Syn. min. 1.21
Ἀρχὴ τοῦ Φ
Abrir no leitor do IusCommune →1
pr.Φαλκίδιος λέγεται παρὰ τῷ νόμῳ, ὅταν ἐκ κοινοῦ τινος πράγματος εἰς ὃ μετέχουσι πολλοὶ μέρος τὶ τούτου ἑκάστῳ τῶν μετεχόντων εἰς αὐτὸ δίδοται. καὶ ἐστὶ φαλκίδιος ὡς συνήθειαν ἔχουσιν οἱ κοινοὶ μερίδα καλεῖν. γράφεται δὲ καὶ ἀρσενικῶς ὁ φαλκίδιος καὶ τὸ φαλκίδιον οὐδετέρως, ὡς εἴ τις εἴποι μερίδιον. ἐστὶ δὲ ἡ λέξις ῥωμαϊκὴ, καὶ δοκεῖ τισιν ἀπὸ τοῦ φάλκους, ὃ δηλοῖ τὴν δρεπάνην καὶ τὴν τομὴν τὴν ἀπὸ τῆς δρεπάνης, παράγεσθαι, ὡς τῶν μεριζομένων πραγμάτων ἐξ ἀνάγκης καὶ τεμνομένων καὶ κοπτομένων ὥσπερ τινὶ δρεπάνῃ τῷ μερισμῷ. οὗτος οὖν ὁ φαλκίδιος, ὅταν ἔχῃ τὶς παῖδας οὐ περισσοτέρους παρὰ τοὺς δ΄, ἀλλὰ ἢ δ΄ ἢ ὀλιγοτέρους παρὰ τοὺς δ΄, τὸ τρίτον τῆς πατρικῆς οὐσίας ἐστὶν, ὡς αὐτοῦ ἤγουν τοῦ τρίτου ὡς μέρους διδομένου τοῖς παισὶν εἰς κληρονομίαν, καὶ μεριζομένου τοῦ τοιούτου τρίτου εἰς τοὺς ὅλους παῖδας ἐπίσης. ὅταν δέ τις παῖδας ἔχῃ ἐ ἢ τῶν ἐ΄ πλείονας, τὸ ἥμισυ τῆς οὐσίας αὐτοῦ φαλκίδιος γίνεται, καὶ ἀναγκάζεται ὁ πατὴρ τὴν ἡμίσειαν περιουσίαν αὐτοῦ τοῖς παισὶ διδόναι εἰς μερισμὸν, ἤγουν ἵνα ἐπίσης πάντες οἱ παῖδες πρὸς ἀλλήλους ταύτην μερίσωνται. δεῖ γοῦν τὸν πατέρα πρῶτον ἀποτιθέναι καὶ φυλάττειν λόγῳ τῶν παίδων τὸ τρίτον ἢ τὸ ἥμισυ τοῦ βίου αὐτοῦ, καὶ οὕτως ἐπὶ τοῖς λοιποῖς τῶν προσόντων αὐτῷ πραγμάτων ὃ βούλεται διαπράττεσθαι. τοῦτο ἀρίστως παρὰ τοῦ νόμου καὶ ἐπαινετῶς ἄγαν τέτακται· οὓς γὰρ ἡ φύσις ᾠκείωσε, τούτους πρώτως θεραπευτέον καὶ τὸ αὐτοῖς ἀνῆκον πρῶτον ἀποδοτέον, εἶτα καὶ πρὸς τοὺς ἔξω τρεπτέον καὶ ποιητέον τὸ κατὰ βούλησιν.
2
pr.Ὁ φυγάδα δοῦλον κρύπτων κλέπτης ἐστίν.
3
pr.Ὁ φυγάδα δοῦλον ὑποδεχόμενος καὶ τῷ δεσπότῃ μὴ ἀπαγγέλλων μέχρις ἡμερῶν εἴκοσι, δίδωσιν αὐτὸν τῷ δεσπότη καὶ ἕτερον ὅμοιον αὐτῷ ἢ ἀντὶ τοῦ ὁμοίου τῷ δούλῳ νομίσματα κ. τὰ κ΄ ἐνταῦθα νομίσματα ὡς δοῦλος λογίζονται, τουτέστιν εἰς τὴν τιμὴν τοῦ δούλου λαμβάνονται, καὶ δεῖ γινώσκειν ὅτι τιμὴ δούλου ὡς ἐπὶ τὸ πολὺ παρὰ τοῖς νόμοις ἡ ποσότης τῶν κ ' νομισμάτων ἐστίν.
4
pr.Οἱ κλέπτοντες ἐν φοσσάτῳ, εἰ μέν εἰσιν ὅπλα τὰ παρὰ τούτων κλεπτόμενα, σφοδρῶς τύπτονται, ἤγουν ἰσχυρῶς καὶ κραταιῶς δαίρονται· εἰ δὲ ὑποζύγια κλέψουσι, χειροκοποῦνται, τουτέστι τὰς χεῖρας κόπτονται, διότι τὰ ὑποζύγια ἀναγκαιότερα τῶν ὅπλων εἰσί. τὰ μὲν γὰρ εἰς μόνην τὴν μάχην, τὰ δὲ εἰς καιρὸν πάντα λυσιτελοῦσι· καὶ τὰ μὲν δύνανται καὶ ἐκ μάχης ἀγαγεῖν τὸν ἐπ᾿ αὐτῶν ἱππαζόμενον ἢ ἄλλως πως βασταζόμενον, τὰ δὲ εἰς μόνην τὴν κατὰ τῶν ἐχθρῶν ἄμυναν ὑπάρχουσι χρήσιμα· καὶ διὰ τοῦτο ἐπὶ τῇ τῶν ὑποζυγίων κλεψίᾳ σφοδροτάτη ἡ τιμωρία ἐστὶ, ἐπὶ δὲ τῇ τῶν ὅπλων μετριωτέρα. ἔστι δὲ καὶ ἄλλας αἰτίας εἰπεῖν, αἵτινες καὶ πιθανότεραι ταύτης δόξουσιν, ἀλλὰ παρήκαμεν ταύτας, ἵνα μὴ εἰς περιττολογίαν ἐμπέσωμεν.
5
pr.Ὁ φυλακῆς προεστὼς ἐὰν διὰ τὸ λαβεῖν χρήματα δίχα δεσμῶν τοὺς φυλασσομένους ἐάσῃ, ἢ ἀνάσχηται καὶ παραχωρήσῃ σίδηρον ἢ φάρμακον ἐν τῇ φυλακῇ εἰσαχθῆναι, τιμωρεῖται· εἰ δὲ τι τοιοῦτο γένηται κατὰ ἄγνοιαν τοῦ προεστῶτος τῆς φυλακῆς ἤγουν ὡς μὴ γινώσκοντος τούτου, ἀποκινεῖται ὡς ῥᾴθυμος, ἤγουν ὡς ἀμελὴς τῆς ἐπὶ τῇ φυλακῇ προστασίας ἐκβάλλεται.
6
pr.Οἱ φυγόντες ἐκ φυλακῆς εἰ μὲν συντρίψαντες τοὺς δεσμοὺς ἢ μέρος τῆς φυλακῆς χαλάσαντες ἢ ἄλλως κατὰ τῶν φυλάκων δολιευσάμενοι τὴν τοιαύτην φυγὴν ἐργάσονται, κεφαλικῶς κολάζονται· εἰ δὲ κατὰ ῥαθυμίαν τῶν τὴν φυλακὴν ἐμπεπιστευμένων ἐκφύγωσι, μετριώτερον τιμωροῦνται.
7
pr.Ἐάν τις συνομοσάμενος μετὰ στρατιωτῶν ἢ ἰδιωτῶν ἢ βαρβάρων φονεύσῃ συγκλητικὸν ἢ στρατιώτην τινὰ, κρινέσθω καθοσιώσεως, τουτέστι καταδικαζέσθω καὶ τιμωρείσθω καθὼς τιμωροῦνται καὶ καταδικάζονται καὶ τὸ ὅλον εἰπεῖν και θὼς κρίνονται οἱ τῷ ἐγκλήματι τῆς καθοσιώσεως ἐνεχόμενοι, καὶ κεφαλικὴν τιμωρίαν ὑπομενέτω καὶ τὰ προσόντα αὐτῷ δη μενέσθωσαν· οἱ δὲ υἱοὶ αὐτοῦ καθολικῶς ἄτιμοι ὑπαρχέτωσαν, καὶ μηδὲν μήτε ἀπὸ τοῦ πατρὸς μήτε ἀπό τινος ἄλλου κληρονομείτωσαν, μηδὲ ἐλπὶς διδόσθω τούτοις ὅτι στρατείας ποτὲ ἢ τῆς τυχούσης ἀξίας ἢ τιμῆς ἐπιτύχωσι, καὶ ὁ ὑπὲρ αὐτῶν βασιλέως δεηθεὶς ἄτιμος ἔστω· αἱ δὲ θυγατέρες τοῦ τὸν φόνον ἐργασαμένου καὶ τῶν συνομοσάντων αὐτῷ τοῦ μὲν πατρὸς καὶ τῶν ἄλλων συγγενῶν μηδὲν πρᾶγμα κληρονομείτωσαν, ἐκ δὲ τῶν μητρικῶν πραγμάτων τὸ τρίτον ἢ τὸ ἥμισυ μόνον ὡς φαλκίδιον λαμβανέτωσαν.· ή΄. Ὁ φθείρων κόρην πρὸ τῆς ἥβης, ἤγουν πρὸ τῆς ἐννόμου ἡλικίας τουτέστι πρὸ τῶν ιγ ' χρόνων, ῥινοκοπείσθω, διδοὺς αὐτῇ καὶ τὸ ἥμισυ τῆς αὐτοῦ ὑποστάσεως.
9
pr.Περὶ τῶν φθειρόντων κόρας παρθένους καὶ τίσι τιμωρίαις οἱ τοιοῦτοι ὑπόκεινται εἰς τὸ κ΄ στοιχεῖον ἐν τοῖς περὶ κόρης δεδήλωται.
10
pr.Ὁ φονεύων ἄνθρωπον τῷ περὶ ἀνδροφόνων νόμῳ ὑπόκειται. ὡσαύτως καὶ ὁ κατὰ δόλον ποιῶν ἐμπρησμὸν, καὶ ὁ διὰ φόνον ἢ κλοπὴν μεθ᾽ ὅπλων περιερχόμενος ἀνδροφόνος ἐστὶ καὶ τῷ περὶ τῶν ἀνδροφόνων νόμῳ ὑπόκειται. καὶ ὁ ἀρχῆς ἢ δικαστηρίου δημοσιακοῦ προϊστάμενος καὶ σπουδάσας μετὰ ψεύδους καὶ πλάσματος κατηγορηθῆναί τινα καὶ καταδικασθῆναι ὄντα ἀναίτιον, καὶ ὁ κατασκευάσας ἀναιρετικὸν φάρμακον τουτέστι φονευτικὸν καὶ θανάσιμον, καὶ ὁ δεδωκὼς ἄλλῳ τοιοῦτον φάρμακον ἵνα αὐτῷ κατά τινος χρήσηται, καὶ αὐτὸς ὁ τοῦτο τὸ φάρμακον χρησάμενος, καὶ ὁ ψευδομαρτυρήσας κατά τινος ἐπὶ κεφαλικῷ ἐναγομένῳ ἐγκλήματι, καὶ ὁ δικαστὴς καὶ ὁ ἄρχων ὁ λαβὼν χρήματα ἐπὶ τῷ κεφαλικῶς καταδικάσαι τινά.
11
pr.Φονεύς ἐστι καὶ ὁ σκοπὸν ἔχων φονεῦσαι, κἂν μὴ φονεύσῃ, ἀλλὰ τυχὸν τραυματίσῃ ἢ πλήξῃ μετρίως ὃν φονεῦσαι ἐβούλετο. ὡσαύτως ἐκ τοῦ ἐναντίου οὐκ ἐστι φονεὺς ὁ μὴ θελήσας φονεῦσαι, εἰ καὶ φονεύσει· εἰ γάρ τις τύψαι τινὰ βουληθεὶς καὶ ῥίψας κατ᾿ αὐτοῦ τι ἐπὶ τῷ τύψαι ἤγουν διὰ τὸ δοῦναι καὶ πλῆξαι, ἐκ τούτου φονεύσει αὐτὸν, οὐκ ἐστι φονεὺς, διότι τὴν προαίρεσιν καὶ τὸ θέλημα οὐκ εἶχεν εἰς τὸ φόνον ἐργάσασθαι. σκοπεῖται δὲ ἡ διάθεσις καὶ ἡ γνώμη τοῦ τύψαντος ἐκ τοῦ ὀργάνου, μεθ᾽ οὗ ἔπληξε, καὶ ἐκ τούτου φαίνεται, εἴτε ἐβούλετο φονεῦσαι εἴτε οὐδόλως ποιῆσαι τοῦτο ἐβούλετο.
12
pr.Ὁ φονεύσας τινὰ βιαζόμενον καὶ δυναστεύοντα αὐτὸν πρὸς ἀσέλγειαν, ἤγουν πρὸς ἀκολασίαν καὶ μυσαρὰν καὶ ῥυπαρὰν πρᾶξιν, ἀκινδύνως φονεύει, καὶ οὐχ ὑπόκειταί τινι ἀγωγῇ.
13
pr.Ὁ διὰ τὸ φονεῦσαι ἄνθρωπον φάρμακον ποιῶν ἢ ἔχων ἢ ἑτέρῳ πιπράσκων ἤγουν πωλῶν τῷ περὶ ἀνδροφόνων νόμῳ ἐνέχεται.
14
pr.Οἱ τὰ φίλτρα ποιοῦντες δημευόμενοι τὸν βίον καὶ πᾶσαν τὴν περιουσίαν ἐξοριζέσθωσαν. φίλτρα δέ εἰσι τὰ φιλίας καὶ ἀγάπης ποιητικὰ, δι ' ὧν, ὡς φλυαροῦσί τινες, δύναταί τις ἕλκειν τινὰ πρὸς τὸ ἀγαπᾶν ἑαυτόν.
15
pr.Ἡ κατὰ τῶν ἀνδροφόνων ποινὴ ἐπὶ μὲν τῶν ἐντίμων καὶ ἐνδόξων ἀνδρῶν, ἤγουν ὅταν ὁ ποιήσας τὸν φόνον ἔντιμος καὶ ἔνδοξος ᾖ, περιορισμός ἐστι καὶ τελεία δήμευσις, τουτέστιν ἀφαίρεσις πάντων ὧν ἔχει καὶ δήμευσις καὶ μεγίστη δημοσιεύοσις 21. ἐπὶ δὲ τῶν εὐτελῶν, ἤγουν τῶν χαμηλῶν καὶ πτωχῶν, τὸ παραδίδοσθαι ξίφει, ἤγουν διὰ ξίφους τέμνεσθαι, καὶ τὸ ὑποβάλλεσθαι θηρίοις, τουτέστιν εἰς τροφὴν αὐτοῖς παρατίθεσθαι.
16
pr.Ἡ δὲ νεαρὰ ἤγουν ἡ ἐκ νέου γενομένη πρᾶξις τοῦ βασιλέως κυροῦ βασιλείου τοῦ μακεδόνος πάντας τοὺς ποιήσαντος φόνον ἐκ μελέτης καὶ σκέψεως, κἂν ὁποίας ἂν καὶ εἶεν ἀξίας, θνήσκειν θεσπίζει, τουτέστι στερεῖσθαι τοῦ ζῆν καὶ φονεύεσθαι.
17
pr.Ὁ ἀπὸ τρυφῆς φονεύσας ἐπὶ πενταετίαν ἤγουν ἕως συμπληρώσεως πέντε χρόνων ἐξορίᾳ καθυποβάλλεται.
18
pr.Ὁ περὶ ἀνδροφόνων νόμος δόλον ἐπιζητεῖ ἀλλ᾽ οὐ μεγάλην ἀμέλειαν, τουτέστι τοῦτο σκοπεῖ, ἐὰν μετὰ δόλου ὁ φόνος ἐγένετο, ἀλλ᾽ οὐχὶ ἐὰν ἐξ ἀμελείας ἢ ἀπροσεξίας μεγάλης. καὶ σκόπει, ὅπως ὁ δόλος, ἀλλ᾽ οὐχ ἡ ἀμέλεια κρίνεται.
19
pr.Ἔῤῥιψέ τις ἑαυτὸν ἐκ τοῦ τείχους ἢ διὰ τὸ φυγεῖν ἢ δ᾽ ἑτέραν ἀναγκαίαν χρείαν τινὰ, εὑρέθη τὶς κάτω, ἔπεσεν ἐπ᾿ αὐτῷ ὁ καταφερόμενος ἄνωθεν, ἔπληξεν εἰς μέρος τὶ καίριον καὶ ἀπέκτεινεν· ἐνταῦθα οὐκ ἐστι δόλος, ἀλλὰ ἀμέλεια. οὐ γὰρ ἐκ δόλου, ἀλλ᾽ ἐξ ἀπροσεξίας ὁ φόνος ἐγένετο, καὶ διὰ τοῦτο ὁ φονεύσας οὐ κρίνεται φόνου.
20
pr.Τὸ φονεῦσαι, καὶ τὸ φόνου αἰτίαν ἤγουν ἀφορμὴν παρασχεῖν, καὶ τὸ ἐντείλασθαι ἤγουν προστάξαι καὶ παρακελεύσασθαι φόνον ποιῆσαι, οὐδὲν διαφέρει.
21
pr.Ὁ τὸν ἐπελθόντα, ἤγοὺν κατ᾿ αὐτοῦ ὁρμηθέντα καὶ κινηθέντα εἰς τὸ φονεῦσαι αὐτὸν, φονεύσας, ἐν ᾧ περὶ τὴν ζωὴν ἐκινδύνευσεν, οὐκ εὐθύνεται.
22
pr.Ὁ φονεύσας ἀνιόντα ἢ κατιόντα ἢ ἕτερον συγγενῆ πυρὶ παραδίδοται.
23
pr.Ὁ φονεύσας, ἐὰν μεμηνὼς ᾖ, ἤγουν μαινόμενος καὶ παραφρονῶν, ἢ κατωτέρω τῶν ζ΄ χρόνων, συγγινώσκεται, ἤγουν συγγνωμονεῖται καὶ συγγνώμης ἀξιοῦται καὶ συγχωρήσεως.
24
pr.Ὁ φονεύσας τινὰ ἐξστραορδίνους ἔχει ποινὴν, τουτέστιν ἐξορίαν διηνεκή κατακρίνεται. τὸ γὰρ ἐξστραορδίνους κυρίως τὸ ἔξω τῶν τεταγμένων δηλοῖ. πολλάκις δὲ ὁ φονεύσας καὶ εἰς σφοδροτέραν τιμωρίαν καταδικάζεται.
25
pr.Ἐὰν γὰρ ἐπὶ χρήμασι καὶ ἐὰν κατὰ παράλογον θερμότητα φονεύσῃ τὶς τὸν ἀναίτιον, κεφαλικῶς τιμωρεῖται, ἢ ἐὰν μὴ γένηται τοῦτο, τὸ πάντων ἐλαφρότατον καὶ μετριώτερον ἐπὶ τῷ πταίσματι αὐτοῦ ἐπαγόμενον εἰς εὐθύνην, περιορίζεται.
26
pr.Τὸ περιορισθῆναι δὲ τοῦ ἐξορισθῆναι κατὰ πολὺ ὑπάρχει βαρύτερον. ὁ γὰρ περιορισμὸς ἐξ ἀνάγκης ἔχει καὶ δήμευσιν, καὶ οὔτε συγγένειαν ἔχειν οὔτε κληρονομίαν λαμβάνειν ἢ διδόναι ὁ περιοριζόμενος δύναται.
27
pr.Ἡ διάταξις κελεύει μὴ γίνεσθαι ἰδιωτικὰς φυλα κας, τοὺς δὲ τοῦτο πράττοντας ὑποκεῖσθαι τῷ δημοσίῳ, καὶ διάγειν ἐν φρουρᾷ τοσαύτας ἡμέρας, ὅσας γέγονεν ὁ ἐγκλεισθεὶς ἐν τῇ γενομένῃ ὑπ᾿ αὐτῶν φυλακῇ, ὁποίας ἂν εἴησαν τύχης ἢ ἀξίας, ἐκπίπτειν δὲ καὶ τῆς δίκης τῆς ἁρμοζούσης αὐτοῖς κατὰ τῶν ἐγκλεισθέντων, προνοίᾳ τοῦ ἐπισκόπου καὶ τοῦ ἄρχοντος· εἰ δὲ ῥᾳθυμήσει ὁ ἄρχων, ὑφίστασθαι· κίνδυνον καὶ περὶ τὴν οὐσίαν καὶ περὶ τὴν σωτηρίαν. κή 43. Τοῦ τοιούτου κυροῦ κωνσταντίνου τοῦ πορφυρογεννήτου καὶ ἑτέρα εὑρίσκεται νεαρὰ περὶ τῶν φονευόντων καὶ τῇ τοῦ θεοῦ μεγάλῃ ἐκκλησίᾳ προσφευγόντων ἐκτεθειμένη, ἥτις παρακελεύεται, ἵνα ὁ ἑκουσίως φόνον ποιήσας κατά τινα αὐτόματον ὀργὴν καὶ θερμότητα, καὶ μετὰ ταῦτα τῇ τοῦ θεοῦ μεγάλῃ ἐκκλησίᾳ προσφυγών, μετὰ τὴν ἐκκλησιαστικὴν ἐπιτίμήσιν ἐκπίπτῃ καὶ πάσης τῆς περιουσίας αὐτοῦ· καὶ εἰ μὲν ἔχει ὁ τοιοῦτος γυναῖκα, ἵνα λαμβάνῃ αὕτη τὴν προῖκα αὐτῆς ἐξ ὁλοκλήρου καὶ πάντα τὰ οἰκεῖα κέρδη· εἰ δὲ πολλάκις ἔχοι ὁ τὸν φόνον ποιήσας καὶ παῖδας, τότε τὴν μὲν προῖκα λαμβάνει ἡ γυνὴ, τὰ δὲ γαμικὰ κέρδη οὐ δίδοται τῇ γυναικὶ, ἀλλὰ ἔχει μόνην τὴν χρῆσιν τούτων, αὐτὰ δὲ τὰ πράγματα φυλάττεται τοῖς παισὶ, καὶ δίδοται τοῖς παισὶν εἰς κληρονομίαν καὶ τὸ τρίτον τῆς τοῦ πατρὸς περιουσίας, τὸ δὲ λοιπὸν τρίτον δίδοται τῷ μέρει τοῦ φονευθέντος, ἤγουν τῇ γυναικὶ τούτου καὶ τοῖς παισὶν εἰς παρηγορίαν αὐτῶν, καὶ τὸ ἄλλο τρίτον δίδοται εἰς μοναστήριον, εἰς ὃ ὁ φονεὺς, ἐὰν θέλῃ μονάσαι, βουληθῇ εἰσελθεῖν. πολλάκις γὰρ ὁ φονεὺς ἢ αὐτοπροαιρέτως ἢ ἐκ τῆς βίας τῶν κανονιζόντων ἐκκλησιαστικῶν ἀνθρώπων καταναγκάζεται μονάσαι καὶ εἰς μοναστήριον εἰσελθεῖν, καὶ δίδοται τὸ τρίτον τῆς περιουσίας αὐτοῦ εἰς τὸ μοναστήριον. εἰ δὲ ὁ φονεὺς γυναῖκα μὲν ἔχει, παῖδας δὲ οὐκ ἔχει, τότε ἡ γυνὴ καὶ τὰ γαμικὰ κέρδη λαμβάνουσα ἐκ τῆς τοῦ φονευθέντος περιουσίας, ἔχει καὶ τὸ τρίτον τῆς περιουσίας τοῦ φονέως, πλὴν οὐ μόνη αὐτὴ τὸ τρίτον κερδαίνει, ἀλλὰ μετὰ τῶν ἀνιόντων μερίζει αὐτὰ καὶ ἐπαίρει κατὰ ἀναλογίαν καὶ αὐτὴ ὅσον ἐπιλαγχάνει ταύτῃ. εἰ δὲ ἡ γυνὴ τοῦ φονευθέντος προτελευτήσει, καὶ μόνοι οἱ παῖδες ἀπολειφθεῖεν, προτιμῶνται οἱ παῖδες παρὰ τοὺς ἀνιόντας, καὶ λαμβάνουσιν αὐτοὶ τὸ τρίτον τῆς τοῦ φο νεύσαντος περιουσίας. εἰ δὲ μήτε γυνὴ μήτε παῖδες μήτε ἀνιόντες τοῦ φονευθέντος εὑρίσκονται, οἱ λοιποὶ γνησιώτεροι αὐτοῦ συγγενεῖς τὸ τρίτον τῆς τοῦ φονεύσαντος περιουσίας κληρονόμοῦσιν. εἰ μέντοι ὁ φονεύσας μὴ βουληθῇ μονάσαι, οὐ τὸ τρίτον ἀλλὰ τὸ δίμοιρον τῆς περιουσίας αὐτοῦ τῷ τοῦ φονευθέντος δίδοται μέρει, αὐτὸς δὲ ἀτιμός ἐστιν ἀεὶ, τουτέστι πάντοτε, καὶ οὐδέποτε ἀρχήν τινα ἢ πολιτικὴν ἢ στρατιωτικὴν ἀναδέχεται, ἀλλὰ καὶ ἐξορίαν διηνεκῆ καὶ ἀειφυγίαν καταδικάζεται. εἰ δὲ καὶ μετὰ προμελετήσεως καὶ προσκέψεως τὸν φόνον ἐργάσεται, τότε κἂν καὶ μὴ θέλῃ, ἄκων γίνεσθαι μοναχὸς ἀναγκάζεται. οἱ τόποι δὲ τῆς στρατείας ἤγουν αἱ ὑπὲρ τοῦ στρατεύειν οἰκονομίαι πρὸς τοὺς κληρονόμους αὐτοῦ παραπέμπονται· εἰ δὲ μὴ ἔχει ὁ φονεὺς κληρονόμους, ἕτεροι τοὺς τῆς στρατείας τόπους λαμβάνοντες εἰς τὴν στρατείαν ὑπηρετοῦσιν. κθ΄ 46. Κατὰ δὲ τὴν νεαρὰν τοῦ βασιλέως κυροῦ μανουὴλ οὐκ ἀναγκάζεται ἀποκείρεσθαι ἤγουν κουρεύεσθαι, ἀλλ᾽ ἀντὶ τῆς κουρᾶς ὅλον τὸν τῆς ζωῆς χρόνον εἰς ἐξορίαν διάγειν καταδικάζεται. φησὶ γὰρ᾽ ἄτοπον ἀναγκάζειν τὸν φονέα καὶ μὴ θέλοντα ἀποκείρεσθαι, ὅπου γε καὶ τοὺς ἑκουσίως προσερχομένους ἀποκαρῆναι οὐχ ἑτοίμως οὐδ᾽ εὐχερῶς, ἀλλὰ μετὰ δοκιμασίας τῆς προσηκούσης παραδέχεσθαι διορίζονται.
30
pr.Ἡ μὲν τοῦ φάκτου ἄγνοια ἤγουν ἀγνωσία, τουτέστι τὸ μὴ γινώσκειν τὸ φάκτον (φάκτον δέ ἐστι τὸ κεφάλαιον καὶ τὸ τῆς ὑποθέσεως ἀποτέλεσμα), οὐδένα βλάπτει. οὐδεὶς γὰρ βλάπτεται διὰ τὸ μὴ γινώσκειν τόδε τὶ γεγονὸς καὶ διὰ τοῦτο μηδὲ κινεῖν περὶ αὐτοῦ, ἀλλ᾽ ἄδειαν ἔχει μετὰ τὸ γνωρίσαι τὸ πρᾶγμα τὴν περὶ αὐτοῦ κινεῖν ἀγωγήν. ἡ δὲ τοῦ νόμου ἄγνοια πάντας βλάπτει χωρὶς τῶν ἀνηλίκων καὶ τῶν γυναικῶν εἰς τινα πράγματα καὶ ὑποθέσεις τινάς. οἱ γὰρ ἀνήλικοι καὶ αἱ γυναῖκες, οἱ μὲν διὰ τὴν ἡλικίαν οἱ δὲ διὰ τὴν τῆς φύσεως ἀσθένειαν, πολλάκις βοηθοῦνται καὶ δικαιοῦνται, κἂν μὴ γινώσκωσι τὴν παρὰ τοῦ νόμου διδομένην αὐτοῖς βοήθειαν· οἱ δὲ ἄλλοι πάντες μεγάλως ἐκ τοῦ τὸν νόμον ἀγνοεῖν βλάπτονται· ἀποτυγχάνουσι γὰρ καὶ ἀστοχοῦσι τοῦ οἰκείου δικαίου διὰ τὸ μὴ γινώσκειν ἐν τίσιν ὁ νόμος αὐτοῖς βοηθεῖ.
31
pr.Τὰ μὲν φορτία καλῶς εἰς νομίσματα ἀποτιμῶνται, τὰ δὲ νομίσματα οὐκ ἀποτιμῶνται εἰς φορτία.
32
pr.Ὁ θάπτων ἔγκυον ἤγουν ἐν γαστρὶ ἔχουσαν πρὶν ἢ τὸ βρέφος δι ἀνατομῆς ἐκβληθῇ, φονεύειν δοκεῖ.
33
pr.Καὶ ὁ πρόσκαιρον φυλακὴν φυγὼν διηνεκῶς φυλάττεται· ὁ δὲ διηνεκή φυλακὴν φεύγων μεταλλίζεται· ὁ δὲ μέταλλον φυγὼν ἐσχάτως τιμωρεῖται καὶ τῇ διὰ ξίφους τιμωρίᾳ ὑπάγεται.
34
pr.Φιδικόμισαρία ἐλευθερία ἐστὶ τὸ εἰπεῖν· ὁ δεῖνα δοῦλος ἑτέρῳ τινὶ μὴ δουλεύσῃ. φαίνεται γὰρ ὁ τοῦτο εἰπὼν, ὅτι μόνῳ τῷ κληρονόμῳ ὑπὸ δουλείαν ἐκεῖνον ποιεῖ, καὶ ἐμπιστεύει τῷ κληρονόμῳ τὴν μετὰ θάνατον αὐτοῦ ἐλευθερίαν τοῦ δούλου.
35
pr.Ὁ τὰ ἴδια φορτία κρύπτων, ὡς ἂν μὴ καταβάλῃ πρὸς τὸν δημόσιον τὸ ἐπ᾿ αὐτοῖς τέλος, κλεπτοτελώνης καλεῖται· καὶ μετὰ τὸ ἐλεγχθῆναι τοιοῦτό τι πεποιηκὼς τὰ φορτία ἀπόλλυσιν. εἰ δὲ κατὰ πλάνην, ἀλλ᾽ οὐ κατὰ δόλον τὰ φορτία τούτου κρυβῶσι, διπλοῦν τὸ ὑπὲρ αὐτῶν τέλος δίδωσι, τὰ δὲ φορτία ἔχει αὐτός. εἰ δὲ δοῦλον ἀποκρύψει, ἐκπίπτει τῆς δεσποτείας αὐτοῦ καὶ γίνεται ὁ δοῦλος δημόσιος. εἰ δὲ͵ ἀποκρύψας ἐλευθερώσει, στέργεται ἡ ἐλευθερία αὕτη, καὶ οὐκέτι οὔτε αὐτὸς ὁ πρότερον τοῦ δούλου δεσπότης οὔτε ὁ δημόσιος δεσπόζει τοῦ δούλου, ἀλλὰ μένει ἐλεύθερος. λς΄ 54. Φυσικοὶ παῖδες, ἤγουν οἱ κατὰ φύσιν χωρὶς νομίμου γάμου γεννώμενοι, καὶ θετοὶ, τουτέστιν οἱ κοινῶς λεγόμενοι υἱοθετοὶ, τὸ αὐτὸ δίκαιον ἔχουσιν ἐπί τε κληρονομίᾳ καὶ τοῖς ἄλλοις.
s1
pr.Φάκτον ἐστὶ τὸ κεφάλαιον καὶ τὸ τῆς ὑποθέσεως ἀποτέλεσμα.
s2
pr.Κανὼν περὶ φόβου. — Ὁ ἄλογος καὶ μάταιος φόβος οὐ συμβάλλεται. corr. manu haec habet: εἰ καὶ μετὰ τελευτὴν ὁ φαλκίδιος δίδοται, ἀλλ᾽ εἴπερ ὑπόσχηται πατὴρ προῖκα καὶ μὴ εἴπῃ πόσην, ἀναγκάζεται τέως ὅσον ποιεῖ ὁ φαλκίδιος δοῦναι ὑπὲρ προικὸς καὶ ἐν ζωῇ. Sic ΒΕ. Α ἔχῃ τῶν
s3
pr.Καὶ ὁ ἡ κανὼν τοῦ μεγάλου βασιλείου οὕτω φησίν· ὁ ἀξίνῃ περὶ τὸν θυμὸν κατὰ τῆς ἑαυτοῦ γαμετῆς χρησάμενος φονεύς ἐστιν ἑκούσιος. ὡσαύτως καὶ ὁ ξίφει κατά τινος χρησάμενος καὶ ὁ ἐπιδοὺς φάρμακα, εἰ καὶ δι ἄλλην ταῦτα παρέσχεν αἰτίαν, καὶ ὁ λῃστὴς καὶ ὁ πολέμιος καὶ αἱ τὰ ἀμβλωθρίδια διδοῦσαί τε καὶ λαμβάνουσαι. ἀκούσιος δὲ φονεύς ἐστιν ὁ λίθον ἀφεὶς ἐπὶ κύνα ἢ δένδρον καὶ ἀνθρώπου τυχῶν, καὶ ὁ παιδεύων ἱμάντι καὶ [λόγῳ]. ὁ μέντοι ξύλῳ ἢ χειρὶ πλήξας ἐπὶ τὰ καίρια ἐγγὺς τοῦ ἑκουσίου.
s4
pr.Τοῦ αὐτοῦ κανὼν μγ΄. Ὁ πρὸς θάνατον πλήξας φονεὺς, εἴτε ἦρξε τῆς πληγῆς εἴτε ἠμύνατο. Att. XXXV (). Att. XXXV (). Verba quae sequuntur usque ad v. ὑπόκειται in cap. B et E propter ὁμοιοτέλευτα omittunt. Sic AB. Malim τούτῳ τῷ φαρμάκῳ. Att. XXXV (). Quae sequuntur post φονευόντων D non habet, sed pergit: εὑρήσεις δὲ τὸ τοιοῦτον εἰς τὸ ν ' στοιχεῖον με κεφ.
s5
pr.Νεαρὰ κυροῦ βασιλείου πορφυρογεννήτου δεὍτι κολάζεσθαι δεῖ καὶ τοὺς ἐν ἀξιώματι φονεῖς καὶ σπότου. ἀποθνήσκειν, καὶ μηδὲν ἐκ τοῦ ἀξιώματος ὠφελεῖσθαι, εἰ μόνον προδήλως φανεῖεν δόλους ἢ συνωμοσίας ἢ συσκευὰς ἢ ἐπιθέσεις πρὸς τὸ μίσους ἄξιον τοῦτο ἔργον ποιοῦντες ἢ τοὺς ὑπηρετοῦντας αὐτοῖς παραπείθοντες τὸ πονηρὸν ἐκτελεῖν τοῦτο.