Peira 1.9
Περὶ τῆς νεαρᾶς τοῦ κυροῦ βασιλείου τοῦ βασιλέως, καὶ περὶ πωλούντων στρατιωτῶν καὶ πενήτων.
Abrir no leitor do IusCommune →1
pr.Ὅτι ἡ νεαρὰ τοῦ μακαρίτου βασιλέως κυροῦ βασιλείου περὶ τῶν χωρίων τῶν ἐκποιηθέντων διαλαμβάνουσα οὗτωσὶ δογματίζει· ἵνα εἰ μὲν πτωχὸς ἐξεποιήσατο τὸ αὑτοῦ γήδιον πρὸς πρόσωπον δυνατὸν, μὴ ἄλλως ἰσχύειν τὴν πρᾶσιν, εἰ μὴ τὸν μέγαν λιμὸν τὸν ἐπὶ ῥωμανοῦ τοῦ πρεσβύτου καὶ τὴν νεαρὰν νομοθεσίαν ὑπερβαίνει· εἰ δὲ μὴ, μὴ ἰσχύειν· καὶ ταῦτα ἐξ ἐγγράφων καὶ συστατικῶν δικαιωμάτων.
2
pr.Ὅτι ὁ βέστης εὑρὼν δυνατὸν ἐν χωρίῳ ποιησάμενον ἐπίκτησιν μετὰ τὸν χρόνον τῆς νεαρᾶς νομοθεσίας ἤτοι τοῦ μεγάλου λιμοῦ, κατεδίκασεν ἐκπεσεῖν τῶν ἠγορασμένων ἀναργύρως. περὶ τῶν καρπῶν τῶν μέσων χρόνων οὕτως ἐτύπωσεν· ἵνα, εἰ μὲν χωρὶς τιμήματος περιεδράξατο τῶν τόπων ὁ δυνατὸς, ἀπαιτηθῇ καὶ καρποὺς χρόνων τριῶν. εἰ δὲ μετὰ δόσεως τιμήματος ἐν κατασχέσει τῶν τόπων ἐγένετο, μηδὲν παράσχη ὑπὲρ καρπῶν, ἀναργύρως τῶν τόπων ἐκδιωκόμενος.
3
pr.Ὅτι δυνατοὶ παρὰ πτωχῶν ὠνούμενοι ἀναργύρως διώκονται, εἰ μὴ πρὸ τοῦ μεγάλου λιμοῦ γέγονεν ἡ ἐξώνησις ἀνεπιφώνητος.
4
pr.Στρατιῶται μὲν παρὰ στρατούντων ὠνούμενοι διὰ τεσσαρακονταετίας ἀνεπιφωνήτως δεσπόζουσιν, ἐντὸς δὲ ταύτης περικόπτεται ἡ πρᾶσις ἀναδιδομένου τοῦ τιμήματος. ὡσαύτως καὶ ἐπὶ τῶν πολιτῶν.
5
pr.Ἡ κατὰ βίαν πρᾶσις ἰσχύει τῆς τριακονταετίας παρελθούσης ἀνεπιφωνήτου. ἔσωθεν δὲ ταύτης ἀνατρέπεται καὶ τὸ τίμημα ἀντιστρέφεται, εἰ μὴ ὁ πράτης πένης ἐστίν.
6
pr.Ὅτι δυνατοῖς κατὰ πενήτων ἐξ ἀγράφου μαρτυρίας δεικνύειν οὐ συγχωρεῖται παρὰ τῆς νεαρᾶς ”.
7
pr.Ὅτι τὸ τοῦ δημοσίου δίκαιον χρόνῳ μὴ ἀποκλείεσθαι παρὰ τῆς νεαρᾶς τετύπωται, ὁμοίως καὶ τὸ τῶν μεγάλων οἴκων, οἷον τῆς νέας τῶν πετρίων.
8
pr.Ὅτι καὶ νεαρὰ ἐστὶ τοῦ κυροῦ λέοντος τοῦ βασιλέως, ἵνα μὴ κτίζῃ τὶς ἐν ταῖς χοροστασίαις, ἀλλ᾽ εἰ μὲν ἐστὶν εὐρυχωρία, φεύγει τόξου βολὰς δύο, εἰ δὲ οὐκ ἐστὶ τέως, βολὴν τόξου μίαν. τοῦτο δὲ καὶ ὁ μάγιστρος ἔκρινεν, εἰπὼν αἰτίαν, ὅτι ὁ κτίζων καὶ βόας ἔχει καὶ ἵππους καὶ οἰκέτας, καὶ ἀνάγκη τούτους καταπατεῖν τὰ νεώματα, καὶ μὴ ἐᾶν τὰ σπειρόμενα τελεσφορεῖν.
9
pr.Ὅτι ὅτε δυνατοὶ δικάζονται περὶ κτημάτων ἀνακοινώσεως ὄντων χωρίταις, τὰ μὲν οἰκεῖα αὐτῶν δημόσια ἤγουν τὰ ἐν τῷ ἰσοκωδίκῳ ἀναγραφόμενα ἕκαστος λαμβάνει, τὰ δὲ λοιπὰ τῶν δημοσίων, εἰ καὶ πολλὰ εἰσὶ καὶ σχεδὸν εἷς περιλέ ληπται πολίτης, ἐκεῖνος δικαιοῦται ἔχειν πάντα τὰ τῶν χωρίων ἐκστίχια δημόσια, καὶ οἱ δυνατοὶ ἐκ τούτων μακρὰν ἀπελήλανται, καὶ τοῦτο ἔκρινε καὶ ὁ μάγιστρος ἐπιμέσον τοῦ ἐπισκόπου κρατείας καὶ τῶν κληρονόμων τοῦ πατρικίου εὐσεβίου εἰς τὸ χωρίον τῶν ῥυακίων.
10
pr.. Ὅτι ἐκίνησε τις κατὰ τῆς μονῆς τῶν νησιῶν ὡς ἐχούσης πλείονα τόπια παρὰ τὸ τελούμενον δημόσιον ἐν τῷ χωρίῳ αὐτοῦ. ὁἱ δὲ τῆς μονῆς προεκόμισαν καὶ πρᾶσιν καὶ χρυσοβούλλας δωρεὰς ὑπερβαινούσας τὸν καιρὸν τῆς πρώτης νομοθεσίας τοῦ κυροῦ ῥωμανοῦ, προεκόμισαν δὲ καὶ ἰσοκώδικον ἔγγραφον, γράφων· „μέρος τρίτον τοῦ ἁγίου ζαχαρίου, μέρος τρίτον τοῦ μαλθοῦ, καὶ ἐπεζήτουν ἐκ τούτων καὶ τὸ τρίτον μέρος τοῦ χωρίου καὶ τὸν τόπον τοῦ δημοσίου, ὅπερ ἐν τῷ ἰσοκωδίκῳ τῶν χωρίων ἐτέλουν, ἢ γ ' νομίσματα μιλλιαρήσια ις΄. ὁ δὲ μάγιστρος ἔκρινεν· ἡ δικαίωσις τῆς μονῆς προγέγονεν, ἐφ᾽ οἷς τε οἱ προκάτοχοι αὐτῆς ἔσχον μὲν ἐπὶ τοῖς δωρηθεῖσιν αὐτῇ, εἰ καὶ μὴ δημόσιον ἴδιον εἶχεν, ὡς τὸ νεαρὸν θέσπισμα τοῦ κρατοῦντος ἡμῶν βασιλέως· βούλεται· ἐκ δὲ τῆς τοῦ δημοσίου φράσεως καὶ δυνάμεως τὸ τρίτον μέρος πάλιν τῆς τοῦ χωρίου περιμέτρους ταύτῃ λαμπρῶς φαίνεται προσῆκον, χρόνου μὴ ἐπιζητουμένου· μακρότερον γὰρ καὶ ἥλικα τοῦτον τῇ κηνσεύσει τὸ τῆς μονῆς παρίστησιν ἰσοκώδικον. ἀλλ᾽ ἐπείπερ ἄνωθεν τῶν χρόνων οἱ προνοοῦντες τῆς μονῆς τὰ ἐκ διαφόρων δικαίων προσόντα εἰς ἓν συναγαγόντες καὶ τῷ τρίτῳ μέρει τοῦ χωρίου ἀρκεσθέντες ἐκείναντος, οὕτω καὶ πάλιν ἔδοξε δεῖν ἀρκεῖσθαι ταύτην ἐν τούτῳ, καὶ ἐρευνηθῆναι εἰ πλείονα δεσπόζει. οὕτως ἀπεφήνατο ὁ μάγιστρος, καὶ οὐχ εὑρέθη ἡ μονὴ πλέον τοῦ τρίτου μέρους τοῦ χωρίου κατέχουσα, καὶ κατεδικάσθη ὁ ἐνάγων.
11
pr.Ὅτι ὁμωνυμοῦσι μὲν χωρία ἐν τοῖς θέμασι καὶ ἐν πολλαῖς διοικήσεσι, οὐ πάντα δὲ μιᾶς εἰσὶ δεσποτείας, ἀλλὰ ταῖς ἐνορίαις διαιροῦται καὶ ταῖς διοικήσεσι καὶ τοῖς ὑπάτοις.