Syn. min. 1.23
Ἀρχὴ τοῦ Ψ
Abrir no leitor do IusCommune →1
pr.Περὶ ψευδομαρτυρούντων ἐπισκόπων καὶ διακονων εἰς τὸ ἐ καὶ δ΄ στοιχεῖον δεδήλωται.
2
pr.Οὐκ ἔχει ἄδειαν ὁ δικαστὴς ἤγουν ὁ κριτὴς τοιαύτην ψῆφον ἐξάγειν ἤγουν ἀπόφασιν, ἵνα βασανίζηταί τις οὕτω ἀνιλεῶς ὥστε ταῖς βασάνοις αὐτὸν ἐναποθανεῖν, ἀλλὰ ἢ ἄλ΄λως πως καταδικάζειν τὸν ὄντα κατάκριτον ἢ καὶ εἰς βασάνους αὐτὸν παραπέμπειν, οὐ μὲν οὕτω μέχρι θανάτου, ἀλλὰ εἰς ὅσον δύναται φέρειν ἤγουν ὑπομένειν τὲ καὶ βαστάζειν. εἰ δὲ καὶ συμβαίνει πολλάκις ἐκ τῶν βασάνων ἀποθνήσκειν τινὰ, οὐδὲν τοῦτο πρὸς τὸν κριτήν· οὔτε γὰρ ὑπὸ αἰτίαν καὶ μέμψιν ἐστὶ μὴ εἰπὼν ἐκεῖνος ἕως τόσου βασανίσαι ἕως ἂν ὁ βασανιζόμενος ἀποθάνῃ, οὔτε κωλύεται ἀπὸ τοῦ τινας ἐναποθνήσκειν ταῖς βασάνοις, αἷς ὑποβάλλονται, μηδένα ἀποφαίνεσθαι εἰς βασάνους ὑπάγεσθαι, ἀλλ᾽ ἔξεστιν αὐτῷ ἐν οἷς δεῖ βάσανον ἀποφαίνεσθαι χωρὶς μόνης τῆς ἕως οὗ ἀποθάνῃ προσθήκης. ἔοικε δὲ ὡς οὐδεμιᾶς ἄλλης ὑπερβολῆς λειπομένης βασάνου ἢ τούτου τοῦ λόγου τοῦ ἕως οὗ ἀποθάνῃ, παρὰ τῶν ἐσύστερον ἐπὶ πολὺ περιᾴδεσθαι καὶ σύρεσθαι τοῦτο, ὅταν σφοδροτάταις καὶ ὑπερβολικαῖς βασάνοις βουληθῶσι καθυπαχθῆναί τινα, ὡς δῆθεν ἐκ τῆς τῶν νόμων περιλήψεως ἐπέκεινα ἀξίων ὄντων τῶν τοιούτων ἀνδρῶν βασανίζεσθαι.
3
pr.Μετὰ ψῆφον ἤγουν ἀπόφασιν τοῦ κριτοῦ καὶ τελείαν ἀποκατάστασιν οὐδεὶς παραδέχεται καινά τινα καὶ νέα πειρώμενος προβάλλεσθαι δικαιώματα, ὡς τότε μὲν τυχὸν οὐκ ἔχων αὐτὰ, ὕστερον δὲ ἐφευρών· ἀλλ᾽ ὁ τοῦτο βουλόμενος ποιεῖν παντελῶς ἐστιν ἀπαράδεκτος, χωρὶς τῶν ἐπὶ δημοσίου πράγματος θελόντων τοῦτο ποιεῖν. τούτους γὰρ σπανίως ὁ νόμος κελεύει τοῖς δικασταῖς παραδέχεσθαι.
4
pr.Ψυχῇ καὶ σώματι κτώμεθα ἤγουν λαμβάνομεν νομὴν, τῷ ἑνὶ δὲ μόνῳ ἤγουν ψυχῇ μόνῃ ἢ σώματι μόνῳ οὐ κτώμεθα νομήν. οὐ γὰρ δυνατὸν ἀρχὴν εὑρίσκειν νομῆς ἀπὸ σώματος μόνου ἢ ἀπὸ μόνης ψυχῆς, ἀλλὰ δεῖ καὶ ἀπὸ τῶν δύο τούτων τὴν ἀρχὴν γίνεσθαι τῆς νομῆς. πολλάκις γὰρ νεμόμεθα τῷ σώματι, ἀλλ᾽ οὐ τῇ ψυχῇ, οἷον ὅταν μὴ κατὰ δίκαιον λόγον μηδὲ ὡς δεσπόται νεμόμεθα, ἀλλὰ ἀδίκως ἢ κατὰ μίσθωσιν ἢ ἄλλῳ τοιούτῳ τρόπῳ τινί. ἡ τοιαύτη γοῦν νομὴ οὐ συμβάλλεται εἰς τὸ γενέσθαι δεσπότην τὸν οὕτω νεμόμενον, καὶ διὰ τοῦτο οὐδὲ ὁ ἔχων αὐτὴν νομὴν κτᾶσθαι λέγεται. πάλιν ἔχει τὶς νομὴν τῇ ψυχῇ, ὅταν τὸ δίκαιον διδῷ τινι πρᾶγμα νέμεσθαί τι, οὐκ ἔφθασε δὲ ὁ τοιοῦτος νεμηθῆναι καὶ σώματι· οὐ δικαιοῦται οὗτος ἀπὸ τῆς νομῆς, ἧς ἔχει κατὰ ψυχὴν, εἰ μὴ καὶ τῷ σώματι νεμηθῇ. ὅτε δὲ καὶ ψυχῇ ἤγουν κατὰ δίκαιον λόγον καὶ κατὰ δεσποτείαν τοῦ πράγματος καὶ σώματι γένηται ἡ νομὴ, ἤγουν ὁ τὸ δίκαιον ἔχων καὶ πραγματικῶς νεμηθῇ, τότε ἀρχὴν ἡ νομὴ λαμβάνει καὶ δύναται ὁ οὕτω νεμόμενος εἰς δικαίωσιν ἑαυτῷ προβάλλεσθαι τὴν τοιαύτην νομήν.
5
pr.Ψυχῇ μόνῃ ἀπόλλειν νομὴν δυνάμεθα.
6
pr.Ψυχῇ μόνῃ τὴν προγενομένην νομὴν περισώζειν δυνάμεθα. κἂν γὰρ μὴ νεμώμεθα τὸ πρᾶγμα, εἰς ὃ ἔχομεν δίκαιον, ἀλλὰ τῇ ψυχῇ νέμεσθαι δοκοῦμεν αὐτὸ, καὶ τὸ ἐπ᾿ αὐτῷ δίκαιον περισώζειν δυνάμεθα.
7
pr.᾿Απὸ τῆς ἀναγνώσεως τῆς ψήφου αἱ ἱ ἡμέραι τῆς ἐκκλήτου ἀριθμοῦνται. η΄ 29. Εἰ ψευδεῖς ἐπιδόσει παραγαγών τις μάρτυρας νι· κήσει, καὶ αὐστηρῶς τιμωρεῖται καὶ τὰ κριθέντα οὐκ ἔῤῥωνται ἀλλ᾽ ἀθετεῖται καὶ ἀνατρέπεται.