Syn. min. 1.24
Ἀρχὴ τοῦ Ω
Abrir no leitor do IusCommune →1
pr.Ὡρεῖα λέγονται τα οἰκοδομήματα ἤτοι τὰ σιτοδοχεῖα, ἐν οἷς οἱ κατὰ τὰς ὥρας ἤγουν τοὺς καιροὺς γινόμενοι καρποὶ ἀποτίθενται, καὶ ἐξαιρέτως οἱ καλλίονες καὶ κρείττονες τῶν τοιούτων καρπῶν, τουτέστι σϊτός τε καὶ κριθή. ἀπὸ τῶν τοιούτων δὲ οἰκοδομημάτων ὡρειάριοι καλοῦνται οἱ ἐπιτηροῦντες αὐτὰ καὶ φυλάσσοντες. ἐγένοντο δὲ μόδιοι χαλκοί τε καὶ λίθι νοι, καὶ ἕκαστος τῶν μελλόντων καταβάλλεσθαι δημόσιον τέλος ἐν τοῖς τοιούτοις μοδίοις τὰ ἀνήκοντα κατεβάλλοντο. ἐλάμβανον δὲ ἀπὸ τῶν εἰσφερομένων καὶ οἱ ὡρειάριοι τὰ τεταγμένα ὑπὲρ τῆς αὐτῶν διοικήσεως. ἐλέγοντο δὲ οἱ ὡρειάριοι καὶ ὑποδέκται ὡς τοὺς καρποὺς τοὺς προσφερομένους ὑποδεχόμενοι. (λέγονται δὲ καὶ ὑποδέκται καὶ λῃστῶν καὶ κλεπτῶν οἱ τὰ παρὰ τῶν λῃστευόντων καὶ κλεπτόντων ὑποδεχόμενοι.) ἐδίδοντο δὲ τοῖς ὡρειαρίοις ἀπὸ μὲν κριθῆς κατὰ τεσσαράκοντα ἓν, ἀπὸ δὲ σίτου κατὰ πεντήκοντα ἓν, ἀπὸ δὲ οἴνου καὶ λάρδου κατὰ εἴκοσιν ἕν. οἱ δὲ ἐν ἀρμενίᾳ ὡρειάριοι καὶ ἀπὸ σίτου καὶ κριθῆς ἐλάμβανον κατὰ τεσσαράκοντα ἕν.