Peira 1.7
Περὶ διαλύσεως.
Abrir no leitor do IusCommune →1
pr.Ὁ΄ διαλυσάμενος τὸ ἰσχυρὸν αὐτόθεν ἔχει. εἰ οὖν διαλύσεταί τις καὶ γράψει, ὅτι ἐπείπερ ἔχομεν ἀμφιβολίαν, διαλύομαι σήμερον καὶ ὁμολογῶ σοι χρεωστεῖν νομίσματα ἑκατὸν, καὶ γένηται διάλυσις· εἶτα μετὰ χρόνον γένηται καὶ ἑτέρα διάλυσις διεξιοῦσα ὁμοίως καὶ ὅτι οὐδὲ τὰ ἑκατὸν νομίσματα χρε ωστῶ σοι· ἡ δευτέρα διάλυσις ἀντ᾽ οὐδενὸς τῷ νόμῳ λελόγισται, ἀλλ᾽ ἀνατρέπεται ἐρχομένη πρὸς δικαστήριον. καὶ εἰς τὴν τοιαύτην ὑπόθεσιν ἐστὶ σημείωσις τοῦ πατρικίου καὶ τῶν πολιτικῶν δικαστῶν ἔχουσα λογισμοὺς, ὅτι μετὰ ψῆφον ἐῤῥωμένην οὐκ ἰσχυρῶς τις διαλύεται, καὶ ὅτι ἡ διάλυσις εἰ ἀμφιβαλλομένου πράγματός ἐστι τομὴ καὶ μεῖζόν ἐστι ψήφου, πῶς δύναται διαλύσασθαί τις μετὰ ψῆφον· ἐῤῥωμένην καὶ βεβαίαν; ἀλλὰ καὶ ὁ θαλέλαιος ἑρμηνεύων καὶ διηγούμενος τὸ τοιοῦτον λέγει· « Σημ. θαυμάσιον νόμιμον καὶ μὴ θαυμάσῃς. τούτῳ γὰρ καὶ αὐτὸς χρησάμενος ἐν δικαστηρίῳ μεγάλως ηὐδοκίμησα.
2
pr.Ὅτι ὅτε κατὰ βίαν γένηται διάλυσις, καὶ ὀμώσει ὁ διαλυσάμενος βίᾳ διαλύσασθαι, καὶ ἀνατραπῇ ἡ διάλυσις, οὐκ ἀπαιτεῖται τὸ πρόστιμον.
3
pr.Ὅτι γυνὴ ἐγκαλέσασα κατὰ τοῦ ἀνδρὸς ὡς κακῶς ἐκποιησαμένου τὰ προικιμαῖα καὶ κατασπαταλήσαντος τὴν προῖκα, καὶ δικαιωθεῖσα καὶ ἀποκαταστᾶσα κατὰ τοῦ ἀνδρὸς, δίκην ἐκίνησε κατὰ τῶν συναλλαξάντων τῷ ἀνδρὶ, καὶ τέλος διελύσατο λαβοῦσα νομίσματα καίπερ περιόντος τοῦ ἀνδρός. ταύτην τὴν διάλυσιν ἐκύρωσεν ὁ πατρίκιος δι᾽ ὑπομνήματος. καὶ γὰρ ἔλεγε, μὴ δύνασθαι μὲν τὴν γυναῖκα ἐκποιεῖσθαι τὰ παραδοθέντα αὐτῇ ὡς ἐξ αὐτῶν μελλούσῃ τρέφειν τὸν ἄνδρα καὶ τοὺς παῖδας, ἔχειν δὲ ἐξουσίαν διαλύεσθαι ἐπὶ δίκῃ. ἀμφιβόλου γὰρ ὄντος τοῦ πράγματος ἡ διάλυσις προβαίνει· καὶ ὑπὲρ ἑαυ· τῆς τοῦτο ποιεῖ, πολλάκις γὰρ ἐξ ἀποτελέσματος ἡττωμένη ἐν τῇ δίκῃ ἡ γυνὴ ζημίαν ἑαυτῇ προξενεῖ.
4
pr.Ὅτι μετὰ ψῆφον ἐῤῥωμένην οὐκ ἰσχυρῶς τις διαλύεται. ψῆφον ἐῤῥωμένην τὴν ἐν ἐκκλήτῳ δοκιμασθεῖσάν φησιν ἢ τὴν μὴ ἐγκλητευομένην διὰ τὸ παρελθεῖν τὸν χρόνον τῆς ἐκκλήτου ἤτοι τὴν διετίαν.
5
pr.Ὅτι ἐντὸς διετίας ὀφείλει δίδοσθαι ἡ ἔκκλητος καὶ ἐντὸς ταύτης περαιοῦσθαι.
6
pr.Ὅτι ὁ δρουγγάριος μετὰ τοῦ βασιλέως εὑρόντες· διάλυσιν γεγενημένην, ἐν ᾗ ἐφέρετο δικαιώματα· δοθῆναι παρὰ τοῦ ἑνὸς μέρους πρὸς τὸ ἕτερον, ταῦτα δὲ τὰ δικαιώματα ἐπιζητούμενος ὡμολόγησε κατακαυθῆναι, κατεδίκασε τὸν καύσαντα καὶ λαβόντα τὴν διάλυσιν. τοῦτο δὴ γέγονεν ἐπὶ τοῦ εὑρετοῦ διαλυσαμένου μετὰ τοῦ μητροπολίτου ἀγκύρας. δικαιωθεὶς γὰρ ὁ εὑρετὸς ἐπί τινι λειβαδιαίᾳ γῇ, ὥστε μετὰ θάνατον τοῦ κεκτημένου ταύτην λαβεῖν, τοῦ δὲ ἔχοντος τὴν δεσποτείαν ἄχρι ζωῆς αὐτοῦ μετενεγκόντος τὸ λειβάδιον πρὸς τὴν μητρό πολιν, ὁ εὑρετὸς ἠνώχλει τὸν μητροπολίτην μετὰ τὸ τελευτῆσαι τὸν ἔχοντα τὸ λειβάδιον ἐφ᾽ ᾧ αὐτὸς ἐδικαιώθη, καὶ τέλος συνῆλθον εἰς συμβιβάσεις, καὶ δέδωκὲν ὁ εὑρετὸς πρὸς τὸν μητροπολίτην τὸ δικαιοῦν αὐτὸν ὑπόμνημα, ὁ δὲ μητροπολίτης κατέκαυσε τοῦτο, ἵνα μὴ φαίνηται τὸ δίκαιον, ὅπερ εἶχεν ὁ εὑρετὸς ἐπὶ τῷ λειβαδίῳ. καὶ τῆς δίκης κινηθείσης κατεδικάσθη ὁ μητροπολίτης διὰ τρεῖς αἰτίας· ὅτι μετὰ ψῆφον ἐῤῥωμένην διελύσατο, τουτέστι μετὰ τὸ μεῖναι ἀνέγκλητον τὸ ὑπόμνημα· καὶ ὅτι λαμβάνων δίκας μετὰ τοῦ εὑρετοῦ πρὸς τὴν διάλυσιν ἀπεῖδε καὶ δικαιούμενος ἐκ τοῦ ὑπομνήματος ὁ εὑρετὸς οὐκ ἀποκατέστη παρὰ τοῦ δικαστοῦ τῷ λειβαδίῳ αὐτοῦ καὶ τότε ἐποίησε τὴν διάλυσιν, ἀλλ᾽ ἔτι τοῦ λειβαδίου κρατουμένου παρὰ τοῦ μητροπολίτου προέβη ἡ διάλυσις καὶ ὡς βίαν παθὼν καὶ τότε· καὶ ὅτι τὰ δικαιοῦντα αὐτὸν δικαιώματα κατεκαύθησαν, ὅπερ δόλος ἦν σαφὴς τοῦ ἀντιδίκου.
7
pr.Ὅτι᾿ τὸ διαλύσασθαι γυναῖκα μετὰ τοῦ ἀνδρὸς, καὶ εἰπεῖν ὅτι ἐμοίχευσα καὶ διὰ τοῦτο διαζεύγνυμαι, οὐ δεκτόν ἐστι τῷ νόμῳ.
8
pr.Ὅτι γυνὴ ἐποιήσατο διάλυσιν μετὰ τοῦ ἀνδρὸς, ὅτι· ἐμοιχεύθη καὶ διεζεύχθη αὐτῆς. εἶτα ἔθανεν ὁ ἀνὴρ καὶ ὁ παῖς τῆς γυναικός, καὶ ἐκωλύετο ὡς ὁμολογήσασα μοιχευθῆναι κλη- δ. Αν, ρονομῆσαι τοῦ παιδός. καὶ ἔκρινεν δικαστὴς, μὴ κωλύεσθαι αὐτὴν ὡς μὴ ἰσχυροῦ ὄντος τοῦ πρὸς τὸν ἄνδρα συμφώνου τῆς διαλύσεως, καὶ ὡς ἀπὸ τοῦ νόμου καὶ ἀληθῶς μοιχευθείσης κληρονομούσης τὸν παῖδα.
9
pr.Ὅτι ἐὰν διάλυσις περὶ πολλῶν κεφαλαίων προβῇ, καὶ εὑρίσκεται ἓν κεφάλαιον ἀπὸ πλαστῶν δικαιωμάτων τὴν διάλυσιν δεξάμενον, ἐκεῖνο μὲν ἀτονεῖ, τὰ δὲ λοιπὰ τῆς διαλύσεως ἰσχύουσιν.
10
pr.Ὅτι διελύσατό τις ἀγράφως ἐπὶ μαρτύρων, εἶτα μετεμελήθη, καὶ ὁ δικαστὴς ἔκρινε, μὴ δύνασθαι αὐτὸν ἀνατρέψαι τὴν διάλυσιν, εἰπὼν ὅτι γε εἰ καὶ μηδὲν τῶν ὑπεσχημένων ἐδόθη, οὐκ ἠδύνατο τὴν διάλυσιν ἀνατρέψαι, διότι μηδὲ ὁ νόμος τοῦτο βούλεται. φησὶ γάρ· „εἰ μετὰ ἐλευθέρων διαλύσεταί τις ἐν τῷ εἶναι μείζων τῶν κέ ἐνιαυτῶν ἐπὶ τῷ τινὰ λαβεῖν παρ᾽ αὐτῶν, εἰ καὶ τὰ μάλιστα μήπω δεδώκασιν οἱ διαλυσάμενοι τὰ ἐπαγγελθέντα, ἀλλ᾽ οὐδὲ νῦν ἐναγόμενοι προσφέρουσιν αὐτῷ ταῦτα, ὅμως καλῶς κέχρηνται τῇ τοῦ συμφώνου παραγραφῇ τῇ ἀπὸ τῆς διαλύσεως αὐτοῖς ἁρμοσάσῃ.
11
pr.Ὅτι ἐν ταῖς διαλύσεσι τὰ ἰδικὰ ῥήματα περιέχονται τοῖς· γενικοῖς, οἷον διαλύομαι περὶ τοῦδε καὶ τοῦδε καὶ περὶ ἄλλου παντὸς πράγματος. τότε οὖν περὶ μόνων τῶν ῥητῶς λεχθέντων κρατεῖ ἡ διάλυσις, καὶ περὶ τούτων κινῶν ὁ διαλυσάμενος ἐκβάλλεται, καὶ οὐδὲ δύναται τὸν κινοῦντα περὶ ἑτέρων τῶν μὴ ἐκφερομένων ῥητῶς τῇ διαλύσει ἀπείργειν ὁ διαλυσάμενος ἐκ τοῦ ῥήματος τοῦ λέγοντος „περὶ παντὸς πράγματος “. ὡς γὰρ εἴρηται ἐν ταῖς διαλύσεσι τὰ ἰδικὰ τοῖς γενικοῖς περιέχονται.
12
pr.Ὅτι ἐκλαβόμενός τις παρά τινος κτήματα ἐπὶ π... ἐκίνησε δίκην ὡς ἐζημιώθη ὑπὲρ τὸ συμπεφωνημένον ἔλαβεν οὖν τὰ κτήματα ὁ ζημιωθεὶς εἰς εὐλύτωσιν τῆς ζημίας. ἐλθὼν δὲ ὁ συμβατίκιος ὁ κριτὴς ἐκράτησε τὸν ἄνθρωπον, καὶ διελύσατο᾽ ἀναλαβόμενος μὲν αὐτὸς τὰ κτήματα, δοὺς δὲ πρὸς αὐτὸν χρυσίον ὑπὲρ ἐκείνων τῶν ἀνθρώπων, ὑπὲρ ὧν ἔλεγε καινοτομηθῆναι. εἶτα ὕστερον πάλιν κινοῦντος τὴν δίκην τοῦ διαλυσαμένου καὶ ζητοῦντος ἃ ἐκαινοτόμηντο, ἔκρινεν ὁ μάγιστρος, καὶ ἀνέλυσε τὴν διάλυσιν, λέγων, ὅτι τὸ διαλυσάμενον πρόσωπον τῶν πενήτων ἦν, ὁ δὲ λαβὼν τὴν διάλυσιν τῶν ἀξιωματικῶν. καὶ ὅτι εἰ καὶ πρὸς αὐτὸν κρατήσει ἡ διάλυσις, ἀλλ᾽ οὖν πρὸς τοὺς ὑπὲρ ὧν ἔλαβε τὴν διάλυσιν ὁ συμβατίκιος οὐ κρατεῖ, ἤγουν τοὺς ἐκδεδωκότας τὰ κτήματα ὑπὲρ ὧν ὁ ἐνάγων ἐζημιώθη. καὶ προέφερε νόμον τὸν λέγοντα, ὅτι „δι᾽ ἐλευθέρου προσώπου ἀγωγή τινι οὐ προσπορίζεται. ἐλεύθερος ἦν καθ᾽ ὃν ἐκινεῖτο ἡ ἐνοχὴ, ἐλεύθερος ὁ λαβὼν τὴν διάλυσιν, καὶ οὐ προσπορισθήσεται διὰ τούτου τούτοις ἡ ἀγωγὴ, ἵνα ἐκ τῆς διαλύσεως τοῦ συμβατικίου ὠφεληθῶσιν αὐτοί· ἀλλ᾽ ἐκεῖνος μὲν ἃ δέδωκεν ἀνελάβετο ὑπὲρ τῆς διαλύσεως, τῷ δὲ ἐνάγοντι ἐχαρίσθη κατὰ τῶν ἐκδεδωκότων ἀγωγή.
13
pr.Ὅτι ἀγράφως τὶς διελύσατο, εἶτα ἐκίνει κατὰ τοῦ διαλυσαμένου καὶ ἐναγόμενος ἔλεγε περὶ πάσης ὑποθέσεως διαλύσασθαι γενικῶς· καὶ ὁ ἐνάγων, δεδιὼς μὴ ἐπιθυμῶν διασεῖσαι τὴν διάλυσιν ἀποφράζει καὶ τὴν περὶ ὧν διελύσατο ἀγωγὴν, μετεβάλετο, καὶ ἔλεγε περὶ μόνης ῥητῆς ὑποθέσεως διαλύσασθαι· καὶ αὐτὸν τοῦτο συστῆσαι διὰ μαρτύρων ἐδέχθη. καὶ ἐσημειώσατο ὁ μάγιστρος οὕτως· οὕτω τῆς ἀληθείας διαγνωσθείσης ἐξ αὐτῆς τῆς ὑπὸ τοῦ ἐνάγοντος παραχθείσης μαρτυρίας, καὶ τοῦ ἐναγομένου τὰ ὑπὸ τοῦ ἀντιδίκου καθομολογηθέντα καὶ μάρτυσι βεβαιωθέντα εἰς διάλυσιν ἐνεχθῆναι προσικαμένου καὶ ὑπομνήματι αἰτησαμένου περιληφθῆναι, ἐδέχθη μὲν καὶ ἐκυρώθη ἡ παρ ἀμφοτέρων τῶν μερῶν ὁμολογηθεῖσα διάλυσις, κἂν ἀγράφως γέγονε. πρὸς γὰρ τὸν οὕτω διαλυσάμενον ὁ νόμος φησίν· „εἰ καὶ τὰ μάλιστα ὡς ὑποτίθης, οὐδὲ ἓν συμβόλαιον παρενετέθη ἐπὶ τῇ διαλύσει, ὅμως εἴπερ ἡ πίστις τοῦ συναλλάγματος ἐκ τῆς σῆς ὁμολογίας συνάδει, τουτέστιν ἐπειδὴ σὺ αὐτὸς ὁμολογεῖς, τὴν ἄγραφον πεποιηκέναι διάλυσιν, ἡ γραφὴ, ἥτις τὴν ἀπόδειξιν τοῦ πεπραγμένου πράγματος εἴωθε περιέχειν, χρειώδης οὐκ ἐστίν.
14
pr.Ὅτι μετὰ προστίμου καὶ χωρὶς τούτου διὰ συμφώνου μόνου γίνεται διάλυσις.
15
pr.Ὅτι δίκας ἔχοντές τινες πρὸς ἀλλήλους παρὰ τῷ ἐξαμυλίτῃς ἐκρίθησαν καὶ ἡσύχασαν. εἶτα ὁ μυστογράφος ἀνέτρεψε τὴν τοῦ ἐξαμυλίτου σημείωσιν καὶ κατεδίκασε τὸν ἕνα ἐξ ὧν ἔλεγεν ἀντιστρ.... πρὸς τὸν ἕτερον. προσῆλθεν οὗτος βασιλεῖ κατὰ τῆς σημειώσεως τοῦ μυστογράφου καὶ προσέταξεν ὁ βασιλεὺς ἀντεξετασθῆναι τὰ τοῦ μυστογρά φου πρὸς τὴν τοῦ ἐξαμυλίτου σημείωσιν. τὰ δὲ μέρη τῆς δοκιμασίας προβαινούσης διελύσαντο ἐπὶ τῷ κρατεῖν καὶ δεσπόζειν κατὰ τὴν σημείωσιν τοῦ ἐξαμυλίτου. καὶ τὴν τοιαύτην διάλυσιν ἐδέξατο ὁ μάγιστρος· καὶ οὕτως ἐδέχθη τὰ τῆς συμβιβάσεως ἔγγραφα, οἷα καὶ ψήφου δικαστικῆς ὄντα μείζονα. „ὅρκος γάρ, φησιν ", „ἔοικε διαλύσει καὶ μείζων ἐστὶ ψήφου. εἰ δὲ τὸ διαλύσει ἐοικὸς μεῖζόν ἐστι ψήφου καὶ ὑπεραίρει ψῆφον, πολλῷ μᾶλλον αὐτὴ ἡ διάλυσις ὑπερκειμένη ἂν εἴη ψήφου. καὶ νόμος ἕτερος· „τὰς ὑποθέσεις αὐτὰς ἤτοι τὰς δίκας τὰς διαλύσεσι νομίμοις περαιωθείσας μηδὲ διὰ βασιλικῆς ἀντιγραφῆς ἀνατρέπεσθαι χρή. καὶ πάλιν· „τῶν ἐπαγγελθέντων ἕνεκεν διαλύσεως μὴ καταβληθέντων τὸ πρόστιμον τὸ εἰς ἐπερώτησιν κατενεχθὲν, εἰ ἐναντίον τί ποτε γένηται, ἀπαιτεῖσθαι δύνασθαι ὡμολόγηται. ἐκεῖνα μέντοι τῶν ἀνωμολογημένων ἐστὶν, ὡς καὶ μετὰ τὴν τῶν προστίμων ἀπαίτησιν μένειν τὴν διάλυσιν ἐῤῥωμένην οἱ νόμοι βούλονται, ὅσαι τοῦτον σχηματισθεῖεν τὸν τρόπον. „ἐπερωτῶντες γάρ φησιν οἱ διαλυό μενοι πρόστιμον ἐκ παραβασίας εἰώθασιν ἐπιφέρειν πρὸς τὸ καὶ μετὰ τὴν τοῦ προστίμου καταβολὴν οὐδὲν ἧττον ἐῤῥῶσθαι τὴν διάλυσιν.
16
pr.Ὅτι διαλυσάμενος κωνσταντῖνος πρωτοσπαθάριος καὶ κριτής μεσοποταμίας μετὰ τοῦ ἐπισκόπου γρηγορίου τοῦ ἀδελφοῦ τοῦ πατρικίου τοῦ χαλδοῦ κατεδικάσθη ὕστερον παρὰ τῶν πολιτικῶν δικαστῶν, καὶ ἀνετράπη ἡ διάλυσις γράψαντος τοῦ μαγίστρου· ἀπείρηται τὰ τοιαῦτα δρᾶν τοῖς ἄρχουσι τῶν ἐπαρχιῶν, ἀλλὰ τὰ γεγονότα οὕτως ἰσχύειν... ὡς πρὸ τῆς πράξεως ἦν τοῦ κριτοῦ, τὰ δὲ ὡς ἐκ τῆς διαλίσεως καὶ μετὰ τὴν παράλυσιν τῆς πράξεως ἐπιτελεσθέντα ἀργεῖν. τὰ μὲν γὰρ ὡς διὰ τὴν ἀρχὴν ἐκ θέσεως γεγονότα ἀνατέτραπται, τὰ δὲ ὡς ἐκ τῆς παρανόμου συμφώνου δυνάμεως οἷα παρακολουθήματα. κεκανόνισται γὰρ τοῦ πρωτοτύπου μὴ ἐῤῥωμένου μηδὲ τὰ παρακολουθήματα ἐῤῥῶσθαι, καὶ τὰ ἐξ ἀρχῆς ἀνυπόστατα ἐκ τῶν ἐπισυμβαινόντων ἰσχὺν λαμβάνειν μὴ δύνασθαι.
17
pr.Ὅτι διελύσατό τις μετά τινος καθολικῶς, εἶτα ὑπεδείκνυ δευτέραν διάλυσιν παρεμβάλλουσάν τινα κεφάλαια ὑπὲρ ὧν ἐν αὐτῇ διελύσατο. καὶ ταῦτα ὁ μάγιστρος οὐκ ἐδέξατο, γράψας οὕτως· ὅτε τὶς μετὰ πρώτην διάλυσιν εἰς δευτέραν ἀνενέγκῃ τὸ πρᾶγμα, σαθρόν τι καὶ ἀνίσχυρον δρᾷ. εἰ μὲν γὰρ ἡ διάλυσις, ὡς ὁ νόμος φησὶν, ἰσοδυναμεῖ τῇ ἀποφάσει, μετὰ δὲ ἀπόφασιν ἐῤῥωμένην οὐκ ἰσχυρῶς τις διαλύεται, παντί που δῆλον, ὅτι ἡ μετὰ συμβίβασιν ἐπιδιάλυσις ἐξητονημένη ἐστίν.
18
pr.Ὅτι ἔλαβέ τις δικαστικὴν ψῆφον ὡς ἂν ἐπὶ τοῦ τόπου δικάσηται, εἶτα διελύσατο μετὰ τοῦ ἀντιδίκου καὶ ἔχων τὴν ψῆφον προεκόμισε ταύτην τῷ δικαστῇ καὶ ἀπόντος τοῦ ἀντιδίκου ἀπήτησε νομίσματά τινα ἐκ τῆς οἰκίας αὐτοῦ. καὶ ἔκρινεν ὁ μάγιστρος ἀπαιτηθῆναι πάντα τὰ ἐν τῇ διαλύσει πρόστιμα, καὶ ὡς ἀπὸ δόλου ἕτερα νομίσματα ὧν ἀπῄτησε τὰ ἡμίση ἕνε-
19
pr.Ὅτι ἡ γυνὴ ἅπαξ κατὰ τῶν τοῦ ἀνδρὸς πράξεων εἰς δικαστήριον φοιτήσασα καὶ τὴν ἀπορίαν τούτου ἐλέγξασα καὶ τὰ παρὰ τούτου ἀπεμπουλημένα᾽ ἐκνικᾶν ἐπιχειροῦσα και λῶς διαλύεται. καὶ ἐσημειώσατο ὁ μάγιστρος οὕτως· ἐπὶ τοῖς τοιούτοις ἐνήλλακται ἡ τάξις τῆς ἐξουσίας, ὥστε καὶ τῶν ἐκνικωμένων πάντων καθίσταται κυρία ἡ γυνὴ, καὶ δοκεῖ πως ἀῤῥενοῦσθαι μὲν τὸ θῆλυ κατά γε τὸν τῆς κυριότητος λόγον, θηλύνεσθαι δὲ τὸ ἄῤῥεν καὶ ὑποπίπτειν εἰς ἐξουσίαν διὰ τὴν τῶν ἔργων ἀσθένειαν. καὶ τρέφεται μὲν ὁ χορηγεῖν ὀφείλων τροφὰς, ῥυθμίζεται δὲ ὁ σωφρονιστὴς εἶναι ταχθεὶς ἐν ἀρχῇ τῆς γυναικὸς, καὶ ὅλον εἰπεῖν· πάντα τὰ κοσμοῦντα τὴν συζυγίαν ἀντέστραπται. οὐκοῦν καὶ ἡ συμβιβαστικὴ ἀσφάλεια τῆσδε ἀσφαλῶς γεγένηται, ἐν ἀμφιβόλῳ καὶ ἀδήλῳ πέρατι τῆς δίκης διαλυσαμένης, αὐτεξουσίας τυγχανούσης, καὶ μὴ δυναμένης ἢ φόβον ἀνδρὸς προβάλλεσθαι ἢ τὸν τῆς ὑπεξουσιότητος λόγον.