰ μὲν παρὰ γνώμην τοῦ δεσπότου τοῦτο ποιήσει, μεταλλίζεται· εἰ δὲ κατὰ κέλευσιν ἐκείνου, ἐξορίζεται.

31

pr.Οἱ ἀπὸ τῶν τάφων ὕλας ἀφαιροῦντες ὑποκείσθωσαν τῷ τῆς ἱεροσυλίας ἐγκλήματι.

32

pr.Ὅτι οὐκ ἔξεστι συνθάπτειν τοῖς τεθνεῶσι χρήματα.

33

pr.Τάφος ἐστὶν, ἐν ᾧ σῶμα ἢ ὀστέα ἀπετέθη, οὐ πᾶς ὁ ταφῇ ἀφορισθεὶς, ἀλλ᾽ ὅσον ἐστὶ τὸ σῶμα. μνημεῖον δέ ἐστι τὸ διὰ τὴν μνήμην φαινόμενον.

34

pr.Ανευ βασιλικῆς κελεύσεως οὐκ ἔξεστι τῷ ἄρχοντι ἢ τῷ καθολικῷ καινὸν ἐπιθεῖναι τὸ τέλος, ἢ τὸ νέυν ἢ τὸ παλαιὸν αὐξῆσαι ἢ μειῶσαι.

35

pr.Τῶν μὲν ἀλόγων ζώων καὶ θρεμμάτων αἱ γοναὶ ὡς καρπὸς λογίζονται, τῶν δὲ ἀνθρώπων οἱ τοκετοὶ οὐ λογίζον ται ὡς καρποὶ, οὐδὲ ἀνήκουσι τῷ ὀφείλοντι λαμβάνειν τοὺς καρποὺς, ἀλλὰ τῷ δεσπότῃ τοῦ πράγματος.

36

pr.Τῶν ἐναγομένων τελευτώντων ἀναιρεῖται ἡ δημοσία κατηγορία.

37

pr.Τὸν κοινὸν τοῖχον οὐ δύναται ὁ εἷς τῶν κοινωνῶν καταλύειν ἢ ἀνανεοῦν.

38

pr.Ἐν τῷ κοινῷ τοίχῳ καπνούχους ἐπιτιθέναι οὐκ ἔξεστιν, μαρμαροῦν καὶ γράφειν τὸν κοινὸν τοῖχον ἔξεστιν. ὡς ἐπὶ τὸ πολὺ τὰ ἐπιτερπῆ οὐκ ἀποτιμῶνται πλείονος ἢ αἱ μαρμαρώσεις. εἰσὶ δὲ ἐπιτερπῆ τὰ πρὸς τέρψιν καὶ εὐφροσύνην γινόμενα, οἷον ζωγραφίαι, γλυφαὶ καὶ ἀποτορνώσεις. ταῦτα γοῦν τὰ ἐπιτερπῆ τόσου ἄξια τιμήματος ὁ νόμος ὁρίζεται, ὁπόσου καὶ αἱ μαρμαρώσεις εἰσὶ, καὶ ἐὰν τυχὸν οἶκον ὁλόκληρον ἢ πολλάκις τοῖχον καταχαλάσῃ τὶς ξένον ἔχοντα ἐπιτερπῆ καὶ μαρμαρώσεις, τόσου τιμήματος ἀπαιτεῖται ζημίαν εἰς τὰ ἐπιτερπῆ, πόσου ἀπαιτεῖται καὶ εἰς τὰς μαρμαρώσεις.

39

pr.Τῷ κοινῷ τοίχῳ σωλῆνας ἤγουν σωληνάρια ἑνοῦν κεκώλυται, βαλανεῖον ἔχειν πλησίον τοῦ κοινοῦ τοίχου οὐ κεκώλυται. τὴν δὲ ἐκ τοῦ βαλανείου ἤγουν τοῦ λουτροῦ ὑγρασίαν ἕως τόσου ἐν τῷ κοινῷ τοίχῳ εἶναι οὐ κωλύει ὁ νόμος, ἕως ἂν. μηδὲν ἐκ ταύτης ὁ τοῖχος βλάπτηται· ἡνίκα δὲ βλάπτηται ὁ τοῖχος, κωλύεται.

40

pr.Σκάλα ἐπιτίθεσθαι τῷ κοινῷ τοίχῳ δύναται, ἐπεὶ καὶ μετατίθεσθαι ἡ σκάλα δύναται.

41

pr.Ὁ τρυπῶν τεῖχος καὶ ἀφαιρούμενός τι ἐξ αὐτοῦ, ἐνέχεται τῷ δὲ πεκουλάτους ἐγκλήματι, ἤγουν τῷ τῶν παρανοσφιστῶν καὶ ὑποκρατητῶν.

42

pr.Τὸ κλεπτοτελωνηθὲν τέλος μετὰ πενταετίας παραδρομὴν ὁ δημόσιος ἀπαιτεῖν δύναται οὐδαμῶς.

43

pr.Τελευτῶν τις παῖδας νομίμους καὶ φυσικοὺς, ἤγουν ἐκ παλλακῆς, κατέλειψεν. ὀφείλει ὁ τοιοῦτος τοῖς μὲν νομίμοις παισὶ τὸν λοιπὸν πάντα βίον ἀφιέναι, οὐγγίαν δὲ μόνην. μίαν. τῇ παλλακῇ καὶ τοῖς φυσικοῖς παισίν. εἰ δὲ μόνη παλλακὴ εἴη, ἡμιούγγιον ἀφίεται αὐτῇ. εἰ δὲ παῖδας νομίμους οὐκ ἔχει, ἀνιόντας δὲ ἔχει, πρῶτον αὐτοῖς ὀφείλει τὸ ἐκ τοῦ νόμου τεταγμένον διδόναι, εἶτα τῇ παλλακῇ καὶ τοῖς ἐκ ταύτης παισὶν ἀφιέναι ὃ βούλεται. εἰ δὲ μὴ ἀνιόντας ἔχει, ὃ θέλει διαπραττέσθω εἰς τὴν παλλακὴν καὶ τοὺς παῖδας τοὺς ἐξ αὐτῆς. εἰ δὲ ἀδιάθετος τελευτήσας τὶς ἀφήσει παῖδας νόθους καὶ παλλακὴν, δύο οὐγγίαι τῇ παλλακῇ καὶ τοῖς παισὶ δίδονται· πλὴν εἰ μίαν παλλακὴν ἔχοι. εἰ δὲ πολλαῖς καταχραίνοιτο, οἱ ἐξ αὐτῶν παῖδες πόῤῥω τῆς τοῦ πατρὸς περιουσίας παρὰ τῶν νόμων ἐλαύνονται καὶ οὐδὲν ἐκ ταύτης κερδαίνουσιν. εἰ δὲ ἐν ταὐτῷ καὶ γνήσιοι παῖδες καὶ ἐκ διαφόρων παλλακῶν καταλειφθῶσιν υἱοὶ, οἱ ἐκ τῶν παλλακῶν παρὰ τῶν γνησίων οὐδὲν λαμβάνουσιν, μόνον δὲ ἀποτρέφονται παρ ' αὐτῶν.

44

pr.Ἐν τοῖς ὑπὲρ λεγάτων τόκοις τῷ ἔθει τοῦ κλίματος ὁ δικαστὴς ὀφείλει ἀκολουθεῖν. με 56. Τοὺς μείζονας τιμὰς πράξαντας ἤγουν τοὺς μεγαλωτέρας ἐνεργείας διοικήσαντας οὐ χρὴ εἰς ἐλάττονας ἤγουν μικροτέρας ἕλκεσθαι· δοκοῦσι γὰρ ἐντεῦθεν ὑβρίζεσθαι.

s1

pr.Κανὼν περὶ τιμωρίας. — Τὸ δίκαιον, ὅπερ ἔχει τὶς τοῦ τιμωρεῖσθαι, οὐκ ἐντέλλεται ἄλλῳ.

s2

pr.Ἕτερος περὶ τυχηρῶν. Τὰ τυχηρὰ δὲ τῶν ἀλόγων καὶ τὸν χωρὶς ῥαθυμίας θάνατον καὶ τὴν φυγὴν τῶν μὴ φυλάττεσθαι εἰωθότων δούλων καὶ τὴν ἁρπαγὴν καὶ τὸν θόρυβον καὶ τὸν ἐμπρησμὸν καὶ τὰ πλήθη τῶν ὑδάτων καὶ τὴν ἐπέλευσιν τῶν λῃστῶν οὐδεὶς ἐπιγινώσκει.

s3

pr.Τόκος ἀνεπερώτητος οὐ ῥεπετιτεύεται ἤγουν ἀπαιτεῖται.

s4

pr.Οἱ ἀναισχύντως τοκίζοντες καὶ τόκους τόκων ἀπαιτοῦντες ἀτιμοῦνται.

s5

pr.Ὅτι ἐπερώτησις συμφωνίας διαφέρει, καὶ εἰ μὲν πρόσκειται τῷ ἐγγράφῳ· ὁμολογῶ παρέχειν σοι τόκους τοῦδε τοῦ δανείου χάριν, ὀφείλω. εἰ δὲ οὕτω γράψω· συμφωνῶ διδόναι σοι τόκους, οὐκ ἰσχυρῶς ἐνέχομαι.

s6

pr.Ὁ μὴ κεχρεωστημένος τόκος εἰ μὲν πρὸ τοῦ κεφαλαίου καταβληθῇ, εἰς κεφάλαιον καταλογίζεται· εἰ δὲ μετὰ τὸ κεφάλαιον καταβληθῇ, ἐπειδὴ οὐκ ἔχει λοιπὸν εἰς τί καταβληθῇ, ἀναλαμβάνεται.

s7

pr.Οἱ ἀπὸ συμφώνου τόκοι καταβληθέντες οὐ δύνανται ἀναλαμβάνεσθαι, οὐδὲ εἰς κεφάλαιον καταλογίζεσθαι· μὴ καταβληθέντες δὲ οὐκ ἀπαιτοῦνται.

s8

pr.Ὁ δανειστὴς ὀφείλει δεικνύειν καὶ τὸ χρέος καὶ τὴν τῶν τόκων ἐπερώτησιν. τὸ γὰρ ἐπί τινα χρόνον ἀπὸ συναινέσεως τόκον λαβεῖν, οὐ ποιεῖ πρόκριμα τῷ χρεώστῃ.

s9

pr.Καρπῶν δανειζομένων δύναται καὶ ὁ ἀπὸ συμφώνου τόκος ἀπαιτεῖσθαι. 1. Ἐπὶ καρπῶν δανειζομένων ἔξεστι καὶ πλείονα τόκον ἐπερωτᾶν διὰ τὸ ἄδηλον τῶν καρπῶν.

s11

pr.Ὁ διαπόντια χρήματα καὶ καρποὺς δανείζων τελείαν ἑκατοστὴν δύναται λαβεῖν ἤτοι ιβ ' νομίσματα εἰς τὴν λίτραν.

s12

pr.Ὁ μὴ κινδυνεύων δανειστὴς ἐπὶ τῷ πλωϊσμῷ τῆς θαλάσσης μείζονα τόκον οὐ λαμβάνει. σημείωσαι, ὅτι ἕτερον κεφάλαιον νόμου παντελῶς τὸν τόκον ἀπείργει.