IusCommune
IusCommune › Textos › Synopsis minor › Synopsis minor

Syn. min. 1.20

Ἀρχὴ τοῦ Υ

Abrir no leitor do IusCommune →

1

pr.Ὁ ὑβρίζων ἐπίσκοπον ἢ κληρικὸν ἐν ἁγίᾳ λειτουργίᾳ ἢ λιτῇ βασανιζόμενος ἐξορίζεται.

2

pr.Καθολικῶς πάντα τὰ μετὰ προσδιορισμοῦ τε καὶ δισταγμοῦ παρά τινων λεγόμενα γίνεσθαι, οἷον δώσω σοὶ τόδε, ἐὰν καὶ σὺ ποιήσῃς μοὶ τόδε, παρὰ τῷ νόμῳ ὑπὸ αἵρεσιν ὀνομάζονται.

3

pr.Ὕβρις ὕβρει ἀντελλογίζεται.

4

pr.Ὑπόβολον καλοῦσι τὸ ἐπὶ τῇ ποσότητι τῆς προικὸς, ὅταν ἀποθανούσης τῆς γυναικὸς ἡ προῖξ ἀπαιτῇται, παρὰ τοῦ ἀνδρὸς ταύτης ὑποβαλλόμενον, ἤγουν ὑποτιθέμενον καὶ ὑπὸ κάτω τῆς εἰς πλέον ποσὸν ἀναβιβαζομένης προικὸς ὡς ὀλιγότερον παρὰ ταύτην τιθέμενον. τὸ γὰρ ὑποβάλλειν μετὰ τῶν ἄλλων δηλοῖ καὶ τὸ τιθέναι ὑπό τινι ἰσχυροτέρῳ καὶ πλείονι ἄλλο τὶ ἀσθενέστερον καὶ βραχύτερον. ἐκ τούτου γοῦν καὶ τὸ τῆς προικὸς ὑπόβολον ὀνομάζεται. ὅταν γοῦν γένηται γάμος καὶ συμφωνίαν τὰ δύο μέρη περὶ ὑποβόλου ποιήσωσιν, ἵνα εἰς τὴν ἀπόδοσιν τῆς προικὸς προστεθῇ καὶ τόσον ὑπόβολον, κατὰ τὴν συμφωνίαν ἀποδίδοται τὸ ὑπόβολον. ὅταν δὲ ἀφήσουσι τοῦτο καὶ οὐδὲν περὶ αὐτοῦ συμφωνήσωσι, ἀπαιτεῖται ὁ τὴν προῖκα ἀποδιδοὺς ἐπιδιδόναι χάριν ὑποβόλου καὶ τρίτον τῆς ποσότητος ὅλης, εἰς ἣν ἡ προῖξ περιΐσταται· οἷον ἐὰν λίτρα μία ὑπάρχῃ ἡ προῖξ, τὸ τρίτον τῆς λίτρας, ὅπερ ἐστὶ νομίσματα κδ. καὶ τοῦτο μὲν παρὰ τοῖς νέοις καὶ ἕως ἄρτι κρατεῖ· παρὰ δὲ τοῖς παλαιοῖς τὸ ὑπόβολον ἕως τοῦ ἡμίσεος τῆς προικὸς ἐψηφίζετο. εἰ δὲ ἀποθάνῃ πρὸ τοῦ ἀνδρὸς ἡ γυνὴ, οὐκ ἔχει χώραν ἡ τοῦ ὑποβόλου ἀπαίτησις.

5

pr.Τὸ προτιμᾶσθαί τινα παρὰ ἄλλου εἰς τὸ κρατεῖν κτῆμά τι ἢ πρᾶγμα δι ὀφειλόμενον χρέος περὶ ὑποθήκης ἀγωγὴν ὁ νόμος καλεῖ, καὶ τὸ κατεχόμενον πρᾶγμα ὡς ἀπὸ ὑποθήκης κατέχεσθαι λέγουσιν. ἐλέγετο δὲ τοῦτο καὶ ἀγωγὴ ὑποθηκαρία. ὁ δὲ βουλόμενος γνῶναι τοῦτο σαφῶς ἐκ τοῦ μέλλοντος λεχθῆναι παραδείγματος γνώσεται. συμβαίνει πολλάκις δανείσασθαί τινα ἀπό τινος ἄλλου τοσῶνδε νομισμάτων ποσότητα, καὶ δίδωσι πρὸς τὸν δανειστὴν ὁ τοιοῦτος πρᾶγμά τι διὰ τὸ χρέος αὐτοῦ εἰς ἀποπλήρωσιν, καὶ τοῦτο, εἰ μὲν αὐτίκα τεθῇ εἰς τὰς χεῖρας τοῦ δανειστοῦ, ἐνέχυρον λέγεται· εἰ δὲ μένει μὲν τοῦτο παρὰ τῷ ἔχοντι, ἐτάχθη δὲ μόνον, ἵνα κατὰ καιρὸν ὁ δανειστὴς, ἐὰν οὐ δοθῇ τὸ χρέος, λαμβάνῃ αὐτὸ, ὑποθήκη καλεῖται. τοῦτο τὸ οὕτως ὑποτεθὲν οὐδεὶς ἄλλος ἀπὸ τῶν δανειστῶν λαμβάνειν ἰσχύει, ἀλλὰ προτιμᾶται πάντων ἐκεῖνος πρὸς ὃν ὑπετέθη. ἐκ τούτου γοῦν, ὅταν πολλῶν ὄντων δανειστῶν εἷς τῶν ἄλλων εἰς κατοχὴν πράγματος εὑρίσκηται προτιμότερος, περὶ ὑποθήκης ἀγωγὴ, καὶ ὑποθηκαρία ἀγωγὴ καλεῖται, καὶ τὸ πρᾶγμα ἐπὶ ὑποθήκῃ ἢ ὡς ἀπὸ ὑποθήκης ὡς εἴπομεν κατεχόμενον. ὥσπερ δὲ ὁ δανειστὴς εἰς τὸ ὑποτεθὲν αὐτῷ πρᾶγμα εὑρίσκεται προτιμότερος, οὕτω καὶ ὁ εἰς ἐνέχυρον ἤγουν ὑποθήκην τῶν οἰκείων τὶ δεδωκὼς, ὅταν βούληται αὐτὸς τὸ χρέος καταβαλεῖν καὶ ἀπολαβεῖν αὖθις ὃ δέδωκεν, οὐ κωλύεται, ἀλλὰ καὶ τῶν ἄλλων, ὅσοι λαβεῖν θέλουσιν αὐτὸ, προτιμᾶται, καὶ ἐστὶ τὸ τῆς ὑποθήκης καὶ τὸν λαβόντα καὶ τὸν δεδωκότα τῶν ἑτέρων προτιμοτέρους εἰς τὴν τοῦ πράγματος ποιοῦν κατοχήν. [καὶ οἷον εἰπεῖν ὥσπερ ἐὰν ὁ ἀνακαλούμενος τοῦτο οἰκεῖον πρᾶγμα διὰ χρέος ὑπέθετο πρὸς ἄλλον τινὰ ἀφ᾽ οὗ δηλονότι ἀνακαλεῖται αὐτό.]

6

pr.Περὶ τοῦ ὑπεξουσίου καὶ περὶ τίνων διατίθεται καὶ περὶ τίνων οὐ διατίθεται, ἐν τοῖς εἰς τὸ δ΄ στοιχεῖον δεδήλωται.

7

pr.Ἡ ὕβρις ἢ ἔργῳ ἢ λόγῳ γίνεται. ἔργῳ μὲν, ὡς ὅταν τὶς τύψῃ ἢ ὠθήσῃ τινά· λόγῳ δὲ, ὡς ὅταν λοιδορίαις χρήσηται κατ᾿ αὐτοῦ. γίνεται δὲ ἡ ὕβρις τριχῶς, ἢ εἰς σῶμα ἢ εἰς ἀξίαν ἢ εἰς ἀτιμίαν. καὶ εἰς σῶμα μὲν ὕβρις γίνεται, ὅταν πλήξ τὶς ἢ δείρῃ τινά· εἰς ἀξίαν δὲ, ὅταν ἀκόλουθον δεσποίνης ἀφέληταί τις, καὶ ὅταν τὰ εἰς τιμήν τινος οἰκονομούμενα διὰ τρόπου ἐμποδίσῃ τινός· οἱ γὰρ τοιοῦτοι ἤγουν οἱ πράττοντες ταῦτα ὑβρίζουσιν εἰς τὰς ἀξίας τῶν ἀνθρώπων ἐκείνων, καθ ' ὧν τὰ τοιαῦτα πράττουσιν· εἰς ἀτιμίαν δὲ ὕβρις λέγεται, ὅταν ἀποπειρᾶταί τις ἢ γυναικὸς εἰς σωφροσύνην αὐτῆς ἢ ἀνδρὸς εἰς τὴν περὶ χρημάτων ὑπόληψιν. πάλιν ἡ ὕβρις ἢ εἰς αὐτὸ τὸ ὑβριζόμενον πρόσωπον γίνεται, ἢ εἰς ἄλλο, καὶ δ᾽ ἐκείνου διαβαίνει πρὸς τὸ τὴν ὕβριν ἀναδεχόμενον πρόσωπον. ὡς ὅταν υἱὸν ὑπεξούσιον ἢ δούλην ἢ γυναῖκα ἢ νύμφην ἤ τινα ἄλλον κατὰ γνησιότητα συγγενείας τοιαύτης προσῳκειωμένον τινὶ καθυβρίσῃ τίς· τῶν γὰρ τοιούτων προσώπων τὴν ὕβριν ὁ ἔχων ταῦτα εἰς ἑαυτὸν ἀναδέχεται, καὶ αὐτὸς ὑβρίζεσθαι λέγει, καὶ ὡς αὐτὸς ὑβριζόμενος ἐγκαλεῖ καὶ κινεῖ τὴν περὶ ὕβρεως ἀγωγήν. πολλάκις ὕβρεως γενομένης μιᾶς δύνανται πρόσωπα τρία κατὰ τοῦ ὑβριστοῦ ἐγκαλεῖν. ὅταν γὰρ γυνή τίνος ὑβρισθῇ, καὶ ὅταν ἀδελφή τινος ἄνδρα ἔχουσα, τότε καὶ ὁ ἀνὴρ καὶ ἡ γυνὴ καὶ ὁ ταύτης ἀδελφὸς ἢ πατὴρ δύνανται κατὰ τοῦ ὑβρίσαντος ἐγκαλεῖν, καὶ οὐδεὶς ἀπὸ τούτων κωλύεται τὴν περὶ ὕβρεως κινεῖν ἀγωγὴν, οὐδ᾽ ἀναιρεῖται ἡ τοῦ ἑνὸς ὕβρις διὰ τῆς τοῦ ἑτέρου προσώπου ὕβρεως. καὶ τὸ κατὰ βίαν εἰς οἶκον εἰσιέναι τινὸς εἰς τὴν διὰ χειρὸς ἀνάγεται ὕβριν, καὶ ἐστὶ ταὐτὸν τῷ ὠθεῖν τινα ἢ διὰ χειρὸς μαστιγοῦν. ἅπασα δὲ ὕβρις γινομένη διὰ χειρὸς ὑπὸ τὸν νόμον τὸν κορνήλιον ἀναφέρεται, καὶ κρίνεται καὶ διεκδικεῖται κατὰ τὴν τοῦ κορνηλίου νόμου διαταγήν. ἡ ὕβρις ἢ μεγάλη ἐστὶ, καὶ καλεῖται σφοδρὰ (παρά τισι δὲ καὶ τραχεῖα ἡ αὐτὴ ὀνομάζεται)· ἢ μικρά, καὶ λέγουσι μετρίαν ὕβριν αὐτήν. οἱ πατέρες γοῦν καὶ οἱ πάτρωνες, ἤγουν οἱ δούλων τινῶν ἐλευθερωταὶ, ἔχουσιν ἐξουσίαν καὶ τοὺς αὐτεξουσίους καὶ τοὺς ἀπελευθέρους δούλους διὰ μετρίας ὕβρεως σωφρονίζειν, καὶ διὰ τοῦτο οὔτε αὐτεξούσιος υἱὸς κατὰ τοῦ πατρὸς οὔτε ἀπελεύθερος δοῦλος κατὰ τοῦ πάτρωνος ἔχουσιν ἐξουσίαν, ἐὰν μετρίως ἡ ὕβρις γίνηται πρὸς αὐτοὺς ἀπὸ τοῦ πατρὸς ἢ τοῦ πάτρωνος, κινεῖν κατὰ τούτων τὴν περὶ ὕβρεως ἀγωγήν. εἰ δὲ σφοδρῶς ὑβρίσθησαν παρ᾽ αὐτῶν, πληγὰς τυχὸν ὑποστάντες ἢ τραύματα, καὶ οἱ αὐτεξούσιοι υἱοὶ κατὰ τοῦ πατρὸς καὶ οἱ ἀπελεύθεροι δοῦλοι κινοῦσι κατὰ τοῦ πάτρωνος. οἱ δὲ ὑπεξούσιοι παῖδες οὐδὲ ἀπὸ ὕβρεως τραχείας δύνανται κινεῖν κατὰ τοῦ πατρὸς τὴν περὶ ὕβρεως ἀγωγήν. εἰς πᾶσαν ὕβριν ἐγκληματικὴν μὲν οὐκ ἔξεστι κινεῖν ἀγωγήν· χρηματικὴν δὲ ἀγωγὴν κινεῖν οὐ κεκώλυται. καὶ ἐπειδὴ αἱ χρηματικαὶ ἀγωγαὶ εἰς ζημίαν περιϊστῶσι τὴν καταδίκην, ἐν ταῖς περὶ ὕβρεων ἀγωγαῖς ἐξουσίαν ἔχει ὁ δικαστὴς ὁρίζειν κατὰ τὴν οἰκείαν διάκρισιν τὴν τῆς ζημίας ποσότητα· παρὰ τοῦ νόμου γὰρ ἡ τοιαύτη ζημία ὡρισμένη οὐχ εὕρηται. ἡ τραχεῖα ὕβρις ἢ ἀπὸ τοῦ προσώπου ἢ ἀπὸ τοῦ τόπου ἢ ἀπὸ τοῦ πράγματος κρίνεται. ἀπὸ μὲν τοῦ προσώπου, ὅταν υἱὸς ἀρχόμενος ὑβρίσῃ πατέρα ἢ ἄρχοντα· ἀπὸ τοῦ τόπου, ὅταν ἐν θεάτρῳ ἢ πάντων ὁρώντων ἡ ὕβρις γένηται· ἡ γὰρ ὕβρις ἐνταῦθα ἀπὸ τοῦ προσώπου καὶ ἀπὸ τοῦ τόπου τὸ τραχὺ ἐπιφέρεται· ἀπὸ τοῦ πράγματος, ὅταν ἐγγένηται τῷ ὑβριζομένῳ ἢ χαλεπὸς μώλωψ, ἢ πληγὴ καιρία παρά τι τῶν ἀναγκαιοτάτων μελῶν, ἢ τραῦμα δυσίατον. γίνεται τραχεῖα ὕβρις καὶ ἀπὸ χρόνου· ἀλλ᾽ οἱ πολλοὶ τὰς ἀπὸ τοῦ χρόνου τραχείας ὕβρεις ταῖς ἀπὸ τοῦ τόπου συντάττουσι, καὶ διὰ τοῦτο τὴν τραχεῖαν ὕβριν ἀπὸ τριῶν μόνων λέγουσι γίνεσθαι.

8

pr.Ὁ κληρονόμος τινὸς οὐκ ὀφείλει τὴν περὶ ὕβρεως κι-· νεῖν ἀγωγὴν κατὰ τῶν ὑβρισάντων τὸν ἄνθρωπον ἐκεῖνον, ὃν οὗτος κληρονομεῖ. ἀλλ᾽ οὐδὲ ἄλλος τὶς, ὃν [δ] τελευτήσας καὶ κληρονομούμενος ὕβρισε, δύναται μετὰ τὸν ἐκείνου θάνατον τὴν περὶ ὕβρεως ἀγωγὴν κατὰ τοῦ κληρονόμου κινεῖν. οὔτε γὰρ κληρονόμοις καθ ' ἑτέρων δηλονότι τινῶν οὔτε κατὰ κληρονόμων ἄλλοις τισὶ δηλαδὴ ἁρμόζει ἡ περὶ ὕβρεως ἀγωγὴ, εἰ μήπω ἔτι ζῶντος τοῦ παρελθόντος ἄρξηται κινεῖσθαι ἡ περὶ τοῦ ὑβρισθῆναι ἢ ὑβρίσαι ἕτερον ἀγωγή. τότε γὰρ καὶ εἰς τοὺς κληρονόμους ἁρμόζει.

9

pr.Ανέτεινε τις χεῖρα ἐπὶ τῷ τύψαι τινὰ καὶ οὐκ ἔτυψεν· ἐνέχεται καὶ οὗτος τῇ περὶ ὕβρεως ἀγωγῇ. πλὴν ἡ τοιαύτη ἀγωγὴ περὶ ὕβρεως οὐ γίνεσθαι λέγεται ἐξ ὀρθοῦ, οὐδ᾽ ἀγωγὴ ἁπλῆ περὶ ὕβρεως ὀνομάζεται, ἀλλ᾽ οὐτιλία καλεῖται, ὅπερ ἐστὶ πλαγιαστικὴ, ὡς οὐκ ἀναισχύντως καὶ αὐθαδῶς, ἀλλὰ πλαγίως καὶ μεθ᾽ αἰδοῦς τὴν ὕβριν εἰσάγουσα.

10

pr.Ἡ περὶ ὕβρεως ἀγωγὴ ἐὰν ἕως συμπληρώσεως χρόνου ἑνὸς σιωπηθῇ καὶ οὐ κινηθῇ, σβέννυται καὶ οὐκέτι κινεῖ σθαι δύναται.

11

pr.Ἐὰν συνεργείᾳ τινὸς καὶ σπουδῇ ἢ μέμψει, ᾗπερ κινήσει αὐτὸς, δοῦλός τινος τυφθῇ παρὰ στρατηγοῦ ἢ ἑτέρου ἄρχοντος δημοσίου, ἔχει ὁ τοῦ δούλου κύριος κατὰ τὸν ποιή-σαντα τὸν δοῦλον τυφθῆναι τὴν περὶ ὕβρεως κινεῖν ἀγωγήν. εἰ δὲ πολλάκις ἐκ τῆς τοιαύτης αἰτίας τύπτων τὸν δοῦλον φονεύσει ὁ στρατηγὸς, καὶ εἰς τὸν τῆς ζημίας λόγον ἐνάγεται ὁ τῆς ὑποθέσεως αἴτιος.

12

pr.Ἐάν τις ὑβρίσῃ τὸν δικαστὴν ἐκκαλούμενος, ἀτιμοῦται· τουτέστιν εἴ τις προσιών τινι ἐπὶ τῷ ζητῆσαι παρ᾿ αὐτοῦ κρίσιν, κατ᾿ αὐτοῦ ἐκείνου παρ ' οὗ ζητεῖ κριθῆναι ἐκπέμψει λόγον ὑβριστικὸν, αὐτὸς ὡς ἀτιμοποιὸς ἀτιμίαν ὑπομένειν καταδικάζεται. καὶ πάλιν ἐάν τις κριθῇ παρά τινι, εἶτα καὶ ἐπ᾿ ἄλλῳ κριθῆναι βουληθεὶς τὸν πρότερον ὑβρίσῃ κριτὴν, καὶ αὐτὸς ἀτιμοῦται. οὐ γὰρ ἔχουσιν οἱ ἐκκαλούμενοι ἄδειαν τοὺς δικαστὰς ὑβρίζειν, παρ᾽ οἷς ἐκρίθησαν πρότερον.

13

pr.Ὅταν δ᾽ ὕβριν ὁ ὑποκάτω τῷ ἄνω ἐπιπέμψῃ καπνὸν, ἢ ὁ ἄνω τῷ κάτω καταῤῥίψῃ τὶ ἢ καταχύσῃ ὑγρὸν, κινεῖται παρὰ τοῦ παθόντος κατὰ τοῦ πεποιηκότος ἡ περὶ ὕβρεως ἀγωγή.

14

pr.Οἱ ἀξιωματικοὶ καὶ αἱ γυναῖκες τῶν ἀξιωματικῶν ἐὰν ὑβρισθῶσι, δύνανται μὴ μόνον δ᾽ ἑαυτῶν ἀλλὰ καὶ δ᾽ ἑτέρων ἐντολέων τὴν περὶ ὕβρεως ἀγωγὴν κινεῖν.

15

pr.Οἱ ὑποδοχεῖς τῶν λῃστῶν, ἤγουν οἱ τοὺς λῃστὰς ὑποδεχόμενοι, ὡς λῃσταὶ τιμωροῦνται.

16

pr.Ὁ ἐν ὑπομνήμασιν ἢ λιβέλλοις ἤγουν ἐγγράφοις κατηγορίαις ἢ ἑτέραις ἐγγράφοις ἐκθέσεσι συναρπάζων ἄρχοντα ἐπί τισιν ὑποθέσεσι, καὶ ὁ ἐν δεήσει, ἣν αὐτὸς ποιεῖ δηλαδὴ, μὴ λέγων τὸ ἀληθὲς, καὶ τῷ πλαστῷ ὑπόκειται, καὶ ἐὰν γένηται τούτῳ ἀντιγραφὴ, ἤγουν πρὸς τὴν δέησιν καὶ τὴν ὑπόμνησιν αὐτοῦ ἐπίλυσις ἔγγραφος, ἐξ αὐτῆς οὐδὲν ὠφελεῖται.

17

pr.Ὁ δημόσια ἢ ἱερὰ χρήματα ὑφελόμενος, ἐὰν ἐ΄ χρόνους ὁλοκλήρους διαβιβάσῃ καὶ μὴ ὑποπέσῃ τῇ καταδίκῃ τῇ περὶ τῶν τοιούτων ὡρισμένῃ παρὰ τοῦ νόμου (ἐστὶ δὲ αὕτη, ὡς ἐδηλώθη ἀλλαχοῦ, περιορισμὸς), οὐκέτι ὑποπίπτει αὐτῇ, οὐ [δὲ] δύναταί τις μετὰ τοὺς ἐ χρόνους κατὰ τοῦ τοιούτου κινεῖν καὶ τῇ περιορισμοῦ τιμωρίᾳ καθυπάγειν αὐτόν.

18

pr.Ὁ δημόσια ἢ ἱερὰ χρήματα ὑφελόμενος, τουτέστι λαθραίως καὶ ἀνεπιγνώστως λαβὼν, εἰ μὲν ἐξωτικὸς εἴη, περιορισμῷ ὑποπίπτει· εἰ δὲ αὐτός ἐστιν ὁ τὴν φυλακὴν αὐτῶν ἐμπεπιστευμένος, ἑτέρως κρίνεται, τῷ δὲ περιορισμῷ οὐχ ὑπόκειται.

19

pr.Ἔνθα ὑπέρθεσιν ὁ ἀγοραστὴς ποιήσει, λοιπὸν οὐκ ἀπὸ ἀμελείας, ἀλλ᾽ ἀπὸ δόλου ὁ πράτης ἐνέχεται. εἰ δὲ οἱ δύο ὑπέρθεσιν ποιήσουσι, τῇ ὑστέρᾳ προσέχομεν. εἰκὸς γὰρ ὑπέρθεσιν ποιήσας ὁ ἀγοραστὴς ἠθέλησε μετὰ ταῦτα λαβεῖν καὶ δυνάμενος ὁ πράτης παρασχεῖν ὑπερέθετο, ἢ τουναντίον.

20

pr.Ἡ περὶ ὕβρεως ἀγωγὴ καὶ αἱ ἐξ ἁμαρτήματος ἐνοχαὶ τῇ κεφαλῇ ἕπονται.

21

pr.Ὅταν ἐξ ὕλης ὑποκειμένης εἶδος γένηταί τι, καὶ εἴη τυχὸν ἡ μὲν ὕλη ξένη, τὸ δὲ εἶδος παρ᾽ ἄλλου γένηται, οἷον ξένον ἄργυρον ἢ χαλκὸν ἢ χρυσὸν ἐποίησέ τις ξέστην ἢ χέρνιβα, τότε εἰ μὲν δυνατὸν τοῦ εἴδους ἀφανισθέντος τὴν ὕλην μένειν, τοῦ δεσπότου τῆς ὕλης καὶ τὸ εἶδός ἐστι· δυνατὸν γὰρ πάλιν τὸν χέρνιβα καὶ τὸν ξέστην ἄργυρον ἢ χρυσὸν χωρὶς εἴδους ἀποκαθίστασθαι. εἰ δὲ οὐ δυνατὸν πρὸς τὴν ἀρχῆθεν ὕλην ἀποστρέφειν τὸ εἶδος, τοῦ πεποιηκότος τὸ εἶδος τὸ πρᾶγμα ὅλον λογίζεται. πολλάκις δὲ καὶ τῷ δεσπότῃ τῆς ὕλης δίδοταί τι διὰ τὴν ὕλην παρὰ τοῦ τὸ εἶδος ποιήσαντος.

22

pr.Ὁ θησαυρὸν εὑρίσκων ἐν τῷ ὑποτεθέντι ἀγρῷ, ἤγουν τῷ τεθέντι ὡς ἐνέχυρον παρὰ τοῦ χρεωφειλέτου πρὸς τὸν δανειστὴν, μέρος τὶ ἀπαιτεῖται δοῦναι πρὸς τὸν τοῦ ἀγροῦ δεσπότην, τὸ δὲ λοιπὸν ἅπαν κερδαίνει αὐτὸς, καὶ ὁ τοῦ ἀγροῦ δεσπότης, εἰ καὶ ἀποδώσει τὸ χρέος, τὸν θησαυρὸν οὐ δύναται ἀπαιτεῖν.

23

pr.Ἡ κατὰ τῶν ὑφελομένων δημοσιακὰ ἢ ἱερὰ χρήματα καταδίκη, τουτέστιν ὁ περιορισμὸς, μετὰ πενταετίαν τοῦ ἁμαρτηθῆναι οὐ κινεῖται.

24

pr.... καὶ μὴ κατὰ τὸ παλαιὸν δέκα μόνον ἡμερῶν ἔχειν τὸν ὑπομνησθέντα προθεσμίαν, ἀλλὰ διπλασίαν, τουτέστιν εἴκοσιν.

25

pr.Ἐν δὲ τῷ θ ' κεφ. ὁ ὑποδέκτης ἢ ὁ ταβουλλάριος, ἅπαξ ἐλεγχθεὶς περὶ τὴν οἰκείαν ὑπηρεσίαν μηκέτι μετερχέσθω διὰ τοῦ αὐτοῦ ἐπιτηδεύματος.

26

pr.Υἱὸς ἐλάττων τῶν κ΄ χρόνων ὢν συναινέσει μὲν καὶ προτροπῇ τοῦ πατρὸς ἐλευθεροῦν δύναται, μὴ συναινοῦντος δὲ τοῦ πατρὸς ἐλευθεροῦν οὐ δύναται· κἂν ἐλευθερώσῃ, οὐδὲν ἰσχύει.

27

pr.Ὕπατος καὶ ἐλάττων κ ἐτῶν ἤγουν χρόνων ἐλευθεροῦν δύναται.

28

pr.Υἱὸς οὐ δύναται δοῦλον ἐλευθεροῦν, ὃν πατὴρ ἢ μήτηρ εἶπε μὴ ἐλευθερωθῆναι. δοκεῖ γὰρ, εἰ τοῦτο ποιήσει, ὅτι παραβαίνει τὴν εἰς τοὺς γονεῖς ὀφειλομένην εὐσέβειαν.

29

pr.Ὁ ὑποτιθέμενος ἤγουν εἰς ἐνέχυρον διδοὺς καὶ παρακατατιθέμενος οὐχὶ ἑνὶ δανειστῇ, ἀλλὰ πολλοῖς τὰ αὐτὰ πράγματα, ἐνέχεται τῷ στελλιονάτῳ ἐγκλήματι. ἐστὶ δὲ καὶ τοῦτο ἓν τι τῶν εἰς κακοτροπίαν καὶ περιεργίαν ἀναγομένων, καὶ διεκδικεῖται καὶ τοῦτο, ὥσπερ καὶ τἄλλα τὰ τῆς κακοτροπίας ἐγκλήματα. εἰ δὲ καὶ μετὰ τὸ πολλοῖς ὑποθέσθαι εὐπορεῖ πᾶσιν ἀποδιδόναι, ἐλευθεροῦται ἀπὸ τοῦ τοιούτου ἐγκλήματος, καὶ οὐκέτι ἐπὶ τούτῳ ἐνέχεται. τοῦ γὰρ χρεώστου πᾶσι τοῖς δανεισταῖς ἀποδιδόντος τὰ χρέη, καὶ ἡ περὶ τῆς κακοτροπίας ὑπόνοια διαλύεται, καὶ οὐκέτι ἔχει χώραν ἡ ἐπ᾿ αὐτῷ ἀγωγή.

30

pr.Ὁ πλησιάζων τῇ ἥβῃ, ἤγουν ὁ προσεγγίζων τοῖς ιε χρόνοις, καὶ κλοπῆς καὶ ὕβρεώς ἐστι δεκτικὸς, καὶ δύναται κατ᾿ αὐτοῦ κινεῖσθαι καὶ περὶ κλοπῆς καὶ περὶ ὕβρεως ἔγκλημα.

31

pr.Ὕδωρ εἰς τόπον τινὸς κατερχόμενον καὶ βλάπτον αὐτὸν, καὶ διὰ τοῦτο παρ᾽ αὐτοῦ δ᾽ ἔργου τινὸς κατέρχεσθαι κωλυθὲν, ἐὰν ἐκ τοῦ κωλυθῆναι καταῤῥέειν ὑπερβλήσῃ καὶ βλάψῃ ἕτερον, ἀφίεται εἰς τὴν προτέραν νομὴν καὶ φορὰν, καὶ ὁ τὸ ἔργον τὸ κωλύον αὐτὸ ποιήσας ἀναγκάζεται καταλύειν τὸ ἔργον καὶ ἀφιέναι ῥέειν τὸ ὕδωρ, εἰ καὶ τὰ μέγιστα παρὰ τοῦ ὕδατος καταβλάπτοιτο.

32

pr.Ἡ ἀγωγὴ ἡ περὶ ὕδατος πλησμονῆς εἰσάγεται εἰς πάντα τὰ χειροποίητα ἔργα, εἰ μὴ διὰ γεωργίαν γίνεται.

33

pr.Ὁ χρήσας ἤγουν πρὸς χρῆσιν δεδωκώς τινι ὑπαίτια σκεύη, γινώσκων ὅτι ὑπαίτια τὰ σκεύη εἰσὶ, τουτέστι σεσαθρωμένα ἢ τετρυπημένα ἢ ἄλλως πως βεβλαμμένα, ἐὰν ὁ λαβὼν ταῦτα ἐκ τῆς τῶν σκευῶν αἰτίας ζημιωθῇ, αὐτὸς ὁ χρήσας τὰ σκεύη εἰς τὸ ἀποδοῦναι τὴν ἐκ τῶν σκευῶν γενομένην ζημίαν ἐνέχεται.

34

pr.Υἱὸς ὑπεξούσιος εἰς ἐκστρατείαν ἀπερχόμενος τὰ δωρηθέντα αὐτῷ παρὰ τοῦ πατρὸς, εἰ μὲν οὐκ εἰσὶν ἀκίνητα, ὡς ἰδιόκτητον πεκούλιον ἔχει· εἰ δὲ ἀκίνητα ὦσιν, οὐκέτι ὡς ἰδιόκτητον ἔχει πεκούλιον. τὰ δὲ ἄλλοθεν ἐπιγενόμενα αὐτῷ, εἴτε κινητὰ εἴτε ἀκίνητα εἶεν, ὡς οἰκεῖα ἔχει πεκούλια.

35

pr.Υἱὸς αὐτεξούσιος ἐπὶ ξένης διάγων καὶ παρὰ τοῦ πατρὸς δεξάμενός τι, οὐ λογίζεται εἰς τὸ ἀνῆκον αὐτῷ μέρος, εἰ μὴ φανερῶς ἀποδειχθῇ, ὅτι δανειακῶς ὁ πατὴρ ἔδωκε τῷ υἱῷ, καὶ οὐ κατὰ τὴν ὀφειλομένην πατρικὴν σχέσιν δὲ καὶ διάθεσιν.

36

pr.Υἱὸν ἴδιον ποιήσας τὶς κληρονόμον καὶ ἄλλῳ τὴν κληρονομίαν ἀποκαταστῆσαι εἰπὼν μετὰ θάνατον, εὔδηλον ἐποίησεν, ὅτι οὕτως εἶπεν, ἵνα γένηται πρὸς ἄλλον ἡ τῆς κληρονομίας ἀποκατάστασις, εἴπερ αὐτὸς οὐκ ἔχει υἱὸν ἢ θυγατέρα ἢ παῖδας ἄλλους. ἀδύνατον γὰρ παίδων ὑπόντων αὐτῷ πρὸς ἄλλον ἀποκαταστῆσαι τὴν κληρονομίαν, ἵνα μηδὲ ὁ πατὴρ αὐτῷ δόξῃ τῶν ἰδίων γονῶν τὰς ἀλλοτρίας εἰς τὴν κληρονομίαν αὐτοῦ προκρίνειν. τὸ αὐτὸ κρατεῖ καὶ ἐπὶ θυγατέρων καὶ ἐγγόνων καὶ προεγγόνων. λζ΄ 43. Τὰ ὑπέρ τινος εἰσαχθέντα κατ᾿ αὐτοῦ οὐχ ἑρμηνεύεται.

s1

pr.Κανὼν περὶ ὑπερθέσεως. Οὐ δοκεῖ γίνεσθαι ὑπέρθεσις, ἔνθα μὴ ἁρμόζει ἀπαίτησις.

s2

pr.Τὸ εἰπεῖν· ἂν συμβῇ τῷ υἱῷ μου τίποτε, θάνατον δηλοῖ.

s3

pr.Νεαρὰ ιδ ' τοῦ κυροῦ λέοντος. Ταύτην οὖν τὴν συνήθειαν ἐπειδήπερ οὐ λυπηρὰν ὁρῶμεν τοῖς πράγμασιν ὥσπερ καὶ ἐπ᾿ ἄλλων ἐδικαιώσαμεν, νόμου τιμῶμεν ἀξιώματι, καὶ ἔστω γε ἀπὸ τοῦ νῦν νόμου ἰσχὺν ἀλλ᾽ οὐ συνηθείας κεκτημένη. εἰ μέντοιγε ἐν μόνῳ τῷ ὑποβόλῳ ἡ τοῦ ἀνδρὸς ἀριθμεῖται ὑπόστασις; μετὰ τῶν παίδων τούτου πάντως συναπολήψεται δεσποτείαν, τοῦ δ᾽ ἄλλου τὴν χρῆσιν ἕξει· εἰ δὲ μὴ ἐξαρκεῖ πρὸς σύστασιν τοῦ ὑποβόλου ἡ περιουσία, τὴν μοῖραν ἡ γυνὴ λήψεται οὐ κατὰ τὴν εὑρισκομένην τοῦ μειωθέντος ὑποβόλου ποσότητα, ἀλλὰ τοσοῦτον ἔχουσα, ὅσον ἂν ἔσχεν, εἰ μηδὲν ἐλαττούμενον ἀλλὰ πλῆρες καὶ τὸ ὑπόβολον ἐγνωρίζετο· ταύτης οὖν διδομένης τῇ γυναικὶ μερίδος τὰ περιλειπόμενα ἔστω τῶν παίδων· εἰ δὲ μηδὲν ὑπολίποιτο, ὡς κλῆρον τὴν ἀκληρίαν ἀποίσονται. ἀλλὰ ταῦτα μὲν περὶ γυναικός· ἀνὴρ δὲ ἄπαις μὲν ὢν, καθάπερ ἐν ἄλλοις διατέτακται, οὐδὲν οὔτε λήψεται οὔτε ζημιωθήσεται· παίδων δὲ πατὴρ γεγονὼς καὶ μὴ δευτέροις γάμοις τὸν πρὸς τὴν γυναῖκα πόθον μαράνας καὶ αὐτὸς λήψεται μοῖραν παιδὸς τεκνοτροφίας τε ἕνεκεν καὶ τῆς διασεσωσμένης αὐτῷ πρὸς τὸν πρῶτον γάμον αἰδοῦς καὶ τιμῆς.

s4

pr.Καὶ ἡ μη ' τοῦ αὐτοῦ νεαρὰ οὕτω φησίν· ταύτην δὲ τὴν μοῖραν ἐν λογισμῷ ὁ ἀνὴρ ὑποβαλλέσθω· κἂν μὲν φαίνηται ἐπ᾽ ἴσον φθάνουσα τῷ ὑποβόλῳ ἢ ὑπερεκτεινομένη, ἐξαρκεῖσθαι ἐπὶ ταύτῃ τὸν λαμβάνοντα διὰ τὸ πάντως ἢ κερδαίνειν ἢ μηδεμίαν ζημίαν ὑφίστασθαι· εἰ δ᾽ οὐκ ἐξικνεῖται ἡ μοῖρα ἀλλ᾽ ἐνδεῖ τοῦ ὑποβόλου, μήτε τῶν οἰκείων ὁ ἀνὴρ διδότω μήτε τῶν τῆς γυναικὸς ὑπάρξεων λαμβανέτω.

s5

pr.Καὶ ἡ ιβ ' τοῦ αὐτοῦ· ἐπειδήπερ ἅπαξ κρατεῖν ἔδοξε μὴ ἐξ ἴσου τὰς ἐν τῇ συστάσει τῶν γάμων γίνεσθαι συντελείας, ἀλλ᾽ εἶναι τοῦ ὑποβόλου ἐπὶ πλέον τὴν προῖκα, τοῦτο ἔστω πολιτευόμενον θανάτου φέροντος λύσιν τῷ γάμῳ· εἰ μὲν ὁ ἀνὴρ ἄτεκνος ἀπίοι καὶ σύμφωνον μὴ παρῇ, ἀνακομιζέτω ἡ γυνὴ τὴν τε προῖκα καὶ τὸ ὑπόβολον, καὶ μηδὲν ἔτι πλέον· εἰ δὲ τὴν γυναῖκα ὁ θάνατος διασπάσῃ, τῆς μὲν οἱ κληρονόμοι τὴν προῖκα λαμβανέτωσαν, τῷ ἀνδρὶ δὲ μὴ γινέσθω τῶν ἰδίων ἡ στέρησις, μηδὲ τὰ ἐκείνου ἕτεροι ἀλλ᾽ αὐτὸς ἐχέτω. πῶς γὰρ οὐκ ἄτοπον, τοὺς μὲν ἀλλοτρίους ἐκ τῶν ἐκείνου πραγμάτων κερδαίνειν, αὐτὸν δὲ πρὸς τῇ ἀποστερήσει τῆς συζύγου καὶ τῶν οἰκείων ἤτοι τοῦ ὑποβόλου στερεῖσθαι;

s6

pr.Ἡ δὲ θ ' νεαρὰ τοῦ αὐτοῦ περὶ τοῦ καταλιπόντος ἀτελὲς μοναστήριον τί ποιητέον δηλοῖ, καὶ ζήτει εἰς τὸ μ ' στοιχεῖον.

s7

pr.Περὶ ὑπεξουσιότητος νεαρὰ ις ' τοῦ κυροῦ λέοντος. – Ἐπειδὴ δὲ πρὸς τοῖς ἄλλοις τρόποις καὶ οὗτος ἐδείκνυε τὸν παῖδα αὐτεξούσιον, εἴγε ὁ τὴν ἐπιτροπὴν ἐγκεχειρισμένος εἴτε πατὴρ εἴτε προπάτωρ τὸ ἀπόλυτον αὐτῷ οἰκείῳ στόματι ἐδωρεῖτο, ἡμεῖς δὲ καὶ τοῦτο προσεπισυνάπτομεν, ὡς εἰ πρὸς διαγωγὴν ὁμογνωμονοῦσαν ὀφθείη μόνον ὁ παῖς καταστὰς, ἄντε γλῶσσα μὲν οὐ παρέσχε τοῦτο, ἄλλως δὲ γνώμη σιωπῶσα καὶ ἰδίως ῥυθμιζομένω τῷ παιδὶ οὐκ ἐναντιουμένη, ἀλλὰ παραχωρήσασα καθ᾽ ἑαυτὸν διάγειν, κἂν ᾖ γαμικῆς ὁμιλίας ἔξω, εἶναι καὶ αὐτῷ κεκυρώμενον τὸ αὐτεξούσιον.

s8

pr.Ἰουστινιανοῦ διάταξις ὀφείλειν τὸν ἐμαγκιπάτον υἱὸν ἤτοι αὐτεξούσιον τελευτῶντα καὶ διατιθέμενον καταλιμπάνειν τῷ πατρὶ τὸ τρίτον μέρος τῆς αὐτοῦ περιουσίας, κἄντε τοῦτο ὁ πατὴρ προαναφωνήσῃ ποιῶν αὐτὸν ἐμαγκιπάτον, κἄντε μή.