Syn. min. 1.22
Ἀρχὴ τοῦ Χ
Abrir no leitor do IusCommune →1
pr.Τὰ εἰς χρῆσιν ἤγουν εἰς χρείαν τινὶ διδόμενα ἢ κινητά εἰσιν ἢ ἀκίνητα, καὶ χρεωστεῖ ὁ λαμβάνων μὴ ποιῆσαι δόλον ἐν αὐτοῖς ἢ ἀμέλειαν· ὅσα δὲ μήτε ἀμελοῦντος μήτε δολιευομένου τούτου ἀπό τινος τύχης εἰς αὐτὰ γένηται, τὸν δεσπότην ὁρᾷ, τουτέστιν εἰς τὸν δεσπότην αὐτὸν ἀνατρέχει καὶ τὴν ζημίαν ὁ δεσπότης ὑφίσταται, καὶ οὐχ ὁ πρὸς χρῆσιν τὸ πρᾶγμα λαβών. καὶ σκόπει, ὅτι παρὰ τῷ νόμῳ τὸ· ὁρᾷ τὸν δεῖνα τόδε τὶ, τοῦτο δηλοῖ τὸ εἰς αὐτὸν τὴν ζημίαν ἢ πολλάκις καὶ τὸ κέρδος ἀνάγεσθαι. ἐὰν δὲ ὁ λαβὼν συμφωνήσῃ καὶ εἴπῃ ῥητῶς, ἵνα αὐτὸς καὶ ἐπὶ τοῖς κατὰ τύχην συμβησομένοις ἐνέχεται, ἡ συμφωνία κρατεῖ καὶ ὁ συμφωνήσας ἐνέχεται.
2
pr.Χρῆσις καρπῶν λέγεται, ὅταν δώσει τὶς ἑτέρῳ τινὶ ἀγρὸν ἢ ἄλλο τὶ τοιοῦτον οὐκ εἰς τελείαν δεσποτείαν, ἀλλ᾽ ἵνα μόνους ἔχῃ τοὺς καρποὺς καὶ τὴν πρόσοδον, τὴν δὲ δεσποτείαν τοῦ κτήματος παραπέμπῃ πρὸς ἕτερον.
3
pr.Ψιλὴ δὲ χρῆσίς ἐστι τέρψις μόνη καὶ ὑπηρεσία καὶ διοίκησις ἀκαινοτόμητος· οἷον τὸ πρὸς καιρὸν ἐπὶ λιβαδιαίῳ τόπῳ ζῶα βοσκῆσαι, ὀλίγα ἢ μέτρια ξύλα κόψαι ἐξ ὄρους.
4
pr.Χρηματικαὶ ὑποθέσεις λέγονται, ὅσαι ζημίαν χρημάτων τοῖς ἔχουσιν αὐτὰς προξενοῦσι, καὶ καταδίκην τοῖς φανεῖσι πταίσταις τὴν ζημίαν τῶν χρημάτων ἐπάγουσιν. ἐγκληματικαὶ δὲ ὑποθέσεις εἰσὶν, ὅσαι βαρυτέραν ἔχουσι τιμωρίαν. εἰσὶ δὲ καὶ αἱ πληγαὶ τῶν σωμάτων τῆς ἀφαιρέσεως τῶν χρημάτων βαρύτερα.
5
pr.Οἱ χρεωστοῦντες ἐγγράφως, ἐὰν λέγωσιν ὅτι ἀγράφως ἅπερ ἐχρεώστουν ἀπέδωκαν, οὐ πιστεύονται· εἰ δὲ ἑ μάρτυρας παραστήσουσιν, οὓς εἰς αὐτὸ τοῦτο προσεκαλέσαντο, τότε εἰς ὃ λέγουσι παραδέχονται.
6
pr.Αἱ χρηματικαὶ ὑποθέσεις, ἐὰν ἀποδημῶσιν οἱ μάρτυρες, διὰ γραφῶν τῶν μαρτύρων δύνανται λύεσθαι· αἱ δὲ ἐγκληματικαὶ ὑποθέσεις οὐ λύονται εἰ μὴ αὐτοπροσώπως παραστῶσιν οἱ μάρτυρες.
7
pr.Τὸ χρέος καθολικώτερον τοῦ δανείου ἐστί. δάνειον μὲν γὰρ τὸ ἀπὸ δόσεώς τινος καὶ καταβολῆς χρεωστούμενον, καὶ ἄλλο τὶ παρὰ τοῦτο οὐκ ὀνομάζεται δάνειον· χρέος δὲ καὶ αὐτὸ τὸ δάνειον, καὶ τὸ ἀπὸ λεγάτου, καὶ τὸ ἀπὸ τιμήματος πραθέντος τινὸς πράγματος ὑπολιμπανόμενον, καὶ τὸ ἀπὸ διαθήκης καὶ ἁπλῶς τὸ ἀπὸ αἰτίας ὁποιάσοῦν ὀφειλόμενον.
8
pr.Ὅταν τὶς τελευτήσας κληρονόμους ἔχῃ, καὶ καταλείψῃ καὶ χρέος, ὅπερ αὐτὸς ζῶν ἔτι πρός τινας ὤφειλε, καὶ τοῖς μέλλουσι τοῦτον κληρονομεῖν ἀφήσει σὺν τῇ κληρονομίᾳ καὶ τοῦ χρέους τὴν ὀφειλὴν (κληρονομιαῖον χρέος τοῦτο κατονομάζεται), τοῦτο γοῦν τὸ κληρονομιαῖον χρέος οἱ κληρονόμοι κατὰ ἀναλογίαν, τουτέστι πρὸς ὃ κληρονομοῦσιν, ἀποδιδότωσαν..
9
pr.Ὅταν τὶς μὴ χρεωστῶν τινί τι καταβάλῃ καὶ ἀποδώσει πρᾶγμα αὐτοῦ ἀχρεώστητον, εἰ μὲν ἀγνοεῖ καὶ ἀρνεῖται ὅτι͵ οὐ χρεωστεῖ, ἀλλὰ ὑπολαμβάνει ὅτι χρεωστεῖ καὶ διὰ τοῦτο˙ ὡς χρεωστῶν δίδωσιν, ἔπειτα δὲ εἰς αἴσθησιν τοῦ πράγματος ἔλθῃ καὶ θελήσῃ ἀνακαλέσασθαι ὅπερ ἔδωκεν, ἀνακαλεῖται αὐτό· εἰ δὲ γινώσκων ἀκριβῶς ἐξ ἀρχῆς, ὅτι οὐ χρεωστεῖ, δώσει πρός τινα ἀχρεώστητον, οὐκέτι δύναται ἀνακαλεῖσθαι αὐτό. δοκεῖ γὰρ ὅτι οἰκειοθελῶς ἐδωρήσατο.
10
pr.Ὁ χρόνος οὔτε τὸν δημόσιον ἀποκλείει κανόνα οὔτε τὴν περισσοπραξίαν βεβαιοῖ. τοῦτο δὲ τοιοῦτόν ἐστιν· ἐὰν πολλοὶ παρέλθωσι χρόνοι καὶ οὐ καταβάλῃ τὶς τὸ ὀφειλόμενον πρὸς τὸ μέρος τοῦ δημοσίου, οὐ κλείεται ἐκ τοῦ χρόνου ὁ δημόσιος εἰς τὸ λαμβάνειν τὸ ἀνῆκον αὐτῷ. καὶ πάλιν ἐὰν πολλοὺς χρόνους περισσοπρακτῇταί τις (τὸ δὲ τί δηλοῖ τὸ περισσοπρακτεῖσθαι, ἐν τοῖς εἰς τὸ π΄ στοιχεῖον εἰρήκαμεν), οὐκ ἀναγκάζεται διὰ τὴν τοῦ χρόνου νομὴν καὶ εἰς τὸ ἑξῆς περισσοπρακτεῖσθαι. καὶ τοῦτο δηλοῖ τό· ὁ χρόνος οὔτε δημόσιον ἀποκλείει οὔτε τὴν περισσοπραξίαν βεβαιοῖ.
11
pr.Μία πολλάκις ὑπόθεσις ἐν ταὐτῷ χρηματικὴν ἔχει καὶ ἐγκληματικὴν ἀγωγήν· καὶ ἐστὶ τοῦτο ὥσπερ καινὸν, ὡς ἐπὶ τὸ πολὺ γὰρ αἱ χρηματικαὶ καὶ ἐγκληματικαὶ ἀγωγαὶ πολλὴν ἔχουσι τὴν διάστασιν. γίνεται δὲ χρηματικὴ καὶ ἐγκληματικὴ ἀγωγὴ, ὁπόταν ἀνέλῃ τὶς δοῦλον ἀλλότριον· τότε γὰρ ὡς μὲν ἐργασάμενος φόνον ταῖς ἐγκληματικαῖς ὑπόκειται ἀγωγαῖς, ὡς δὲ ζημιώσας τὸν τοῦ δούλου δεσπόζοντα ταῖς χρηματικαῖς. καὶ οὕτως ὑπόθεσις μία χρηματικὴν ἔχει καὶ ἐγκληματικὴν ἀγωγήν.
12
pr.Ὁ ἐν χάρτῃ τινὶ γεγραμμένην φλυαρίαν εὑρὼν, εἴτε ἐσφραγισμένην εὕροι ταύτην εἴτε ἀσφράγιστον, τὰ ἐν τῷ χάρτῃ μηδενὶ ἑτέρῳ λεγέτω, τὸν δὲ χάρτην ἢ κατακοπτέτω τε καὶ σχιζέτω, ἢ καιέτω αὐτόν. ὁ δὲ μὴ οὕτω ποιήσας, κεφαλικῶς τιμωρείσθω. ἐὰν δὲ ὁ χάρτης διὰ τῶν ἐν τούτῳ φλυαριῶν κατὰ ὑπολήψεώς τινος ἀνδρὸς ἀποτείνεται, μηδὲν ὅλως βλαπτέσθω ὁ ἄνθρωπος ἐκεῖνος, καθ᾽ οὗ ὁ χάρτης διαλαμβάνει. ὀνομάζονται δὲ τὰ τοιαῦτα χαρτία φάμουσα.
13
pr.Ἡ χρηματικὴ δίκη ἐντὸς γ΄ χρόνων ὀφείλει λαμβάνειν ἐντελῆ τὴν ἐκπλήρωσιν.
14
pr.Πᾶς [μὴ] χριστιανὸς οἰκέτην ἔχων χριστιανὸν, λ ' χρυσίου λίτρας καταθήσει τῷ δημοσίῳ, καὶ ὁ οἰκέτης εἰς ἐλευθερίαν ἀναρπασθήσεται.
15
pr.Ἐάν τις χρεωστῶν κεφαλαίου τόκους μὴ κεχρεωστημένους καταβάλῃ, οὐκ ἂν ἀναλαμβάνει. ὁ δὲ τόκους ὑπὲρ τὸν νόμιμον καταβαλὼν, οὐκ ἀναλαμβάνει μὲν, καταλογίζεται δὲ αὐτοὺς εἰς τὸ κεφάλαιον, καὶ ὅτι ὁ ὀμόσας χρεωστεῖν, εἰ καταβάλῃ, [οὐκ] ἀναλαμβάνει.
16
pr.Ὁ χωρὶς ἄρχοντος τοῖς πράγμασι τοῦ χρεώστου προτρεπῶς ἐπιβὰς, ἐκπίπτει τοῦ χρέους, καὶ τὸ γ΄ τῆς οὐσίας δημοσιεύεται τούτου καὶ ἄτιμος γίνεται.
17
pr.Ὅτι ὁ χρόνος τῆς κατὰ τῆς διαθήκης μέμψεως οὐκ ἐκ τῆς τελευτῆς τοῦ διαθεμένου τρέχει, ἀλλ᾽ ἐξ οὗ ὁ κληρονόμος ὑπεισῆλθε τὴν κληρονομίαν. εἰ μὲν γὰρ ἐν τῇ αὐτῇ ἐπαρχίᾳ, εἴσω ἓξ μηνῶν ὑπεισέρχεσθαι ὀφείλει· εἰ δὲ ἐν ἄλλῃ μὲν ἐπαρχίᾳ διάγουσιν οἱ μέλλοντες τὴν κατὰ τῆς διαθήκης μέμψιν κινῆσαι, ἐν ἄλλῃ δὲ ὁ κληρονόμος, ἐντὸς ἐνιαυτοῦ συναπτοῦ ἀπὸ τῆς τελευτῆς τοῦ διαθεμένου ψηφιζομένου ὑπεισέρχεσθαι αὐτὸν ἢ ἀποτάττεσθαι τῇ κληρονομίᾳ. ἐὰν δὲ εἴσω τῶν εἰρημένων μὴ ὑπεισέλθῃ τῇ κληρονομίᾳ, τὸν ἄρχοντα διὰ τῆς τάξεως ἀναγκάζειν αὐτὸν ὑπεισελθεῖν.
18
pr.Τῶν χρεωστούντων δημόσια πάντα τὰ ὑπάρχοντα ὑπεύθυνά εἰσιν.
19
pr.Τὰ δημόσια τέλη οὐκ εἰσι κατὰ προσώπων, ἀλλὰ κατὰ πραγμάτων, καὶ δεῖ τὸν ἄρχοντα τῆς ἐπαρχίας σπουδάζειν, ἵνα οὐδεὶς ὑπὲρ ὧν οὐ νέμεται συντελῇ.
20
pr.Εἷς χρόνος εἰς ἐλευθερίαν ὡρίσθη· εἰ συμβῇ ἀσθενῆσαι αὐτοὺς, καὶ τὰς ἡμέρας τῆς νόσου εἰς τὸν ὡρισμένον χρόνον καταλογίζεσθαι χρή.
21
pr.Ὁ χρησάμενος ἤγουν πρὸς χρείαν τινὰ ζητήσας ἀλλότριον πρᾶγμα, καὶ εἰπὼν πρὸς τὸν δεσπότην τοῦ πράγματος, ὅτι μέλλει χρήσασθαι αὐτῷ ἐπὶ δουλείᾳ τινὶ, εἶτα οὐκ ἐπὶ ταύτῃ ἀλλ᾽ ἐπὶ ἑτέρᾳ χρησάμενος, καὶ ὡς κλέπτης λογίζεται καὶ, ἐὰν συμβῇ ζημία τὶς, εἰς τὸ διπλάσιον αὐτὴν ἀποδίδωσι. τῇ αὐτῇ καταδίκῃ ἐνέχεται καὶ ὁ λαβὼν ἀλλότριον ζῶον, ὥστε ἐγγὺς ἀπελθεῖν, καὶ ἀπελθὼν μακρότερον. κβ΄ 24. Ὅταν τὶς χρῆσιν μόνον ἔχῃ πραγμάτων, τὴν δὲ δεσποτείαν ἑτέρῳ παραφυλάττῃ, ὅσα ἂν ἀπὸ τῆς χρήσεως τῶν πραγμάτων καὶ τῶν καρπῶν αὐτῶν προσκτήσασθαι δυνηθείη, μόνην τὴν ἀναγκαίαν εἰς σύστασιν καὶ βελτίωσιν αὐτῶν δαπάνην ἀνελλιπῶς καταβάλλων, ἐξουσίαν ἔχει πρὸς οὓς βούλεται παραπέμπειν· καὶ οὐκ ἀναγκάζουσιν αὐτὸν περὶ τούτων οἱ τῶν πραγμάτων δεσπόται παρὰ τὴν οἰκείαν βουλὴν διαπράξασθαι.
s1
pr.Χήρα λέγεται οὐ μόνον ἡ διαζευχθεῖσα, ἀλλὰ καὶ ἡ μὴ ὄντως ἄνδρα ἐσχηκυῖα.
s2
pr.Μέτριος χρόνος δέκα ἡμέρα εἰσίν. ὀλίγος χρόνος νοεῖται οἱ δύο μῆνες.
s3
pr.Ὁ οὐτίλιος ἐνιαυτὸς ἤτοι ὡρισμένος τετραετία ἐστίν.
s4
pr.Ὁ ἔχων χρῆσιν οἰκίας τὰ κατακέραμα ὀφείλει ποιεῖν τῆς οἰκίας ἀναλώμασιν οἰκείοις· εἰ δέ τι περαιτέρω ἀνάλωσεν εἰς τὴν τῆς οἰκίας διόρθωσιν, τοῦτο λήψεται παρὰ τοῦ ἔχοντος τὴν δεσποτείαν.
s5
pr.Ὁ ποιήσας ἐν πόλει ι ἔτη δοκεῖ τὴν οἴκησιν ἐκεῖ ἔχειν.
s6
pr.Ὁ πληρώσας τὰ ιζ ' ἔτη καὶ ἀρξάμενος τοῦ ιη ' δύναται συνηγορεῖν. A addit βιβλίου, D στοιχείου. In C haec litera literae praeposita est.