IusCommune
IusCommune › Textos › Peira › Peira

Peira 1.8

Περὶ χρόνων καὶ δεσποτείας.

Abrir no leitor do IusCommune →

1

pr.Διὰ τριακονταετίαν δεσπόζει ὁ πένης ἀφελόμενός τινα ἐκ πένητος ἢ καὶ τὰ τοῦ πλουσίου, ὁ δὲ δυνατὸς καὶ ἀγοράσας οὐκ ἄλλως δεσπόζει, εἰ μὴ ὑπὲρ τὸν μέγαν λιμὸν τὸν ἐπὶ ῥωμανοῦ τοῦ πρεσβύτου γεγονότα γέγονεν ἡ πρᾶσις κατὰ τὴν πρώτην νομοθεσίαν τοῦ εἰρημένου βασιλέως κυροῦ ῥωμανοῦ καὶ τοῦ κυροῦ βασιλείου, καὶ τότε ἐξ ἐγγράφων καὶ σωματικῶν δικαιωμάτων.

2

pr.Ὅτι ὁ καλῇ πίστει ἀγοράζων διὰ δεκαετίαν δεσπόζει καὶ τοῦ ὑποκειμένου ἑτέρῳ. ἐὰν δὲ δικαστὴς ἀγοράσῃ πρᾶγμα καλῇ πίστει, εἶτα ὁ ἔχων κατὰ τοῦ πράτου ἔλθῃ καὶ κινήσῃ κατ᾿ αὐτοῦ τὰς ἐνοχὰς καὶ κατὰ τῶν μετ᾿ αὐτοῦ συναλλαξάντων παρὰ τῷ αὐτῷ δικαστῇ τῷ καὶ τὸ πρᾶγμα ἠγορακότι, ποιεῖ καὶ τὸν δικαστὴν ἐν γνώσει ἐπὶ τῷ ἀγορασθέντι καὶ περικόπτει τὸν χρόνον τῆς δεκαετίας. τοιοῦτον συνέβη ἐπὶ τῷ κτήματι τῷ πραθέντι παρὰ τοῦ ἀνεψιοῦ γοργοπλούτου πρὸς τὸν κοιτωνίτην μιχαήλ. Cf. supra c. 3. Sic lingua vulgari pro ἀπεμπολ. Cod. ἀσύλω vi-

3

pr.Ὅτι τὸν ἀγαθῇ πίστει νομέα ἐντὸς δέκα ἐτῶν δύναμαι διώκειν. αὐτὸν οὐκ εἰσάγεται τὸ ἐναντίον, κἂν δεσπόσας διὰ δεκαετίας θελήσῃ μοι ἄκοντι ἐπιῤῥίπτειν τὸν τόπον, λέγων· σός ἐστι, λάβε αὐτόν.

4

pr.Ὅτι κατοχῆς μὲν ἕνεκα γῆς καὶ δεσποτείας τοῖς ἐναγομένοις χρόνος ὁ τῆς τριακονταετίας ἀρκεῖ ῥέων ἀνεπιφώνητος· δουλείας δὲ ὁ τῆς δεκαετίας [ἐπὶ] παρόντων καὶ εἰκοσαετίας ἐπὶ ἀπόντων βεβαιοῖ χρόνος, εἰ μήγε στρατιωτικὴ ἀποδημία παρεμπίπτουσα διακόπτει τὸν χρόνον.

5

pr.Ὅτι᾽ εἰ μὲν ἐκκλησιαστικὸν μέρος τὶ κατάσχω, διὰ τεσσαρακονταετίας δεσπόζω αὐτοῦ. εἰ δὲ τὸ μοναστήριον ἦτο ὅλον, οὐδέποτε δύναμαι κτήσασθαι. οὐδὲ γὰρ βοηθεῖ μοι χρόνος οὐδὲ εἷς, διὰ τὸ τὸν νόμον ῥητῶς ἀποφαίνεσθαι τὰ ῥελιγιόσα καὶ τὰ σάκτα καὶ τὰ σάκρα μὴ διὰ χρόνου δεσπόζεσθαι. καὶ τοῦτο φανερόν ἐστιν· ὁ γὰρ ἰδιώτης μέρους μὲν ἐκκλησίας δρασσόμενος ἀνάρχως δεσπόζει τούτου διὰ χρόνου, ὡς εἴρηται· τὴν δὲ ὅλην ἐκκλησίαν κατασχὼν οὐ δεσπόσει ταύτης ποτέ· οὐ γὰρ ἔχει δίκαια ἐφορίας· τοῦτο γὰρ τῶν ἱερέων ἐστίν. εἰ μέντοι ἐπίσκοπος ἐκκλησίαν ἢ μοναστήριον ἑτέρου ἐπισκόπου και τάσχοι, διὰ τριακονταετίας ἀναμφιβόλως δεσπόσει τούτου. ὡσανεὶ γὰρ ἀπὸ ἱερέως εἰς ἱερέα μετηνέχθη τὸν δυνάμενον ἐφορᾶν αὐτό.

6

pr.Ὅτι μετὰ τὸν τετρακαιδέκατον χρόνον τῆς ἡλικίας ὀφείλει ὁ παῖς τῷ ἀγοραστῇ τοῦ πατρῴου κτήματος εἴ τι δίκαιον ἔχει προφωνεῖσθαι. οὐ γὰρ μετὰ κέ χρόνον ἢ κθ ', ἀλλ᾽ ἀπὸ τοῦ ιδ΄ χρόνου τῷ παιδὶ τρέχει ἡ τῆς κυριότητος τριακον ταετία. καὶ εἰ φθάσει κυριεῦσαι διὰ τριακονταετίας ὁ ἀγοραστὴς μετὰ τὸ γενέσθαι τὸν παῖδα ιδ΄ χρόνων, οὐ φοβεῖται αὐτὸν, ὡς εἶναι τὸν βουλόμενον κινεῖν περὶ τοῦ πατρῴου κτήματος παῖδα μδ΄ χρόνων· ὑπὲρ τοῦτον γὰρ τὸν χρόνον κινῶν οὐκ ἀκούεται.

7

pr.Ὅτι τὸ ἐπὶ τῆς δεκαετίας καὶ εἰκοσαετίας ἀπεῖναι ἢ παρεῖναι οὐ τὰ πράγματα αὐτὰ, περὶ ὧν φιλονεικεῖται, νοεῖται, ἢ τοὺς ἀνθρώπους τοὺς ἔχοντας κατ᾿ ἀλλήλων, ἀλλὰ τὸ ἔχειν ἀμφοτέρους τὰς οἰκήσεις ἐν τῷ αὐτῷ ἐπάρχῳ.

8

pr.Ὅτι ὅτε περιγραφῇ τις εἰς διατίμησιν, τὸν τριακονταετῆ χρόνον ἔχει βοηθοῦντα αὐτῷ εἰς τὸ αἰτεῖν πάλιν γενέCorruptela hic est, quam frustra sanare studui. Cf. Harm. II, 1, 33. Cod. ἢ τὸ. ἦτο lingua vulgari pro ἦν. Apud Harm. est σχῶ. Cf. tit. XVII c. 5. Malim ἐν τῇ αὐτῇ ἐπαρχίᾳ. Cf. tit. XXII c. 2. Infra τετραετή. σθαι τὴν διατίμησιν, καὶ ἀναλαμβάνειν τὸ ἐκ τῆς περιγραφῆς ποσόν.

9

pr.Ὅτι ἐὰν περὶ πράγματος μοῦ κινδυνεύοντος, [ὅτι] δεσπόζεται παρά τινος διὰ μακροῦ χρόνου, ἐναγάγω καὶ ἀνανεώσω τὸν χρόνον, καὶ πάλιν ἐπιβῇ τις τῆς τούτου νομῆς, οὐκ ἄλλως δεσπόσει τούτου, εἰ μὴ διὰ τεσσαρακονταετίας. τοῦτο γὰρ ὁ μάγιστρος ἡρμήνευσε λέγων· τὸν μακρὸν χρόνον εἶναι τριακονταετίαν, περικοπέντα δὲ εἰς τεσσαρακονταετίαν ἐκτείνεσθαι.

10

pr.Ὅτι ἐπὶ τῶν λαμβανόντων δημόσια χρήματα οἷον ἀπολογαριασμοὺς, ὁ χρόνος οὐ σβέννυσι τὴν ἀγωγήν. εἰ γὰρ παρακατάσχωσί τι τῶν δημοσίων, οὐκ ἔχουσι χρόνον βοηθὸν ἢ ἀποκλείουσι τοὺς ἐνάγοντας, ἀλλὰ καὶ αὐτοὶ ἐὰν τελευτήσωσιν, οἱ παῖδες τούτων, κἂν μηδὲν ἐξ αὐτῶν ἐκέρδησαν ἢ εἰς κλῆρον ἔλαβον, κρατούμενοι ἀπολογοῦνται τοῖς ἐνάγουσιν.

11

pr.Ὅτι ἐὰν ἀγοράσω παρὰ τοῦ κακῇ πίστει κτησαμένου πρᾶγμα, οὐ δεσπόζω τούτου διὰ τῶν δέκα ἢ εἴκοσιν ἐνιαυτῶν, εἰ μὴ καὶ ὁ δεσπότης τοῦ πράγματος γνῷ τὴν μετένεξιν, τουτἐστιν εἰ μὴ γνῷ ὁ ἀληθὴς δεσπότης ὅτι ἐγὼ τοῦτο ἠγόρασα παρὰ τοῦ κακῇ πίστει ἔχοντος αὐτό. εἰ μὲν γὰρ γνῷ τὴν μετἐνεξιν καὶ οὐ κινήσει, δεσπόζω ἐγὼ διὰ τῶν δέκα ἢ εἴκοσιν ἐνιαυτῶν· εἰ δὲ μὴ γνῷ, οὐ δύναμαι δεσπόσαι, ἀλλ᾽ εἰς τρια-· κονταετίαν ἐκτείνεται αὕτη ἡ ἀγωγή. εἰ δὲ ὁ᾽ παρὰ τοῦ κακῇ πίστει κτησαμένου ἀγοράσας πωλήσει πρὸς ἕτερον, εἴτε γνῷ ὁ δεσπότης τὴν μετένεξιν εἴτε μὴ γνῷ, ὁ δεύτερος ἀγοραστὴς χρώμενος τοῖς χρόνοις τοῦ πρώτου ἀγοραστοῦ δεσπόζει τοῦ πράγματος διὰ τῶν δέκα ἢ εἴκοσιν ἐνιαυτῶν, καὶ οὐκ ὠφελεῖ ἐνταῦθα τὸν ἀληθῆ δεσπότην ἡ ἄγνοια τῆς μετενέξεως.

12

pr.Ὅτι ἡ ἐντὸς τοῦ πενθίμου χρόνου γαμηθεῖσα ἔγκλημα ἁμαρτάνει, καὶ διὰ εἴκοσι χρόνων ἀποκλείει τοὺς παῖδας ἢ τὸν δημόσιον, εἰς τὸ μὴ κινεῖν καὶ λαμβάνειν τὸ ἥμισυ τῆς ὑπάρξεως αὐτῆς.

13

pr.Ὅτι ἐὰν πατὴρ ἢ μήτηρ ἐκποιήσηταί τι ἔχων παῖδας, καὶ τελευτήσῃ, εἰ μὲν ἄνηβος εἴη ὁ παῖς, ἔχει τριάκοντα χρόνους μετὰ τὴν ἥβην ἤτοι μετὰ τὸν ιδ χρόνον ἐπὶ τῶν ἀῤῥένων, ἐπὶ δὲ τῶν θηλειῶν μετὰ τὸν ιβ΄.. εἰ δὲ οὐκ ἦν ἄνηβος ὁ παῖς, ἔχει δεκαετίαν ἢ εἰκοσαετίαν μετὰ τὸν εἰκοστὸν πέμ` πτον χρόνον εἰς παραγραφήν. ταύτην δὲ κινεῖ ὁ παῖς ἐφ᾽ οἷς διαφέρει αὐτῷ, τυχὸν τῆς μητρὸς πωλησάσης τὸ πατρῷον του υἱοῦ ἢ τοῦ πατρὸς πωλήσαντος τὸ μητρῷον.

14

pr.Ὅτι ἐκεῖνος λέγεται ἀπεῖναι διὰ πρᾶγμα δημόσιον ὁ πεμφθεὶς ἐπὶ πρεσβείᾳ ἢ ἐπὶ τῷ κτίσαι κάστρον ἢ ἐπὶ τοῖς ὁμοίοις. ὁ δὲ κριτὴς καὶ οἱ διοικηταὶ καὶ οἱ στρατηγοὶ καὶ οἱ τὰς τοῦ δημοσίου ἐγκεχειρισμένοι δουλείας οὐ δοκοῦσιν ἀπεῖναι διὰ δημόσιον, οὐδ᾽ ὠφελοῦνται εἰς τὸ κτήσασθαι νομὴν ἢ ἀπολέσαι, διότι πάντες θέλοντες ταύτας τὰς ὑπηρεσίας ὑπεισέρχονται παρέχοντες καί τινα.

15

pr.Ἐὰν ἀγοράσῃ τὶς οἰκίαν παρά τινος νομίζων αὐτὸν δεσπότην, καὶ πάρεστιν ὁ ἀληθὴς δεσπότης καὶ γινώσκει ὡς ἐπράθη τὸ ἴδιον καὶ ἐφησυχάσει ἐπὶ δέκα ἐνιαυτοῖς, οὐκ ἔχει ἀγωγὴν κατὰ τοῦ ἀγοραστοῦ· ἀπεκλείσθη γὰρ τῇ δεκαετίᾳ. ἢ ἐὰν οὐ πάρεστιν ὁ ἀληθὴς δεσπότης, ἀπολιμπάνηται δὲ, καὶ καθ ' ὅμοιον γινώσκει ὅτι τὸ πρᾶγμα αὐτοῦ ἐπράθη, καὶ ἐντὸς εἴκοσιν ἐνιαυτῶν οὐκ ἐκίνησεν, ἀποκλείεται τῇ εἰκοσαετίᾳ. ὁ δὲ νεμηθεὶς ἀκωλύτως ἐπὶ τριακονταετίᾳ, κἄν τε γινώσκῃ ὁ δεσπότης τοῦ πράγματος κἄν τε ἀγνοῇ, δεσπόζει τοῦ πράγματος, εἰ μήγε ἐκκλησιαστικόν ἐστιν ἢ δημόσιον. τότε γὰρ τῇ τεσσαρακονταετίᾳ δεσπόζεται.

16

pr.Ὅτι δύο παραδραμόντων χρόνων μετὰ τελευτὴν τῆς γυναικὸς τῆς ἀπὸ συναινέσεως λυσάσης τὸν γάμον καὶ εἰς δεύτερον ἐλθούσης, σβέννυται ἡ κίνησις.

17

pr.Ὅτι καὶ ἡ μοιχεία καὶ ἄλλα ἐγκλήματα μετὰ τελευτὴν τῶν πεπλημμεληκότων σβέννυται, χωρὶς τοῦ τῆς καθοσιώσεως ἐγκλήματος καὶ τοῦ περὶ κλοπῆς ἱερῶν καὶ δημοσίων. φησὶ γὰρ ὁ νόμος· „ἡ τῶν ἐγκλημάτων δήμευσις κατὰ κλη ρονόμων οὐχ ἁρμόζει, εἰ μὴ ψῆφος κατὰ [τῶν] ἁμαρτώντων ἢ προκάταρξις προῆλθεν· ὑπεξῃρημένων τοῦ περὶ καθοσιώσεως καὶ τοῦ περὶ κλοπῆς ἱερῶν καὶ δημοσίων. ταῦτα γὰρ καὶ ἀπὸ κληρονόμων ἄρχεται, καὶ ἐξότου τὶς αὐτοῖς ὑποπέσῃ, οὔτε τῶν ἰδίων τὶ ἐκποιεῖ, οὔτε ἐλευθεροῦν δύναται.

18

pr.Ὅτι ἡ τριακονταετὴς καὶ ἡ κινουμένη κατὰ τῆς προσὠπικῆς καὶ ἡ τεσσαρακονταετία ἡ κατὰ τῆς ὑποθηκαρίας ἐπὶ τῆς ἀπαιτήσεως τῆς προικὸς τῆς παρὰ γυναικὸς κινουμένης οὐκ ἀπὸ τῆς τῶν συμφώνων ποιήσεως ψηφίζεται, ἀλλ ἀφ᾿ οὗ νομίμως ἄρξαντο ζῆν, τουτέστιν οὐκ ἀφ᾽ οὗ ἐτέχθησαν, ἀλλ᾽ ἐξότου νόμῳ ταύταις εἰς δικαστήριον εἴσοδος δίδοται, καὶ εὐχέρειαν ἔχουσι γυναῖκες εἰς δίκην καλεῖν τὸν ἀντίδικον. καθὼς ὁ νόμος φησίν· „ὥσπερ αἱ ἰδικαὶ ἀγωγαὶ, οὕτως αἱ περὶ ὁμάδος καὶ αἱ προσωπικαὶ ὑπὲρ τριάκοντα ἐνιαυτῶν διάστημα μηδαμῶς ἐκτεινέσθωσαν. ἀλλ᾽ ἐὰν τί ποτε πρᾶγμα ἢ τί ποτε δίκαιον ἀπαιτῇται, ἢ πρόσωπον οἱᾳδήποτε ἀγωγῇ ἢ μεθοδείᾳ συνωθεῖται, οὐδὲν ἦττον ἔσται τῷ ἐνάγοντι τριάκοντα ἐνιαυτῶν παραγραφὴ ποιητέα. τούτου ἰσχύοντος καὶ εἰς τὸ ἐκείνου πρόσωπον, ὅστις ἐνέχυρον ἢ ὑποθήκην οὐκ ἀπὸ τοῦ ἰδίου χρεώστου, ἀλλ᾽ ἀπὸ ἄλλου ἐπὶ πολὺν χρόνον νεμομένου σπουδάζει ἐκνικῆσαι. αἵτινες οὖν πρότερον οὐκ ἐκινήθησαν αἱ ἀγωγαὶ τριάκοντα ἐνιαυτῶν συναπτῶν σιωπῇ, ἐξ οὗ ἁρμόσαι ἤρξαντο νομίμως, τοῦ ζῆν περαιτέρω μὴ ἐχέτωσαν εὐχέρειαν.

19

pr.Ὅτι οὐκ ἀπὸ τοῦ καιροῦ τῆς τῶν συμφώνων ποιήσεως, ἀλλ᾽ ἀπὸ τοῦ καιροῦ τῆς ποιήσεως τοῦ γάμου ἢ τῆς ἀπορίας τοῦ ἀνδρὸς ἡ τριακονταετία ἡ τῇ προσωπικῇ ὑποκειμένη καὶ τῇ ὑποθηκαρίᾳ τεσσαρακονταετία ἀντίκειται τῇ γυναικί.

20

pr.Ὅτι οἱ πίστει καλῇ παρὰ τοῦ ἀγαθῇ πίστει νεμομένου ἐξωνησάμενοι διὰ δεκαετίας ἢ εἰκοσαετίας δεσπόζουσιν. ἄντε προικιμαῖον εἴη τοῦτο ἄντε προικὶ ὑποκείμενον, εἴτε ὡς τοῦ ἀνδρὸς ἢ εἴτε τοῦ ὑποσχομένου, οὐ καλῶς νεμεθήσεται διὰ χρήσεως ἢ μετὰ τὴν ἀπορίαν τοῦ ἀνδρὸς ἢ τὴν τοῦ γάμου λύσιν. τὰ αὐτὰ δὲ καὶ ἐπὶ τῶν ἀκινήτων καὶ τοῦ μακροῦ χρόνου κρατεῖ.

21

pr.Ὅτι τοῖς κακῇ πίστει νομῆς τινὸς πράγματος δραξαμένοις, ἐκπεσοῦσι ταύτης, οὐδεμία δίδοται ἀγωγὴ τοῦ τοιούτου πράγματος εἰς τὸν ἀληθῆ δεσπότην περιελθόντος, κἂν ἀδιακόπως ἐπὶ συναπτῇ τριακονταετίᾳ ἢ τεσσαρακονταετίᾳ νεμηθέντες πρὶν ἐκπεσεῖν κινοῦντα τὸν δεσπότην κατ᾿ αὐτῶν ἀπεκρούοντο. καὶ νόμος· „εἴ τις ἀγορασίας ἢ δωρεᾶς ἢ ἄλλου οἱουδήποτε συναλλάγματος τίτλῳ πρᾶγμά τί ποτε πίστει καλῇ ἐπὶ δέκα ἢ εἴκοσιν ἐνιαυτοὺς κατέσχε, καὶ τὴν μακροῦ χρόνου παραγραφὴν κατὰ τῶν δεσποτῶν αὐτοῦ τοῦ πράγματος ἢ τῶν δανειστῶν τῶν τὴν ὑποθήκην αὐτοῦ προτιμωμένων ἑαυτῷ ἐκτήσατο, καὶ μετὰ ταῦτα κατὰ τύχην τὴν νομὴν ἐκείνου τοῦ πράγματος ἀπώλεσε, δύνασθαι αὐτὸν καὶ ἀγωγὴν εἰς ἐκδικητέον τὸ πρᾶγμα ἔχειν θεσπίζομεν. τοῦτο γὰρ καὶ οἱ παλαιοὶ, εἴ τις αὐτοὺς ὀρθῶς θεωρήσει, αὐτὸ ἐθέσπιζον. εἰ δὲ τις τοῦτο τὸ πρᾶγμα παύσεται νέμεσθαι, οὗτινος ὁ δεσπότης, ἢ εἴ τις ὑποκείμενον αὐτὸ εἶχεν, τῇ παραγραφῇ τῶν λ ' ἢ μ ' ἐνιαυτῶν ἐξεβλήθη, τὴν εἰρημένην βοήθειαν οὐκ ἀδιστάκτως, ἀλλὰ μετὰ μεμεριμνημένης διαιρέσεως αὐτῷ παρέχειν θεσπίζομεν· ἵνα, εἰ μὲν πίστει καλῇ ἐξ ἀρχῆς τοῦτο τὸ πρᾶγμα διακατέσχεν, ὁμοίᾳ δυνηθείη χρήσασθαι βοηθείᾳ· ἐὰν δὲ πίστει κακῇ τούτου ἐπελάβετο, ἀνάξιος ταύτης δόξῃ. οὕτω μέντοι, ἵνα καινὸς νομεὺς, εἰ μὲν αὐτὸς τοῦ πράγματος ἐξ ἀρχῆς ἦν δεσπότης ἢ ὑποκείμενον αὐτῷ εἶχε, καὶ τῇ τῆς μνημονευθείσης παραγραφῆς ἀνάγκῃ ἐξωθηθείς ἐστι, τῷ κέρδει τῆς διακατοχῆς ἑαυτὸν προσπορίσει· ἐὰν δὲ μηδὲν δίκαιον ἐν τῷ αὐτῷ πράγματι καθ ' οἱονδήτινα καιρὸν ἔσχε᾽, καὶ τοῖς κληρονόμοις αὐτοῦ ἐκ τοῦ ἀδίκως διακρατήσαντος τοῦτο ἐκδικῆσαι, μὴ ἀντικειμένου αὐτοῖς, ὅτι ὁ πρῶτος νομεὺς λ ' ἢ μ ' ἐνιαυτῶν παραγραφῇ αὐτοὺς ἀπεκίνησεν.

22

pr.Ὅτι οὐχ ἡ τριακονταετία οὐδ᾽ ἡ τεσσαρακονταετηρὶς δεσποτείαν ποιεῖ τῷ ἀδίκῳ νομεῖ, δῆλόν ἐστιν. ἴσως γὰρ καὶ ὅμοιος εἰς ἐκδίκησιν οὗ ἐξέπεσε πράγματος ὅ τε κακῇ πίστει λ ' ἢ μ ' ἐνιαυτοὺς νεμηθεὶς καὶ ὁ καλῇ πίστει νεμόμενος μήπω δὲ πληρώσας τὸν νενομισμένον καιρὸν μηδὲ τῷ μακρῷ χρόνῳ δεσπότης γενόμενος. ὥσπερ γὰρ τούτῳ διαπεσόντι οὗ ἐνέμετο πράγματος δίδοται κατὰ παντὸς νομέως ἡ πουβλικιανὴ πλὴν τοῦ ἀληθῶς δεσπότου νεμομένου, οὕτω κἀκείνῳ δίκαιόν τι ἐκδικεῖν τὸ πρᾶγμα κεχάρισται μετά τριακονταετίαν, εἰ μὴ ὃς ἐξ ἀρχῆς δεσπότης ἦν τῆς νομῆς τοῦ πράγματος ἐπελάβετο. καὶ γὰρ εἰ δεσπότης ἦν τῆς νομῆς, ἀπέσπασεν ἂν τοῦτο καὶ τοῦ πρώην δεσπότου, ὥσπερ ὁ καλῇ πίστει νομεὺς δεσπότης τῷ χρόνῳ γενόμενος, καὶ ἐκπεσόντος τούτου οὐδεμίαν ἀγωγὴν εἰς ἐκνίκησιν εἶχεν ὁ ἐξ ἀρχῆς δεσπότης. ἀλλὰ τοῦτο ἐστὶ τὸ ἐν τοῖς νόμοις περιθρυλλούμενον μηδέποτε τὸν κακῇ πίστει νεμό μενον διὰ χρονίας νομῆς δεσπόζειν, μηδὲ τὰ φούρτιβα μηδὲ τὰ βὶ πόσσεσσα δεσπόζεσθαι χρόνῳ, πρὶν ἂν πίστις ἀγαθὴ διακαθάρῃ τὸ αἴτιον.

23

pr.Ὅτι ἐπὶ τῶν προσωπικῶν ἀγωγῶν ἐὰν ἔσχατος δανειστὴς ἀπαλάβῃ τὸ δάνειον, καὶ παραδράμῃ τριετία σιωπηρά, καὶ γινώσκῃ τοῦτο ὁ πρῶτος δανειστὴς, οὐ μετακινεῖ τὸν προλαβύντα.

24

pr.Ὅτι πλημμελήσας τὶς ἀναρχίαν ἐντὸς ἐνιαυτοῦ ἀπεκινήθη παρὰ τοῦ δεσπότου καὶ ἐζήτει ἐκδίκησιν. καὶ ὁ δικαστὴς ἔγραψε· οὐ καλῶς ἐπιζητεῖ ἐκδίκησιν, ὅτι τὰ ἴσα πλημ μελήματα ἀντελ [λογ] ίζοντο. ἀμφότεροι γὰρ τῷ αὐτῷ ἐγκλήματι περιπεπτώκασιν, ἢ μᾶλλον ἀναγκαῖον εἰπεῖν, ὅτι ὁ πρῶτος καὶ πλέον ἥμαρτεν ἀνάρχως ἀπελάσας τὸν δεσπότην τοῦ οἰκείου καὶ πρῶτος αἴτιος τοῦ κακοῦ γενόμενος. πλὴν διὰ τὸ φιλάγαθον ὀφείλουσιν ἀμφότεροι τῶν ἐγκλημάτων ἀπολυθῆναι.

25

pr.Ὅτι τὸ παραχρῆμα τρεῖς ἡμέρας σημαίνει καὶ τοῦτο κεῖται εἰς βι. ζ ' τὴν βίαν ἀπωθεῖσθαι παραχῆμα μέντοι. καὶ αἱ μὲν τρεῖς ἡμέραι οὐκ ἐτέθησαν εἰς τὰ βασιλικά, εἰς δὲ τὸ β΄ βιβλίον τοῦ πλάτους τῶν κωδίκων τί. θ ' κεφ. γ ' κεῖται ῥητῶς οὕτως, τὸ παραχρῆμα τρεῖς ἡμέρας σημαίνειν. ὁμοίως τοῦτο κεῖται καὶ εἰς τὰς ῥοπάς ”.

26

pr.Ὅτι τῷ περὶ βίας ἐνάγοντι ἕτεροι διεστιγμένως ἁρμόζουσι χρόνοι, τῷ δὲ ἐναγομένῳ καὶ διὰ παραγραφῆς ταύτην εἰσάγοντι ἰσομήκης τῇ ἀγωγῇ πρόσεστι χρόνος.

27

pr.Ὅτι ἐάν τις διαφόρους δίκας ἔχων κατά τινος ἐπιδώσῃ λίβελλον, καὶ ἐγκαλέσῃ κατ᾿ αὐτοῦ, ὅτι ὁ δεῖνα ἠδίκησέ με περὶ τήνδε τὴν ὑπόθεσιν, κἂν μὴ περὶ τῶν ἄλλων ἐγκαλέσῃ, ὅμως κἀκείνας διηνεκεῖς ποιεῖ. φησὶ γὰρ ὁ νόμος· „ἐάν τις τρεῖς ἔχων ἀγωγὰς ἐπιδώσῃ λίβελλον, πάσας διηνεκεῖς ἀποτελεῖ. καὶ τὸ πλέον λέγει ἡ διάταξις, κἂν ἔχων προσωπικὰς καὶ περὶ δεσποτείας καὶ ὑποθηκαρίας ἐπιδώσει λίβελλον ἔχοντα, ὅτι τὰς προσωπικὰς κινεῖ ἢ ὅτι τὰς ὑποθηκαρίας ἢ ὅτι τὰς περὶ δεσποτείας, οὐδὲ αὕτη ἡ ὑπεξαίρεσις ἀδικεῖ αὐτόν. καὶ πάλιν· „ἐὰν ἐξ ἀντιθέσεως ἀνακύψῃ τὶς ἀγωγὴ τὸ τοῦ δικάζοντος ἀκροατήριον ὑπερβαίνουσα βούλεται μὴ διασπᾶσθαι τὸ δικα στήριον ἀλλὰ καὶ τὰ ἐπαναφυόμενα τὸν αὐτὸν δοκιμάζειν.

28

pr.Καὶ βι. ν ' τί. [ια] κεφ. β '· „Ἡ χρονία νομὴ συμβάλ λεται τοῖς πίστει καλῇ νεμηθεῖσι καὶ μηδεμίαν προκάταρξιν ὑπομείνασιν.

29

pr.Καὶ κεφ. ή'τ·,, Κεχώρισται ἡ αἰτία τῆς νομῆς καὶ τῆς διὰ τοῦ χρᾶσθαι δεσποτείας· ὅθεν ὁ κακῇ πίστει ἀγοράσας νέμεται μὲν ὡς ἀγοραστὴς, διὰ τοῦ χρᾶσθαι δὲ οὐ δεσπόζει.

30

pr.Καὶ βιβλ. κέ τίτλ. έ κεφ. ια΄· „Ἐὰν ἐπὶ δανείῳ ὑποθήκας λάβωσι δύο τινὲς, καὶ ὁ δεύτερος πρῶτος ἀπαριθμήσει, προτιμᾶται. ἐξῆν γὰρ τῷ ὑποθεμένῳ μὴ δανείσασθαι ἀπὸ τοῦ πρώτου. εἰ μέντοι ὑπὸ αἵρεσιν ἐπὶ ὑποθήκῃ ἐπερωτήσω σε, καὶ ὁ ἄλλος μετ᾿ ἐμὲ χωρὶς αἱρέσεως ”, γεγενῆσθαι δοκεῖ. Παραγραφή· „ταῦτα νόησον, καὶ τότε τὸν ὑπὸ αἵρεσιν προτιμᾶσθαι τοῦ μετ᾿ αὐτὸν καθαρῶς ἐποφληθέντος εἰπὲ, ὅταν μὴ τοιαύτη ἦν ἡ αἵρεσις, ἥτις ἐκβαίνειν οὐκ ἐδύνατο μὴ βουλομένου τοῦ χρεώστου.

31

pr.Καὶ κεφ. ι'3·, Προσφέρων ὁ δεύτερος τῷ προτέρῳ· τὸ χρέος, ἄχρηστον αὐτῷ ποιεῖ τὴν ἐπὶ τῷ χρέει ἀγωγὴν, κἂν μὴ βουληθῇ δέξασθαι. Παραγραφή· „σημείωσαι ὅτι μεταγενέστερος δανειστὴς ἄδειαν ἔχει προσφορᾶς, κἂν ὁ πρῶτος μὴ βούληται δέξασθαι, καὶ ἵνα σφραγίσας ἀπόθηται καὶ μὴ συγχρήσηται τῷ χρέει, ὡς κεφ. κθ '.

32

pr.Θέ. γ '· „Ὁ μετ᾿ ἐμὲ λαβὼν ὑποθήκην μεταγενέστε ρος μὲν ἐστὶ, κἂν πρὸ ἐμοῦ ἐδάνεισεν. ὁ δὲ ὑπὸ ἡμέραν λαβὼν προτιμᾶται τοῦ μετ᾿ αὐτὸν χωρὶς αἱρέσεως λαβόντος.

33

pr.Εάν τις ποιήσῃ ἰδιόχειρον παρουσίᾳ φίλων, εἴτε ἐπὶ διαλύσει ἢ δανείῳ ἢ κοινωνίᾳ, καὶ εἴτε γράψει διὰ χειρὸς ὅλον τὸ ὕφος, εἴτε διὰ νοταρίου ἢ ἄλλου τινὸς καὶ αὐτὸς ὑπογράψει, εἴτε οὖν ὁ ταβουλλάριος, φαμὲν, ὅτι εἰ μὲν προσωπικὴ ἀγωγὴ κινεῖται, τὴν οἰκείαν ἐχέτω δύναμιν. εἰ δὲ ἐνέχυρα ἐξ αὐτοῦ ἀπαιτοῦνται, προτιμᾶται ὁ ἀπὸ ἀγοραίων κινῶν, εἰ μὴ ἄρα τρεῖς εἰσὶ μάρτυρες ὑπογράψαντες εἰς τὸ ἰδιόχειρον ὑπολήψεως λαμπρᾶς.

34

pr.Ὅτι συνεφώνησέ τις διαπωλῆσαι πρὸς τὸν μαρανδὸν κτῆμα, καὶ ἔλαβε χρυσοὺς ρε, καὶ σύμφωνον γέγονε διατιμηθῆναι τὸ κτῆμα, καὶ δοθῆναι ἐγγυητὰς, καὶ οὕτω τὸ πᾶν καταβληθῆναι τίμημα. εἶτα ὁ ποιήσας τὸ τοιοῦτον σύμφωνον ἐδανείσατο ἀπὸ τοῦ υἱοῦ, καὶ διεπώλησεν ἕτερον κτῆμα πρὸς αὐτὸν, ἐδωρήσατο δὲ αὐτῷ καὶ τὸ κτῆμα, ὅπερ συνεφώνησε διαπωλῆσαι πρὸς τὸν μαρανδὸν, καὶ ἐνετείλατο αὐτῷ διαπωλῆσαι τὸ κτῆμα καὶ ἐκ τῆς τιμῆς αὐτοῦ δοῦναι τὰς λίτρας, ἃς ἐκ τοῦ μαρανδοῦ ἔλαβε, καὶ ἑτέρας δέκα, ἃς ἐξ ἑτέρου ἐδανείσατο προσώπου. μετὰ πολλοὺς τοίνυν χρόνους κινοῦντος τοῦ ἐγγόνου τοῦ ποιήσαντος τὸ σύμφωνον πρὸς τὸν μαρανδὸν, ὡς κατασχομένου τοῦ κτήματος παρ᾿ αὐτοῦ τοῦ δεδωρημένου παρὰ τοῦ πάππου τῷ πατρὶ αὐτοῦ, καὶ τῆς πρὸς τὸν υἱὸν δωρεᾶς εὑρεθείσης πολλῷ μεταγενεστέρας τῆς πρὸς τὸν μαρανδὸν συμφωνίας περὶ πράσεως τοῦ κτήματος, ὁ μάγιστρος κατεδίκασε τὸν ἐνάγοντα, σημειωσάμενος οὕτως· ἡ πρὸς τὸν υἱὸν δωρεὰ μεμνημένη τῆς πρὸς τὸν μαρανδὸν συμφωνίας τὴν μεταγενεστέραν ποίησιν αὐτῆς ἀριδηλοτέρως δείκνυσι, καὶ διὰ τοῦτο οὐκ ἔδοξεν ἰσχυρὰ ἡ ἐν μεταγενεστέρῳ χάρτη κατάθεσις περιγράψαι ἢ παραβλάψαι τὴν ἀρχαιοτέραν ἐπὶ τῇ πράσει συμφωνίαν. δάνειον μὲν γὰρ δόσιν ἔχον φανερὰν καὶ ἐνυπόθηκον δύναταί τι κατὰ πράσεως νεωτέρας, κατάθεσις δὲ δευτερεύουσα τῷ χρόνῳ καὶ ἀμαρτύρους διηγουμένη δόσεις ἀρχαίας κατ᾿ οὐδὲν πρᾶσιν πρεσβυτέραν αὐτῆς λυμαίνεται.